Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θεῷ [266]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θεῷ


000-00-00 Serial Number=0826581597
Eclogae propheticae Ante [Go Back]  
 [00035]  τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω καὶ σώσω ἐν κυρίῳ θεῷ αὐτῶν, σωτὴρ δὲ ὁ σῴζων υἱὸς τοῦ θεοῦ.
 [00078]  πληρωθέντων γὰρ τῶν κενῶν, τότε ἡ σφραγὶς ἐπακολουθεῖ, ἵνα φυλάσσηται τῷ θεῷ τὸ ἅγιον.
 [00080]  Ἡ νηστεία ἀποχὴ τροφῆς ἐστι κατὰ τὸ σημαινόμενον, τροφὴ δὲ οὐδὲν δικαιοτέρους ἡμᾶς ἢ ἀδικωτέρους ἀπεργάζεται, κατὰ δὲ τὸ μυστικὸν δηλοῖ ὅτι ὥσπερ τοῖς καθ' ἕνα ἐκ τροφῆς ἡ ζωή, ἡ δ' ἀτροφία θανάτου σύμβολον, οὕτως καὶ ἡμᾶς τῶν κοσμικῶν νηστεύειν χρή, ἵνα τῷ κόσμῳ ἀποθάνωμεν καὶ μετὰ τοῦτο τροφῆς θείας μετα [14.2] λαβόντες θεῷ ζήσωμεν.
 [00128]  τούτῳ οὖν τὰ χοϊκὰ ἀποδοτέον, ἃ πεφορέκαμεν ἐν τῇ εἰκόνι τοῦ χοϊκοῦ, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ·
 [00278]  ἐν τῷ ἡλίῳ ἔθετο, τουτέστιν ἐν [τῷ θεῷ,] τῷ ἢλ ἤγουν θεῷ, ὡς ἐν τῷ εὐαγγελίῳ ἠλὶ [57.4] ἠλὶ ἀντὶ τοῦ θεέ μου, θεέ μου.
000-00-00 Serial Number=0862155259
Fragmenta Ante [Go Back]  
 [00167]  Ἀνάγκης εἶδος οἶμαι τῷ παραδόξῳ ἐκπλῆξαι καὶ βιάσασθαι θεῷ τὸν ἄνθρωπον, ὃν ἐξ ἑαυτοῦ σῴζεσθαι βούλεται, μόνας τὰς ἀφορμὰς παρὰ τῆς ἐντολῆς λαβόντα.
 [00197]  καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικός, ἱερά τευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας τὰς προσδεκτὰς τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ.
 [00268]  καὶ μεθ' ἡμέραν πολλάκις μὲν μὲν ἀνθρώποις κοίνου τὴν σεαυτοῦ φρόνησιν, θεῷ δὲ ἐπὶ πλεῖστον ἐν νυκτὶ ὁμοίως καὶ ἐν ἡμέρᾳ·
 [00285]  μηδὲ ὑπὸ λύπης πάνυ πιέζου τὴν ψυχήν, εἴτε νόσος ἐπικειμένη βαρύνει εἴτε ἄλλο τι συμπίπτει δυσχερές, ἀλλὰ γενναίως ἀνθίστα τοῖς πόνοις τὸ νόημα, χάριτας ἀνάγων θεῷ καὶ ἐν μέσοις τοῖς ἐπι πόνοις πράγμασι ἅτε δὴ σοφώτερά τε ἀνθρώπων φρονοῦντι καὶ ἅπερ οὐ δυνατὸν οὐδὲ ῥᾴδιον ἀνθρώποις εὑρεῖν.
000-00-00 Serial Number=0955324411
Paedagogus Ante [Go Back]  
 [00021]  Ἔοικεν δὲ ὁ παιδαγωγὸς ἡμῶν, ὦ παῖδες ὑμεῖς, τῷ πατρὶ τῷ αὑτοῦ τῷ θεῷ, οὗπέρ ἐστιν υἱός, ἀναμάρτητος, ἀνεπίληπτος καὶ ἀπαθὴς τὴν ψυχήν, θεὸς ἐν ἀνθρώπου σχήματι ἄχραντος, πατρικῷ θελήματι διάκονος, λόγος θεός, ὁ ἐν τῷ πατρί, ὁ ἐκ [1.2.4.2] δεξιῶν τοῦ πατρός, σὺν καὶ τῷ σχήματι θεός·
 [00057]  Εἰκότως ἄρα φίλος ὁ ἄνθρωπος τῷ θεῷ, ἐπεὶ καὶ πλάσμα αὐτοῦ ἐστιν.
 [00059]  Τὸ οὖν ὑπ' αὐτοῦ καὶ πρὸς αὐτὸν ἀπεικονισμένον ἢ ὡς δι' αὑτὸ αἱρετὸν τῷ θεῷ ὑπ' αὐτοῦ δεδημιούργηται τοῦ θεοῦ ἢ ὡς ἕνεκεν [1.3.7.3] ἄλλου αἱρετὸν διαπέπλασται.
 [00088]  [1.5.t.1] Ὅτι πάντες οἱ περὶ τὴν ἀλήθειαν καταγινόμενοι παῖδες παρὰ τῷ θεῷ.
 [00116]  Νεοττούς τε ἔτι δύο περιστερῶν ἢ τρυγόνων ζεῦγος ὑπὲρ ἁμαρτίας κελεύει διὰ Μωσέως προσφέρεσθαι, τὸ ἀναμάρτητον τῶν ἁπαλῶν καὶ ἄκακον καὶ ἀμνησίκακον τῶν νεοττῶν εὐπρόσδεκτον εἶναι λέγων τῷ θεῷ καὶ τὸ ὅμοιον τοῦ ὁμοίου καθάρσιον ὑφηγούμενος·
 [00145]  Καὶ ὁ πληρῶν τὴν ἐντολὴν ταύτην τῷ ὄντι νήπιός τέ ἐστι καὶ παῖς θεῷ τε καὶ τῷ κόσμῳ, τῷ μὲν ὡς πεπλανημέ νος, τῷ δὲ ὡς ἠγαπημένος.
 [00191]  Τί γὰρ ἄλλο εὐπρεπὲς ἔργον σοφῷ καὶ τελείῳ ἢ παίζειν καὶ συνευφραίνεσθαι τῇ τῶν καλῶν ὑπομονῇ καὶ τῇ διοικήσει τῶν καλῶν, συμπανηγυρίζοντα τῷ [1.5.22.2] θεῷ;
 [00472]  Ὅτι δὲ τὸ αἷμα ὁ λόγος ἐστίν, μαρτυρεῖ τοῦ Ἄβελ τοῦ δικαίου τὸ αἷμα [1.6.47.4] ἐντυγχάνον τῷ θεῷ·
 [00602]  Ταῦτα δύναται πρὸς ἡμᾶς ἡ προφητεία αἰνίττεσθαι τοὺς πρὸ καταβολῆς κόσμου εἰς πίστιν ἐγνωσμένους θεῷ, νυνὶ δὲ νηπίους διὰ τὴν ἔναγχος πεπληρωμένην βούλησιν τοῦ θεοῦ, καθὸ εἰς κλῆσιν καὶ σωτηρίαν νεογνοὶ γεγόναμεν.
 [00638]  ἓν γὰρ ἄμφω, ὁ θεός, ὅτι εἶπεν ἐν ἀρχῇ ὁ λόγος ἦν ἐν τῷ θεῷ, καὶ θεὸς ἦν ὁ λόγος.
 [00955]  Ἀλλ' οὐχ ὑπακούεις τῷ θεῷ·
 [00989]  Ναὶ μὴν καὶ δι' Ἱερεμίου τὴν φρόνησιν ἐξηγεῖται, μακάριοί ἐσμεν, Ἰσραήλ, λέγων, ὅτι τὰ ἀρεστὰ τῷ θεῷ γνωστὰ ἡμῖν ἐστι, γνωστὰ δὲ διὰ τοῦ λόγου, δι' ὃν μακάριοι καὶ φρόνιμοι.
 [01064]  λόγος ἐστὶν αὐταῖς ἡ τροφή, ὁ τὴν ἐνδεικτικὴν καὶ παιδευτικὴν ἡγεμονίαν κεκληρωμένος λόγος, παρ' οὗ τὸ εὐτελές τε καὶ ἄτυφον καὶ τὸ ὅλον φιλελεύθερον καὶ φιλάνθρωπον φιλόκαλόν τε ἐκμανθάνομεν, ἑνὶ λόγῳ μετ' [1.12.99.2] οἰκειότητος ἀρετῆς ἐξομοιούμενοι τῷ θεῷ.
 [01092]  τέλος δέ ἐστιν θεοσεβείας ἡ ἀίδιος ἀνάπαυσις ἐν τῷ θεῷ, τοῦ δὲ αἰῶνός ἐστιν ἀρχὴ τὸ ἡμέτερον [1.13.102.3] τέλος.
 [01096]  καθῆκον δὲ ἀκόλουθον ἐν βίῳ θεῷ καὶ Χριστῷ βούλημα ἕν, κατορθούμενον ἀιδίῳ ζωῇ·
 [01176]  Βρῶμα γὰρ ἡμᾶς οὐ παραστήσει τῷ θεῷ·
 [01195]  Μικρὸν δὲ ὑποβὰς καὶ τὴν αἰτίαν τῆς παραγγελίας ἐξηγήσεται, ὁ ἐσθίων λέγων κυρίῳ ἐσθίει καὶ εὐχαριστεῖ τῷ θεῷ·
 [01196]  καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῷ θεῷ·
 [01232]  ἀφαιρεῖν γέ τοι ὑποτίθεται τῶν ἐξ ὕδατος ἀνιόντων ἐπὶ τὸ τῆς δικαιοσύνης δέλεαρ τὴν ἀσωτίαν καὶ τὴν φιλαργυρίαν, ὡς τὸ νόμισμα τοῦ ἰχθύος, ἵνα χωρίσῃ τὴν κενοδοξίαν, καὶ τὸν στατῆρα τοῖς τελώ ναις δούς, τὰ Καίσαρος ἀποδοὺς τῷ Καίσαρι, φυλάξῃ τὰ τοῦ θεοῦ [2.1.14.2] τῷ θεῷ.
 [01244]  Ἡμεῖς δὲ καὶ τούτων ἀμείνους, ὅσῳ καὶ κύριοι, [2.1.14.6] καὶ θεῷ οἰκειότεροι, ὅσῳ σωφρονέστεροι.
 [01469]  ἕπου τῷ θεῷ γυμνὸς ἀλαζονείας, γυμνὸς ἐπικήρου πομπῆς, τὸ σόν, τὸ ἀγαθὸν τὸ ἀναφαίρετον μόνον, τὴν εἰς τὸν θεὸν πίστιν, τὴν εἰς τὸν παθόντα ὁμολογίαν, τὴν εἰς ἀνθρώπους εὐεργεσίαν κεκτημένος, κτῆμα [2.3.36.3] τιμαλφέστατον.
 [01536]  ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς ἐν τῇ χάριτι, ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ θεῷ·
 [01537]  καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἢ ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, [2.4.43.3] εὐχαριστοῦντες τῷ θεῷ καὶ πατρὶ αὐτοῦ.
 [01538]  Οὗτος ἡμῶν ὁ κῶμος ὁ εὐχάριστος, κἂν πρὸς κιθάραν ἐθελήσῃς ἢ λύραν ᾄδειν τε καὶ ψάλλειν, μῶμος οὐκ ἔστιν, Ἑβραῖον μιμήσῃ δίκαιον βασιλέα εὐχάριστον τῷ θεῷ.
 [01544]  Ἐπὶ πᾶσίν τε πρὶν ὕπνου λαχεῖν εὐχαριστεῖν ὅσιον τῷ θεῷ τῆς αὐτοῦ χάριτος καὶ φιλανθρωπίας ἀπολαύσαντας, ὡς καὶ ἐπὶ τὸν ὕπνον ἰέναι ἡμᾶς ἐνθέως.
 [01748]  Τῷ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ·
 [01749]  ὅτι κυρίου εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις·
 [01783]  [2.8.67.1] Εἰ γοῦν τῆς εὐωδίας τὸ θυμίαμα τὸν μέγαν ἀρχιερέα, τὸν κύριον, ἀναφέρειν λέγοιεν τῷ θεῷ, μὴ θυσίαν ταύτην καὶ εὐωδίαν θυμιάματος νοούντων, ἀλλὰ γὰρ τὸ τῆς ἀγάπης δεκτὸν ἀναφέρειν τὸν κύριον, τὴν πνευματικὴν εὐωδίαν, εἰς τὸ θυσιαστήριον παραδεχέσθων.
 [02120]  διὸ καὶ πάντως ὁ πορνεύων ἀπέθανεν θεῷ, καὶ καταλέλειπται ὑπὸ τοῦ λόγου, καθάπερ ὑπὸ τοῦ πνεύματος, νεκρός.
 [02127]  [2.10.101.1] Οὐκ ἄρα ποτὲ θνητῶς βιωτέον ἁγιαζομένους θεῷ οὐδὲ μήν, ὥς φησιν ὁ Παῦλος, οὐ χρὴ πόρνης ποιεῖν μέλη τὰ τοῦ Χριστοῦ μέλη οὐδὲ μὴν νεὼν τῶν παθῶν τῶν αἰσχρῶν τὸν νεὼν τοῦ θεοῦ [2.10.101.2] ποιητέον.
 [02212]  Καθάπερ οὖν ἡ ἄγαμος μόνῳ σχολάζει τῷ θεῷ καὶ ἡ φροντὶς αὐτῆς οὐ περισχίζεται, γημαμένη δὲ ἥ γε σώφρων διαιρεῖται τὸν βίον καὶ πρὸς θεὸν καὶ πρὸς ἄνδρα, ἡ δὲ ἄλλως φερομένη ὅλη γίνεται τοῦ γάμου, τοῦτ' ἔστι τοῦ πάθους, τὸν αὐτόν, οἶμαι, τρόπον ἡ σώφρων γυνὴ σχολάζουσα μὲν τῷ ἀνδρὶ ἀνυποκρίτως θεοσεβεῖ, φιλοκοσμοῦσα δὲ ἀποπέπτωκεν καὶ τοῦ θεοῦ καὶ τοῦ γάμου τοῦ σώφρονος, τὸν κόσμον ἀντικαταλλαττομένη τἀνδρὸς κατὰ τὰ αὐτὰ τῇ Ἀργείᾳ ἑταίρᾳ, τῇ Ἐριφύλῃ λέγω, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
 [02228]  Ἦ που γὰρ ἂν ἁλουργὴν χλανίδα περιεβάλετο ὁ τὴν ἀλαζονείαν τὴν πολιτικὴν ἐκτραπείς, εἰς δὲ τὴν ἔρημον *** τῆς ἐρημίας γαλήνην θεῷ πεπολιτευμένος ἐκτὸς πάσης κενοσπουδίας, ἀπειραγαθίας, μικροπρεπείας.
 [02385]  Ὁ γὰρ διδοὺς πτωχῷ δανείζει θεῷ, καὶ χεῖρες ἀνδρείων πλουτίζουσιν.
 [02397]  ἑαυτὸν γάρ τις ἐὰν γνῷ, θεὸν εἴσεται, θεὸν δὲ εἰδὼς ἐξομοιωθήσεται θεῷ, οὐ χρυσοφορῶν οὐδὲ ποδηροφορῶν, ἀλλὰ ἀγαθοεργῶν καὶ ὅτι μάλιστα ὀλιγίστων δεόμενος·
 [02411]  [3.1.1.5] Ὁ δὲ ἄνθρωπος ἐκεῖνος, ᾧ σύνοικος ὁ λόγος, οὐ ποικίλλεται, οὐ πλάττεται, μορφὴν ἔχει τὴν τοῦ λόγου, ἐξομοιοῦται τῷ θεῷ, καλός ἐστιν, οὐ καλλωπίζεται·
 [02514]  Εἰ δὲ οὐδεμίαν εἰκόνα ὁ Μωυσῆς παραγγέλλει ποιεῖσθαι τοῖς ἀνθρώποις ἀντίτεχνον τῷ θεῷ, πῶς ἂν εὐλόγως ποιοῖεν αἱ γυναῖκες αὗται σφῶν κατὰ ἀνάκλασιν ἀπομιμούμεναι τὰς εἰκόνας εἰς τοῦ προσώπου τὴν [3.2.12.2] ψευδοποιίαν;
 [02520]  [3.2.12.4] Σαφέστατα γοῦν ὁ κύριος διὰ τοῦ Ἀβραὰμ διδάσκει καὶ πατρίδος καὶ συγγενέων καὶ κτήσεως καὶ πλούτου παντὸς καταφρονεῖν τὸν ἑπόμενον τῷ θεῷ, ποιήσας αὐτὸν ἔπηλυν, καὶ διὰ τοῦτο καὶ φίλον αὐτὸν ὠνόμασεν τῆς οἴκοι καταφρονήσαντα περιουσίας·
 [02571]  Πῶς οὖν ἀντιδημιουργοῦσι τῷ θεῷ, μᾶλλον δὲ ἀντικεῖσθαι βιάζονται οἱ ἄθεοι τὴν ὑπ' αὐτοῦ πεπολιωμένην παραχαράττοντες τρίχα;
 [02953]  Τὸ δὲ εὐγενὲς τῆς ἀληθείας, ἐν τῷ φύσει καλῷ κατὰ ψυχὴν ἐξεταζόμενον, οὐ πράσει καὶ ὠνῇ τὸν δοῦλον, ἀλλὰ τῇ γνώμῃ τῇ ἀνελευθέρῳ διακέκρικεν, ἡμῖν δὲ οὐ φαίνεσθαι ἐλευθέροις, ἀλλὰ εἶναι ἁρμόζει, τοῖς θεῷ μὲν παιδαγωγουμένοις, θεῷ δὲ εἰσπεποιημένοις.
 [03006]  Κάλλιστον γὰρ ἔργον γυνὴ οἰκουρὸς αὑτήν τε καὶ τὸν ἄνδρα τοῖς ἰδίοις περιβάλλουσα κοσμήμασι, δι' ὧν ἀγάλλονται πάντες, οἱ μὲν παῖδες ἐπὶ τῇ μητρί, ὁ δὲ ἀνὴρ ἐπὶ τῇ γυναικί, αὕτη δὲ ἐπὶ τούτοις, [3.11.67.3] πάντες δὲ ἐπὶ τῷ θεῷ.
 [03110]  [3.11.79.3] Ἐπὶ δὲ τὴν ἐκκλησίαν ἀκτέον τὴν γυναῖκα καὶ τὸν ἄνδρα ἐστολισμένους κοσμίως, ἀπλάστῳ βαδίσματι, ἐχεμυθίαν ἀσπαζομένους, ἀγάπην ἀνυπόκριτον κεκτημένους, ἁγνοὺς τὰ σώματα, ἁγνοὺς τὰς καρδίας, ἐπιτηδείους [3.11.79.4] προσεύξασθαι τῷ θεῷ.
 [03124]  Οἳ δὲ οὐκ αὔριον ἀληθῶς, ἀλλ' ἤδη τεθνήκασι τῷ θεῷ, θάπτοντες τοὺς σφετέρους νεκρούς, τουτέστιν αὑτοὺς εἰς θάνατον κατορύττοντες.
 [03138]  Εἰ γὰρ ἐν τῷ ταμιείῳ μυστικῶς προσεύχεσθαι τῷ θεῷ δίκαιον, ἑπόμενον ἂν εἴη καὶ τὸν πλησίον, ὃν δεύτερον ἀγαπᾶν κελευόμεθα, ὁμοίως τῷ θεῷ καὶ μυστικῶς φιλοφρονεῖσθαι ἔνδοθεν [3.11.82.4] ἐξαγοραζομένους τὸν καιρόν·
 [03231]  Ὀσμή, φησίν, εὐωδίας τῷ θεῷ καρδία δοξάζουσα τὸν πεπλακότα αὐτήν.
 [03245]  Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ [3.12.91.4] θεῷ·
000-00-00 Serial Number=0763646543
Protrepticus Ante [Go Back]  
 [00009]  Ἦιδον δὲ ἄρα οὐ τῷ δράκοντι τῷ νεκρῷ, τῷ Πυθικῷ, ἀλλὰ τῷ θεῷ τῷ πανσόφῳ αὐτόνομον ᾠδήν, τῶν Εὐνόμου βελτίονα νόμων.
 [00050]  [1.5.3] Ὁ δὲ ἐκ ∆αβὶδ καὶ πρὸ αὐτοῦ, ὁ τοῦ θεοῦ λόγος, λύραν μὲν καὶ κιθάραν, τὰ ἄψυχα ὄργανα, ὑπεριδών, κόσμον δὲ τόνδε καὶ δὴ καὶ τὸν σμικρὸν κόσμον, τὸν ἄνθρωπον, ψυχήν τε καὶ σῶμα αὐτοῦ, ἁγίῳ πνεύματι ἁρμοσάμενος, ψάλλει τῷ θεῷ διὰ τοῦ πολυφώνου ὀργάνου καὶ προσᾴδει τῷ ὀργάνῳ τῷ ἀνθρώπῳ.
 [00067]  ἀλλ' οὐ πρό γε τοῦ κόσμου τοῦδε τούτων οὐδὲ εἷς, πρὸ δὲ τῆς τοῦ κόσμου καταβολῆς ἡμεῖς, οἱ τῷ δεῖν ἔσεσθαι ἐν αὐτῷ πρότερον γεγεννημένοι τῷ θεῷ, τοῦ θεοῦ λόγου τὰ λογικὰ πλάσματα ἡμεῖς, δι' ὃν ἀρχαΐζομεν, ὅτι ἐν ἀρχῇ ὁ λόγος [1.6.5] ἦν.
 [00070]  Αἴτιος γοῦν ὁ λόγος, ὁ Χριστός, καὶ τοῦ εἶναι πάλαι ἡμᾶς (ἦν γὰρ ἐν θεῷ), καὶ τοῦ εὖ εἶναι (νῦν δὴ ἐπεφάνη ἀνθρώποις) αὐτὸς οὗτος ὁ λόγος, ὁ μόνος ἄμφω, θεός τε καὶ ἄνθρωπος, ἁπάντων ἡμῖν αἴτιος ἀγαθῶν·
 [00090]  σὺ δὲ ἀλλ' εἰ προφήταις μὴ πιστεύεις, μῦθον δ' ὑπολαμβάνεις καὶ τοὺς ἄνδρας καὶ τὸ πῦρ, αὐτός σοι λαλήσει ὁ κύριος, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ·
 [00198]  τῆς δὲ ἀναινομένης λαβεῖν καὶ πιεῖν οὐκ ἐθελούσης (πενθήρης γὰρ ἦν) περιαλγὴς ἡ Βαυβὼ γενομένη, ὡς ὑπεροραθεῖσα δῆθεν, ἀναστέλλεται τὰ αἰδοῖα καὶ ἐπιδεικνύει τῇ θεῷ·
 [00259]  Ζῶν γὰρ ὁ λόγος καὶ συνταφεὶς Χριστῷ συνυψοῦται θεῷ.
 [00364]  βουλομένῳ δὲ τῷ θεῷ γέγονεν ἡ αἴτησις, καὶ δὴ ὑπισχνεῖται παρέξειν αὐτῷ, εἰ ἀναζεύξοι, ὅρκῳ πιστωσάμενος τὴν [2.34.4] ὑπόσχεσιν.
 [00579]  Ῥωμαῖοι δὲ τὰ μέγιστα κατορθώματα τῇ Τύχῃ ἀνατιθέντες καὶ ταύτην μεγίστην οἰόμενοι θεόν, φέροντες εἰς τὸν κοπρῶνα ἀνέθηκαν αὐτήν, ἄξιον νεὼν τὸν ἀφεδρῶνα νείμαντες τῇ θεῷ.
 [00697]  ἀνάθημα γεγόναμεν τῷ θεῷ ὑπὲρ Χριστοῦ·
 [00711]  καὶ πιστεύετε μὲν τοῖς εἰδώλοις ζηλοῦντες αὐτῶν τὴν ἀκρασίαν, ἀπιστεῖτε δὲ τῷ θεῷ σωφροσύνην μὴ φέροντες·
 [00766]  Ἐπικούρου μὲν γὰρ μόνου καὶ ἑκὼν ἐκλήσομαι, ὃς οὐδὲν μέλειν οἴεται τῷ θεῷ, διὰ πάντων ἀσεβῶν.
 [00827]  [7.73.1] Ἴτω δὲ ἡμῖν (οὐ γὰρ αὐταρκεῖ μόνον ἡ φιλοσοφία) ἀλλὰ καὶ αὐτὴ ποιητικὴ ἡ περὶ τὸ ψεῦδος τὰ πάντα ἠσχο λημένη, μόλις ποτὲ ἤδη ἀλήθειαν μαρτυρήσουσα, μᾶλλον δὲ ἐξομολογουμένη τῷ θεῷ τὴν μυθώδη παρέκβασιν·
 [01007]  Ἠλπίκαμεν γὰρ ἐπὶ θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα [9.86.2] πιστῶν.
 [01009]  Θεοσέβεια δὲ ἐξομοιοῦσα τῷ θεῷ κατὰ τὸ δυνατὸν τὸν ἄνθρωπον κατάλληλον ἐπιγράφεται διδάσκαλον θεὸν τὸν καὶ μόνον ἀπεικάσαι κατ' ἀξίαν δυνάμενον ἄνθρωπον θεῷ.
 [01092]  Πειράζει σε ὁ κύριος ἐκλέξασθαι τὴν ζωήν, συμβουλεύει σοι ὡς πατὴρ πείθεσθαι τῷ θεῷ.
 [01104]  Μόνον δ' ἄρα εἰ θεοσεβητέον, ζητεῖτε, καὶ εἰ τῷ σοφῷ τούτῳ [δὴ] τῷ θεῷ καὶ τῷ Χριστῷ κατακολουθητέον, τοῦτο δὴ βουλῆς καὶ σκέψεως ἀξιοῦτε, οὐδ' ὃ πρέπει θεῷ, ὅ τι ποτέ ἐστι, νενοηκότες.
 [01180]  ἀπόδος, ἄνθρωπε, τὰ τροφεῖα τῷ θεῷ·
 [01192]  [10.104.3] Οὐ γὰρ πιστεύουσι τῷ θεῷ οὐδὲ ἐκμανθάνουσι τὴν δύναμιν αὐτοῦ.
 [01203]  [10.105.3] ὁ γὰρ τοῦ δικαίου ζηλωτής, ὡς ἂν τοῦ ἀνενδεοῦς ἐραστής, ὀλιγοδεής, οὐκ ἐν ἄλλῳ τινὶ ἢ ἐν αὐτῷ [καὶ] τῷ θεῷ τὸ μακάριον θησαυρίσας, ἔνθα οὐ σής, οὐ λῃστής, οὐ πειρατής, [10.105.4] ἀλλ' ὁ τῶν ἀγαθῶν ἀίδιος δοτήρ.
 [01218]  πίστευσον, ἄνθρωπε, ἀνθ ρώπῳ καὶ θεῷ·
 [01219]  πίστευσον, ἄνθρωπε, τῷ παθόντι καὶ [10.106.5] προσκυνουμένῳ, θεῷ ζῶντι πιστεύσατε οἱ δοῦλοι τῷ νεκρῷ·
 [01220]  πάντες ἄνθρωποι πιστεύσατε μόνῳ τῷ πάντων ἀνθρώπων θεῷ·
 [01226]  Ὁ μισθὸς τῆς εὑρέ σεως ζωὴ παρὰ θεῷ.
 [01255]  Οὐ γὰρ ἂν οὕτως ἐν ὀλίγῳ χρόνῳ τοσοῦτον ἔργον ἄνευ θείας κομιδῆς ἐξήνυσεν ὁ κύριος, ὄψει καταφρο νούμενος, ἔργῳ προσκυνούμενος, ὁ καθάρσιος καὶ σωτήριος καὶ μειλίχιος, ὁ θεῖος λόγος, ὁ φανερώτατος ὄντως θεός, ὁ τῷ δεσπότῃ τῶν ὅλων ἐξισωθείς, ὅτι ἦν υἱὸς αὐτοῦ καὶ ὁ [10.110.2] λόγος ἦν ἐν τῷ θεῷ, οὔθ' ὅτε τὸ πρῶτον προεκηρύχθη, ἀπιστηθείς, οὔθ' ὅτε τὸ ἀνθρώπου προσωπεῖον ἀναλαβὼν καὶ σαρκὶ ἀναπλασάμενος τὸ σωτήριον δρᾶμα τῆς ἀνθρω [10.110.3] πότητος ὑπεκρίνετο, ἀγνοηθείς·
 [01298]  [11.115.1] ∆εξώμεθα τοὺς νόμους τῆς ζωῆς, πεισθῶμεν προτρε πομένῳ θεῷ, μάθωμεν αὐτόν, ἵνα ἵλεως ᾖ, ἀποδῶμεν καὶ μὴ δεομένῳ μισθὸν εὐχάριστον, εὐπείθειαν, οἷόν τι ἐνοίκιον [τὴν εὐσέβειαν] τῷ θεῷ τῆς ἐνταῦθα ἐνοικήσεως.
 [01308]  ἕπεται τῷ θεῷ, πείθεται τῷ πατρί, ἔγνω πλανώμενος αὐτόν, ἠγάπησε τὸν θεόν, ἠγάπησε τὸν πλησίον, ἐπλήρωσε τὴν ἐντολήν, τὸ ἆθλον ἐπιζητεῖ, τὴν ἐπαγγελίαν ἀπαιτεῖ.
 [01309]  [11.116.1] Πρόκειται δὲ ἀεὶ τῷ θεῷ τὴν ἀνθρώπων ἀγέλην σῴζειν.
 [01336]  [11.117.5] Ἅγνισον τὸν νεών, καὶ τὰς ἡδονὰς καὶ τὰς ῥᾳθυμίας ὥσπερ ἄνθος ἐφήμερον καταλίμπανε ἀνέμῳ καὶ πυρί, σωφροσύνης δὲ τοὺς καρποὺς γεώργησον ἐμφρόνως, καὶ σεαυτὸν ἀκρο θίνιον ἀνάστησον τῷ θεῷ, ὅπως οὐκ ἔργον μόνον, ἀλλὰ καὶ χάρις ᾖς τοῦ θεοῦ·
 [01353]  Ὄρος ἐστὶ τοῦτο θεῷ πεφιλημένον, οὐ τραγῳδίαις ὡς Κιθαιρὼν ὑποκείμενον, ἀλλὰ τοῖς ἀληθείας ἀνακείμενον δράμασιν, ὄρος νηφάλιον, ἁγναῖς ὕλαις σύσκιον·
 [01387]  Οὐδὲ γὰρ οὐδὲ τῷ θεῷ αὐτῷ ἀρεστόν, εἰ ἡμεῖς τὰ μὲν πλείστου ἄξια περὶ ἐλαχίστου ποιούμεθα, ἀνοίας δὲ καὶ ἀμαθίας καὶ ῥᾳθυμίας καὶ εἰδω λολατρείας ὕβρεις περιφανεῖς καὶ τὴν ἐσχάτην δυσσέβειαν περὶ πλείονος αἱρούμεθα.
 [01390]  Ἐχομένους δὲ ἀπρὶξ τῆς ἀληθείας παντὶ σθένει ἕπεσθαι χρὴ τῷ θεῷ σωφρονοῦντας καὶ πάντα αὐτοῦ νομίζειν, ὥσπερ ἔστι, πρὸς δὲ καὶ ἡμᾶς τὸ κάλλιστον τῶν κτημάτων μεμαθηκότας ὄντας αὐτοῦ, σφᾶς αὐτοὺς ἐπιτρέπειν τῷ θεῷ, ἀγαπῶντας κύριον τὸν θεὸν καὶ τοῦτο [12.122.3] παρ' ὅλον τὸν βίον ἔργον ἡγουμένους.
 [01391]  Εἰ δὲ κοινὰ τὰ φίλων, θεοφιλὴς δὲ ὁ ἄνθρωπος (καὶ γὰρ οὖν φίλος τῷ θεῷ, μεσιτεύοντος τοῦ λόγου), γίνεται δὴ οὖν τὰ πάντα τοῦ ἀνθρώπου, ὅτι τὰ πάντα τοῦ θεοῦ, καὶ κοινὰ ἀμφοῖν τοῖν φίλοιν τὰ [12.122.4] πάντα, τοῦ θεοῦ καὶ ἀνθρώπου.
 [01392]  Ὥρα οὖν ἡμῖν μόνον θεοσεβῆ τὸν Χριστιανὸν εἰπεῖν πλούσιόν τε καὶ σώφρονα καὶ εὐγενῆ καὶ ταύτῃ εἰκόνα τοῦ θεοῦ μεθ' ὁμοιώσεως, καὶ λέγειν καὶ πιστεύειν δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενόμενον ὑπὸ Χριστοῦ Ἰησοῦ καὶ εἰς τοσοῦτον ὅμοιον ἤδη καὶ θεῷ.
000-00-00 Serial Number=0012691379
Quis dives salvetur Ante [Go Back]  
 [00053]  ὅ τι παρὰ ἀνθρώποις [4.10] ἀδύνατον, παρὰ θεῷ δυνατόν.
 [00095]  ἐπὶ τῷ ἀνθρώπῳ γὰρ ἦν [10.2] ἡ αἵρεσις ὡς ἐλευθέρῳ, ἐπὶ θεῷ δὲ ἡ δόσις ὡς κυρίῳ.
 [00097]  οὐ γὰρ ἀναγκάζει ὁ θεός, βία γὰρ ἐχθρὸν θεῷ, ἀλλὰ τοῖς ζητοῦσι πορίζει καὶ τοῖς αἰτοῦσι παρέχει καὶ τοῖς [10.3] κρούουσιν ἀνοίγει.
 [00162]  ὁ μὲν γὰρ ἔχων κτήματα καὶ χρυσὸν καὶ ἄργυρον καὶ οἰκίας ὡς θεοῦ δωρεὰς καὶ τῷ τε διδόντι θεῷ λειτουργῶν ἀπ' αὐτῶν εἰς ἀνθρώ πων σωτηρίαν καὶ εἰδὼς ὅτι ταῦτα κέκτηται διὰ τοὺς ἀδελφοὺς μᾶλλον ἢ ἑαυτὸν καὶ κρείττων ὑπάρχων τῆς κτήσεως αὐτῶν, μὴ δοῦλος ὢν ὧν κέκτηται μηδὲ ἐν τῇ ψυχῇ ταῦτα περιφέρων μηδὲ ἐν τούτοις ὁρίζων καὶ περιγράφων τὴν ἑαυτοῦ ζωήν, ἀλλά τι καὶ καλὸν ἔργον καὶ θεῖον ἀεὶ διαπονῶν, κἂν ἀποστερηθῆναι δέῃ ποτὲ τούτων, δυνάμενος ἵλεῳ τῇ γνώμῃ καὶ τὴν ἀπαλλαγὴν αὐτῶν ἐνεγ κεῖν ἐξ ἴσου καθάπερ καὶ τὴν περιουσίαν, οὗτός ἐστιν ὁ μακαριζό μενος ὑπὸ τοῦ κυρίου καὶ πτωχὸς τῷ πνεύματι καλούμενος, κληρο νόμος ἕτοιμος οὐρανοῦ βασιλείας, οὐ πλούσιος ζῆσαι μὴ δυνάμενος·
 [00216]  [21.1] Ὁ δὲ κύριος ἀποκρίνεται διότι τὸ ἐν ἀνθρώποις ἀδύνατον δυνατὸν θεῷ.
 [00289]  ἀλλ' εἰ δύναταί τις ἐνδοτέρω τῶν ὑπαρχόν των κάμπτειν τῆς ἐξουσίας καὶ μέτρια φρονεῖν καὶ σωφρονεῖν καὶ θεὸν μόνον ζητεῖν καὶ θεὸν ἀναπνεῖν καὶ θεῷ συμπολιτεύεσθαι, πτωχὸς οὗτος παρέστηκε ταῖς ἐντολαῖς, ἐλεύθερος, ἀήττητος, ἄνοσος, [26.7] ἄτρωτος ὑπὸ χρημάτων·
 [00298]  ὑπὸ τού του τοίνυν προαγαπηθέντας καὶ τοῦ γενέσθαι τυχόντας οὐχ ὅσιον ἄλλο τι πρεσβύτερον ἄγειν καὶ τιμιώτερον, ἐκτίνοντας μόνην τὴν χάριν ταύτην μικρὰν ἐπὶ μεγίστοις, ἄλλο δὲ μηδοτιοῦν ἔχοντας ἀνενδεεῖ καὶ τελείῳ θεῷ πρὸς ἀμοιβὴν ἐπινοῆσαι, αὐτῷ δὲ τῷ ἀγα πᾶν τὸν πατέρα εἰς οἰκείαν ἰσχὺν καὶ δύναμιν ἀφθαρσίαν κομιζο μένους.
 [00309]  [29.1] Ἐν ἀμφοτέραις μὲν οὖν ταῖς ἐντολαῖς ἀγάπην εἰσηγεῖται, τάξει δ' αὐτὴν διῄρηκε, καὶ ὅπου μὲν τὰ πρωτεῖα τῆς ἀγάπης ἀνάπτει τῷ [29.2] θεῷ, ὅπου δὲ τὰ δευτερεῖα νέμει τῷ πλησίον.
 [00314]  τοῦτον οὖν ἀγαπᾶν ἴσα χρὴ τῷ θεῷ.
 [00380]  ἐκ δὲ τοῦ προΐεσθαι πᾶσιν ἑξῆς τοῖς χρῄζουσιν ἀνάγκη πάντως εὑρεῖν τινα καὶ τῶν σῶσαι παρὰ θεῷ [33.4] δυναμένων.
 [00394]  ὦ γλυκεῖαι θεραπεῖαι φιλούν των, ὦ μακάριοι διακονίαι θαρρούντων, ὦ πίστις εἰλικρινὴς θεὸν μόνον δεδιότων, ὦ λόγων ἀλήθεια παρὰ τοῖς ψεύσασθαι μὴ δυνα μένοις, ὦ κάλλος ἔργων παρὰ τοῖς θεῷ διακονεῖν πεπεισμένοις, πεί θειν θεόν, ἀρέσκειν θεῷ·
 [00439]  θεῷ γὰρ μόνῳ δυνατὸν ἄφεσιν ἁμαρτιῶν παρασχέσθαι καὶ μὴ λογίσασθαι παραπτώματα.
 [00484]  ἀπογνοὺς δὲ τελέως τὴν ἐν θεῷ σωτηρίαν οὐδὲν ἔτι μικρὸν διενοεῖτο, ἀλλὰ μέγα τι πράξας, ἐπειδήπερ ἅπαξ ἀπολώλει, ἴσα τοῖς ἄλλοις παθεῖν ἠξίου.
 [00491]  θεῷ τέθνηκεν εἶπεν·
 [00514]  πιστευέτω ταῦτά τις καὶ θεοῦ μαθηταῖς καὶ ἐγγυητῇ θεῷ, προφητείαις, εὐαγγελίοις, λόγοις ἀποστολικοῖς·
000-00-00 Serial Number=0431023180
Stromata Ante [Go Back]  
 [00029]  σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
 [00103]  [1.1.11.3] Ἀλλ' οἳ μὲν τὴν ἀληθῆ τῆς μακαρίας σῴζοντες διδασκαλίας παράδοσιν εὐθὺς ἀπὸ Πέτρου τε καὶ Ἰακώβου Ἰωάννου τε καὶ Παύλου τῶν ἁγίων ἀποστόλων, παῖς παρὰ πατρὸς ἐκδεχόμενος (ὀλίγοι δὲ οἱ πατράσιν ὅμοιοι), ἧκον δὴ σὺν θεῷ καὶ εἰς ἡμᾶς τὰ προγονικὰ ἐκεῖνα [1.1.12.1] καὶ ἀποστολικὰ καταθησόμενοι σπέρματα.
 [00440]  [1.11.50.1] Αὕτη οὖν ἡ σοφία τοῦ κόσμου μωρία παρὰ θεῷ ἐστιν, καὶ τούτων τῶν σοφῶν κύριος γινώσκει τοὺς διαλογισμοὺς ὅτι εἰσὶ μάταιοι.
 [00444]  ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς, ὁ ἀπόστολός φησιν, ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς, ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει θεοῦ.
 [00467]  ἡ γὰρ ἀκόλουθος Χριστῷ διδασκαλία καὶ τὸν δημιουργὸν ἐκθειάζει καὶ τὴν πρόνοιαν μέχρι τῶν κατὰ μέρος ἄγει καὶ τρεπτὴν καὶ γενητὴν οἶδεν τὴν τῶν στοιχείων φύσιν καὶ πολιτεύεσθαι εἰς δύναμιν ἐξομοιωτικὴν τῷ θεῷ διδάσκει καὶ τὴν οἰκονομίαν ὡς ἡγεμονικὸν τῆς ἁπάσης προσίεσθαι παιδείας.
 [00610]  Ἡράκλειτος γὰρ οὐκἀνθρωπίνως φησίν, ἀλλὰ σὺν θεῷ <τὸ> μέλλον Σιβύλλῃ πεφάνθαι.
 [00745]  [1.17.85.6] τῷ θεῷ δὲ οὐδὲν ἀντίκειται οὐδὲ ἐναντιοῦταί τι αὐτῷ, κυρίῳ καὶ [1.17.86.1] παντοκράτορι ὄντι.
 [00782]  οὐ γάρ ἐστιν ἀδικία παρὰ τῷ θεῷ.
 [01320]  [1.24.163.2] τῷ Θρασυβούλῳ νύκτωρ ἀσελήνου καὶ δυσχειμέρου τοῦ καταστήματος γεγονότος πῦρ ἑωρᾶτο προηγούμενον, ὅπερ αὐτοὺς ἀπταίστως προπέμψαν κατὰ τὴν Μουνυχίαν ἐξέλιπεν, ἔνθα νῦν ὁ τῆς Φωσφόρου [1.24.163.3] βωμός ἐστι, πιστὰ τοίνυν τὰ ἡμέτερα κἂν ἐντεῦθεν γενέσθω τοῖς Ἕλλησιν, ὅτι ἄρα δυνατὸν τῷ παντοκράτορι θεῷ προηγεῖσθαι ποιῆσαι τοῖς Ἑβραίοις νύκτωρ στῦλον πυρὸς τὸν καὶ καθηγησάμενον [1.24.163.4] αὐτοῖς τῆς ὁδοῦ.
 [01330]  ὄφρα θεῷ δεκάτην ἀκροθίνιά τε κρεμάσαιμεν σταθμῶν ἐκ ζαθέων καὶ κίονος ὑψηλοῖο.
 [01400]  εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ καὶ γιγνώσκεις τὸ θέλημα τοῦ θεοῦ καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου, πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν [1.27.174.2] μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ.
 [01412]  καὶ ἥ γε κατὰ Πλάτωνα διαλεκτική, ὥς φησιν ἐν τῷ Πολι τικῷ, τῆς τῶν ὄντων δηλώσεως εὑρετική τίς ἐστιν ἐπιστήμη, κτητὴ δὲ αὕτη τῷ σώφρονι οὐχ ἕνεκα τοῦ λέγειν τε καὶ πράττειν τι τῶν πρὸς τοὺς ἀνθρώπους, ὥσπερ οἱ νῦν διαλεκτικοὶ περὶ τὰ σοφιστικὰ ἀσχολούμενοι ποιοῦσιν, ἀλλὰ <τοῦ> τῷ θεῷ κεχαρισμένα μὲν λέγειν [1.28.177.1] δύνασθαι, κεχαρισμένα δὲ πράττειν, τὸ πᾶν εἰς δύναμιν.
 [01473]  μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, κατὰ τοὺς ἀθέους λογισμοὺς τοὺς ἀντιστασιώδεις τῇ οἰκονομίᾳ τοῦ θεοῦ, φοβοῦ δὲ τὸν μόνον δυνατὸν θεόν, ᾧ ἕπεται μηδὲν ἀντικεῖσθαι τῷ θεῷ [2.2.4.4] ἄλλως τε καὶ ἡ ἐπαγωγὴ διδάσκει σαφῶς, ὅτι ὁ θεῖος φόβος ἔκκλισίς ἐστι κακοῦ.
 [01513]  χωρὶς δὲ πίστεως ἀδύνατόν ἐστιν εὐαρεστῆσαι θεῷ.
 [01537]  [2.4.12.1] Ἡμεῖς δὲ οἱ τὴν αἵρεσιν καὶ φυγὴν δεδόσθαι τοῖς ἀνθρώποις αὐτοκρατορικὴν παρὰ τοῦ κυρίου διὰ τῶν γραφῶν παρειληφότες ἀμεταπτώτῳ κριτηρίῳ τῇ πίστει ἐπαναπαυώμεθα, τὸ πνεύμα πρόθυμον ἐνδειξάμενοι, ὅτι εἱλόμεθα τὴν ζωὴν καὶ τῷ θεῷ διὰ τῆς ἐκείνου φωνῆς πεπιστεύκαμεν·
 [01540]  ὁ δὲ ἀπιστήσας τῷ λέγοντι ἠπίστησε [2.4.12.2] τῷ θεῷ.
 [01572]  πῶς γὰρ οἷόν τε ἀντεφίστασθαι τῷ θεῷ;
 [01660]  καὶ γὰρ ἄτοπον, τοὺς μὲν Πυθαγόρου τοῦ Σαμίου ζηλωτὰς τῶν ζητουμένων τὰς ἀποδείξεις παραιτουμένους τὸ αὐτὸς ἔφα πίστιν ἡγεῖσθαι καὶ ταύτῃ ἀρκεῖσθαι μόνῃ τῇ φωνῇ πρὸς τὴν βεβαίωσιν ὧν ἀκηκόασι, τοὺς δὲ τῆς ἀληθείας φιλοθεάμονας, ἀπιστεῖν ἐπιχειροῦντας ἀξιοπίστῳ διδασκάλῳ, τῷ μόνῳ σωτῆρι θεῷ, βασάνους τῶν [2.5.24.4] λεγομένων ἀπαιτεῖν παρ' αὐτοῦ.
 [01708]  πεποίθαμεν δὲ τῷ μόνῳ θεῷ, ὃν γινώσκομεν ὅτι οὐ παραβήσεται τὰ καλῶς ἡμῖν ἐπηγγελμένα καὶ διὰ ταῦτα δεδημιουργημένα καὶ [2.6.28.3] δεδωρημένα ὑπ' αὐτοῦ ἡμῖν εὐνοϊκῶς.
 [01776]  πνευματικοὶ γενώμεθα, ναὸς τέλειος τῷ θεῷ.
 [01786]  ἐπειδὴ δὲ ἐκ νόμου καὶ προφητῶν προπαιδεύεσθαι διὰ κυρίου τῷ θεῷ συμφέρειν ἔδοξεν, ἀρχὴ σοφίας φόβος εἴρηται κυρίου, παρὰ κυρίου διὰ Μωυσέως δοθεὶς τοῖς ἀπειθοῦσι καὶ σκληροκαρδίοις·
 [01871]  κἂν τὸ ποιεῖν καλῶς ᾖ τισιν ἐξησκημένον, ἀλλὰ τὸ ἐπίστασθαι, ὡς χρηστέον καὶ ποιητέον, καὶ συνεκπονητέον, καθὸ καὶ ὁμοιοῦταί τις θεῷ, θεῷ λέγω τῷ σωτῆρι, θεραπεύων τὸν τῶν ὅλων θεὸν διὰ τοῦ ἀρχιερέως λόγου, δι' οὗ καθορᾶται τὰ κατ' ἀλήθειαν καλὰ καὶ δίκαια.
 [01872]  εὐσέβεια ** ἔστι πρᾶξις ἑπομένη καὶ ἀκόλουθος θεῷ.
 [01891]  πολλάκις δὲ ἐπαναλαμβάνουσα ἡ γραφὴ τὸ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν δυσωπεῖ μὲν διατρεπτικώτατα, ἕπεσθαι διδάσκουσα τῷ τὰς ἐντολὰς δεδωκότι θεῷ, ὑπομιμνῄσκει δὲ ἠρέμα ζητεῖν τὸν θεὸν καὶ ὡς οἷόν τε γινώσκειν ἐπιχειρεῖν, ἥτις ἂν εἴη θεωρία μεγίστη, ἡ ἐποπτική, ἡ τῷ ὄντι ἐπιστήμη, ἡ ἀμετάπτωτος λόγῳ γινομένη.
 [01898]  μάθησις γοῦν καὶ τὸ πείθεσθαι ταῖς ἐντολαῖς, ὅ ἐστι πιστεύειν τῷ θεῷ.
 [01916]  διὰ τοῦτο αἱ δεκάται τοῦ τε οἶφι τῶν τε ἱερείων τῷ θεῷ προσεκομίζοντο, καὶ ἡ τοῦ πάσχα ἑορτὴ ἀπὸ δεκάτης ἤρχετο, παντὸς πάθους καὶ παντὸς [2.11.51.3] αἰσθητοῦ διάβασις οὖσα.
 [02081]  ἐντεῦθεν ἀρυσάμενός τις τῶν παρ' Ἕλλησι σοφῶν τὸ ἕπου θεῷ ἀπεφθέγξατο.
 [02117]  ὁ θεὸς δὲ οὐδεμίαν ἔχει πρὸς ἡμᾶς φυσικὴν σχέσιν, ὡς οἱ τῶν αἱρέσεων κτίσται θέλουσιν, (οὔτ' εἰ ἐκ μὴ ὄντων ποιοίη οὔτ' εἰ ἐξ ὕλης δημιουργοίη, ἐπεὶ τὸ μὲν οὐδ' ὅλως ὄν, ἣ δὲ κατὰ πάντα ἑτέρα τυγχάνει τοῦ θεοῦ) εἰ μή τις μέρος αὐτοῦ καὶ [2.16.74.2] ὁμοουσίους ἡμᾶς τῷ θεῷ τολμήσει λέγειν·
 [02152]  ἐπεὶ [2.18.79.1] δεκτὴ παρὰ θεῷ δικαιοσύνη μᾶλλον ἢ θυσία.
 [02157]  αὕτη γὰρ θυσία θεῷ δεκτή, καρδία συντετριμμένη καὶ ζητοῦσα τὸν πεπλακότα.
 [02170]  σωφροσύνη δὲ αὕτη οὐκ ἄνευ ἀνδρείας, ἐπειδὴ ἐξ ἐντολῶν γίνεται ἑπομένη τῷ διατεταγμένῳ ** θεῷ φρόνησίς τε καὶ ἡ μιμητικὴ τῆς θείας διαθέσεως δικαιοσύνη, καθ' ἣν ἐγκρατευόμενοι καθαροὶ πρὸς εὐσέβειαν καὶ τὴν ἑπομένην ἀκολούθως τῷ θεῷ πρᾶξιν στελλόμεθα, ἐξομοιούμενοι τῷ κυρίῳ κατὰ τὸ δυνατὸν [2.18.81.1] ἡμῖν, ἐπικήροις τὴν φύσιν ὑπάρχουσιν.
 [02278]  τόν τε καρπὸν οὐκ ἐᾷ δρέπεσθαι ἀτελῆ ἐξ ἀτελῶν, ἀλλὰ μετὰ τριετίαν ἔτει τετάρτῳ καθιερώσοντα τὴν ἀπαρχὴν τῷ [2.18.96.1] θεῷ μετὰ τὸ τελεωθῆναι τὸ δένδρον.
 [02280]  τῷ τε γὰρ τετάρτῳ ἔτει, ἐπεὶ καὶ χρόνου χρεία τῷ κατηχουμένῳ βεβαίως, ἡ τετρὰς τῶν ἀρετῶν καθιεροῦται τῷ θεῷ, τῆς τρίτης ἤδη μονῆς συναπτούσης ἐπὶ τὴν τοῦ κυρίου τετάρτην ὑπόστασιν.
 [02303]  φέρων γὰρ αὑτὸν ἀνέθηκε τῷ θεῷ.
 [02314]  [2.19.100.3] Πλάτων δὲ ὁ φιλόσοφος, εὐδαιμονίαν τέλος τιθέμενος, ὁμοίωσιν θεῷ φησιν αὐτὴν εἶναι κατὰ τὸ δυνατόν, εἴτε καὶ συνδραμών πως τῷ δόγματι τοῦ νόμου (αἱ γὰρ μεγάλαι φύσεις καὶ γυμναὶ παθῶν εὐστοχοῦσί πως περὶ τὴν ἀλήθειαν, ὥς φησιν ὁ Πυθαγόρειος Φίλων τὰ Μωυσέως ἐξηγούμενος), εἴτε καὶ παρά τινων τότε λογίων [2.19.100.4] ἀναδιδαχθεὶς ἅτε μαθήσεως ἀεὶ διψῶν.
 [02390]  ἐνδύσασθαι οὖν δεῖ τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ἡμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ἐπεὶ τὰ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν [2.20.109.3] ὑπακοὴν τοῦ Χριστοῦ, ὁ θεῖός φησιν ἀπόστολος.
 [02428]  [2.20.116.4] πρὸ τοῦ ἡμᾶς πιστεῦσαι τῷ θεῷ ἦν ἡμῶν τὸ οἰκητήριον τῆς καρδίας φθαρτὸν καὶ ἀσθενές, ἀληθῶς οἰκοδομητὸς ναὸς διὰ χειρός·
 [02429]  ὅτι ἦν πλήρης μὲν εἰδωλολατρείας καὶ ἦν οἶκος δαιμόνων, διὰ τὸ [2.20.117.1] ποιεῖν ὅσα ἦν ἐναντία τῷ θεῷ.
 [02488]  τῷ γοῦν βουληθῆναι γνησίως φιλοσοφεῖν ὅλους αὑτοὺς φέροντες ἀνέθεσαν τῷ θεῷ καὶ εἰς πίστιν ἐλογίσθησαν.
 [02566]  τίς οὖν δὴ πρᾶξις φίλη καὶ ἀκόλουθος θεῷ;
 [02568]  τὸν οὖν τῷ θεῷ προσφιλῆ γενησόμενον εἰς [2.22.133.1] δύναμιν ὅτι μάλιστα καὶ αὐτὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι.
 [02569]  καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ὁ μὲν σώφρων ἡμῶν θεῷ φίλος, ὅμοιος [2.22.133.2] γάρ, ὅ τε μὴ σώφρων ἀνόμοιός τε καὶ διάφορος.
 [02573]  φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν·
 [02584]  [2.22.134.1] Καὶ τὰ μὲν ὧδε ἐχέτω, αἱ δὲ ἀντιρρήσεις αἱ πρὸς τὰς εἰρημένας δόξας κατὰ καιρὸν τεθήσονται, ἡμῖν δὲ αὐτοῖς εἰς τέλος ἀτελεύτητον ἀφικέσθαι πρόκειται πειθομένοις ταῖς ἐντολαῖς, τουτέστι τῷ θεῷ, καὶ κατ' αὐτὰς βιώσασιν ἀνεπιλήπτως καὶ ἐπιστημόνως διὰ τῆς τοῦ [2.22.134.2] θείου θελήματος γνώσεως·
 [02587]  νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ [2.22.134.4] δὲ τέλος ζωὴν αἰώνιον·
 [02610]  τὴν ἐξομοίωσιν τοίνυν τῷ θεῷ εἰς ὅσον οἷόν τε ἦν δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι σκοπὸν τῆς πίστεως ὑποτίθεται, τέλος δὲ τὴν ἐπὶ τῇ πίστει τῆς ἐπαγγελίας ἀποκατάστασιν.
 [02879]  οὐ γάρ, οἶμαι, ἐβούλετο κατὰ τὴν τοῦ σωτῆρος ἐντολὴν δυσὶ κυρίοις δουλεύειν, ἡδονῇ [3.4.26.3] καὶ θεῷ.
 [02892]  γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ὑμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν [3.4.28.5] προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
 [02941]  ἢ γὰρ οὐδέν ἐστι κακὸν καὶ οὐκέτι μέμψεως ἄξιος ὃν αἰτιᾶσθε ὡς ἀντιτεταγμένον τῷ θεῷ, οὐδὲ κακοῦ τινος γέγονε ποιητικός (συναναιρεῖται γὰρ τῷ καρπῷ καὶ τὸ δένδρον), ἤ, εἰ ἔστι τὸ πονηρὸν ἐν ὑπάρξει, εἰπάτωσαν ἡμῖν, τί λέγουσιν εἶναι τὰς δοθείσας ἐντολὰς περὶ δικαιοσύνης, περὶ ἐγκρατείας, περὶ ὑπομονῆς, περὶ ἀνεξικακίας καὶ τῶν τούτοις ὁμοίων, φαύλας ἢ ἀστείας.
 [02960]  ἀντέστησαν θεῷ καὶ ἐσώθησαν.
 [02961]  οἳ δὲ καὶ τῷ ἀναιδεῖ θεῷ προστιθέασι, δέχονται δὲ ὡς βουλὴν παρηγγελμένην τὸ λόγιον τοῦτο καὶ σωτηρίαν [3.4.38.3] σφίσι λογίζονται τὸ ἀνθίστασθαι τῷ δημιουργῷ.
 [02962]  τῷ μὲν οὖν ἀναιδεῖ θεῷ οὐ γέγραπται·
 [02965]  ὅμοιον τούτῳ τὸ παρὰ τῷ Μαλαχίᾳ, τὸ προειρημένον, [3.4.38.5] ἀντέστησαν θεῷ καὶ ἐσώθησαν·
 [03005]  ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ, οὐχὶ δὲ [3.5.43.5] πορνεία ἣν ἀσκοῦσιν.
 [03126]  ὁ διδοὺς πτωχῷ δανείζει θεῷ καὶ μὴ ἀπόσχῃ εὖ ποιεῖν [3.6.55.1] ἐνδεῆ φησίν.
 [03166]  καλὸν γὰρ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν εὐνουχίζειν ἑαυτὸν πάσης ἐπιθυμίας καὶ καθαρίζειν τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων [3.7.60.1] εἰς τὸ λατρεύειν θεῷ ζῶντι.
 [03299]  ὁπηνίκα γὰρ ἁγιασθῇ τῷ θεῷ, τὸ πνεῦμα, ἐποίσει, τοῦ ἐγείραντος ἐκ νεκρῶν Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὃς ζωοποιήσει καὶ τὰ θνητὰ σώματα [3.11.78.1] ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν.
 [03303]  οἱ δὲ ἐν σαρκὶ ὄντες, οὐχ ὥς τινες δογματίζουσι, θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλ' ὡς προειρήκαμεν.
 [03320]  εἰ μὲν γὰρ ἐπιτεῖναι οἷός τε ἔσται τὸν βίον, μείζονα ἀξίαν ἐν θεῷ αὐτὸς ἑαυτῷ περιποιήσεται, καθαρῶς ἅμα καὶ λελογισμένως ἐγκρατευσάμενος·
 [03339]  πάλιν γὰρ ἐπὶ ταὐτὸ συγχωρήσας γενέσθαι διὰ τὸν σατανᾶν καὶ τὴν ἀκρασίαν, τὸν πεισθησόμενον [7δυσὶ] κυρίοις μέλλειν [7] δουλεύεινἀπεφήνατο, διὰ μὲν συμφωνίας θεῷ, διὰ δὲ τῆς [3.12.81.3] ἀσυμφωνίας ἀκρασίᾳ καὶ πορνείᾳ καὶ διαβόλῳ.
 [03364]  ἡμεῖς δ' ἐθανατώθημεν τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ἡμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, τῷ ὑπὸ τοῦ νόμου [3.12.84.1] προφητευθέντι, ἵνα καρποφορήσωμεν τῷ θεῷ.
 [03371]  αὐτίκα ἅγια τὰ τέκνα, αἱ εὐαρεστήσεις, τῷ [3.12.84.4] θεῷ τῶν κυριακῶν λόγων νυμφευσάντων τὴν ψυχήν.
 [03381]  καὶ καθόλου πᾶσαι αἱ ἐπιστολαὶ τοῦ ἀποστόλου σωφροσύνην καὶ ἐγκράτειαν διδάσκουσαι περί τε γάμων περί τε παιδοποιίας περί τε οἴκου διοικήσεως μυρίας ὅσας ἐντολὰς περιέχουσαι οὐδαμοῦ γάμον ἠθέτησαν τὸν σώφρονα, ἀλλά, τὴν ἀκολουθίαν σῴζουσαι τοῦ νόμου πρὸς τὸ εὐαγγέλιον, ἀποδέχονται ἑκάτερον τόν τε εὐχαρίστως τῷ θεῷ γάμῳ κεχρημένον σωφρόνως τόν τε εὐνουχίᾳ ὡς ὁ κύριος βούλεται συμβιοῦντα, καθὼς [3.12.86.2] ἐκλήθη ἕκαστος, ἑλόμενον ἀπταίστως καὶ τελείως.
 [03400]  οὐκ ἔξεστι καὶ τῇ γυναικὶ κατὰ θεὸν ἀρέσκοντας εὐχαριστεῖν τῷ θεῷ;
 [03531]  ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, λέγει, ἵνα θεῷ ζήσω.
 [03605]  εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ), ἑαυτὸν δὲ διὰ φιλίαν τὴν πρὸς τὸν θεὸν φιλόσοφον.
 [03607]  [4.3.9.2] τὸ μὲν οὖν ἀληθὲς τῷ θεῷ σαφές.
 [03629]  νῦν δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
 [03654]  ἃ δὴ ὑπεροπτέον εὐχαρίστως τῷ μεγαλόφρονι δικαίῳ ἕνεκεν τοῦ φίλον γενέσθαι τῷ θεῷ καὶ τυχεῖν τῶν δεξιῶν μερῶν τοῦ ἁγιάσματος, καθάπερ καὶ οἱ ἀπόστολοι πεποιήκασιν.
 [03680]  ὁ δὲ αὐτὸς λόγος καὶ περὶ πενίας, ἐπεὶ καὶ αὕτη τῶν ἀναγκαίων, τῆς θεωρίας λέγω καὶ τῆς καθαρᾶς ἀναμαρτησίας, ἀπασχολεῖν βιάζεται τὴν ψυχήν, περὶ τοὺς πορισμοὺς διατρίβειν ἀναγκάζουσα τὸν μὴ ὅλον ἑαυτὸν δι' ἀγάπης ἀνατεθεικότα τῷ θεῷ, ὥσπερ ἔμπαλιν ἥ τε ὑγίεια καὶ ἡ τῶν ἐπιτηδείων ἀφθονία ἐλευθέραν καὶ ἀνεμπόδιστον φυλάσσει τὴν ψυχὴν [4.5.21.2] τὴν εὖ χρῆσθαι τοῖς παροῦσι γινώσκουσαν·
 [03719]  ὁ δὲ ἐκβιασάμενος δικαστὴς ἀρνεῖσθαι τὸν [4.6.28.5] ἠγαπημένον διελέγχειν μοι δοκεῖ τὸν φίλον τῷ θεῷ καὶ τὸν μή.
 [03734]  τί δὲ οὐδεὶς δύναται δυσὶ δουλεύειν κυρίοις, θεῷ καὶ μαμωνᾷ, τὴν φιλαργυρίαν [4.6.31.1] οὕτως ὀνομάσαντος τοῦ κυρίου;
 [03825]  [4.7.42.2] ψεύδεται τοίνυν τὸν κύριον, μᾶλλον δὲ τὴν ἑαυτοῦ διέψευσται ἐλπίδα ὃς οὐ πιστεύει τῷ θεῷ.
 [03855]  [4.7.45.5] οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται.
 [03945]  τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ [4.7.55.1] τῆς γνώσεως τοῦ κυρίου.
 [04027]  οὐδὲν γὰρ κωλύει πολλάκις τὴν αὐτὴν παρατίθεσθαι γραφὴν εἰς ἐντροπὴν Μαρκίωνος, ἤν πως μεταβάληται πεισθείς, εὐχάριστον δεῖν μαθὼν τὸν πιστὸν εἶναι τῷ δημιουργῷ θεῷ τῷ καλέσαντι ἡμᾶς καὶ εὐαγγελισαμένῳ ἐν σώματι.
 [04078]  [4.9.74.2] ἐπεὶ τίς οὐκ ἂν τῶν εὖ φρονούντων βασιλεύειν ἐν θεῷ, ἀλλ' οὐ [4.9.74.3] δουλεύειν ἕλοιτο;
 [04089]  ἀλλ' εἰ καὶ ὑπερβαίη τις ἐπὶ τὴν ἀγάπην, τῷ ὄντι μακάριος οὗτος καὶ γνήσιος μάρτυς, τελείως ὁμολογήσας καὶ ταῖς ἐντολαῖς καὶ τῷ θεῷ διὰ τοῦ κυρίου, ὃν ἀγαπήσας ἀδελφὸν ἐγνώρισεν, ὅλον ἑαυτὸν ἐπιδοὺς διὰ <τὴν ἀγάπην τὴν πρὸς> τὸν θεόν, οἷον παρακαταθήκην εὐγνωμόνως καὶ ἀγαπητικῶς ἀποδιδοὺς τὸν ἀπαιτούμενον ἄνθρωπον.
 [04344]  μαθέτωσαν τί ταπεινοφροσύνη παρὰ θεῷ ἰσχύει, τί ἀγάπη ἁγνὴ παρὰ θεῷ δύναται, πῶς ὁ φόβος τοῦ κυρίου καλὸς καὶ μέγας, σῴζων πάντας τοὺς ἐν αὐτῷ ὁσίως ἀναστρεφομένους ἐν [4.17.108.5] καθαρᾷ καρδίᾳ.
 [04369]  [7ἀγάπη] καλύπτει πλῆθος [7,] ἁμαρτιῶνἀγάπη πάντα ἀνέχεται, πάντα μακροθυμεῖ, ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ, πάντα ποιεῖ ἐν ὁμονοίᾳ·
 [04371]  δίχα ἀγάπης οὐδὲν εὐάρεστον τῷ θεῷ.
 [04388]  [7θῦσον] τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ κυρίῳ τὰς εὐχάς σου·
 [04389]  καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ [4.18.113.4] δοξάσεις [7] [7θυσία] με·γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.
 [04460]  [4.20.126.1] ἁγιάζεται γοῦν καὶ γάμος κατὰ λόγον τελειούμενος, ἐὰν ἡ συζυγία ὑποπίπτῃ τῷ θεῷ καὶ διοικῆται μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἡγνισμένων τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουμένων τὸ σῶμα ὕδατι καθαρῷ καὶ ἐχόντων τὴν ὁμολογίαν [4.20.126.2] τῆς ἐλπίδος·
 [04492]  [4.21.131.2] χρὴ γὰρ τοὺς σπεύδοντας εἰς συντελείωσιν κατὰ τὸν αὐτὸν ἀπόστολον μηδεμίαν ἐν μηδενὶ διδόναι προσκοπήν, ἀλλ' ἐν παντὶ [4.21.131.3] συνιστάναι ἑαυτοὺς οὐκ ἀνθρώποις, ἀλλὰ τῷ θεῷ.
 [04611]  οὐδὲ τὴν ὑπακοὴν διὰ τὴν ἐντολήν, διὰ δὲ τὴν ἐπαγγελίαν αἱροῦνται οἱ διὰ τὴν ἐπαγγελίαν ὑπακηκοότες τῷ θεῷ, δελέατι [4.23.148.1] ἡδονῆς ᾑρημένοι, οὐδὲ μὴν ἡ τῶν αἰσθητῶν ἀποστροφὴ τὴν πρὸς τὰ νοητὰ οἰκείωσιν ἀκολούθως ποιοίη ἄν, ἔμπαλιν δὲ ἡ πρὸς τὰ νοητὰ οἰκείωσις κατὰ φύσιν περιαγωγὴ τῷ γνωστικῷ ἀπὸ τῶν αἰσθητῶν γίνεται κατ' ἐκλογὴν τῶν καλῶν τἀγαθὸν ἑλομένῳ γνωστικῶς, θαυμάζοντι μὲν τὴν γένεσιν καὶ ἁγιάζοντι τὸν ποιητήν, ἁγιάζοντι δὲ [4.23.148.2] τὴν πρὸς τὸ θεῖον ἐξομοίωσιν·
 [04625]  ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ σου καὶ τῇ διανοίᾳ σου ἐπὶ τῷ θεῷ.
 [04648]  ἡ γὰρ σωφροσύνη ἐν παραστάσει γε νοουμένη ἑαυτὴν ἐπισκοποῦσα καὶ θεωροῦσα ἀδιαλείπτως ἐξομοιοῦται κατὰ δύναμιν θεῷ.
 [04721]  ὅθεν ἐπιδεκτικὸν γίνεται τῆς τιμιωτάτης τῷ θεῷ ψυχῆς τὸ οἰκητήριον τοῦτο καὶ πνεύματος ἁγίου κατὰ τὸν τῆς ψυχῆς τε καὶ σώματος ἁγιασμὸν καταξιοῦται τῷ τοῦ [4.26.163.3] σωτῆρος καταρτισμῷ τελειούμενον.
 [04747]  ὅθεν ἐπήγαγεν διὸ φιλοτιμούμεθα, εἴτε ἐκδημοῦντες εἴτε ἐνδημοῦντες, εὐάρεστοι εἶναι αὐτῷ, τῷ ἑνὶ δηλονότι θεῷ, οὗ τὰ πάντα ἔργον τε καὶ κτίσις, [4.26.167.2] ὅ τε κόσμος καὶ τὰ ὑπερκόσμια.
 [04756]  ὁ γὰρ ἐν ἀγνοίᾳ ὢν ἁμαρτητικός τέ ἐστι καὶ γῆ καὶ σποδός, ὁ δ' ἐν γνώσει καθεστώς, ἐξομοιούμενος θεῷ εἰς ὅσον δύναται, ἤδη [4.26.168.3] πνευματικὸς καὶ διὰ τοῦτο ἐκλεκτός.
 [04771]  οὐδὲ γάρ ἐστιν ἀδικία παρὰ τῷ θεῷ κατὰ τὸν [4.26.170.4] ἀπόστολον.
 [04839]  τίς οὖν οὕτως ἄθεος <ὡς> ἀπιστεῖν θεῷ καὶ τὰς ἀποδείξεις ὡς παρὰ ἀνθρώπων ἀπαιτεῖν τοῦ θεοῦ;
 [04999]  διὰ τοῦτό τοι τῆς ἐπικρύψεως τὸν τρόπον, θεῖον ὄντα ὡς ἀληθῶς καὶ ἀναγκαιότατον ἡμῖν <διὰ τὸν> ἐν τῷ ἀδύτῳ τῆς ἀληθείας ἀποκείμενον, ἱερὸν ἀτεχνῶς λόγον, Αἰγύπτιοι μὲν διὰ τῶν παρ' αὐτοῖς ἀδύτων καλουμένων, Ἑβραῖοι δὲ διὰ τοῦ παραπε [5.4.19.4] τάσματος ᾐνίξαντο, <δι' οὗ> μόνοις ἐξῆν ἐπιβαίνειν αὐτῶν τοῖς ἱερωμένοις, τουτέστι τοῖς ἀνακειμένοις τῷ θεῷ, τοῖς περιτετμημένοις τὰς τῶν παθῶν ἐπιθυμίας διὰ τὴν πρὸς μόνον τὸ θεῖον ἀγάπην·
 [05390]  ἡμέρα γὰρ τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, τὸ γεγραμμένον ἄντικρυς, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, τὴν ἐπικεκρυμμένην μυστικῶς, καὶ οὔκ εἰσι λόγοι οὐδὲ λαλιαί, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν τῷ θεῷ τῷ φήσαντι·
 [05417]  [5.11.67.1] Θυσία δὲ ἡ τῷ θεῷ δεκτὴ σώματός τε καὶ τῶν τούτου παθῶν ἀμετανόητος χωρισμός.
 [05566]  [7ἀγνώστῳ] θεῷ.
 [05625]  παρήγαγεν δὲ αὐτοὺς τὸ ἐν τῇ Σοφίᾳ εἰρημένον διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαριότητα, ἐπεὶ μὴ συνῆκαν λέγεσθαι ταῦτα ἐπὶ τῆς σοφίας τῆς πρωτοκτίστου [5.14.89.5] τῷ θεῷ.
 [05685]  ἐντεῦθεν οἱ μὲν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασι, Πλάτων δὲ [5.14.95.2] ὁμοίωσιν θεῷ (ὡς ἐν τῷ δευτέρῳ παρεστήσαμεν Στρωματεῖ)·
 [05688]  καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ πρᾶξιν εἶναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ ἕνα λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ᾖ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις οὔτε τοῖς [5.14.96.1] ἐμμέτροις.
 [05691]  πᾶς γὰρ δὴ ἀγαθὸς ἀγαθῷ ὅμοιος, κατὰ τοῦτο δὲ καὶ θεῷ ἐοικὼς ἀγαθῷ τε παντὶ φίλος ὑπάρχει καὶ θεῷ.
 [05748]  ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος [5.14.100.6] Πάλιν τὸ δυνατὸν ἐν πᾶσι προσάπτουσι καὶ οἱ παρ' Ἕλλησι λογιώτατοι τῷ θεῷ, ὁ μὲν Ἐπίχαρμος (Πυθαγόρειος δὲ ἦν) λέγων·
 [05751]  θεῷ δὲ δυνατὸν ἐκ μελαίνας νυκτὸς ἀμίαντον ὄρσαι φάος, κελαινεφέι δὲ σκότει καλύψαι καθαρὸν ἁμέρας σέλας (ὁ μόνος ἡμέρας ἐνεστώσης νύκτα ποιῆσαι δυνάμενος ποιῆσαι, φησίν, [5.14.101.2] θεὸς οὗτός ἐστιν), ἔν τε τοῖς Φαινομένοις ἐπιγραφομένοις Ἄρατος, ἐκ ∆ιὸς ἀρχώμεσθα εἰπών, τὸν οὐδέποτ', ἄνδρες, ἐῶμεν ἄρρητον·
 [05933]  θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν, μὴ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ.
 [06470]  θεῷ δὲ τῷ παντοκράτορι καὶ μηδενὸς ὄντος ὑποκειμένου φωνὴν καὶ φαντασίαν ἐγγεννῆσαι ἀκοῇ δυνατόν, ἐνδεικνυμένῳ τὴν ἑαυτοῦ μεγαλειότητα παρὰ τὰ εἰωθότα φυσικὴν ἔχειν τὴν ἀκολουθίαν, εἰς ἐπιστροφὴν τῆς μηδέπω πιστευούσης ψυχῆς [6.3.34.2] καὶ παραδοχὴν τῆς διδομένης ἐντολῆς.
 [06525]  καὶ τὰ ἴδια βρώματα βρωτοῖς θύματα θύουσιν καὶ νεκρὰ νεκροῖς προσφέροντες ὡς θεοῖς [6.5.41.1] ἀχαριστοῦσι τῷ θεῷ, διὰ τούτων ἀρνούμενοι αὐτὸν εἶναι.
 [06795]  πεπίστευκεν γὰρ διά τε τῆς προφητείας διά τε τῆς παρουσίας τῷ μὴ ψευδομένῳ θεῷ καί, ὃ πεπί στευκεν, ἔχει καὶ κρατεῖ τῆς ἐπαγγελίας (ἀλήθεια δὲ ὁ ἐπαγγειλάμενος) καὶ τὸ τέλος τῆς ἐπαγγελίας διὰ τῆς ἀξιοπιστίας τοῦ [6.9.77.2] ἐπαγγειλαμένου κατ' ἐπιστήμην βεβαίως ἀπείληφεν.
 [06982]  [6.12.102.1] Εὔχεται τοίνυν ὁ γνωστικὸς καὶ κατὰ τὴν ἔννοιαν πᾶσαν τὴν ὥραν, δι' ἀγάπης οἰκειούμενος τῷ θεῷ.
 [07032]  οἱ δὲ κἀν ταύτῃ γενόμενοι τῇ ἐντολῇ ἀγνώμονες, γλυπτοῖς προσεσχηκότες ἀγάλμασι, ἂν μὴ μετανοήσωσι, κρίνονται, οἳ μέν, ὅτι δυνηθέντες οὐκ ἠθέλησαν πιστεῦσαι τῷ θεῷ, οἳ δέ, ὅτι καὶ θελήσαντες οὐκ ἐξεπόνησαν [6.14.111.1] περιγενέσθαι πιστοί·
 [07051]  οὕτως δύναμιν λαβοῦσα κυριακὴν ἡ ψυχὴ μελετᾷ εἶναι θεός, κακὸν μὲν οὐδὲν ἄλλο πλὴν ἀγνοίας εἶναι νομίζουσα καὶ τῆς μὴ κατὰ τὸν ὀρθὸν λόγον ἐνεργείας, ἀεὶ δὲ εὐχαριστοῦσα ἐπὶ πᾶσι τῷ θεῷ δι' ἀκοῆς δικαίας καὶ ἀναγνώσεως θείας, διὰ ζητήσεως ἀληθοῦς, διὰ προσφορᾶς ἁγίας, δι' εὐχῆς μακαρίας, αἰνοῦσα, ὑμνοῦσα, εὐλογοῦσα, ψάλλουσα·
 [07138]  παραθήκη γὰρ ἀποδιδομένη θεῷ ἡ κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν διὰ τῶν ἀποστόλων αὐτοῦ τῆς [6.15.124.5] θεοσεβοῦς παραδόσεως σύνεσίς τε καὶ συνάσκησις·
 [07163]  ταῦτα οὖν ἐπι γνόντες ἐπιστεύσαμεν τῷ θεῷ διὰ τῶν γεγραμμένων εἰς αὐτόν.
 [07494]  ταύτας ἄμφω τὰς διακονίας ἄγγελοί τε ὑπηρετοῦνται τῷ θεῷ κατὰ τὴν τῶν περιγείων οἰκονομίαν καὶ αὐτὸς ὁ γνωστικός, θεῷ μὲν διακονούμενος, ἀνθρώποις δὲ τὴν βελτιωτικὴν ἐνδεικνύμενος θεωρίαν, ὅπως ἂν καὶ παιδεύειν ᾖ τεταγμένος εἰς τὴν τῶν ἀνθρώπων ἐπανόρθωσιν.
 [07495]  θεοσεβὴς γὰρ μόνος ὁ καλῶς καὶ [7.1.3.5] ἀνεπιλήπτως περὶ τὰ ἀνθρώπεια ἐξυπηρετῶν τῷ θεῷ.
 [07497]  εἰ δ' ἡ θεοπρέπεια ἕξις ἐστὶ τὸ πρέπον τῷ θεῷ σῴζουσα, θεοφιλὴς ὁ θεοπρεπὴς μόνος·
 [07498]  οὗ τος δ' ἂν εἴη ὁ εἰδὼς τὸ πρέπον καὶ κατὰ τὴν ἐπιστήμην καὶ κατὰ τὸν βίον, ὅπως βιωτέον <τῷ> ἐσομένῳ καὶ δὴ ἐξομοιουμένῳ ἤδη θεῷ.
 [07538]  οὐδ' ἂν βελτίων τις ἄλλη καὶ ἁρμονιωτέρα διοίκησις ἀνθρώπων εἴη τῷ θεῷ τῆς τεταγμένης.
 [07568]  αὕτη τοίνυν ἡ ἐνέργεια τοῦ τελειωθέντος γνωστικοῦ, προσομιλεῖν τῷ θεῷ διὰ τοῦ μεγάλου ἀρχιερέως, ἐξομοιούμενον εἰς δύναμιν τῷ κυρίῳ διὰ πάσης τῆς εἰς τὸν θεὸν θεραπείας, ἥτις εἰς τὴν τῶν ἀνθρώπων διατείνει σωτηρίαν κατὰ κηδεμονίαν τῆς εἰς ἡμᾶς εὐεργεσίας κατά τε αὖ τὴν λειτουργίαν κατά τε τὴν διδασκαλίαν κατά τε τὴν δι' ἔργων [7.3.13.3] εὐποιίαν.
 [07569]  ναὶ μὴν ἑαυτὸν κτίζει καὶ δημιουργεῖ, πρὸς δὲ καὶ τοὺς ἐπαΐοντας αὐτοῦ κοσμεῖ ἐξομοιούμενος θεῷ ὁ γνωστικός, τῷ φύσει τὸ ἀπαθὲς κεκτημένῳ τὸ ἐξ ἀσκήσεως εἰς ἀπάθειαν συνεσταλμένον ὡς ἔνι μάλιστα ἐξομοιῶν, καὶ ταῦτα ἀπερισπάστως προσομιλῶν τε [7.3.13.4] καὶ συνὼν τῷ κυρίῳ.
 [07571]  ταύτας φημὶ τὰς ἀρετὰς θυσίαν δεκτὴν εἶναι παρὰ θεῷ, τὴν ἄτυφον καρδίαν μετ' ἐπιστήμης ὀρθῆς ὁλοκάρπωμα τοῦ θεοῦ λεγούσης τῆς γραφῆς, ἐκφωτιζομένου εἰς ἕνωσιν ἀδιάκριτον παντὸς τοῦ [7.3.14.2] ἀναληφθέντος εἰς ἁγιωσύνην ἀνθρώπου·
 [07575]  [7.3.14.5] δι' ἣν αἰτίαν οὐ θύομεν εἰκότως ἀνενδεεῖ τῷ θεῷ τῷ τὰ πάντα τοῖς πᾶσι παρεσχημένῳ, τὸν δ' ὑπὲρ ἡμῶν ἱερευθέντα δοξάζομεν σφᾶς αὐτοὺς ἱερεύοντες εἴς τε τὸ ἀνενδεὲς ἐκ τοῦ ἀνενδεοῦς καὶ εἰς τὸ [7.3.14.6] ἀπαθὲς ἐκ τοῦ ἀπαθοῦς.
 [07588]  μάλιστα γὰρ ἄγαλμα θεῖον καὶ θεῷ προσεμφερὲς ἀνθρώπου δικαίου ψυχή, ἐν ᾗ διὰ τῆς τῶν παραγγελμάτων ὑπακοῆς τεμενίζεται καὶ ἐνιδρύεται ὁ πάντων ἡγεμὼν θνητῶν τε καὶ ἀθανάτων, βασιλεύς τε καὶ γεννήτωρ τῶν καλῶν, νόμος ὢν ὄντως καὶ θεσμὸς καὶ λόγος αἰώνιος, ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσιν εἷς ὢν [7.3.16.6] σωτήρ.
 [07621]  [7.3.21.1] Τὸ ἄρα ἀνθρώπειον ἔργον εὐπείθεια θεῷ σωτηρίαν κατηγγελκότι [7.3.21.2] ποικίλην δι' ἐντολῶν, εὐαρέστησις δὲ ὁμολογία.
 [07623]  μία δὲ ἀμοιβὴ κυριωτάτη παρὰ ἀνθρώπων, ταῦτα δρᾶν ἅπερ ἀρεστὰ τῷ θεῷ·
 [07712]  εἴη δ' ἂν οὗτος ὁ γνωστικὸς ὁ πολλοῦ ἄξιος ὁ τίμιος τῷ θεῷ, ἐν ᾧ ὁ θεὸς ἐνίδρυται, τουτέστιν ἡ περὶ τοῦ θεοῦ γνῶσις [7.5.29.6] καθιέρωται.
 [07715]  πᾶν γὰρ τὸ μέλλον πιστεύειν πιστὸν ἤδη τῷ θεῷ καὶ καθιδρυμένον εἰς τιμὴν ἄγαλμα ἐνάρετον, ἀνακείμενον θεῷ.
 [07743]  εἶτα εἰ σπλάγχνα δοῖεν καὶ ἀρτηρίας καὶ φλέβας καὶ νεῦρα καὶ μόρια τῷ θεῷ, οὐδὲν διαφέροντα [7.6.32.4] εἰσηγήσονται τούτων.
 [07745]  καὶ γάρ ἐστιν ἡ θυσία τῆς ἐκκλησίας λόγος ἀπὸ τῶν ἁγίων ψυχῶν ἀναθυμιώμενος, ἐκκαλυπτομένης ἅμα τῇ θυσίᾳ καὶ τῆς [7.6.32.5] διανοίας ἁπάσης τῷ θεῷ.
 [07749]  αἱ μὲν γὰρ κατὰ τὸν νόμον θυσίαι τὴν περὶ ἡμᾶς εὐσέβειαν ἀλληγοροῦσι, καθάπερ ἡ τρυγὼν καὶ ἡ περιστερὰ ὑπὲρ ἁμαρτιῶν προσφερόμεναι τὴν ἀποκάθαρσιν τοῦ ἀλόγου μέρους τῆς ψυχῆς προσδεκτὴν μηνύουσι [7.6.32.8] τῷ θεῷ.
 [07769]  [7.6.34.2] ∆εῖ τοίνυν θυσίας προσφέρειν τῷ θεῷ μὴ πολυτελεῖς, ἀλλὰ θεοφιλεῖς, καὶ τὸ θυμίαμα ἐκεῖνο τὸ σύνθετον τὸ ἐν τῷ νόμῳ τὸ ἐκ πολλῶν γλωσσῶν τε καὶ φωνῶν κατὰ τὴν εὐχὴν συγκείμενον, μᾶλλον δὲ τὸ ἐκ διαφόρων ἐθνῶν τε καὶ φύσεων τῇ κατὰ τὰς διαθήκας δόσει σκευαζόμενον εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ κατὰ τοὺς αἴνους συναγόμενον, καθαρῷ μὲν τῷ νῷ, δικαίᾳ δὲ καὶ ὀρθῇ τῇ πολιτείᾳ, [7.6.34.3] ἐξ ὁσίων ἔργων εὐχῆς τε δικαίας·
 [07775]  [7.7.35.4] εἰ δὲ ἡ παρουσία τινὸς ἀνδρὸς ἀγαθοῦ διὰ τὴν ἐντροπὴν καὶ τὴν αἰδῶ πρὸς τὸ κρεῖττον ἀεὶ σχηματίζει τὸν ἐντυγχάνοντα, πῶς οὐ μᾶλλον ὁ συμπαρὼν ἀεὶ διὰ τῆς γνώσεως καὶ τοῦ βίου καὶ τῆς εὐχαριστίας ἀδιαλείπτως τῷ θεῷ οὐκ εὐλόγως ἂν ἑαυτοῦ παρ' ἕκαστα κρείττων εἴη εἰς πάντα καὶ τὰ ἔργα καὶ τοὺς λόγους καὶ τὴν [7.7.35.5] διάθεσιν;
 [07778]  προσεχέστερον δὲ ὁ γνωστικὸς οἰκειοῦται θεῷ σεμνὸς ὢν ἅμα καὶ ἱλαρὸς ἐν πᾶσι, σεμνὸς μὲν διὰ τὴν ἐπὶ τὸ θεῖον ἐπιστροφήν, ἱλαρὸς δὲ διὰ τὸν ἐπιλογισμὸν τῶν ἀνθρωπείων ἀγαθῶν ὧν ἔδωκεν ἡμῖν ὁ θεός.
 [07816]  εἰ δέ τινες καὶ ὥρας τακτὰς ἀπονέμουσιν εὐχῇ, ὡς τρίτην φέρε καὶ ἕκτην καὶ ἐνάτην, ἀλλ' οὖν γε ὁ γνωστικὸς παρὰ ὅλον εὔχεται τὸν βίον, δι' εὐχῆς συνεῖναι μὲν σπεύδων θεῷ, καταλελοιπέναι δέ, συνελόντι εἰπεῖν, πάντα ὅσα μὴ χρησιμεύει γενομένῳ ἐκεῖ, ὡς ἂν ἐνθένδε ἤδη τὴν τελείωσιν [7.7.40.4] ἀπειληφὼς τοῦ κατὰ ἀγάπην <ἠν>δρωμένου.
 [07843]  ὅθεν τὰς πολυφώνους γλώσσας οὐκ ἀναμένει ὁ θεὸς καθάπερ οἱ παρὰ ἀνθρώπων ἑρμηνεῖς, ἀλλ' ἁπαξαπλῶς ἁπάντων γνωρίζει τὰς νοήσεις, καὶ ὅπερ ἡμῖν ἡ φωνὴ σημαίνει, τοῦτο τῷ θεῷ ἡ ἔννοια ἡμῶν λαλεῖ, ἣν [7.7.43.5] καὶ πρὸ τῆς δημιουργίας εἰς νόησιν ἥξουσαν ἠπίστατο.
 [07895]  [7.7.48.6] Ὧιδε γὰρ καὶ τῷ γνωστικῷ, ἀνεπιλήπτως καὶ εὐσυνειδήτως τὰ παρ' ἑαυτοῦ πάντα ἐκπεπληρωκότι εἴς τε τὴν μάθησιν εἴς τε τὴν συνάσκησιν εἴς τε τὴν εὐποιίαν καὶ εἰς τὴν εὐαρέστησιν τῷ θεῷ, τὸ πᾶν [7.7.48.7] συναίρεται πρὸς τὴν τελειοτάτην σωτηρίαν.
 [07897]  [7.7.49.1] ∆ιὸ καὶ ἄχραντον τὴν ψυχὴν ἔχειν χρὴ καὶ ἀμίαντον εἰλικρινῶς τὸν προσομιλοῦντα τῷ θεῷ, μάλιστα μὲν ἀγαθὸν τελέως ἑαυτὸν ἐξειργασμένον, εἰ δὲ μή, κἂν προκόπτοντα ἐπὶ τὴν γνῶσιν καὶ [7.7.49.2] ἐφιέμενον αὐτῆς, τῶν δὲ τῆς κακίας ἔργων τέλεον ἀπεσπασμένον.
 [08022]  ἆρ' οὐ πρόδηλος ἦν ἡ πίστις αὐτοῖς τῆς μετὰ θάνατον ἐλπίδος τοῖς καὶ ἐν αὐταῖς τῶν κολάσεων ταῖς ἀκμαῖς εὐχαριστοῦσι τῷ θεῷ;
 [08025]  κατεξανίσταται δὲ [7.11.64.6] τῶν φόβων εὐθαρσῶς καὶ πεποιθ<ότ>ως τῷ θεῷ.
 [08076]  ὁ τέλειος δὲ δι' ἀγάπην πάντα στέγει, πάντα ὑπομένει, οὐχ ὡς ἀνθρώπῳ ἀρέσκων, [7.12.70.3] ἀλλὰ θεῷ.
 [08092]  [7.12.71.4] ὁ μὲν γὰρ ἀνθρώποις ἀρέσκειν προαιρούμενος θεῷ ἀρέσαι οὐ δύναται, ἐπεὶ μὴ τὰ συμφέροντα, ἀλλὰ τὰ τέρποντα αἱροῦνται οἱ πολλοί·
 [08093]  ἀρέσκων δέ τις τῷ θεῷ τοῖς σπουδαίοις τῶν ἀνθρώπων [7.12.71.5] εὐάρεστος κατ' ἐπακολούθημα γίνεται.
 [08096]  οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν, θεῷ καὶ μαμωνᾷ.
 [08190]  καὶ διδάσκει τὸν υἱόν, ἐὰν υἱὸς ᾖ τὸ γένος, ἀχώριστος ὢν τῆς ἐντολῆς καὶ τῆς ἐλπίδος, εὐχαριστῶν ἀεὶ τῷ θεῷ καθάπερ τὰ ζῷα τὰ δοξολόγα τὰ διὰ [7.12.80.5] Ἡσαΐου ἀλληγορούμενα, ὑπομονητικὸς πρὸς πᾶσαν πεῖραν·
 [08233]  [7.14.84.2] καὶ δὴ τῆς κατὰ τὸν γνωστικὸν ἡμῖν ὡς εἰπεῖν ἀπαθείας, καθ' ἣν ἡ τελείωσις τοῦ πιστοῦ δι' ἀγάπης εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας προβαίνουσα ἀφικνεῖται, ἐξομοιουμένη θεῷ, ἰσάγγελος ἀληθῶς γενομένη, πολλὰ μὲν καὶ ἄλλα ἐκ γραφῆς μαρτύρια ἔπεισι παρατίθεσθαι, ἄμεινον δὲ οἶμαι ὑπερθέσθαι τὴν τοιαύτην φιλοτιμίαν διὰ τὸ μῆκος τοῦ λόγου, τοῖς πονεῖν ἐθέλουσι καὶ προσεκπονεῖν τὰ [7.14.84.3] δόγματα κατ' ἐκλογὴν τῶν γραφῶν ἐπιτρέψαντα.
 [08246]  ὅ τι γὰρ θεὸς ἐπὶ δικαίους καὶ ἀδίκους τὸν αὑτοῦ ἐπιλάμπει ἥλιον καὶ τὸν κύριόν γε αὐτὸν ἐπὶ δικαίους ἔπεμψεν καὶ ἀδίκους, ὅ τε ἐξομοιοῦσθαι βιαζόμενος θεῷ, διὰ τῆς πολλῆς ἀμνησικακίας ἀφεὶς ἑβδομηκοντάκις ἑπτά (οἷον κατὰ πάντα τὸν βίον καὶ καθ' ὅλην τὴν κοσμικὴν περιήλυσιν ἑβδομάσιν ἀριθμουμέναις σημαινομένην), παντί τῳ χρηστεύεται, εἰ καί τις τὸν πάντα τοῦτον ἐν σαρκὶ βιοὺς χρόνον [7.14.85.3] ἀδικεῖ τὸν γνωστικόν.
 [08356]  ἡ ἀλήθεια δὲ οὐκ ἐν τῷ μετατιθέναι τὰ σημαινόμενα εὑρίσκεται (οὕτω μὲν γὰρ ἀνατρέψουσι πᾶσαν ἀληθῆ διδασκαλίαν), ἀλλ' ἐν τῷ διασκέψασθαι τί τῷ κυρίῳ καὶ τῷ παντοκράτορι θεῷ τελέως οἰκεῖόν τε καὶ πρέπον, κἀν τῷ βεβαιοῦν ἕκαστον τῶν ἀποδεικνυμένων κατὰ τὰς γραφὰς ἐξ [7.16.96.5] αὐτῶν πάλιν τῶν ὁμοίων γραφῶν.
 [08378]  οἷος γὰρ ὁ λόγος, τοιόσδε καὶ ὁ βίος εἶναι τῷ πιστῷ προσήκει, ὡς ἕπεσθαι δύνασθαι τῷ θεῷ, ἐξ ἀρχῆς τὰ πάντα [7.16.100.4] εὐθεῖαν περαίνοντι.
 [08389]  ἀποπίπτουσιν ἄρα τοῦδε τοῦ ὕψους οἱ μὴ ἑπόμενοι θεῷ ᾗ ἂν ἡγῆται, ἡγεῖται δὲ κατὰ τὰς [7.16.101.6] θεοπνεύστους γραφάς.
 [08463]  τὰ μὲν γὰρ διχηλοῦντα καὶ μηρυκισμὸν ἀνάγοντα τῶν ἱερείων καθαρὰ καὶ δεκτὰ τῷ θεῷ παραδίδωσιν ἡ γραφή, ὡς ἂν εἰς πατέρα καὶ εἰς υἱὸν διὰ τῆς πίστεως τῶν δικαίων τὴν πορείαν ποιουμένων (αὕτη γὰρ ἡ τῶν διχηλούντων ἑδραιότης) τῶν τὰ λόγια τοῦ θεοῦ νύκτωρ καὶ μεθ' ἡμέραν μελετώντων καὶ ἀναπεμπαζομένων ἐν τῷ τῆς ψυχῆς τῶν μαθημάτων δοχείῳ, ἣν * καὶ συνάσκησιν γνωστικὴν ὑπάρχουσαν [7.18.109.3] καθαροῦ ζῴου μηρυκισμὸν ὁ νόμος ἀλληγορεῖ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»