Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θυμοῦ [11]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θυμοῦ


000-00-00 Serial Number=0685105443
Fragmenta Ante [Go Back]  
 [00251]  οὐδὲ ἡττηθήσεται μὲν γαστριμαργίας, ἡττηθήσεται δὲ ἐπιζέ οντος θυμοῦ, ἡττηθήσεται δὲ τῶν ἄλλων παθῶν, ἕτοιμον αὐτοῖς ἅρπαγμα προκείμενος.
000-00-00 Serial Number=0813439190
Paedagogus Ante [Go Back]  
 [00697]  ὀδόντας θηρίων ἐπαποστελῶ εἰς αὐτούς, μετὰ θυμοῦ συρόντων ἐπὶ τῆς γῆς.
 [01035]  Τὸ μὲν οὖν μέλι γλυκύτατον ὂν χολῆς ἐστι γεννητικόν, ὡς τὸ ἀγαθὸν καταφρονήσεως, ὃ δὴ αἴτιον τοῦ ἐξαμαρτάνειν, τὸ δὲ νᾶπυ καὶ τῆς χολῆς μειωτικόν, τουτέστι τοῦ θυμοῦ, καὶ τοῦ φλέγματος διακοπτικόν, τουτέστι τοῦ τύφου·
000-00-00 Serial Number=0020906210
Stromata Ante [Go Back]  
 [01295]  τοῦ γὰρ θυμοῦ τὸ [1.24.158.5] μὲν φιλόνικον μόνον ἐστίν, αὐτοῦ τοῦ κρατεῖν ἕνεκα τὴν δυναστείαν πεποιημένον, τὸ δὲ φιλόκαλον, εἰς καλὸν καταχρωμένης τῆς ψυχῆς [1.24.159.1] τῷ θυμῷ.
 [03244]  ὅταν δὲ καὶ τούτων ὑπεραναβάς, τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας, ἔργῳ ἀγαπήσῃ τὴν κτίσιν διὰ τὸν πάντων θεόν τε καὶ ποιητήν, γνωστικῶς βιώσεται, ἕξιν ἐγκρατείας ἄπονον περιπεποιημένος κατὰ τὴν πρὸς τὸν σωτῆρα ἐξομοίωσιν, ἑνώσας τὴν γνῶσιν, [3.10.69.4] πίστιν, ἀγάπην, εἷς ὢν ἐνθένδε τὴν κρίσιν καὶ πνευματικὸς ὄντως, ἀπαράδεκτος τῶν κατὰ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν διαλογισμῶν πάντῃ πάντως, ὁ κατ' εἰκόνα ἐκτελούμενος τοῦ κυρίου πρὸς αὐτοῦ τοῦ τεχνίτου, ἄνθρωπος τέλειος, ἄξιος ἤδη τοῦ ἀδελφὸς πρὸς τοῦ κυρίου ὀνομάζεσθαι, φίλος ἅμα οὗτος καὶ υἱός ἐστιν.
 [03632]  πολλοὶ δὲ οἱ ἐν ποσὶ χάρακες καὶ τάφροι τῆς ἐπιθυμίας τά τε ὀργῆς καὶ θυμοῦ βάραθρα, ἃ διαπηδᾶν ἀνάγκη καὶ πᾶσαν ἀποφεύγειν τὴν τῶν ἐπιβουλῶν ἀνασκευὴν τὸν μηκέτι δι' ἐσόπτρου τὴν γνῶσιν τοῦ θεοῦ κατοψόμενον·
 [03786]  πραεῖς δέ εἰσιν οἱ τὴν ἄσπειστον μάχην τὴν ἐν τῇ ψυχῇ καταπεπαυκότες θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων εἰδῶν.
 [03815]  τὸν ἀντιστρατηγοῦντα νόμον τῷ φρονήματι τοῦ νοῦ ἡμῶν, τοῦ θυμοῦ τὰς ἀπειλὰς καὶ τῆς ἐπιθυμίας τὰ δελέατα τά τε ἄλλα πάθη, ὅσα πολεμεῖ τὸν λογισμόν, τιθασεύσαντες καὶ ἐξημερώσαντες, οἱ μετ' ἐπιστήμης ἔργων τε ἀγαθῶν καὶ λόγου ἀληθοῦς καταβιώσαντες εἰς υἱοθεσίαν ἀποκατασταθήσονται [4.6.40.3] τὴν προσφιλεστάτην.
 [03989]  ναὶ μὴν τὸ τῆς ἀνδρείας πρὸς τὸ εὐθαρσὲς καὶ τὸ ὑπομονητικὸν παραληπτέον, ὡς τῷ τύπτοντι τὴν σιαγόνα παραθεῖναι τὴν ἑτέραν καὶ τῷ τὸ ἱμάτιον αἴροντι καὶ τοῦ χιτῶνος παραχωρεῖν [4.8.61.3] θυμοῦ κρατοῦντας ἐρρωμένως.
 [06773]  [6.9.72.3] λῆρος γὰρ καὶ τὸ φάσκειν τὸν γνωστικὸν καὶ τέλειον μὴ δεῖν ἀφαιρεῖν θυμοῦ καὶ θάρσους, ὡς μὴ καὶ ἄνευ τούτων [6.9.73.1] κατεξαναστησομένου τῶν περιστάσεων οὐδ' ὑπομενοῦντος τὰ δεινά, ἀλλ', εἰ καὶ τὴν εὐθυμίαν ἀφέλοιμεν αὐτοῦ, ὡς πάντως ὑπὸ τῶν λυπηρῶν συγχεθησομένου καὶ διὰ τοῦτο κάκιστα ἀπαλλάξοντος.
 [06784]  ἀλλ' οὐδὲ ἐκείνων τῶν θρυλουμένων ἀγαθῶν, τουτέστι τῶν παρακειμένων τοῖς πάθεσιν παθητικῶν ἀγαθῶν, μετα λαμβάνει ὁ γνωστικός, οἷον εὐφροσύνης λέγω (ἥτις παράκειται τῇ ἡδονῇ) καὶ κατηφείας (αὕτη γὰρ τῇ λύπῃ παρέζευκται) καὶ εὐλαβείας (ὑπέσταλκεν γὰρ τῷ φόβῳ), ἀλλ' οὐδὲ θυμοῦ (παρὰ τὴν ὀργὴν οὗτος [6.9.75.1] τέτακται), κἂν λέγωσί τινες μηκέτ' εἶναι ταῦτα κακά, ἀλλ' ἤδη ἀγαθά.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»