Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κἂν [239]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κἂν


000-00-00 Serial Number=0836803973
Paedagogus Ante [Go Back]  
 [01150]  κἂν ἀγαπήσῃς κύριον τὸν θεόν σου καὶ τὸν πλησίον σου, ἐν οὐρανοῖς ἐστιν αὕτη ἡ ἐπουράνιος εὐωχία, ἡ δὲ ἐπίγειος δεῖπνον κέκληται, ὡς ἐκ τῆς γραφῆς ἀποδέδεικται, δι' ἀγάπην μὲν γινόμενον τὸ δεῖπνον, ἀλλ' οὐκ ἀγάπη τὸ δεῖπνον, δεῖγμα δὲ εὐνοίας κοινωνικῆς καὶ [2.1.6.2] εὐμεταδότου.
 [01412]  πίμπλαταί σου ἡ δίψα, κἂν βράδιον πίῃς, τὸ κόσμιον προσλαβοῦσα, κοσμίως καταμεριζομένου τοῦ ποτοῦ·
 [01441]  Ταχὺ γὰρ εἰς ἀταξίαν [2.2.33.3] ὑποσύρεται γυνή, κἂν μόνον ἐπιδῷ τὴν προαίρεσιν εἰς ἡδονάς.
 [01538]  Οὗτος ἡμῶν ὁ κῶμος ὁ εὐχάριστος, κἂν πρὸς κιθάραν ἐθελήσῃς ἢ λύραν ᾄδειν τε καὶ ψάλλειν, μῶμος οὐκ ἔστιν, Ἑβραῖον μιμήσῃ δίκαιον βασιλέα εὐχάριστον τῷ θεῷ.
 [02038]  ψιλὴ γὰρ ἡδονή, κἂν ἐν γάμῳ παραληφθῇ, [2.10.92.3] παράνομός ἐστι καὶ ἄδικος καὶ ἄλογος·
 [02225]  Ὁ γάρ τοι ἀρχαῖος ἄνθρωπος ὁ ἐν τῷ παραδείσῳ κλάδοις καὶ φύλλοις τὴν σκέπην τῆς αἰσχύνης παρεμέτρει, νυνὶ δὲ ἐπεὶ τὰ πρόβατα ἡμῖν δεδημιούργηται, μὴ κατὰ τὰ αὐτὰ τοῖς προβάτοις ἀφραίνωμεν, παιδαγωγούμενοι δὲ τῷ λόγῳ τὸ πολυτελὲς τῆς ἐσθῆτος διελέγχωμεν ἐπιλέγοντες, τρίχες ἐστὲ προβάτων, κἂν Μίλητος αὐχῇ, κἂν Ἰταλία δοξάζηται, κἂν ὑπὸ διφθέραις φυλάττωνται αἱ τρίχες, περὶ ἃς μεμήνασιν οἱ πολλοί, ἀλλὰ ἡμῖν γε οὐ σπουδαστέον.
 [02578]  Καὶ εἰ μή τις αὐτοὺς γυμνοὺς [3.3.17.4] ἴδοι, κἂν γυναῖκας ὑπολάβοι.
 [02662]  Μετέσχηκεν τοῦ λόγου τὸ αἷμα τὸ ἀνθρώπινον καὶ τῆς χάριτος κοινωνεῖ τῷ πνεύματι, κἂν ἀδικήσῃ τις αὐτό, οὐ λήσεται.
 [02680]  [3.4.28.2] Μὴ περιβλέπου δέ, φησί, ἐν ῥύμαις πόλεως, μηδὲ πλανῶ ἐν ταῖς ἐρημίαις αὐτῆς, ἐρημία γὰρ ὡς ἀληθῶς, κἂν ὄχλος ἀκολάστων ᾖ, ἔνθα μὴ πάρεστιν ἄνθρωπος σωφρονῶν.
 [02784]  καὶ δὴ βαδιστέον εὐαρμόστως τῷ λόγῳ, κἂν γυνή τῳ παρῇ καὶ τέκνα·
 [02875]  Μειρακίοις δὲ γυμνάσιον ἀπόχρη, κἂν βαλανεῖον παρῇ·
 [02958]  Αἱ δὲ σφραγῖδες ἡμῖν ἔστων πελειὰς ἢ ἰχθὺς ἢ ναῦς οὐριοδρομοῦσα ἢ λύρα μουσική, ᾗ κέχρηται Πολυκράτης, ἢ ἄγκυρα ναυτική, ἣν Σέλευκος ἐνεχαράττετο τῇ γλυφῇ, κἂν ἁλιεύων τις ᾖ, ἀποστόλου μεμνήσεται καὶ τῶν ἐξ ὕδατος ἀνασπωμένων παιδίων·
 [03329]  τὸ καλὸν τῆς ἐκκλησίας πληρώσωμεν πρόσωπον καὶ πρὸς τὴν ἀγαθὴν προσδράμωμεν οἱ νήπιοι μητέρα, κἂν ἀκροαταὶ τοῦ λόγου γενώμεθα, τὴν μακαρίαν δοξάζωμεν οἰκονομίαν, δι' ἣν παιδαγωγεῖται μὲν ὁ ἄνθρωπος, ἁγιάζεται δὲ ὡς θεοῦ παιδίον, καὶ πολιτεύεται μὲν ἐν οὐρανοῖς ἐπὶ γῆς παιδαγωγούμενος, πατέρα δὲ ἐκεῖ λαμβάνει, ὃν ἐπὶ γῆς [3.12.99.2] μανθάνει.
000-00-00 Serial Number=0981817722
Protrepticus Ante [Go Back]  
 [00085]  ᾄδει δὲ ἄλλοις, καθάπερ ἰατρὸς ἀγαθὸς τῶν νοσούντων σωμάτων τὰ μὲν καταπλάττων, τὰ δὲ καταλεαίνων, τὰ δὲ καταντλῶν, τὰ δὲ καὶ σιδήρῳ διαιρῶν, ἐπικαίων δὲ ἄλλα, ἔστι δ' οὗ καὶ ἀποπρίων, εἴ πως οἷόν τε [1.8.3] κἂν παρὰ μέρος ἢ μέλος τὸν ἄνθρωπον ὑγιᾶναι.
 [00499]  Ὑμεῖς δὲ ἀλλὰ κἂν νῦν δεισιδαιμονίας ἐκλάθεσθε, τοὺς τάφους τιμᾶν αἰσχυνόμενοι.
 [00668]  τὸν δὲ Ἡρακλέα δείκνυσιν ἡ πυρά, κἂν γυμνὴν ἴδῃ τις ἀνάγραπτον γυναῖκα, [4.57.3] τὴν χρυσῆν Ἀφροδίτην νοεῖ.
 [00688]  Γάμοι τε οὖν ἔτι καὶ παιδοποιίαι καὶ λοχεῖαι θεῶν μνημονευόμεναι καὶ μοιχεῖαι ᾀδόμεναι καὶ εὐωχίαι κωμῳδούμεναι καὶ γέλωτες παρὰ πότον εἰσαγόμενοι προτρέπουσι δή με ἀνακραγεῖν, κἂν σιωπῆσαι θέλω·
 [00804]  Οἶδά σου τοὺς διδασκάλους, κἂν ἀποκρύπτειν ἐθέλῃς·
 [00920]  Ἀλλὰ κἂν νῦν φυλάξασθε τὰς ἀπειλάς·
 [01035]  [10.89.2] Εἶτα ἐπὶ τῶν πάτων αἱ παρεκβάσεις καίτοι ἐπιζήμιοι καὶ ἐπισφαλεῖς οὖσαι, ὅμως γλυκεῖαί πως προσπίπτουσιν, ἐπὶ δὲ τοῦ βίου οὐχὶ τὸ ἔθος καταλιπόντες τὸ πονηρὸν καὶ ἐμπαθὲς καὶ ἄθεον, κἂν οἱ πατέρες χαλεπαίνωσιν, ἐπὶ τὴν ἀλήθειαν ἐκκλινοῦμεν καὶ τὸν ὄντως ὄντα πατέρα ἐπιζη τήσομεν, οἷον δηλητήριον φάρμακον τὴν συνήθειαν ἀπωσά [10.89.3] μενοι;
 [01105]  [10.96.1] Πιστεύσατε ἡμῖν κἂν ὡς μέθῃ, ἵνα σωφρονήσητε·
 [01106]  πιστεύσατε κἂν ὡς ὕβρει, ἵνα ζήσητε.
 [01240]  Κἂν τὸ γῆρας αἰδέσθητε, ἐπὶ δυσμαῖς τοῦ βίου γενόμενοι σωφρονήσατε, κἂν ἐπὶ τέλει τοῦ βίου τὸν θεὸν ἐπίγνωτε, ὡς δὴ τὸ τέλος ὑμῖν τοῦ βίου ἀρχὴν ἀναλάβοι σωτηρίας.
000-00-00 Serial Number=0082848251
Quis dives salvetur Ante [Go Back]  
 [00146]  ἐπειδὴ τὰ μὲν ἐντός ἐστι τῆς ψυχῆς, τὰ δὲ ἐκτός, κἂν μὲν ἡ ψυχὴ χρῆται καλῶς, καλὰ καὶ ταῦτα δοκεῖ, ἐὰν δὲ πονηρῶς, πονηρά, ὁ κελεύων ἀπαλλοτριοῦν τὰ ὑπάρ χοντα πρότερον ταῦτα παραιτεῖται ὧν ἀναιρεθέντων ἔτι τὰ πάθη μένει, ἢ ἐκεῖνα μᾶλλον ὧν ἀναιρεθέντων καὶ τὰ κτήματα χρήσιμα [15.2] γίνεται;
 [00162]  ὁ μὲν γὰρ ἔχων κτήματα καὶ χρυσὸν καὶ ἄργυρον καὶ οἰκίας ὡς θεοῦ δωρεὰς καὶ τῷ τε διδόντι θεῷ λειτουργῶν ἀπ' αὐτῶν εἰς ἀνθρώ πων σωτηρίαν καὶ εἰδὼς ὅτι ταῦτα κέκτηται διὰ τοὺς ἀδελφοὺς μᾶλλον ἢ ἑαυτὸν καὶ κρείττων ὑπάρχων τῆς κτήσεως αὐτῶν, μὴ δοῦλος ὢν ὧν κέκτηται μηδὲ ἐν τῇ ψυχῇ ταῦτα περιφέρων μηδὲ ἐν τούτοις ὁρίζων καὶ περιγράφων τὴν ἑαυτοῦ ζωήν, ἀλλά τι καὶ καλὸν ἔργον καὶ θεῖον ἀεὶ διαπονῶν, κἂν ἀποστερηθῆναι δέῃ ποτὲ τούτων, δυνάμενος ἵλεῳ τῇ γνώμῃ καὶ τὴν ἀπαλλαγὴν αὐτῶν ἐνεγ κεῖν ἐξ ἴσου καθάπερ καὶ τὴν περιουσίαν, οὗτός ἐστιν ὁ μακαριζό μενος ὑπὸ τοῦ κυρίου καὶ πτωχὸς τῷ πνεύματι καλούμενος, κληρο νόμος ἕτοιμος οὐρανοῦ βασιλείας, οὐ πλούσιος ζῆσαι μὴ δυνάμενος·
 [00257]  κἂν ἀδελφὸς ὅμοια λέγῃ κἂν τέκνον κἂν γυνὴ κἂν ὁστισοῦν, πρὸ πάντων ἐν σοὶ Χριστὸς ὁ νικῶν ἔστω·
 [00264]  κἂν ὁ δέξιός σου ὀφθαλμὸς σκανδαλίζῃ σε, ταχέως ἔκκοψον αὐτόν·
 [00266]  κἂν χεὶρ κἂν ποὺς κἂν ἡ ψυχή, μίσησον αὐτήν.
 [00278]  μετὰ διωγμοῦ τοιούτου πλοῦτον ἐὰν ἔχῃς τὸν αἰσθητὸν κἂν ἀδελφοὺς τοὺς πρὸς αἵματος καὶ τὰ ἄλλα ἐνέχυρα, κατάλιπε τὴν τούτων παγκτησίαν τὴν ἐπὶ κακῷ, εἰρήνην σεαυτῷ παράσχες, ἐλευθερώθητι διωγμοῦ μακροῦ, ἀποστράφηθι πρὸς τὸ εὐαγγέλιον ἀπ' ἐκείνων, ἑλοῦ τὸν σωτῆρα πρὸ πάντων, τὸν τῆς σῆς συνήγορον καὶ παράκλητον ψυχῆς, [25.8] τὸν τῆς ἀπείρου πρύτανιν ζωῆς.
 [00361]  τὴν πανήγυ ριν, ὦ πλούσιε, κἂν δέῃ, περίελθε γῆν ὅλην, μὴ φείσῃ κινδύνων καὶ [32.3] πόνων, ἵν' ἐνταῦθα βασιλείαν οὐράνιον ἀγοράσῃς.
 [00397]  οὐ μὴν ἀλλ' εἰσὶν ἤδη τινὲς καὶ τῶν ἐκλεκτῶν ἐκλεκτότεροι, καὶ τοσούτῳ μᾶλλον ᾗ ἧττον ἐπίσημοι, τρόπον τινὰ ἐκ τοῦ κλύδωνος τοῦ κόσμου νεωλκοῦντες ἑαυτοὺς καὶ ἐπανάγοντες ἐπ' ἀσφαλές, οὐ βουλόμενοι δοκεῖν ἅγιοι, κἂν εἴπῃ τις, αἰσχυνόμενοι, ἐν βάθει γνώμης ἀποκρύπτοντες τὰ ἀνεκλάλητα μυστήρια, καὶ τὴν αὑτῶν εὐγένειαν ὑπερηφανοῦντες ἐν κόσμῳ βλέπεσθαι, οὓς ὁ λόγος φῶς τοῦ κόσμου καὶ ἅλας τῆς [36.2] γῆς καλεῖ.
 [00429]  ἐὰν ταύτην ἐμβάληταί τις τῇ ψυχῇ, δύναται, κἂν ἐν ἁμαρτήμασιν ᾖ γεγεννημένος, κἂν πολλὰ τῶν κεκωλυμένων εἰργασμένος, αὐξήσας τὴν ἀγάπην καὶ μετάνοιαν καθαρὰν λαβὼν [38.5] ἀναμαχέσασθαι τὰ ἐπταισμένα.
 [00438]  κἂν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν ἔριον, ὡς χιόνα λευκανῶ, κἂν μελάντερον τοῦ [39.5] σκότους, ὡς ἔριον λευκὸν ἐκνίψας ποιήσω.
 [00463]  αἰδοῦ κἂν ἕνα, φοβοῦ κἂν ἕνα, μελέτησον ἀκούειν κἂν [41.2] ἑνὸς παρρησιαζομένου καὶ στύφοντος ἅμα καὶ θεραπεύοντος.
000-00-00 Serial Number=0109041333
Stromata Ante [Go Back]  
 [00322]  οὐδὲν οὖν ὄφελος αὐτοῖς μετὰ τὴν τελευτὴν τοῦ βίου, κἂν εὐεργεῖς ὦσι νῦν, εἰ μὴ πίστιν [1.7.38.3] ἔχοιεν.
 [00418]  κἂν πύθῃ πάλιν·
 [00425]  κἂν φυλάξῃς, φησὶν ὁ Πυθαγόρειος ἐν τῷ Πλάτωνος Πολιτικῷ, τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος εἰς [1.10.48.3] γῆρας ἀναφανήσῃ φρονήσεως.
 [00434]  οὔκουν πλατύνειν τὰ φυλακτήρια χρή ποτε κενοδοξίαν ζηλοῦντας, ἀρκεῖ δὲ τῷ [1.10.49.2] γνωστικῷ κἂν εἷς μόνος ἀκροατὴς εὑρεθῇ.
 [00471]  ὁ δὲ νήπιος, κἂν κληρονόμος ᾖ, οὐδὲν δούλου διαφέρει ἄχρι τῆς [1.11.53.2] προθεσμίας τοῦ πατρός.
 [00499]  ὁ γοῦν αἰὼν τοῦ χρόνου τὸ μέλλον καὶ τὸ ἐνεστός, ἀτὰρ δὴ καὶ τὸ παρῳχηκὸς ἀκαριαίως συνίστησι, πολὺ δὲ πλέον δυνατωτέρα τοῦ αἰῶνος ἡ ἀλήθεια συναγαγεῖν τὰ οἰκεῖα σπέρματα, κἂν εἰς τὴν ἀλλοδαπὴν ἐκπέσῃ γῆν.
 [00503]  ἀτὰρ καὶ ἐν τῷ κόσμῳ παντὶ τὰ μέρη σύμπαντα, κἂν διαφέρηται πρὸς ἄλληλα, τὴν πρὸς τὸ ὅλον οἰκειότητα [1.13.57.6] διαφυλάττει.
 [00522]  ὁρᾷς ὅπως κἂν τοῖς Ἑλλήνων προφήταις δίδωσί τι τῆς ἀληθείας καὶ οὐκ ἐπαισχύνεται πρός τε οἰκοδομὴν καὶ πρὸς ἐντροπὴν διαλεγόμενός τινων Ἑλληνικοῖς [1.14.59.4] συγχρῆσθαι ποιήμασι;
 [00747]  κυβερνῶνται δὲ ὑπὸ τῆς καθόλου [1.17.86.2] προνοίας ἐπὶ τέλος ὑγιεινόν, κἂν νοσοποιὸς ᾖ ἡ αἰτία.
 [00769]  κἂν πύθῃ τὴν αἰτίαν τῆς δοξοσοφίας αὐτῶν, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν ἐρεῖ.
 [00787]  κἂν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐφ' ἡμῖν κείμενα διελέγχουσα καὶ τὴν αἵρεσιν καὶ τὴν ἐκτροπήν·
 [00886]  ἤδη δὲ ὁ κλέπτης ὅπερ ὑφελόμενος ἔχει ἀληθῶς ἔχει, κἂν χρυσίον ᾖ κἂν ἄργυρος κἂν λόγος κἂν δόγμα.
 [01004]  κἂν ἕπεσθαί τις βουληθῇ τῷ γραμματικῷ Κράτητι καὶ λέγῃ περὶ τὴν Ἡρακλειδῶν κάθοδον Ὅμηρον γεγονέναι μετὰ ἔτη ὀγδοήκοντα τῆς Ἰλίου ἁλώσεως, εὑρεθήσεται πάλιν Σολομῶνος μεταγενέστερος, ἐφ' οὗ ἡ Μενελάου εἰς Φοινίκην ἄφιξις, ὡς [1.21.117.7] προείρηται.
 [01320]  [1.24.163.2] τῷ Θρασυβούλῳ νύκτωρ ἀσελήνου καὶ δυσχειμέρου τοῦ καταστήματος γεγονότος πῦρ ἑωρᾶτο προηγούμενον, ὅπερ αὐτοὺς ἀπταίστως προπέμψαν κατὰ τὴν Μουνυχίαν ἐξέλιπεν, ἔνθα νῦν ὁ τῆς Φωσφόρου [1.24.163.3] βωμός ἐστι, πιστὰ τοίνυν τὰ ἡμέτερα κἂν ἐντεῦθεν γενέσθω τοῖς Ἕλλησιν, ὅτι ἄρα δυνατὸν τῷ παντοκράτορι θεῷ προηγεῖσθαι ποιῆσαι τοῖς Ἑβραίοις νύκτωρ στῦλον πυρὸς τὸν καὶ καθηγησάμενον [1.24.163.4] αὐτοῖς τῆς ὁδοῦ.
 [01401]  ταῦτα γὰρ δύνασθαι τὸν νόμον ὁμολογεῖται, κἂν οἱ κατὰ νόμον μὴ πολιτευόμενοι ὡς ἐν νόμῳ ἀλαζονεύωνται βιοῦντες·
 [01454]  διαδέξεται δὲ εἰκότως τοὺς γενναίους τῶν φιλοσόφων ἔλεγχος ἀγαπητικὸς τοῦ βίου τε αὐτῶν καὶ τῆς εὑρέσεως τῶν καινῶν δογμάτων, οὐκ ἀμυνομένων ἡμῶν τοὺς κατηγόρους (πολλοῦ γε καὶ δεῖ, τοὺς εὐλογεῖν μεμαθηκότας τοὺς καταρωμένους, κἂν βλασφήμους κενῶς καταφέρωσιν ἡμῶν λόγους), ἀλλ' εἰς ἐπιστροφὴν τὴν ἐκείνων αὐτῶν, εἴ πως ἐπαισχυνθεῖεν οἱ πάνσοφοι δι' ἐλέγχου βαρβάρου σωφρονισθέντες, ὡς διιδεῖν ὀψὲ γοῦν δυνηθῆναι, ὁποῖα ἄρα εἴη τὰ [2.1.2.3] μαθήματα, ἐφ' ἃ στέλλονται τὰς ἀποδημίας τὰς διαποντίους.
 [01497]  ἀλλ' οὐδὲ ἑαυτῷ ᾠκοδόμησεν ἀχώρητος ὤν, κἂν ὁ οὐρανὸς θρόνος αὐτοῦ λέγηται, οὐδ' οὕτω [2.2.6.4] περιέχεται, ἐπαναπαύεται δὲ τερπόμενος τῇ δημιουργίᾳ.
 [01690]  κἂν μὴ πιστεύσῃ κόλασιν μὲν ἐπηρτῆσθαι τῷ πλημμελοῦντι, σωτηρίαν δὲ τῷ κατὰ τὰς ἐντολὰς βιοῦντι, οὐδ' οὕτως μεταβαλεῖται.
 [01725]  εἰ γὰρ ἀνθρώπινον ἦν τὸ ἐπιτήδευμα, ὡς Ἕλληνες ὑπέλαβον, κἂν ἀπέσβη·
 [01871]  κἂν τὸ ποιεῖν καλῶς ᾖ τισιν ἐξησκημένον, ἀλλὰ τὸ ἐπίστασθαι, ὡς χρηστέον καὶ ποιητέον, καὶ συνεκπονητέον, καθὸ καὶ ὁμοιοῦταί τις θεῷ, θεῷ λέγω τῷ σωτῆρι, θεραπεύων τὸν τῶν ὅλων θεὸν διὰ τοῦ ἀρχιερέως λόγου, δι' οὗ καθορᾶται τὰ κατ' ἀλήθειαν καλὰ καὶ δίκαια.
 [01983]  ὁ δὲ καὶ μετὰ ταῦτα ἁμαρτήσας, εἶτα μετανοῶν, κἂν συγγνώμης τυγχάνῃ, αἰδεῖσθαι ὀφείλει, μηκέτι [2.13.58.2] λουόμενος εἰς ἄφεσιν ἁμαρτιῶν.
 [02218]  κἂν οὖν τύχῃ μακρὰν ἀφεστὼς ὁ δεσπότης, μετὰ τῶν σαυτοῦ διαφυλάξας ἄχρις ἂν κομίσηται ἀπόδος.
 [02226]  τούς τε πολεμίους, κἂν ἤδη τοῖς τείχεσιν ἐφεστῶτες ὦσιν ἑλεῖν τὴν πόλιν πειρώμενοι, μήπω νομίζεσθαι πολεμίους, ἄχρις ἂν αὐτοὺς [2.18.88.4] ἐπικηρυκευσάμενοι προσκαλέσωνται πρὸς εἰρήνην.
 [02236]  κἂν πλανώμενον μέντοι, φησίν, ἐχθροῦ τινος ὑποζύγιον εὕρῃς, τὰ τῆς διαφορᾶς παραλιπὼν ὑπεκκαύματα ἀπαγαγὼν ἀπόδος.
 [02257]  χάρισαι γοῦν, φησί, τῇ μητρὶ τὸ ἔκγονον κἂν ἑπτὰ τὰς πρώτας ἡμέρας.
 [02294]  κἂν εἷς ᾖ τὸν ἀριθμόν, ἐπ' ἴσης τῷ λαῷ τετίμηται·
 [02355]  κἂν μετὰ λεόντων καθειρχθῇ, ἡμερώσει τὰ θηρία, κἂν εἰς πῦρ ἐμβληθῇ, δροσισθήσεται, ἀλλ' οὐκ ἐκπυρωθήσεται·
 [02376]  [2.20.107.2] ἐγὼ δὲ ἀποδέχομαι τὸν Ἀντισθένη, τὴν Ἀφροδίτην λέγοντα κἂν κατατοξεύσαιμι, εἰ λάβοιμι, ὅτι πολλὰς ἡμῶν καλὰς καὶ ἀγαθὰς [2.20.107.3] γυναῖκας διέφθειρεν.
 [02379]  δείκνυται γὰρ διὰ τούτων ἡττᾶσθαι τοὺς ἀμαθεστέρους δι' ἄγνοιαν ἡδονῆς, ἣν οὐ χρὴ προσίεσθαι, κἂν θεὸς λέγηται, τουτέστι κἂν θεόθεν ἐπὶ τὴν τῆς [2.20.107.4] παιδοποιίας χρείαν δεδομένη τυγχάνῃ.
 [02508]  [2.21.127.1] Ἐπίκουρος δέ, ἐν τῷ μὴ πεινῆν μηδὲ διψῆν μηδὲ ῥιγοῦν τὴν εὐδαιμονίαν τιθέμενος τὴν ἰσόθεον, ἐπεφώνησε φωνὴν ἀσεβῶς εἰπών, ἐν τούτοις κἂν ∆ιὶ πατρὶ μάχεσθαι, ὥσπερ ὑῶν σκατοφάγων καὶ οὐχὶ τῶν λογικῶν καὶ φιλοσόφων τὴν μακαρίαν νίκην δογματίζων.
 [02713]  [3.1.3.3] Ταύτας παρεθέμην τὰς φωνὰς εἰς ἔλεγχον τῶν μὴ βιούντων ὀρθῶς Βασιλειδιανῶν, ὡς ἤτοι ἐχόντων ἐξουσίαν καὶ τοῦ ἁμαρτεῖν διὰ τὴν τελειότητα, ἢ πάντως γε σωθησομένων φύσει, κἂν νῦν ἁμάρτωσι, διὰ τὴν ἔμφυτον ἐκλογήν, ἐπεὶ μηδὲ ταὐτὰ αὐτοῖς πράττειν [3.1.3.4] συγχωροῦσιν οἱ προπάτορες τῶν δογμάτων.
 [02769]  ἀλλ' οὗτοί γε ἀσεβεῖ θεομαχίᾳ τῶν κατὰ φύσιν ἐκστάντες λογισμῶν, τῆς μακροθυμίας καὶ χρηστότητος τοῦ θεοῦ καταφρονοῦντες, εἰ καὶ μὴ γαμεῖν ἐθέλουσιν, ἀλλὰ τροφαῖς χρῶνται ταῖς κτισταῖς καὶ τὸν ἀέρα τοῦ δημιουργοῦ ἀναπνέουσιν, αὐτοῦ τε ὄντες ἔργα καὶ ἐν τοῖς αὐτοῦ καταμένοντες, τήν τε ξένην, ὥς φασι, γνῶσιν εὐαγγελίζονται, κἂν κατὰ τοῦτο χάριν ἐγνωκέναι τῷ [3.3.13.1] κυρίῳ τοῦ κόσμου ὀφείλοντες καθ' ὃ ἐνταῦθα εὐηγγελίσθησαν.
 [02870]  κἂν συγχρήσωνται τῇ τοῦ κυρίου φωνῇ λέγοντος τῷ Φιλίππῳ·
 [02911]  κἂν εἰς ξένον τὸν κόσμον ἀφιγμένοι ὦσι, πιστοὶ [3.4.31.4] ἐν τῷ ἀλλοτρίῳ μὴ γενόμενοι, τὸ ἀληθὲς οὐχ ἕξουσιν.
 [02933]  ἀλλὰ καὶ ἡ ὄρεξις οὐ τοῦ σώματός ἐστι, κἂν διὰ τὸ σῶμα γίνηται.
 [02987]  κἂν ἐπ' ἐλευθερίᾳ κεκλῆσθαι λέγωσιν ἡμᾶς, μόνον μὴ τὴν ἐλευθερίαν εἰς [3.5.41.4] ἀφορμὴν τῇ σαρκὶ παρέχωμεν κατὰ τὸν ἀπόστολον·
 [02995]  ἐπεὶ δὲ βίος τις ἡμῖν μακάριος δι' ἐντολῶν ἐπιδέδεικται, ὧν χρὴ πάντας ἐχομένους μὴ παρακούοντας τῶν εἰρημένων τινὸς μηδὲ ὀλιγωροῦντας τῶν προσηκόντων, κἂν ἐλάχιστον ᾖ, ἕπεσθαι ᾗ ἂν ὁ λόγος ἡγῆται, εἰ <δὲ> σφαλείημεν αὐτοῦ, ἀθανάτῳ κακῷ [3.5.42.5] περιπεσεῖν ἀνάγκη, κατακολουθήσασι δὲ τῇ θείᾳ γραφῇ, δι' ἧς ὁδεύουσιν οἱ πεπιστευκότες, ἐξομοιοῦσθαι κατὰ δύναμιν τῷ κυρίῳ, οὐκ ἀδιαφόρως βιωτέον, ἀλλὰ καθαρευτέον εἰς δύναμιν τῶν ἡδονῶν καὶ τῶν ἐπιθυμιῶν ἐπιμελητέον τε τῆς ψυχῆς, ᾗ πρὸς μόνῳ τῷ θείῳ [3.5.42.6] διατελεστέον.
 [03154]  ἔνθα δέ ἐστιν ἐπιθυμία ἐγκαθεζομένη, μόνη τυγχάνουσα, κἂν τῇ ἐνεργείᾳ ἡσυχάζῃ τῇ διὰ τοῦ σώματος, τῇ μνήμῃ συνουσιάζει πρὸς τὸ μὴ [3.7.58.1] παρόν.
 [03235]  ἀλλὰ κἂν εὔζωνός τις εἶναι θέλῃ, οὐχ αἱρούμενος τὴν παιδοποιίαν διὰ τὴν ἐν παιδοποιίᾳ ἀσχολίαν, μενέτω φησὶν ὁ [3.10.68.3] ἀπόστολος ἄγαμος ὡς κἀγώ.
 [03288]  κἂν οἱ ἀντιτασσόμενοι τῶν ἑτεροδόξων προσαποτεινόμενον τὸν Παῦλον τῷ κτίστῃ εἰρηκέναι ὑπολάβωσι τὰ ἑξῆς οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν, [3.11.76.4] ἀλλ' ἀναγινωσκόντων τὰ προειρημένα καὶ τὰ ἐπιφερόμενα·
 [03415]  ναὶ μὴν καὶ τὸν τῆς μιᾶς γυναικὸς ἄνδρα πάνυ ἀποδέχεται, κἂν πρεσβύτερος ᾖ κἂν διάκονος κἂν λαϊκός, [3.12.90.2] ἀνεπιλήπτως γάμῳ χρώμενος·
 [03419]  ὁ δὲ εἰπὼν γυναῖκα ἔγημα καὶ οὐ δύναμαι ἐλθεῖν εἰς τὸ δεῖπνον τὸ θεῖον ὑπόδειγμα ἦν εἰς ἔλεγχον τῶν διὰ ἡδονὰς ἀφισταμένων τῆς θείας ἐντολῆς, ἐπεὶ τούτῳ τῷ λόγῳ οὔθ' οἱ πρὸ τῆς παρουσίας δίκαιοι οὔθ' οἱ μετὰ τὴν παρουσίαν γεγαμηκότες κἂν ἀπόστολοι ὦσι [3.12.90.5] σωθήσονται.
 [03420]  κἂν ἐκεῖνο προκομίσωσιν αὖθις, ὡς καὶ ὁ προφήτης φησὶν ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου, ἐχθροὺς τὰς ἁμαρτίας ἀκουέτωσαν·
 [03502]  κἂν ἀπὸ τῶν ἀλόγων ζῴων τὴν ἐπιτήδευσιν τῆς συνουσίας ὁ ὄφις εἰληφὼς καὶ παραπείσας τῇ κοινωνίᾳ τῆς Εὔας συγκαταθέσθαι τὸν Ἀδὰμ τύχῃ, ὡς ἂν μὴ φύσει ταύτῃ κεχρημένων τῶν πρωτοπλάστων, ὡς ἀξιοῦσί τινες, ἡ κτίσις πάλιν βλασφημεῖται ἀσθενεστέρους τοὺς ἀνθρώπους τῆς τῶν ἀλόγων φύσεως πεποιηκυῖα, οἷς κατηκολούθησαν οἱ πρωτόπλαστοι τοῦ θεοῦ.
 [03565]  Ἀκόλουθον δ' ἂν οἶμαι περί τε μαρτυρίου διαλαβεῖν καὶ τίς ὁ τέλειος, οἷς ἐμπεριληφθήσεται κατὰ τὴν ἀπαίτησιν τῶν λεχθησομένων τὰ παρεπόμενα, καὶ ὡς ὁμοίως τε φιλοσοφητέον δούλῳ τε [4.1.1.2] καὶ ἐλευθέρῳ κἂν ἀνὴρ ἢ γυνὴ τὸ γένος τυγχάνῃ·
 [03664]  τούτους ἐξάγειν ἑαυτοὺς ἀμαρτύρως [4.4.17.3] λέγομεν, κἂν δημοσίᾳ κολάζωνται.
 [03679]  κἂν μὴ καταμεγαλοφρονῶν τύχῃ, ὁ μηδέπω τὴν ἕξιν τῆς ἐγκρατείας περιποιησάμενος ἐξίσταται, ἴσον [4.5.21.1] τε εὑρίσκεται τῷ φεύγειν τὸ μὴ ὑπομεῖναι.
 [03706]  ὃς ἐὰν πτωχὸς ᾖ διὰ δικαιοσύνην, μαρτυρεῖ δικαιοσύνην ἀγαθὸν εἶναι ἣν ἠγάπησεν, κἂν πεινῇ κἂν διψῇ διὰ δικαιοσύνην, μαρτυρεῖ [4.6.26.1] δικαιοσύνην τὸ ἄριστον τυγχάνειν.
 [03709]  κἂν τὴν δικαιοσύνην αὐτὴν πεινῶσι, μακάριοι·
 [03805]  ἐλεήμονας δ' εἶναι βούλεται οὐ μόνον τοὺς ἔλεον ποιοῦντας, ἀλλὰ καὶ τοὺς ἐθέλοντας ἐλεεῖν, κἂν μὴ δύνωνται, οἷς κατὰ προαίρεσιν τὸ ἐνεργεῖν πάρεστιν·
 [03807]  τῆς αὐτῆς <οὖν> τιμῆς μεθέξουσι τοῖς δυνηθεῖσιν οἱ βεβουλημένοι, ὧν ἡ προαίρεσις ἴση, κἂν πλεονεκτῶσιν ἕτεροι τῇ περιουσίᾳ.
 [03809]  κἂν τῷ ὄντι τὸ ἀληθὲς σκοπῶμεν, ἡ γνῶσις, <ᾗ> τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς κάθαρσίς ἐστι, καὶ [4.6.39.3] ἐνέργειά ἐστιν ἀγαθή.
 [03834]  καίτοι κἂν ὑπεραποθάνῃς τοῦ πλησίον δι' ἀγάπην, πλησίον δὲ ἡμῶν τὸν σωτῆρα ὑπολάβῃς (θεὸς γὰρ ἐγγίζων ὁ σῴζων πρὸς τὸ σῳζόμενον ἐλέχθη), <θανῇ> θάνατον ἑλόμενος διὰ ζωὴν καὶ σεαυτοῦ μᾶλλον ἢ ἐκείνου ἕνεκεν παθών·
 [03867]  κἂν δι' ἀμοιβὴν ἀγαθῶν ἐθελήσῃς μαρτυρῆσαι, ἀκούσῃ πάλιν·
 [03920]  τοιαῦτα καὶ τὰ τοῦ Πλάτωνος ἐν Πολιτείᾳ, κἂν στρεβλῶται [4.7.52.2] ὁ δίκαιος κἂν ἐξορύττηται τὼ ὀφθαλμώ, ὅτι εὐδαίμων ἔσται.
 [03922]  κἂν ἀτιμίᾳ τις περιβάλλῃ τοῦτον φυγῇ τε καὶ δημεύσει καὶ ἐπὶ πᾶσι θανάτῳ, οὐκ ἀποσπασθήσεταί ποτε τῆς ἐλευθερίας καὶ κυριωτάτης πρὸς τὸν θεὸν ἀγάπης, ἣ πάντα στέγει καὶ πάντα [4.7.52.4] ὑπομένει·
 [03956]  [4.8.57.1] Οὔτ' οὖν ἡ τῆς εὐδαιμονίας ἐλπὶς οὔθ' ἡ πρὸς τὸν θεὸν ἀγάπη δυσανασχετεῖ πρὸς τὰ ὑποπίπτοντα, μένει δὲ ἐλευθέρα, κἂν θηρίοις τοῖς ἀγριωτάτοις, κἂν τῷ παμφάγῳ ὑποπέσῃ πυρί, κἂν κατακτείνηται βασάνοις τυραννικαῖς, τῆς θείας ἀπαρτωμένη φιλίας ἀδούλωτος ἄνω περιπολεῖ, τὸ σῶμα παραδοῦσα τοῖς τούτου μόνου ἔχεσθαι [4.8.57.2] δυναμένοις.
 [03961]  [4.8.58.3] ἔξεστι γὰρ τῷ καθ' ἡμᾶς πολιτευομένῳ καὶ ἄνευ γραμμάτων φιλοσοφεῖν, κἂν βάρβαρος ᾖ κἂν Ἕλλην κἂν δοῦλος κἂν γέρων κἂν παιδίον [4.8.58.4] κἂν γυνή·
 [03992]  [4.8.62.2] οἶδα καὶ τὰς πλησίον τῆς Ἰβηρίας γυναῖκας ἔργῳ καὶ πόνῳ χρωμένας ἀνδρικῷ, κἂν πρὸς τὸ ἀποκυεῖν γένωνται οὐδὲν ἀνιείσας τῶν πρακτέων, ἀλλ' ἐν αὐτῇ πολλάκις τῇ ἁμίλλῃ τῶν πόνων ἡ γυνὴ [4.8.62.3] ἀποκυήσασα τὸ βρέφος ἀνελομένη οἴκαδε φέρει.
 [03995]  [4.8.62.4] φιλοσοφητέον οὖν καὶ ταῖς γυναιξὶν ἐμφερῶς τοῖς ἀνδράσι, κἂν βελτίους οἱ ἄρρενες τά <τε> πρῶτα ἐν πᾶσι φερόμενοι τυγχάνωσιν, ἐκτὸς [4.8.63.1] εἰ μὴ καταμαλακισθεῖεν.
 [03998]  ποτὲ μὲν πᾶσα γὰρ ἀνδρὸς κακίων ἄλοχος, κἂν ὁ κάκιστος γήμῃ τὴν εὐδοκιμοῦσαν·
 [04028]  [4.8.67.1] Σαφὲς ἡμῖν ἐκ τούτων ἡ ἐκ πίστεως ἑνότης, καὶ τίς ὁ τέλειος δέδεικται, ὥστε καὶ ἀκόντων τινῶν καὶ τὰ πλεῖστα ἐνισταμένων, κἂν κολάσεις ἐπαρτῶνται πρὸς τοῦ ἀνδρὸς ἢ πρὸς τοῦ δεσπότου, [4.8.67.2] φιλοσοφήσει ὅ τε οἰκέτης ἥ τε γυνή.
 [04029]  ναὶ μὴν καὶ ἐλεύθερος, κἂν <πρὸς> τυράννου θάνατος ἀπειλῆται τούτῳ, κἂν ἐπὶ δικαστήρια ἄγηται καὶ εἰς κινδύνους ἐσχάτους περιέλκηται περί τε τῆς κτήσεως ἁπάσης κινδυνεύσῃ, οὐκ ἀφέξεται τῆς θεοσεβείας οὐδ' ὁπωστιοῦν·
 [04061]  οὗτοι γάρ, κἂν τῇ φωνῇ ὁμολογήσωσιν αὐτόν, ἀρνοῦνται αὐτόν, τῇ πράξει [4.9.72.2] μὴ ὁμολογοῦντες.
 [04079]  θεὸν οὖν ὁμολογοῦσί τινες εἰδέναι κατὰ τὸν ἀπόστολον, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι, οἳ δέ, κἂν τοῦτο μόνον ὁμολογήσωσιν, ἕν τι κατεπράξαντο ἐπὶ τέλει ἔργον ἀγαθόν.
 [04088]  ὅσοι δὲ ἔργῳ μὲν παρὰ τὸν βίον, λόγῳ δὲ ἐν δικαστηρίῳ μαρτυροῦσι κἂν ἐλπίδα ἐκδεχόμενοι, κἂν φόβον ὑφορώμενοι, βελτίους οὗτοι τῶν στόματι μόνον [4.9.75.4] ὁμολογούντων τὴν σωτηρίαν.
 [04096]  ὡς δ' αὕτως κἂν αἰτίαν μάχης παράσχῃ [4.10.77.3] τινὰ ἢ ζημίας ἢ ἔχθρας ἢ δίκης, ἀφορμὴν ἐγέννησε διωγμοῦ.
 [04108]  κἂν μὴ ἀδικῶμεν, ἀλλ' ὡς ἀδικοῦσιν ἡμῖν ὁ δικαστὴς ** ἀφορᾷ·
 [04125]  κἂν μὴ ἡμαρτηκὼς δ' ὅλως τις ἐπὶ τὸ παθεῖν γένηται, σπάνιον μέν, ἀλλ' οὐδὲ οὗτος κατ' ἐπιβουλὴν δυνάμεώς τι πείσεται, ἀλλὰ πείσεται ὡς ἔπασχε [4.12.82.1] καὶ τὸ νήπιον τὸ δοκοῦν οὐχ ἡμαρτηκέναι.
 [04127]  ὡς οὖν τὸ νήπιον οὐ προημαρτηκὸς ἢ ἐνεργῶς μὲν οὐχ ἡμαρτηκὸς οὐδέν, ἐν ἑαυτῷ τῷ δὲ τὸ ἁμαρτῆσαι ἔχον, ἐπὰν ὑποβληθῇ τῷ παθεῖν, εὐεργετεῖται τε, πολλὰ κερδαῖνον δύσκολα, οὑτωσὶ δὴ κἂν τέλειος μηδὲν ἡμαρτηκὼς ἔργῳ τύχῃ, πάσχῃ δέ, ὃ ἂν πάθῃ, τοῦτο ἔπαθεν ἐμφερῶς τῷ νηπίῳ·
 [04130]  ὡς γὰρ ὁ μοιχεῦσαι θέλων μοιχός ἐστι, κἂν τοῦ μοιχεῦσαι μὴ ἐπιτύχῃ, καὶ ὁ ποιῆσαι φόνον θέλων ἀνδροφόνος ἐστί, κἂν μὴ δύνηται φονεῦσαι, οὑτωσὶ δὴ καὶ τὸν ἀναμάρτητον ὃν λέγω ἐὰν ἴδω πάσχοντα, κἂν μηδὲν ᾖ κακὸν πεπραχώς, κακὸν ἐρῶ τῷ θέλειν ἁμαρτάνειν.
 [04185]  εἰ δ' εἰς τοῦτο κατήργησεν ὡς μὴ τοῦ διαφέροντος ἅπτεσθαι γένους, οὐχ οὗτοι τὸν θάνατον καταργοῦσιν οἱ ἀντίμιμοι τοῦ ∆ημιουργοῦ, οἱ τῇ ἐκ μεσότητος ψυχῇ, τῇ σφετέρᾳ εἰκόνι, ἐμφυσῶντες τὴν ζωὴν τὴν ἄνωθεν κατὰ τὴν τοῦ δόγματος αἵρεσιν, κἂν διὰ τῆς μητρὸς τοῦτο [4.13.91.3] συμβαίνειν λέγωσιν·
 [04186]  ἀλλὰ κἂν εἰ σὺν Χριστῷ καταστρατεύεσθαι τοῦ θανάτου λέγοιεν, ὁμολογούντων τὸ δόγμα τὸ κεκρυμμένον, ὡς τῆς θείας τοῦ ∆ημιουργοῦ κατατρέχειν τολμῶσι δυνάμεως, τὴν κτίσιν τὴν αὐτοῦ ὡς κρείττους ἐπανορθούμενοι, πειρώμενοι σῴζειν τὴν [4.13.91.4] ψυχικὴν εἰκόνα, ἣν αὐτὸς ῥύσασθαι τῆς φθορᾶς οὐ κατίσχυσεν.
 [04227]  κἂν φάσκωσι πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἀγοράζειν δεῖ, κατὰ πεῦσιν ἐπάγοντες τὸ μηδὲν ἀνακρίνοντες ἐπ' ἴσης τῷ ἀνακρίνοντες, γελοίαν [4.15.97.3] ἐξήγησιν παραθήσονται.
 [04378]  κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, φησίν, οὐ κατὰ τὸν τῆς κοινωνίας τῆς ἀγαπητικῆς λόγον, ἀλλὰ κατὰ τὸν τῆς ἀνταποδόσεως ἢ παρὰ τοῦ [4.18.112.3] εὐεργετουμένου ἀνθρώπου ἢ παρὰ τοῦ ἐπηγγελμένου κυρίου·
 [04379]  κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι καὶ τὰ ἐπισκοτοῦντα ἀποβαλεῖν πάθη, μὴ δι' ἀγάπην δὲ πιστωθῶ τῷ κυρίῳ, οὐθέν εἰμι, ὡς πρὸς σύγκρισιν τοῦ γνωστικῶς μαρτυροῦντος, εἰς πλῆθος καὶ τὸ [4.18.112.4] μηδὲν διαφέρον λογιζόμενος.
 [04453]  εὖ λέγειν δ' ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ, κἀκπονεῖν ἃν τῷ ξυνόντι πρὸς χάριν μέλλῃ λέγειν.
 [04466]  πρῶτα μέν γε τοῦθ' ὑπάρχει, κἂν ἄμορφος ᾖ πόσις, χρὴ δοκεῖν εὔμορφον εἶναι τῇ γε νοῦν κεκτημένῃ.
 [04551]  κἂν μισῶσι τὸν ἐκλεκτόν τινες, οἶδεν οὗτος τὴν ἄγνοιαν [4.22.139.1] αὐτῶν, οἰκτείρων τῆς ἀμαθίας τὴν γνώμην αὐτῶν.
 [04614]  κἂν ἐνταῦθα ὦ, παρὰ σοί εἰμι·
 [04709]  κἂν πύθῃ·
 [04712]  ἄρρητ' ἀβακχεύτοισιν εἰδέναι βροτῶν, [4.25.162.4] κἂν πολυπραγμονῇ τις ὁποῖα εἴη, αὖθις ἀκουσάτω·
 [04825]  ἀλλὰ κἂν οὕτως ἔχων σῴζῃ κατ' αὐτοὺς ὁ ἀγαθός, οὔτε τοὺς ἰδίους οὔτε μετὰ τῆς γνώμης τοῦ πεποιηκότος [5.1.4.4] τὴν κτίσιν ἐπιχειρεῖ τὴν σωτηρίαν, βίᾳ δὲ ἢ δόλῳ.
 [04928]  [5.1.13.4] κἂν μὴ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐκ εἰσελεύσεσθε, φησίν, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·
 [05015]  [5.4.22.1] Ναὶ μὴν καὶ τῶν παρ' Ἕλλησι σοφῶν καλουμένων τὰ ἀποφθέγματα ὀλίγαις λέξεσι μείζονος πράγματος δήλωσιν ἐμφαίνει, οἷον ἀμέλει τὸ χρόνου φείδου ἤτοι ἐπεὶ ὁ βίος βραχύς, καὶ οὐ δεῖ τὸν χρόνον τοῦτον εἰς μάτην καταναλῶσαι, ἢ κατ' ἐναντιότητα φείσασθαι τῶν ἀναλωμάτων τῶν ἰδιωτικῶν, ἵνα κἂν πολλὰ ἔτη ζήσῃς, φησί, μὴ ἐπιλείπῃ σοι τὰ ἐπιτήδεια.
 [05425]  λέληθεν δ' αὐτούς, κἂν πλησίον ἡμῶν τύχωσιν, ὡς μυρία ὅσα δεδώρηται ἡμῖν ὁ θεός, ὧν αὐτὸς ἀμέτοχος, γένεσιν μὲν ἀγένητος ὤν, τροφὴν δὲ ἀνενδεὴς ὤν, καὶ αὔξησιν ἐν ἰσότητι ὤν, εὐγηρίαν τε καὶ εὐθανασίαν ἀθάνατός τε καὶ [5.11.68.3] ἀγήρως ὑπάρχων.
 [05558]  κἂν ὀνομάζωμεν αὐτό ποτε, οὐ κυρίως καλοῦντες ἤτοι ἓν ἢ τἀγαθὸν ἢ νοῦν ἢ αὐτὸ τὸ ὂν ἢ πατέρα ἢ θεὸν ἢ δημιουργὸν ἢ κύριον, οὐχ ὡς ὄνομα αὐτοῦ προφερόμενοι λέγομεν, ὑπὸ δὲ ἀπορίας ὀνόμασι καλοῖς προσχρώμεθα, ἵν' ἔχῃ ἡ διάνοια, μὴ περὶ ἄλλα πλα [5.12.82.2] νωμένη, ἐπερείδεσθαι τούτοις.
 [05581]  [5.13.84.3] κἂν τραγικώτερον εἴπῃ τις μὴ πιστεύειν·
 [05584]  πιστευτέον ἄρα τούτῳ καὶ κατὰ Πλάτωνα, κἂν ἄνευ γε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων διά τε τῆς παλαιᾶς διά τε τῆς νέας διαθήκης κηρύσσηται καὶ λέγηται.
 [05594]  κἂν ὁ Ἀριστοτέλης τεχνολογῇ, τὸ μὲν ποιεῖν καὶ ἐπὶ τῶν ἀλόγων ζῴων τάσσεσθαι καὶ ἐπὶ ἀψύχων διδάσκων, τὸ δὲ πράττειν ἀνθρώπων εἶναι μόνων, εὐθυνέτω τοὺς λέγοντας ποιητὴν τὸν τῶν ὅλων θεόν.
 [05607]  δεῖ τοίνυν διὰ Χριστοῦ τὴν ἀλήθειαν μεμαθηκότας σῴζεσθαι, κἂν φιλοσοφήσαντες τὴν Ἑλληνικὴν φιλοσοφίαν τύχωσιν·
 [05610]  καθόλου γοῦν τὴν περὶ τοῦ θείου ἔννοιαν Ξενοκράτης ὁ Καλχηδόνιος οὐκ ἀπελπίζει καὶ ἐν τοῖς ἀλόγοις ζῴοις, ∆ημόκριτος δέ, κἂν μὴ θέλῃ, ὁμολογήσει διὰ τὴν ἀκολουθίαν τῶν δογμάτων·
 [05642]  τὸ γὰρ κολαζόμενον [5.14.91.2] ἢ παιδευόμενον ἐν αἰσθήσει ὂν ζῇ, κἂν πάσχειν λέγηται.
 [05882]  κἂν τὸ ῥητὸν ἐκεῖνο ἀναγαγεῖν ἐθέλῃς ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, εὕροις ἂν ὧδέ πως ἐμφαινόμενον πρὸς τοῦ Ἐφεσίου·
 [06120]  οὐ γὰρ ἀρχὴν τοῦ κύριος καὶ ἀγαθὸς εἶναι εἴληφεν ὁ θεὸς ὢν ἀεὶ ὅ ἐστιν, οὐδὲ μὴν παύσεταί ποτε ἀγαθοποιῶν, κἂν εἰς [5.14.141.3] τέλος ἀγάγῃ ἕκαστα.
 [06365]  πᾶσι μὲν γὰρ ἀνθρώποις τέλος τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ.
 [06568]  τουτὶ γὰρ ἔπρεπεν τῇ θείᾳ οἰκονομίᾳ τοὺς ἀξίαν μᾶλλον ἐσχηκότας ἐν δικαιοσύνῃ καὶ προηγουμένως βεβιωκότας ἐπί τε τοῖς πλημμεληθεῖσι μετανενοηκότας, κἂν ἐν ἄλλῳ τόπῳ τύχωσιν ἐξομολογούμενοι, ἐν τοῖς τοῦ θεοῦ ὄντας τοῦ παντοκράτορος κατὰ τὴν οἰκείαν ἑκάστου γνῶσιν σωθῆναι.
 [06572]  εἰ μὲν οὖν πάντας, σωθήσονται πάντες οἱ πιστεύσαντες, κἂν ἐξ ἐθνῶν ὄντες τύχωσιν, ἐξομολογησάμενοι ἤδη ἐκεῖ, ἐπεὶ σωτήριοι καὶ παιδευτικαὶ αἱ κολάσεις τοῦ θεοῦ εἰς ἐπιστροφὴν ἄγουσαι καὶ τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ μᾶλλον ἢ τὸν θάνατον αἱρούμεναι, καὶ ταῦτα καθαρώτερον διορᾶν δυναμένων τῶν σωμάτων ἀπηλλαγμένων ψυχῶν, κἂν πάθεσιν ἐπισκοτῶνται, διὰ τὸ μηκέτι [6.6.46.4] ἐπιπροσθεῖσθαι σαρκίῳ·
 [06662]  ἀλλὰ κἂν ἐπὶ Πυθαγόραν ἔλθω καὶ Φερεκύδην καὶ Θάλητα καὶ τοὺς πρώτους σοφούς, ἵσταμαι τὸν τούτων διδάσκαλον ζητῶν κἂν Αἰγυπτίους εἴπῃς κἂν Ἰνδοὺς κἂν Βαβυλωνίους κἂν τοὺς Μάγους αὐτούς, οὐ παύσομαι τὸν τούτων διδάσκαλον ἀπαιτῶν, ἀνάγω δέ σε καὶ ἐπὶ τὴν πρώτην γένεσιν ἀνθρώπων, κἀκεῖθεν [6.7.57.4] ἄρχομαι ζητεῖν, τίς ὁ διδάσκαλος;
 [06675]  κἂν ὁ νόμος εἰκὼν καὶ σκιὰ τῆς ἀληθείας τυγχάνῃ, σκιά γε ὁ νόμος τῆς ἀληθείας, ἀλλ' ἡ φιλαυτία τῶν Ἑλλήνων διδασκάλους τινὰς ἀνθρώπους ἀνακηρύττει.
 [06696]  κἂν λέγῃ τις κατὰ σύνεσιν ἀνθρώπων φιλοσοφίαν ηὑρῆσθαι πρὸς Ἑλλήνων, ἀλλὰ τὰς [6.8.63.1] γραφὰς εὑρίσκω τὴν σύνεσιν θεόπεμπτον εἶναι λεγούσας.
 [06736]  εἰ ἀγγελικὰ καὶ φωτεινά, προφητεύσει καὶ ὠφέλιμα τότε, ὅτε καὶ μετασχηματίζεται καθ' ὁμοιότητα ἐνεργείας, κἂν ἄλλος ᾖ κατὰ τὸ [6.8.66.3] ὑποκείμενον τῆς ἀποστασίας.
 [06739]  [6.8.66.5] οὐ τοίνυν ψευδὴς ἡ φιλοσοφία, κἂν ὁ κλέπτης καὶ ὁ ψεύστης κατὰ μετασχηματισμὸν ἐνεργείας τὰ ἀληθῆ λέγῃ, οὐδὲ μὴν διὰ τὸν λέγοντα προκαταγνωστέον ἀμαθῶς καὶ τῶν λεγομένων, ὅπερ καὶ ἐπὶ τῶν προφητεύειν νῦν δὴ λεγομένων παρατηρητέον, ἀλλὰ τὰ λεγόμενα σκοπητέον, εἰ τῆς ἀληθείας ἔχεται.
 [06740]  [6.8.67.1] Ἤδη δὲ καὶ καθολικῷ λόγῳ πάντα <τὰ> ἀναγκαῖα καὶ λυσιτελῆ τῷ βίῳ θεόθεν ἥκειν εἰς ἡμᾶς λέγοντες οὐκ ἂν ἁμάρτοιμεν, τὴν δὲ φιλοσοφίαν καὶ μᾶλλον Ἕλλησιν, οἷον διαθήκην οἰκείαν αὐτοῖς, δεδόσθαι, ὑποβάθραν οὖσαν τῆς κατὰ Χριστὸν φιλοσοφίας, κἂν οἱ φιλοσοφοῦντες τὰ Ἑλλήνων ἐθελοκωφῶσι <πρὸς> τὴν ἀλήθειαν, ἐξευτελίζοντες τὴν φωνὴν τὴν βαρβάρων ἢ καὶ ὑφορώμενοι τὸν ἐπηρτημένον τῷ [6.8.67.2] πιστῷ κατὰ τοὺς πολιτικοὺς νόμους τοῦ θανάτου κίνδυνον.
 [06766]  κἂν γὰρ μετὰ λόγου γινόμενα τὰ προειρημένα ἀγαθά τις ἐκδέχηται, ἀλλ' οὖν γε ἐπὶ τοῦ τελείου οὐ παραδεκτέον, ὃς οὔτε θαρσεῖν ἔχει (οὐδὲ γὰρ ἐν δεινοῖς γίνεται, μηδὲν δεινὸν ἡγούμενος τῶν ἐν τῷ βίῳ, οὐδὲ ἀποστῆσαί τι καὶ τούτου αὐτὸν τῆς πρὸς τὸν θεὸν ἀγάπης δύναται), οὔτε εὐθυμίας χρεία ἐστίν (οὐδὲ γὰρ εἰς λύπην ἐμπίπτει, πάντα καλῶς γίνεσθαι πεπεισμένος) οὐδὲ μὴν θυμοῦται (οὐδὲ γάρ ἐστιν ὅ τι συγκινήσει αὐτὸν πρὸς θυμόν, ἀγαπῶντα ἀεὶ τὸν θεὸν καὶ πρὸς τούτῳ μόνῳ ὅλον τετραμμένον καὶ διὰ τοῦτο μηδὲν τῶν [6.9.71.5] κτισμάτων τοῦ θεοῦ μεμισηκότα)·
 [06784]  ἀλλ' οὐδὲ ἐκείνων τῶν θρυλουμένων ἀγαθῶν, τουτέστι τῶν παρακειμένων τοῖς πάθεσιν παθητικῶν ἀγαθῶν, μετα λαμβάνει ὁ γνωστικός, οἷον εὐφροσύνης λέγω (ἥτις παράκειται τῇ ἡδονῇ) καὶ κατηφείας (αὕτη γὰρ τῇ λύπῃ παρέζευκται) καὶ εὐλαβείας (ὑπέσταλκεν γὰρ τῷ φόβῳ), ἀλλ' οὐδὲ θυμοῦ (παρὰ τὴν ὀργὴν οὗτος [6.9.75.1] τέτακται), κἂν λέγωσί τινες μηκέτ' εἶναι ταῦτα κακά, ἀλλ' ἤδη ἀγαθά.
 [06786]  τίς γὰρ ὑπολείπεται ἔτι τούτῳ εὔλογος αἰτία ἐπὶ τὰ κοσμικὰ παλινδρομεῖν ἀγαθὰ τῷ τὸ ἀπρόσιτον ἀπειληφότι φῶς, κἂν μηδέπω κατὰ τὸν χρόνον καὶ τὸν τόπον, ἀλλ' ἐκείνῃ γε τῇ γνωστικῇ ἀγάπῃ, δι' ἣν καὶ ἡ κληρονομία καὶ ἡ παντελὴς ἕπεται ἀποκατάστασις, βεβαιοῦντος δι' ἔργων τοῦ μισθαποδότου, ὃ διὰ τοῦ ἑλέσθαι γνωστικῶς διὰ τῆς ἀγάπης φθάσας [6.9.75.3] προείληφεν ὁ γνωστικός;
 [06787]  ἦ γὰρ οὐχί, ἀποδημῶν πρὸς τὸν κύριον δι' ἀγάπην τὴν πρὸς αὐτόν, κἂν τὸ σκῆνος αὐτοῦ ἐπὶ γῆς θεωρῆται, ἑαυτὸν μὲν οὐκ ἐξάγει τοῦ βίου (οὐ γὰρ ἐπιτέτραπται αὐτῷ), ἐξήγαγεν δὲ τὴν ψυχὴν τῶν παθῶν (συγκεχώρηται γὰρ αὐτῷ) ζῇ τε αὖ νεκρώσας τὰς ἐπιθυμίας καὶ οὐκέτι συγχρῆται τῷ σώματι, μόνον δὲ αὐτῷ ἐπιτρέπει χρῆσθαι τοῖς ἀναγκαίοις, ἵνα μὴ τὴν αἰτίαν τῆς διαλύσεως παράσχῃ;
 [06808]  κἂν τοῖς ἄλλοις ᾖ ἔτι κεκρυμμένα, ἤδη περὶ πάντων εἴληφε τὴν γνῶσιν.
 [06877]  κἂν ὁ σῳζόμενος λέγηται λαὸς κιθάρα, κατ' ἐπίπνοιαν τοῦ λόγου καὶ κατ' ἐπίγνωσιν τοῦ θεοῦ [6.11.88.5] δοξάζων μουσικῶς ἐξακούεται, κρουόμενος εἰς πίστιν τῷ λόγῳ.
 [06952]  [6.12.98.1] Μὴ τοίνυν λεγόντων ὡς ὁ ἀδικῶν καὶ ἁμαρτάνων κατ' ἐνέργειαν δαιμόνων πλημμελεῖ, ἐπεὶ κἂν ἀθῷος γένοιτο, τὰ δὲ αὐτὰ τοῖς δαιμονίοις κατὰ τὸ ἁμαρτάνειν αἱρούμενος, ἀνέδραστος καὶ κοῦφος καὶ εὐμετάβολος ἐν ἐπιθυμίαις, ὡς δαίμων, γίνεται ἄνθρωπος δαιμονικός.
 [07004]  κἂν ἐνταῦθα ἐπὶ γῆς πρωτοκαθεδρίᾳ μὴ τιμηθῇ, ἐν τοῖς εἴκοσι καὶ τέσσαρσι καθεδεῖται θρόνοις τὸν λαὸν κρίνων, ὥς φησιν ἐν τῇ ἀποκαλύψει [6.13.106.3] Ἰωάννης.
 [07017]  [6.14.109.1] οὐκ ἂν οὖν μετὰ ἀκρασίας πιστός τις εἴη, ἀλλὰ κἂν <μὴ> ἐξέλθῃ τὴν σάρκα, ἀποθέσθαι τὰ πάθη ἀνάγκη τοῦτον, ὡς εἰς τὴν μονὴν τὴν οἰκείαν [6.14.109.2] χωρῆσαι δυνηθῆναι.
 [07023]  κἂν παύσωνται ἄρα που αἱ τιμωρίαι κατὰ τὴν ἀποπλήρωσιν τῆς ἐκτίσεως καὶ τῆς ἑκάστου ἀποκαθάρσεως, μεγίστην ἔχουσι παραμένουσαν λύπην οἱ τῆς ἄλλης ἄξιοι εὑρεθέντες αὐλῆς τὴν ἐπὶ τῷ μὴ συνεῖναι τοῖς διὰ δικαιοσύνην δοξασθεῖσιν.
 [07084]  διὸ κἂν ἀγριέλαιος ὁ κότινος τυγχάνῃ, ἀλλὰ τοὺς ὀλυμπιονίκας στέφει, καὶ τὴν ἄμπελον [6.15.117.4] ἡ πτελέα εἰς ὕψος ἀνάγουσα εὐκαρπεῖν διδάσκει.
 [07131]  διόπερ αἱ κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις, κἂν θεὸν λέγωσιν ἕνα κἂν Χριστὸν ὑμνῶσι, κατὰ περίληψιν λέγουσιν, οὐ πρὸς ἀλήθειαν·
 [07316]  κἂν γεωργός τις ᾖ κἂν πατὴρ παιδίου, διάκονός ἐστι σπερμάτων καταβολῆς, ὁ θεὸς δὲ τὴν πάντων αὔξησιν καὶ τελείωσιν [6.16.148.1] παρέχων εἰς τὸ κατὰ φύσιν προσάγει τὰ γινόμενα.
 [07363]  οἱ τοίνυν φιλόσοφοι οἱ εἰς τὴν οἰκείαν συναίσθησιν πνεύματι αἰσθητικῷ συνασκηθέντες, ἐπὰν μὴ μέρος φιλοσοφίας, ἀλλὰ τὴν αὐτοτελῶς φιλοσοφίαν πολυπραγμονῶσι, φιλαλήθως τε καὶ ἀτύφως προσμαρτυροῦντες τῇ ἀληθείᾳ κἂν παρὰ τοῖς ἑτεροδόξοις ἐπὶ τῶν καλῶς εἰρημένων, προκόπτουσιν εἰς σύνεσιν, κατὰ τὴν θείαν διοίκησιν, τὴν ἄρρητον ἀγαθότητα, τὴν ἑκάστοτε εἰς τὸ ἄμεινον κατὰ τὸ ἐγχωροῦν [6.17.154.2] προσαγομένην τὴν τῶν ὄντων φύσιν·
 [07375]  κινδυνεύουσι τοίνυν οἱ φάσκοντες μὴ θεόθεν φιλοσοφίαν δεῦρο ἥκειν ἀδύνατον εἶναι λέγειν πάντα τὰ ἐπὶ μέρους γινώσκειν τὸν θεὸν μηδὲ μὴν πάντων εἶναι τῶν καλῶν αἴτιον, κἂν τῶν ἐπὶ μέρους ἕκαστον [6.17.156.4] αὐτῶν τυγχάνῃ.
 [07406]  [6.17.160.1] Φιλοσοφίαν πολλάκις εἰρήκαμεν τὸ κατὰ φιλοσοφίαν ἐπιτευκτικὸν τῆς ἀληθείας, κἂν μερικὸν τυγχάνῃ·
 [07455]  ὅσον γὰρ δυνάμει θεοῦ λείπεται ἄνθρωπος, τοσοῦτον καὶ ὁ λόγος αὐτοῦ ἐξασθενεῖ, κἂν μὴ θεόν, [6.18.166.2] ἀλλὰ περὶ θεοῦ λέγῃ καὶ τοῦ θείου λόγου.
 [07479]  (κἂν ἑτεροῖά τισι τῶν πολλῶν καταφαίνηται τὰ ὑφ' ἡμῶν λεγόμενα τῶν κυριακῶν γραφῶν, ἰστέον ὅτι ἐκεῖθεν ἀναπνεῖ τε καὶ ζῇ, καὶ τὰς ἀφορμὰς ἀπ' αὐτῶν ἔχοντα τὸν νοῦν μόνον, οὐ τὴν λέξιν, [7.1.1.5] παριστᾶν ἐπαγγέλλεται.) ἥ τε γὰρ ἐπὶ πλέον ἐπεξεργασία, μὴ κατὰ [7.1.1.5] καιρὸν γινομένη, περισσὴ δόξειεν ἂν εἰκότως, τό τε μηδ' ὅλως [7.1.1.6] ἐπεσκέφθαι τὸ κατεπεῖγον ῥᾴθυμον κομιδῇ καὶ ἐνδεές.
 [07558]  εἰ δέ τις Ἑλλήνων ὑπερβὰς τὸ προηγούμενον τῆς φιλοσοφίας τῆς Ἑλληνικῆς εὐθέως ὥρμησεν ἐπὶ τὴν ἀληθῆ διδασκαλίαν, ὑπερεδίσκευσεν οὗτος, κἂν ἰδιώτης ᾖ, τὴν ἐπίτομον τῆς σωτηρίας διὰ πίστεως εἰς τελείωσιν ἑλόμενος.
 [07587]  κἂν εἰς ἀρχὴν καταστῇ ποτε, καθάπερ ὁ Μωσῆς, ἐπὶ σωτηρίᾳ τῶν ἀρχομένων ἡγήσεται καὶ τὸ ἄγριον καὶ ἄπειστον ἐξημερώσεται τιμῇ μὲν τῶν ἀρίστων, κολάσει δὲ τῶν [7.3.16.5] μοχθηρῶν, τῇ κατὰ λόγον εἰς παιδείαν ἐγγραφομένῃ.
 [07640]  [7.4.24.2] ἐὰν μῦς διορύξῃ βωμὸν ὄντα πήλινον κἂν μηδὲν ἄλλο ἔχων διατράγῃ θύλακον, ἀλεκτρυὼν τρεφόμενος ἐὰν ἀπὸ ἑσπέρας ᾄσῃ, τιθέμενοι τοῦτο σημεῖόν τινος.
 [07690]  κἂν τὴν τέχνην ἐκτελέσῃς, τῆς βαναυσίας μετείληφεν·
 [07714]  ἐνταῦθα καὶ τὸ ἐνίδρυτον καὶ τὸ ἐνιδρυόμενον, τὸ μὲν ἐπὶ τῶν ἤδη γνωστικῶν, τὸ δὲ ἐπὶ τῶν οἵων τε γενέσθαι, κἂν μηδέπω ὦσιν ἄξιοι ἀναδέξασθαι [7.5.29.8] ἐπιστήμην θεοῦ.
 [07770]  ἐπεὶ τίς ὧδε μῶρος, κατὰ τὴν ποιητικὴν χάριν, καὶ λίαν ἀνειμένως εὔπειστος ἀνδρῶν, ὅστις ἐλπίζει θεοὺς ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης, ἃ καὶ κυσὶ<ν> πεινῶσιν οὐχὶ βρώσιμα, χαίρειν ἅπαντα<ς> καὶ γέρας λαχεῖν τόδε χάριν τε τούτων τοῖσ<ι> δρῶσιν ἐκτίνειν, [7.6.34.4] κἂν πειραταὶ κἂν λῃσταὶ κἂν τύραννοι τύχωσιν;
 [07774]  ὅθεν οὔτε ὡρισμένον τόπον * οὔτε ἐξαίρετον ἱερὸν οὐδὲ μὴν ἑορτάς τινας καὶ ἡμέρας ἀποτεταγμένας, ἀλλὰ τὸν πάντα βίον ὁ γνωστικὸς ἐν παντὶ τόπῳ, κἂν καθ' ἑαυτὸν μόνος ὢν τυγχάνῃ καὶ ὅπου τινὰς ἂν τῶν ὁμοίως πεπιστευκότων ἔχῃ, τιμᾷ τὸν θεόν, τουτέστιν χάριν ὁμολογεῖ τῆς γνώσεως καὶ τῆς πολιτείας.
 [07789]  κἂν μὴ τὴν φωνήν τις ἐξικνεῖσθαι πρὸς τὸν θεὸν λέγῃ κάτω περὶ τὸν ἀέρα κυλινδουμένην, ἀλλὰ τὰ νοήματα τῶν ἁγίων τέμνει οὐ μόνον τὸν ἀέρα, [7.7.37.4] ἀλλὰ καὶ τὸν ὅλον κόσμον.
 [07812]  κἂν ψιθυρίζοντες ἄρα μηδὲ τὰ χείλη ἀνοίγοντες μετὰ σιγῆς προσλαλῶμεν, ἔνδοθεν κεκράγαμεν·
 [07825]  οὐ μὴν παρέλκει ἡ αἴτησις, κἂν χωρὶς ἀξιώσεως διδῶται τὰ ἀγαθά.
 [07832]  οὔτε γὰρ ὁ θεὸς ἄκων ἀγαθὸς ὃν τρόπον τὸ πῦρ θερμαντικὸν (ἑκούσιος δὲ ἡ τῶν ἀγαθῶν μετάδοσις αὐτῷ, κἂν προλαμβάνῃ τὴν αἴτησιν) οὔτε μὴν ἄκων σωθήσεται ὁ σῳζόμενος·
 [07885]  οὕτως οὖν πάντα ἔχει τὰ ἀγαθὰ ὁ γνωστικὸς ἡμῖν κατὰ τὴν δύναμιν, οὐδέπω δὲ καὶ κατὰ τὸν ἀριθμόν, ἐπεὶ κἂν ἀμετάθετος ἦν κατὰ τὰς ὀφειλομένας ἐνθέους προκοπάς τε καὶ διοικήσεις.
 [07897]  [7.7.49.1] ∆ιὸ καὶ ἄχραντον τὴν ψυχὴν ἔχειν χρὴ καὶ ἀμίαντον εἰλικρινῶς τὸν προσομιλοῦντα τῷ θεῷ, μάλιστα μὲν ἀγαθὸν τελέως ἑαυτὸν ἐξειργασμένον, εἰ δὲ μή, κἂν προκόπτοντα ἐπὶ τὴν γνῶσιν καὶ [7.7.49.2] ἐφιέμενον αὐτῆς, τῶν δὲ τῆς κακίας ἔργων τέλεον ἀπεσπασμένον.
 [07910]  κἂν ἐν αὐτῷ τῷ ταμιείῳ τῆς ψυχῆς ἐννοηθῇ μόνον καὶ ἀλαλήτοις στεναγμοῖς ἐπικαλέσηται τὸν πατέρα, ὃ δὲ ἐγγὺς καὶ ἔτι λαλοῦντος [7.7.49.8] πάρεστιν.
 [07917]  ἀλλ' οὐδὲ διὰ τὸν πλησίον ψεύσεται ἢ παραβήσεταί τι, ὅν γε ἀγαπᾶν μεμάθηκεν, κἂν μὴ συνήθης τυγχάνῃ·
 [07931]  καὶ ταύτῃ οὐ ψεύδεται οὐδὲ παρὰ τὰς συνθήκας τι ποιεῖ, ταύτῃ δὲ οὐδὲ ὄμνυσιν ὅρκον ἀπαιτηθεὶς οὐδὲ ἔξαρνός ποτε γίνεται, ἵνα μὴ ψεύσηται, κἂν ἐναποθνήσκῃ ταῖς βασάνοις.
 [07963]  μεθ' ἣν ἀπολύτρωσιν τὸ γέρας καὶ αἱ τιμαὶ τελειωθεῖσιν ἀποδίδονται, πεπαυμένοις μὲν τῆς καθάρσεως, πεπαυμένοις δὲ καὶ [7.10.56.5] λειτουργίας τῆς ἄλλης, κἂν ἁγία ᾖ καὶ ἐν ἁγίοις·
 [07991]  πᾶσα οὖν ἡ διὰ τοῦ ἐπιστήμονος πρᾶξις εὐπραγία, ἡ δὲ διὰ τοῦ ἀνεπιστήμονος κακοπραγία, κἂν ἔνστασιν σῴζῃ, ἐπεὶ μὴ ἐκ λογισμοῦ ἀνδρίζεται μηδὲ ἐπί τι χρήσιμον τῶν ἐπὶ ἀρετὴν καὶ ἀπὸ ἀρετῆς καταστρεφόντων τὴν [7.10.59.6] πρᾶξιν κατευθύνει.
 [08007]  [7.11.61.5] ἀκολούθως ἄρα κἂν νόσος ἐπίῃ καί τι τῶν περιστατικῶν τῷ γνωστικῷ, καὶ δὴ μάλιστα ὁ φοβερώτατος θάνατος, ἄτρεπτος μένει κατὰ τὴν ψυχήν, πάντα εἰδὼς τὰ τοιαῦτα κτίσεως ἀνάγκην εἶναι, ἀλλὰ καὶ οὕτως δυνάμει τοῦ θεοῦ φάρμακον γίνεσθαι σωτηρίας, διὰ παιδείας τοὺς ἀπηνέστερον μεταρρυθμιζομένους εὐεργετοῦντα, πρὸς τῆς ἀγαθῆς ὄντως κατ' ἀξίαν μεριζόμενα προνοίας.
 [08009]  οὐ μνησικακεῖ ποτε, οὐ χαλεπαίνει οὐδενί, κἂν [7.11.62.3] μίσους ἄξιος τυγχάνῃ, ἐφ' οἷς διαπράττεται·
 [08063]  οὕτω δὲ ἔχων ὁ γνωστικὸς πρὸς τὸ σῶμα καὶ τὴν ψυχήν, πρὸς τε τοὺς πέλας, κἂν οἰκέτης ᾖ κἂν [7.12.69.2] πολέμιος νόμῳ γενόμενος κἂν ὁστισοῦν, ἴσος καὶ ὅμοιος εὑρίσκεται.
 [08070]  [7.12.69.6] αὐτὸς μὲν γὰρ οὐδενὶ οὐδέποτε κατ' οὐδένα τρόπον ἐχθρὸς ἂν γένοιτο, ἐχθροὶ δὲ εἶναι νοοῖντο αὐτῷ οἱ τὴν ἐναντίαν ὁδὸν [7.12.69.7] τρεπόμενοι ἄλλως τε κἂν ἡ ἕξις ἡ παρ' ἡμῖν μεταδοτικὴ δικαιοσύνη λέγηται·
 [08109]  καὶ πάντα ἐπὶ συμφόρῳ δεξόμεθα, κἂν πονηρὰ εἶναι δοκῇ τὰ προσιόντα γυμνάσια, ἅτινα ἡμῖν προσφέρει ἡ σὴ οἰκονομία εἰς συνάσκησιν βεβαιότητος.
 [08111]  εὐχὴ γὰρ αὐτῷ ὁ βίος ἅπας καὶ ὁμιλία πρὸς θεόν, κἂν καθαρὸς ᾖ ἁμαρτημάτων, πάντως οὗ βούλεται τεύξεται.
 [08149]  ἀλλὰ καὶ ὅταν ἐπιστημονικοῦ θεωρήματος κατάληψιν λάβῃ, τὸν κύριον ὁρᾶν [7.12.76.6] νομίζει, τὰς ὄψεις αὐτοῦ πρὸς τὰ ἀόρατα χειραγωγῶν, κἂν βλέπειν δοκῇ ἃ μὴ βλέπειν ἐθέλῃ, κολάζων τὸ ὁρατικόν, ὅταν ἡδομένου ἑαυτοῦ κατὰ τὴν προσβολὴν τῆς ὄψεως συναίσθηται, ἐπεὶ τοῦτο μόνον [7.12.76.7] ὁρᾶν βούλεται καὶ ἀκούειν ὃ προσῆκεν αὐτῷ.
 [08153]  κἂν κατὰ τὸ ἀναγκαῖον τοῦ βίου ὀλίγον τι τῆς ὥρας περὶ τὴν τροφὴν ἀσχοληθῇ, [7.12.77.3] χρεωκοπεῖσθαι οἴεται περισπώμενος ὑπὸ τοῦ πράγματος.
 [08160]  κἂν ἐκ τῆς ἑαυτοῦ ἐνδείας παρεχόμενος δι' εὐποιίαν πάθῃ τι δύσκολον, οὐ δυσχεραίνει ἐπὶ τούτῳ, προσαύξει δὲ ἔτι μᾶλλον τὴν εὐεργεσίαν.
 [08170]  κἂν μόνος εὔχηται, τὸν τῶν ἁγίων χορὸν συνιστάμενον ἔχει.
 [08188]  αὔξων οὖν τὰ παρ' αὐτῷ κατατιθέμενα σπέρματα καθ' ἣν ἐνετείλατο κύριος γεωργίαν, ἀναμάρτητος μὲν μένει, ἐγκρατὴς δὲ γίνεται, καὶ μετὰ τῶν ὁμοίων διάγει τῷ πνεύματι ἐν τοῖς χοροῖς [7.12.80.3] τῶν ἁγίων, κἂν ἐπὶ γῆς ἔτι κατέχηται.
 [08248]  εἴ γε τὸ ἐκτὸς μόνον καὶ τὸ περὶ σῶμα, κἂν μέχρι θανάτου προβαίνῃ, πλεονεκτοῦσιν [7.14.85.4] οἱ ἀδικεῖν ἐπιχειροῦντες, ὧν οὐδὲν οἰκεῖον τοῦ γνωστικοῦ.
 [08256]  ἤδη δὲ καὶ πάντας ἀνθρώπους ἑνὸς ὄντας ἔργον θεοῦ καὶ μίαν εἰκόνα ἐπὶ μίαν οὐσίαν περιβεβλημένους, κἂν τεθολωμένοι τύχωσιν ἄλλοι ἄλλων μᾶλλον, μόνος ὁ ἐπιστήμων γνωρίζει, καὶ διὰ τῶν κτισμάτων τὴν ἐνέργειαν, δι' ἧς αὖθις τὸ θέλημα τοῦ θεοῦ, προσκυνεῖ.
 [08294]  ἀλλ' ὡς ἀψευδεῖν χρὴ τὸν ἐπιεικῆ καὶ μηδὲν ὧν ὑπέσχηται ἀκυροῦν, κἂν ἄλλοι τινὲς παραβαίνωσι συνθήκας, οὕτως καὶ ἡμᾶς κατὰ μηδένα τρόπον τὸν ἐκκλησιαστικὸν παραβαίνειν προσήκει κανόνα·
 [08354]  κἂν τολμήσωσι προφητικαῖς χρήσασθαι γραφαῖς καὶ οἱ τὰς αἱρέσεις μετιόντες, πρῶτον μὲν οὐ πάσαις, ἔπειτα οὐ τελείαις, οὐδὲ ὡς τὸ σῶμα καὶ τὸ ὕφος τῆς προφητείας ὑπαγορεύει, ἀλλ' ἐκλεγόμενοι τὰ ἀμφιβόλως εἰρημένα εἰς τὰς ἰδίας μετάγουσι δόξας, ὀλίγας σποράδην ἀπανθιζόμενοι φωνάς, οὐ τὸ σημαινόμενον ἀπ' αὐτῶν σκοποῦντες, ἀλλ' αὐτῇ ψιλῇ [7.16.96.3] ἀποχρώμενοι τῇ λέξει.
 [08366]  αὐτίκα οὐκ ἀναγκαίας ἀρχὰς πραγμάτων καταβαλλόμενοι δόξαις τε ἀνθρωπίναις κεκινημένοι, ἔπειτα ἀναγκαίως τέλος ἀκολουθοῦν αὑτοῖς ἐκποριζόμενοι, διαπληκτίζονται διὰ τοὺς ἐλέγχους πρὸς τοὺς τὴν ἀληθῆ φιλοσοφίαν μεταχειριζομένους, καὶ πάντα μᾶλλον ὑπομένουσι καὶ πάντα, φασί, κάλον κινοῦσι, κἂν ἀσεβεῖν διὰ τὸ ἀπιστεῖν ταῖς γραφαῖς μέλλωσιν, ἤπερ μετατίθενται, ὑπὸ φιλοτιμίας τῆς αἱρέσεως καὶ τῆς πολυθρυλήτου κατὰ τὰς ἐκκλησίας αὐτῶν πρωτοκαθεδρίας, δι' ἣν κἀκείνην τὴν συμποτικὴν διὰ τῆς [7.16.98.3] ψευδωνύμου ἀγάπης πρωτοκλισίαν ἀσπάζονται.
 [08368]  ἀλλ', ὡς ἔοικεν, πᾶσα αἵρεσις ἀρχὴν ὦτα ἀκούοντα οὐκ ἔχει τὸ σύμφορον, μόνον δὲ τοῖς πρὸς ἡδονὴν ἀνεῳγότα, ἐπεὶ κἂν ἰάθη τις αὐτῶν, εἰ [7.16.98.5] πείθεσθαι τῇ ἀληθείᾳ μόνον ἠβουλήθη.
 [08382]  ἀλλ', ὡς ἔοικεν, ῥέπομεν ἐπὶ τὰ ἔνδοξα μᾶλλον, κἂν ἐναντία τυγχάνῃ, ἤπερ ἐπὶ τὴν ἀλήθειαν·
 [08392]  κἂν πάνυ δυνατὸς ᾖ τὰ γνωσθέντα ποιεῖν, οὔτε καὶ κρίνειν τὸ δέον ἰσχύων ἄμεμπτον ἑαυτὸν παράσχοιτ' ἂν ἐν τοῖς ἔργοις ἐξασθενῶν.
 [08446]  ἡ μὲν γὰρ τοῦ κυρίου κατὰ τὴν παρουσίαν διδασκαλία ἀπὸ Αὐγούστου καὶ Τιβερίου Καίσαρος ἀρξαμένη μεσούντων τῶν † Αὐγούστου χρόνων τελειοῦται, ἡ δὲ τῶν ἀποστόλων αὐτοῦ μέχρι γε τῆς Παύλου λειτουργίας ἐπὶ Νέρωνος τελειοῦται, κάτω δὲ περὶ τοὺς Ἀδριανοῦ τοῦ βασιλέως χρόνους οἱ τὰς αἱρέσεις ἐπινοήσαντες γεγόνασι, καὶ μέχρι γε τῆς Ἀντωνίνου τοῦ πρεσβυτέρου διέτειναν ἡλικίας, καθάπερ ὁ Βασιλείδης, κἂν Γλαυκίαν ἐπιγράφηται διδάσκαλον, ὡς αὐχοῦσιν αὐτοί, τὸν Πέτρου ἑρμηνέα.
 [08459]  τῶν δ' αἱρέσεων αἳ μὲν ἀπὸ ὀνόματος προσαγορεύονται, ὡς ἡ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος καὶ Βασιλείδου, κἂν τὴν Ματθίου αὐχῶσι προσάγεσθαι δόξαν·
 [08523]  οὐδεὶς δὲ ἁπλοῦς καὶ πρῶτος λόγος ὀνομάζεται συλλογισμός, κἂν ἀληθὴς ᾖ, ἀλλ' ἔστι τοὐλάχιστον ἐκ τριῶν τοιούτων σύνθετον, δυεῖν μὲν ὡς λημμάτων, ἑνὸς δὲ ὡς συμπεράσματος.
 [08800]  δύναται γὰρ [8.9.33.8] συναίτιον ὑπάρχειν, κἂν μὴ συνεκτικὸν αἴτιον ᾖ τι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»