Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θεωρίαν [28]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θεωρίαν


000-00-00 Serial Number=0766230047
Fragmenta Ante [Go Back]  
 [00398]  Ὀλίγων ἡ ἀλήθεια καὶ τούτων, ὁπόσοι οἷοί τε ἂν εὑρεῖν αὐτήν, διὰ μακρᾶς ἐνδείξεως καὶ συνασκήσεως ἐπὶ τὴν θεωρίαν διαχειραγωγούμενοι.
000-00-00 Serial Number=0041073680
Paedagogus Ante [Go Back]  
 [01107]  ὁπόταν γάρ τις ἀπὸ τῶν ἐκτὸς καὶ αὐτῆς ἔτι τῆς τοῦ σώματος ἀγωγῆς ἐπὶ τὴν διάνοιαν ἀχθεὶς ὑπὸ τοῦ λόγου τὴν θεωρίαν τῶν κατὰ τὸν ἄνθρωπον συμβαινόντων κατὰ φύσιν ἀκριβῶς ἐκμάθῃ, εἴσεται μὴ σπουδάζειν μὲν περὶ τὰ ἐκτός, τό τε ἴδιον τοῦ ἀνθρώπου, τὸ ὄμμα τῆς ψυχῆς, [2.1.1.3] ἐκκαθαίρειν, ἁγνίζειν δὲ καὶ τὴν σάρκα αὐτήν.
000-00-00 Serial Number=0237477839
Stromata Ante [Go Back]  
 [00095]  συνεξάπτει δὲ ἡ γραφὴ τὸ ζώπυρον τῆς ψυχῆς καὶ συντείνει τὸ οἰκεῖον ὄμμα πρὸς θεωρίαν, τάχα μέν τι καὶ ἐντιθεῖσα, [1.1.10.5] οἷον ὁ ἐγκεντρίζων γεωργός, τὸ δὲ ἐνυπάρχον ἀνακινοῦσα.
 [00131]  τά τε παρὰ τῶν ἐπισήμων δογματιζόμενα αἱρέσεων παραθήσεται, καὶ τούτοις ἀντερεῖ πάνθ' ὅσα προοικονομηθῆναι καθήκει τῆς κατὰ τὴν ἐποπτικὴν θεωρίαν γνώσεως, ἣ προβήσεται ἡμῖν κατὰ τὸν εὐκλεῆ καὶ σεμνὸν τῆς παραδόσεως κανόνα ἀπὸ τῆς τοῦ κόσμου γενέσεως προϊοῦσιν, <τὰ> ἀναγκαίως ἔχοντα προδιαληφθῆναι τῆς φυσικῆς θεωρίας προπαρατιθεμένη καὶ τὰ ἐμποδὼν ἱστάμενα τῇ ἀκολουθίᾳ προαπολυομένη, ὡς ἑτοίμους ἔχειν τὰς ἀκοὰς πρὸς τὴν παραδοχὴν τῆς γνωστικῆς παραδόσεως προκεκαθαρμένης τῆς γῆς ἀπό τε τῶν ἀκανθῶν καὶ τῆς πόας ἁπάσης γεωργικῶς εἰς καταφύτευσιν [1.1.15.3] ἀμπελῶνος.
 [00372]  [1.9.43.1] Ἔνιοι δὲ εὐφυεῖς οἰόμενοι εἶναι ἀξιοῦσι μήτε φιλοσοφίας ἅπτεσθαι μήτε διαλεκτικῆς, ἀλλὰ μηδὲ τὴν φυσικὴν θεωρίαν ἐκμανθάνειν, μόνην δὲ καὶ ψιλὴν τὴν πίστιν ἀπαιτοῦσιν, ὥσπερ εἰ μηδεμίαν ἠξίουν ἐπιμέλειαν ποιησάμενοι τῆς ἀμπέλου εὐθὺς ἐξ ἀρχῆς τοὺς [1.9.43.2] βότρυας λαμβάνειν.
 [00461]  ζητεῖτε γὰρ καὶ εὑρήσετε λέγει, ἀλλὰ τὴν ζήτησιν εἰς εὕρεσιν περαιοῖ, τὴν κενὴν ἐξελάσας φλυαρίαν, [1.11.51.5] ἐγκρίνων δὲ τὴν ὀχυροῦσαν τὴν πίστιν ἡμῖν θεωρίαν.
 [00638]  [1.15.73.4] παρὰ τούτῳ Ἀχιλλεὺς παιδεύεται ὁ ἐπ' Ἴλιον στρατεύσας, Ἱππὼ δὲἡ θυγάτηρ τοῦ Κενταύρου συνοικήσασα Αἰόλῳ ἐδιδάξατο αὐτὸν τὴν [1.15.73.5] φυσικὴν θεωρίαν, τὴν πάτριον ἐπιστήμην.
 [01481]  ἐν τούτοις ἅπασι τὴν φυσικὴν ἐμπεριείληφε θεωρίαν τὴν [2.2.5.2] κατὰ τὸν αἰσθητὸν κόσμον ἁπάντων τῶν γεγονότων.
 [01510]  πῶς γὰρ τούτων ὑπερφυᾶ θεωρίαν χωρήσαι ποτ' ἂν ψυχὴ διαμαχομένης ἔνδον τῆς περὶ τὴν μάθησιν [2.2.8.4] ἀπιστίας;
 [02140]  οὐδεὶς γὰρ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, ἀρκετὸν δὲ ἐὰν γενώμεθα ὡς ὁ διδάσκαλος, οὐ κατ' οὐσίαν, ἀδύνατον γὰρ ἴσον εἶναι πρὸς τὴν ὕπαρξιν τὸ θέσει τῷ φύσει, τῷ δὲ ἀιδίους γεγονέναι καὶ τὴν τῶν ὄντων θεωρίαν ἐγνωκέναι καὶ υἱοὺς προσηγορεῦσθαι καὶ τὸν πατέρα ἀπὸ τῶν οἰκείων καθορᾶν [2.17.77.5] μόνον.
 [02540]  Ἀναξαγόραν μὲν γὰρ τὸν Κλαζομένιον τὴν θεωρίαν φάναι τοῦ βίου τέλος εἶναι καὶ τὴν ἀπὸ ταύτης ἐλευθερίαν [2.21.130.3] λέγουσιν Ἡρακλειτόν τε τὸν Ἐφέσιον τὴν εὐαρέστησιν.
 [05303]  ὁ κύριος οὖν τοῦ λάκκου, ὁ γνωστικὸς αὐτός, ζημιωθήσεται, φησί, τὴν αἰτίαν ὑπέχων τοῦ σκανδαλισθέντος ἤτοι καταποθέντος τῷ μεγέθει τοῦ λόγου, μικρολόγου ἔτι ὄντος, ἢ μετακινήσας τὸν ἐργάτην ἐπὶ τὴν θεωρίαν καὶ ἀποστήσας διὰ προφάσεως τῆς αὐτοσχεδίου πίστεως.
 [05338]  εἶθ' οἳ μέν, ἀνθρωπίνας κατακρύψαντες δόξας, τοὺς ἀμαθεῖς ἐκώλυσαν ἐντυγχάνειν, τὴν δὲ τῶν ὄντων ὄντως ἁγίαν καὶ μακαρίαν θεωρίαν οὐ παντὸς μᾶλλον ἐπικεκρύφθαι συνέφερεν;
 [05512]  ἀκήκοεν γὰρ εὖ μάλα ὡς ὁ πάνσοφος Μωυσῆς εἰς τὸ ὄρος ἀνιὼν (διὰ τὴν ἁγίαν θεωρίαν ἐπὶ τὴν κορυφὴν τῶν νοητῶν) ἀναγκαίως [5.12.78.3] διαστέλλεται μὴ τὸν πάντα λαὸν συναναβαίνειν ἑαυτῷ·
 [06894]  ἔνεστι μὲν οὖν αὐτάρκως τὰ συνεκτικὰ τῶν πρὸς γνῶσιν φερόντων ἐκμαθόντα ἐφ' ἡσυχίας τοῦ λοιποῦ μένειν [6.11.91.5] ἀναπεπαυμένον, κατευθύνοντα τὰς πράξεις πρὸς τὴν θεωρίαν·
 [07189]  οὐ μόνον τοίνυν τοῖς ἐπιτυγχάνουσιν ἁπλῶς οὕτως δύσκολος ἡ τῆς ἀληθείας κτῆσις, ἀλλὰ καὶ ὧν τυγχάνει ἡ ἐπιστήμη οἰκεία, μηδὲ τούτοις ἀθρόαν δίδοσθαι τὴν θεωρίαν ἡ κατὰ τὸν Μωυσέα ἱστορία διδάσκει, μέχρις ἂν ἐθισθέντες ἀντωπεῖν, καθάπερ οἱ Ἑβραῖοι τῇ δόξῃ τῇ Μωυσέως καὶ οἱ ἅγιοι τοῦ Ἰσραὴλ ταῖς τῶν ἀγγέλων ὀπτασίαις, οὕτως καὶ ἡμεῖς ταῖς τῆς ἀληθείας μαρμαρυγαῖς ἀντιβλέπειν δυνηθῶμεν.
 [07472]  ὁποῖος γὰρ κατὰ τὴν θεωρίαν ἐν τοῖς φυσικοῖς, μετὰ ταῦτα δηλωθήσεται, ἐπὰν περὶ γενέσεως κόσμου διαλαμβάνειν ἀρξώμεθα.
 [07494]  ταύτας ἄμφω τὰς διακονίας ἄγγελοί τε ὑπηρετοῦνται τῷ θεῷ κατὰ τὴν τῶν περιγείων οἰκονομίαν καὶ αὐτὸς ὁ γνωστικός, θεῷ μὲν διακονούμενος, ἀνθρώποις δὲ τὴν βελτιωτικὴν ἐνδεικνύμενος θεωρίαν, ὅπως ἂν καὶ παιδεύειν ᾖ τεταγμένος εἰς τὴν τῶν ἀνθρώπων ἐπανόρθωσιν.
 [07554]  ἀγωγὸν δὲ τὸ ἐραστὸν πρὸς τὴν ἑαυτοῦ θεωρίαν παντὸς τοῦ ὅλον ἑαυτὸν τῇ τῆς γνώσεως ἀγάπῃ [7.2.11.1] ἐπιβεβληκότος τῇ θεωρίᾳ.
 [07566]  πλὴν ἐκείνας φημὶ τὰς γνωστικὰς ψυχάς, τῇ μεγαλοπρεπείᾳ τῆς θεωρίας ὑπερβαινούσας ἑκάστης ἁγίας τάξεως τὴν πολιτείαν, καθ' ἃς αἱ μακάριαι θεῶν οἰκήσεις διωρισμέναι διακεκλήρωνται, ἁγίας ἐν ἁγίοις λογισθείσας καὶ μετακομισθείσας ὅλας ἐξ ὅλων, εἰς ἀμείνους ἀμεινόνων τόπων τόπους ἀφικομένας, οὐκ ἐν κατόπτροις ἢ διὰ κατόπτρων ἔτι τὴν θεωρίαν ἀσπαζομένας τὴν θείαν, ἐναργῆ δὲ ὡς ἔνι μάλιστα καὶ ἀκριβῶς εἰλικρινῆ τὴν ἀκόρεστον ὑπερφυῶς ἀγαπώσαις ψυχαῖς ἑστιωμένας θέαν, ἀιδίως ἀίδιον εὐφροσύνην ἀκόρεστον καρπουμένας, εἰς τοὺς ἀτελευτήτους αἰῶνας ταὐτότητι τῆς ὑπεροχῆς ἁπάσας τετιμημένας διαμένειν.
 [07589]  οὗτος ὁ τῷ ὄντι μονογενής, ὁ τῆς τοῦ παμβασιλέως καὶ παντοκράτορος πατρὸς δόξης χαρακτήρ, ἐναποσφραγιζόμενος τῷ γνωστικῷ τὴν τελείαν θεωρίαν κατ' εἰκόνα τὴν ἑαυτοῦ, ὡς εἶναι τρίτην ἤδη τὴν θείαν εἰκόνα τὴν ὅση δύναμις ἐξομοιουμένην πρὸς τὸ δεύτερον αἴτιον, πρὸς τὴν ὄντως ζωήν, δι' ἣν ζῶμεν τὴν ἀληθῆ ζωήν, οἷον ἀπογράφοντες τὸν γνωστικὸν <τύπον> γινόμενον ἡμῖν, περὶ τὰ βέβαια καὶ παντελῶς ἀναλλοίωτα ἀναστρεφόμενον.
 [07866]  κορυφαῖος δ' ἤδη ὁ γνωστικὸς θεωρίαν εὔχεται αὔξειν τε καὶ παραμένειν, καθάπερ ὁ κοινὸς ἄνθρωπος τὸ [7.7.46.5] συνεχὲς ὑγιαίνειν.
 [07903]  διὰ τούτων ἑαυτὸν ἑνοποιεῖ τῷ θείῳ χορῷ, ἐκ τῆς [7.7.49.5] συνεχοῦς μνήμης εἰς ἀείμνηστον θεωρίαν ἐντεταγμένος.
 [07994]  τὸν βίον γὰρ τοῦ γνωστικοῦ διαγράφειν ἡμῖν πρόκειται τὰ νῦν, οὐχὶ τὴν τῶν δογμάτων θεωρίαν παρατίθεσθαι, ἣν ὕστερον κατὰ τὸν ἐπιβάλλοντα καιρὸν ἐκθησόμεθα, σῴζοντες ἅμα καὶ τὴν ἀκολουθίαν.
 [08107]  παρθένοι μὲν γὰρ ὡς κακῶν ἀπεσχημέναι, προσδεχόμεναι δὲ διὰ τὴν ἀγάπην τὸν κύριον, καὶ τὸ οἰκεῖον ἀνάπτουσαι φῶς εἰς τὴν [7.12.72.6] τῶν πραγμάτων θεωρίαν, φρόνιμοι ψυχαὶ [7ποθοῦμέν] σε, ὦ κύριε,7 λέγουσαι, [7ἤδη] ποτὲ ἀπολαβεῖν, ἀκολούθως οἷς ἐνετείλω ἐζήσαμεν, μηδὲν τῶν παρηγγελμένων παραβεβηκυῖαι·
 [08226]  [7.13.83.3] διὸ καὶ κατὰ τὴν τῶν κοσμικῶν χρῆσιν οὐ μόνον εὐχαριστεῖ καὶ θαυμάζει τὴν κτίσιν, ἀλλὰ καὶ χρώμενος ὡς προσῆκεν ἐπαινεῖται, ἐπεὶ τὸ τέλος αὐτῷ δι' ἐνεργείας γνωστικῆς τῆς κατὰ τὰς ἐντολὰς [7.13.83.4] εἰς θεωρίαν περαιοῦται.
 [08626]  πρὸς δὲ τὴν τούτων θεωρίαν ἡ τῶν καθ' ἕκαστα γνῶσις καὶ ἡ τῶν καθόλου συνυποβάλλει [8.6.17.4] καὶ τὰ πρότερα καὶ αἱ ἐπὶ τὰς διαφορὰς αἱ διαιρέσεις αὐτῶν.
 [08627]  ἡ μὲν οὖν ἐπαγωγὴ φέρει τὸ καθόλου καὶ τὸν ὁρισμόν, αἱ δὲ διαιρέσεις τὰ εἴδη καὶ τὸ τί ἦν εἶναι καὶ τὸ ἄτομον, ἡ δὲ θεωρία τοῦ ποσαχῶς τὴν λῆψιν τοῦ οἰκείου, αἱ δὲ διαπορήσεις τὰς κατ' αὐτὰς διαφορὰς καὶ τὰς ἀποδείξεις καὶ ἄλλως τὴν θεωρίαν συναύξουσι τά τε παρεπόμενα αὐτῇ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»