Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θέλημα [37]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θέλημα


000-00-00 Serial Number=0697792351
Eclogae propheticae Ante [Go Back]  
 [00111]  ἀδελφοί μου γάρ, φησὶν ὁ κύριος, καὶ συγκληρονόμοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου.
000-00-00 Serial Number=0281420946
Fragmenta Ante [Go Back]  
 [00310]  εἰ γὰρ θελήματι τὰ πάντα πεποίηκε (καὶ οὐδεὶς ἀντερεῖ λόγος), γινώσκειν δὲ τὸ ἴδιον θέλημα τὸν θεὸν εὐσεβές τε λέγειν ἀεὶ καὶ δίκαιόν ἐστιν, ἕκαστον δὲ τῶν γεγονότων θέλων πεποίηκεν, ἄρα ὡς ἴδια θελήματα ὁ θεὸς τὰ ὄντα γινώσκει, ἐπειδὴ καὶ θέλων τὰ ὄντα πεποίηκεν.
000-00-00 Serial Number=0286333501
Paedagogus Ante [Go Back]  
 [00262]  Ὡς γὰρ τὸ θέλημα αὐτοῦ ἔργον ἐστὶ καὶ τοῦτο κόσμος ὀνομάζεται, οὕτως καὶ τὸ βούλημα αὐτοῦ ἀνθρώπων ἐστὶ σωτηρία καὶ τοῦτο ἐκκλησία κέκληται.
 [00283]  τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων ἐπ' αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, [1.6.29.1] καὶ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
 [00455]  ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με.
 [00456]  Ὁρᾶτε ἄλλο βρῶμα ἀλληγορούμενον παραπλησίως γάλακτι τὸ θέλημα τοῦ θεοῦ.
 [00971]  ἀλλ' ἢ ἐν τῷ [1.10.90.2] νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ.
 [01056]  Ἡμεῖς δέ, ὦ παῖδες ἀγαθοῦ πατρός, ἀγαθοῦ παιδαγωγοῦ θρέμματα, πληρώσωμεν τὸ θέλημα τοῦ πατρός, ἀκούωμεν τοῦ λόγου καὶ τὸν σωτήριον ὄντως ἀναμαξώμεθα τοῦ σωτῆρος ἡμῶν βίον·
 [02294]  τελέως δὲ ἠγνοηκότων τὸ θέλημα τοῦ θεοῦ αἱ τοιαῦται φωναί.
 [02418]  θεὸς ἐν ἀνθρώπῳ, καὶ ὁ ἄνθρωπος θεός, καὶ τὸ θέλημα τοῦ πατρὸς ὁ μεσίτης ἐκτελεῖ·
000-00-00 Serial Number=0941700816
Protrepticus Ante [Go Back]  
 [00645]  [4.55.4] Κεκράτηται τὸ θέλημα τοῦ ∆ιὸς καὶ ὁ Ζεὺς ὑμῖν διὰ Σαρπηδόνα οἰμῴζει νενικημένος.
 [01373]  Τοῦτό εἰμι ἐγώ, τοῦτο βούλεται ὁ θεός, τοῦτο συμφωνία ἐστί, τοῦτο ἁρμονία πατρός, τοῦτο υἱός, τοῦτο Χριστός, τοῦτο ὁ λόγος τοῦ θεοῦ, βραχίων κυρίου, δύναμις τῶν ὅλων, τὸ θέλημα τοῦ πατρός.
000-00-00 Serial Number=0152783930
Quis dives salvetur Ante [Go Back]  
 [00090]  ἡ γὰρ ἐντολὴ ἁγία) ἄχρι παιδαγωγίας τινὸς μετὰ φόβου καὶ προπαιδείας ἐπὶ τὴν τοῦ Ἰησοῦ νομοθεσίαν τὴν ἄκραν καὶ χάριν προχωροῦντα, πλήρωμα δὲ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι, οὐχὶ δὲ δού λους ποιῶν ὡς δοῦλος, ἀλλὰ καὶ υἱοὺς καὶ ἀδελφοὺς καὶ συγκληρονό μους τοὺς ἐπιτελοῦντας τὸ θέλημα τοῦ πατρός.
 [00315]  ἀγαπᾷ δὲ Χριστὸν Ἰησοῦν ὁ τὸ θέλημα αὐτοῦ ποιῶν [29.6] καὶ φυλάσσων αὐτοῦ τὰς ἐντολάς.
 [00316]  οὐ γὰρ πᾶς ὁ λέγων μοι κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου.
000-00-00 Serial Number=0425479412
Stromata Ante [Go Back]  
 [00327]  ποιοῦντες γὰρ τὸ θέλημα τοῦ θεοῦ τὸ θέλημα γινώσκομεν.
 [01400]  εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ καὶ γιγνώσκεις τὸ θέλημα τοῦ θεοῦ καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου, πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν [1.27.174.2] μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ.
 [01601]  τοιοῦτος δὲ ὁ πληρῶν μὲν τὸν νόμον, ποιῶν δὲ τὸ θέλημα τοῦ πατρός, ἀναγεγραμμένος δὲ ἄντικρυς ἐπὶ ξύλου τινὸς ὑψηλοῦ παράδειγμα [2.4.19.2] θείας ἀρετῆς τοῖς διορᾶν δυναμένοις ἐκκείμενος.
 [01829]  μὴ συσχηματίζεσθε, φησὶν ὁ ἀπόστολος, τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ [2.9.41.5] εὐάρεστον καὶ τέλειον.
 [02066]  ἀλλ' ἢ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ·
 [03275]  ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἐργασίαν, ὡς ἐλεύθεροι καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, [3.11.75.3] ἀλλ' ὡς δοῦλοι θεοῦ.
 [03714]  θέλημα δὲ τοῦ θεοῦ ἐπίγνωσις τοῦ θεοῦ, ἥτις ἐστὶ κοινωνία ἀφθαρσίας.
 [03874]  κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.
 [04021]  εἰκὼν δὲ τῆς οὐρανίου ἐκκλησίας ἡ ἐπίγειος, ὅπερ εὐχόμεθα καὶ ἐπὶ γῆς γενέσθαι τὸ θέλημα τοῦ θεοῦ [4.8.66.2] ὡς ἐν οὐρανῷ·
 [04158]  αὐτίκα ὁ θεῖος ἀπόστολος τοῦτο γάρ ἐστι τὸ θέλημα [4.12.87.3] τοῦ θεοῦ φησίν, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν κύριον, τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁ κύριος περὶ πάντων τούτων, καθὼς [4.12.87.4] καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα.
 [04272]  ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν·
 [04787]  σπουδαῖον γὰρ ἡ πόλις καὶ ὁ δῆμος ἀστεῖόν τι σύστημα καὶ πλῆθος ἀνθρώπων ὑπὸ νόμου διοικούμενον, καθάπερ ἡ ἐκκλησία ὑπὸ λόγου, ἀπολιόρκητος ἀτυράννητος πόλις ἐπὶ γῆς, [4.26.172.3] θέλημα θεῖον ἐπὶ γῆς ὡς ἐν οὐρανῷ.
 [04845]  ὁ γὰρ τοῦ πατρὸς τῶν ὅλων λόγος οὐχ οὗτός ἐστιν ὁ προφορικός, σοφία δὲ καὶ χρηστότης φανερωτάτη τοῦ θεοῦ δύναμίς τε αὖ παγκρατὴς καὶ τῷ ὄντι θεία, οὐδὲ τοῖς μὴ ὁμολογοῦσιν ἀκατανόητος, θέλημα παντοκρατορικόν.
 [06626]  [6.6.52.1] Εἰ γοῦν ἐν τῷ κατακλυσμῷ ἀπώλετο πᾶσα ἁμαρτωλὸς σάρξ, εἰς παιδείαν γενομένης αὐτοῖς τῆς κολάσεως, πρῶτον μὲν τὸ θέλημα τοῦ θεοῦ παιδευτικὸν καὶ ἐνεργητικὸν τυγχάνον σῴζειν τοὺς ἐπιστρέφοντας πιστευτέον, ἔπειτα δὲ καὶ τὸ λεπτομερέστερον, ἡ ψυχή, οὐκ ἄν ποτε πρὸς τοῦ παχυμερεστέρου ὕδατος πάθοι τι δεινόν, διὰ λεπτότητα καὶ ἁπλότητα μὴ κρατουμένη, ᾗ καὶ ἀσώματος [6.6.52.2] προσαγορεύεται.
 [07457]  καίτοι οἱ ἐπιγραφόμενοι θεὸν διδάσκαλον μόγις εἰς ἔννοιαν ἀφικνοῦνται θεοῦ, τῆς χάριτος αὐτοῖς συλλαμβανούσης εἰς ποσὴν ἐπίγνωσιν, οἷον θελήματι θέλημα καὶ τῷ ἁγίῳ πνεύματι τὸ ἅγιον πνεῦμα θεωρεῖν ἐθίζοντες, ὅτι πνεῦμα τὰ βάθη τοῦ θεοῦ [6.18.166.4] ἐρευνᾷ, ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος.
 [07508]  αὕτη ἡ μεγίστη ὑπεροχή, ἣ τὰ πάντα διατάσσεται κατὰ τὸ θέλημα τοῦ πατρὸς καὶ τὸ πᾶν ἄριστα οἰακίζει, ἀκαμάτῳ καὶ ἀτρύτῳ δυνάμει πάντα [7.2.5.5] ἐργαζομένη, δι' ὧν ἐνεργεῖ τὰς ἀποκρύφους ἐννοίας ἐπιβλέπουσα.
 [07548]  ἀπὸ μιᾶς γὰρ ἄνωθεν ἀρχῆς τῆς κατὰ τὸ θέλημα ἐνεργούσης ἤρτηται τὰ πρῶτα καὶ δεύτερα καὶ τρίτα·
 [08135]  οὐ πᾶς ἄρα ὁ λέγων [7κύριε] [7] κύριεεἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ θεοῦ.
 [08256]  ἤδη δὲ καὶ πάντας ἀνθρώπους ἑνὸς ὄντας ἔργον θεοῦ καὶ μίαν εἰκόνα ἐπὶ μίαν οὐσίαν περιβεβλημένους, κἂν τεθολωμένοι τύχωσιν ἄλλοι ἄλλων μᾶλλον, μόνος ὁ ἐπιστήμων γνωρίζει, καὶ διὰ τῶν κτισμάτων τὴν ἐνέργειαν, δι' ἧς αὖθις τὸ θέλημα τοῦ θεοῦ, προσκυνεῖ.
 [08286]  [7.14.88.7] ἢν οὖν, κατ' ἔλλειψιν λεγομένου τοῦ ῥητοῦ, προσυπακούσωμεν τὸ ἐνδέον εἰς ἀναπλήρωσιν τῆς περικοπῆς, τοῖς συνιέναι δυναμένοις ἀπολελειμμένον ἐκλαβεῖν, καὶ τὸ θέλημα τοῦ θεοῦ γνωριοῦμεν καὶ κατ' ἀξίαν τῆς ἐντολῆς εὐσεβῶς ἅμα καὶ μεγαλοφρόνως πολιτευσόμεθα.
 [08420]  τί με λέγετε [7] [7κύριεκαὶ] οὐ ποιεῖτε τὸ θέλημα τοῦ πατρός μου;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»