Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καλῶς [78]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καλῶς


000-00-00 Serial Number=0506506860
Paedagogus Ante [Go Back]  
 [00296]  Ἃ γὰρ ἡ ἄγνοια συνέδησεν κακῶς, ταῦτα διὰ τῆς ἐπιγνώσεως ἀναλύεται καλῶς.
 [00684]  Ἐντεῦθεν καλῶς καὶ ὁ Πλάτων μαθὼν πάντες μὲν γὰρ φησὶν ὡς ἀληθῶς ἀγαθὰ πάσχουσιν οἱ δίκην διδόντες·
 [01351]  ὡς γὰρ ὀφθαλμοὺς οὐκ ἄν τις εὖ φρονῶν πρὶν ἢ ἐπὶ τὸν ὕπνον ἰέναι ἀξιώσειε μύειν, οὕτως οὐδὲ τὸν λόγον ἀπεῖναι τοῦ συμποσίου ὀρθῶς ἄν τις βουληθείη οὐδὲ προκατακοιμίζειν αὐτὸν τῶν πράξεων ἐπιτηδεύσαι ἂν καλῶς.
 [01854]  Ὁ γὰρ καλὸς τοῦ ἀμαράντου στέφανος ἀπόκειται τῷ καλῶς πεπολιτευμένῳ·
 [01934]  ἔστι δὲ οὐ πολύ, καλῶς εἰς ἔθος ἰόν.
 [03028]  [3.11.70.2] Θεωρῶν δὲ καλὰ ὀφθαλμὸς εὐφραίνει καρδίαν, τουτέστι καλῶς μαθὼν θεωρεῖν εὐφραίνει, ἐννεύων δὲ [3.11.70.3] ὀφθαλμὸν μετὰ δόλου συνάγει ἀνδράσι λύπας.
 [03165]  [3.12.85.4] Ἡ δὲ ἀρίστη ἀγωγὴ εὐταξία ἐστίν, παντελὴς οὖσα εὐσχημοσύνη καὶ δύναμις τεταγμένη βεβαία, τῶν ἑξῆς ἀλλήλοις κειμένων ἐν ἔργῳ καλῶς ἀποδοτική, κατ' ἀρετὴν ἀνυπέρβλητος.
 [03176]  Ἄκουε, φησίν, ὦ παιδίον καλῶς παιδαγωγούμενον, τὰ κεφάλαια τῆς σωτηρίας, γυμνώσω γὰρ τὸ ἦθος τὸ ἐμαυτοῦ, καί σοι ταύτας τὰς καλὰς ἐντολὰς ὑποθήσομαι, δι' ὧν ἀφίξῃ πρὸς σωτηρίαν.
 [03354]  [3.12.101.3] Ἐπεὶ δὲ εἰς τὴν ἐκκλησίαν ἡμᾶς καταστήσας ὁ παιδαγωγὸς αὐτὸς ἑαυτῷ παρακατέθετο τῷ διδασκαλικῷ καὶ πανεπισκόπῳ λόγῳ, καλῶς ἂν ἔχοι ἡμᾶς ἐνταῦθα γενομένους μισθὸν εὐχαριστίας δικαίας κατάλληλον ἀστείου παιδαγωγίας αἶνον ἀναπέμψαι κυρίῳ.
000-00-00 Serial Number=0215262771
Protrepticus Ante [Go Back]  
 [00322]  Αἳ δὲ συνεχῶς κιθαρίζουσαι καὶ καλῶς κατεπᾴδουσαι τὸν Μάκαρα ἔθελγον καὶ κατέπαυον τῆς [2.31.4] ὀργῆς.
 [00676]  ζωγραφίας μὲν γὰρ, δι' ὁμοιότητα σκιαγραφίας περιστερᾶς, προσέπτησαν πελειάδες καὶ ἵπποις καλῶς γεγραμμέναις προσεχρεμέτισαν ἵπποι.
 [01042]  Τί δὲ τῷ δαλῷ τῷ θανατηφόρῳ τούτῳ προσπεφεύγασιν, μεθ' οὗ καταφλεχθήσονται, ἐξὸν βιῶναι καλῶς κατὰ τὸν θεόν, οὐ [10.90.3] κατὰ τὸ ἔθος;
000-00-00 Serial Number=0029851973
Quis dives salvetur Ante [Go Back]  
 [00141]  οὐ χρὴ τοίνυν τὸ ἐξ ἑαυτοῦ μὴ ἔχον μήτε τὸ ἀγαθὸν μήτε τὸ κακόν, ἀναί τιον ὄν, αἰτιᾶσθαι, ἀλλὰ τὸ δυνάμενον καὶ καλῶς τούτοις χρῆσθαι καὶ κακῶς, ἀφ' ὧν ἂν ἕληται, κατ' αὐτὸ τοῦτο αἴτιον ὄν.
 [00143]  ὥστε μὴ τὰ κτή ματά τις ἀφανιζέτω μᾶλλον ἢ τὰ πάθη τῆς ψυχῆς, τὰ μὴ συγχω ροῦντα τὴν ἀμείνω χρῆσιν τῶν ὑπαρχόντων, ἵνα καλὸς καὶ ἀγαθὸς [14.6] γενόμενος καὶ τούτοις τοῖς κτήμασι χρῆσθαι δυνηθῇ καλῶς.
 [00146]  ἐπειδὴ τὰ μὲν ἐντός ἐστι τῆς ψυχῆς, τὰ δὲ ἐκτός, κἂν μὲν ἡ ψυχὴ χρῆται καλῶς, καλὰ καὶ ταῦτα δοκεῖ, ἐὰν δὲ πονηρῶς, πονηρά, ὁ κελεύων ἀπαλλοτριοῦν τὰ ὑπάρ χοντα πρότερον ταῦτα παραιτεῖται ὧν ἀναιρεθέντων ἔτι τὰ πάθη μένει, ἢ ἐκεῖνα μᾶλλον ὧν ἀναιρεθέντων καὶ τὰ κτήματα χρήσιμα [15.2] γίνεται;
 [00189]  [19.1] Ὁ μὲν ἄρα ἀληθῶς καὶ καλῶς πλούσιός ἐστιν ὁ τῶν ἀρετῶν πλούσιος καὶ πάσῃ τύχῃ χρῆσθαι ὁσίως καὶ πιστῶς δυνάμενος·
 [00201]  οὕτως καλῶς πωλεῖς τὰ ὑπάρχοντα, τὰ πολλὰ καὶ περισσὰ καὶ ἀποκλείοντά σοι τοὺς οὐρανούς, ἀντικαταλλασσόμενος αὐτῶν τὰ σῶσαι δυνάμενα.
 [00204]  δύσκολον γὰρ ἦν μὴ περιάγεσθαι μηδὲ καταστράπτεσθαι τὴν ψυχὴν ὑπὸ τῶν προσόντων ἁβρῶν τῷ προδήλῳ πλούτῳ καὶ ἀνθηρῶν γοητευμάτων, οὐκ ἀδύνατον δὲ τὸ καὶ ἐν τούτῳ λαβέσθαι σωτηρίας, εἴ τις ἑαυτὸν ἀπὸ τοῦ αἰσθητοῦ πλούτου ἐπὶ τὸν νοητὸν καὶ θεοδίδακτον μεταγάγοι καὶ μάθοι τοῖς ἀδιαφόροις χρῆσθαι καλῶς καὶ ἰδίως καὶ ὡς ἂν εἰς ζωὴν αἰώνιον [20.3] ὁρμήσαι.
 [00211]  καλῶς ἤκουσαν καὶ ὡς μαθηταὶ τοῦ παραβολικῶς καὶ ἀσαφῶς λεχθέντος [20.5] ὑπὸ τοῦ κυρίου καὶ ᾔσθοντο τοῦ βάθους τῶν λόγων.
000-00-00 Serial Number=0201013565
Stromata Ante [Go Back]  
 [00318]  [1.7.37.6] φιλοσοφίαν δὲ οὐ τὴν Στωϊκὴν λέγω οὐδὲ τὴν Πλατωνικὴν ἢ τὴν Ἐπικούρειόν τε καὶ Ἀριστοτελικήν, ἀλλ' ὅσα εἴρηται παρ' ἑκάστῃ τῶν αἱρέσεων τούτων καλῶς, δικαιοσύνην μετὰ εὐσεβοῦς ἐπιστήμης ἐκδιδάσκοντα, τοῦτο σύμπαν τὸ ἐκλεκτικὸν φιλοσοφίαν φημί.
 [00320]  [1.7.38.1] Ἤδη δὲ κἀκεῖνο σκοπῶμεν, ὡς εἴ ποτε οἱ μὴ ἐπιστάμενοι διαβιοῦσι καλῶς † εὖ ποιεῖν·
 [00450]  ἀλλὰ καὶ οἱ Στωϊκοί, ὧν καὶ αὐτῶν μέμνηται, σῶμα ὄντα τὸν θεὸν διὰ [1.11.51.2] τῆς ἀτιμοτάτης ὕλης πεφοιτηκέναι λέγουσιν, οὐ καλῶς.
 [00809]  [1.19.91.5] ἐξ ὧν δῆλον ὅτι καὶ ποιητικοῖς χρώμενος παραδείγμασιν ἐκ τῶν Ἀράτου Φαινομένων δοκιμάζει τὰ παρ' Ἕλλησι καλῶς εἰρημένα καὶ διὰ τοῦ ἀγνώστου θεοῦ τιμᾶσθαι μὲν κατὰ περίφρασιν πρὸς τῶν Ἑλλήνων τὸν δημιουργὸν θεὸν ᾐνίξατο, κατ' ἐπίγνωσιν δὲ δεῖν δι' [1.19.92.1] υἱοῦ παραλαβεῖν τε καὶ μαθεῖν.
 [00837]  καλῶς οὖν ὁ Σολομὼν ὁ σπείρων φησὶ δικαιοσύνην ἐργάζεται πίστιν.
 [01708]  πεποίθαμεν δὲ τῷ μόνῳ θεῷ, ὃν γινώσκομεν ὅτι οὐ παραβήσεται τὰ καλῶς ἡμῖν ἐπηγγελμένα καὶ διὰ ταῦτα δεδημιουργημένα καὶ [2.6.28.3] δεδωρημένα ὑπ' αὐτοῦ ἡμῖν εὐνοϊκῶς.
 [01740]  εἰ γοῦν καθ' ὑπόθεσιν ἐξέλοιεν τὸν νόμον, ἀνάγκη δήπου ἕκαστον ὃς ἄγεται ὑπὸ ἐπιθυμίας, ἡδονῇ χαριζόμενον ἀμελεῖν μὲν τοῦ καλῶς ἔχοντος, ὑπερφρονεῖν δὲ τοῦ θείου, ἀσεβεῖν δὲ ἅμα καὶ ἀδικεῖν ἀδεῶς ἀποσκιρτήσαντα τῆς [2.7.32.3] ἀληθείας.
 [01871]  κἂν τὸ ποιεῖν καλῶς ᾖ τισιν ἐξησκημένον, ἀλλὰ τὸ ἐπίστασθαι, ὡς χρηστέον καὶ ποιητέον, καὶ συνεκπονητέον, καθὸ καὶ ὁμοιοῦταί τις θεῷ, θεῷ λέγω τῷ σωτῆρι, θεραπεύων τὸν τῶν ὅλων θεὸν διὰ τοῦ ἀρχιερέως λόγου, δι' οὗ καθορᾶται τὰ κατ' ἀλήθειαν καλὰ καὶ δίκαια.
 [02291]  καλῶς οὖν ἐπὶ τῶν μετανοούντων εἴρηται τὸ λόγιον ἐκεῖνο·
 [02338]  καλῶς ἔδωκας, ἀλλά·
 [02339]  καλῶς εἴληφας.
 [02514]  καὶ ∆ιόδωρος ὁμοίως ἀπὸ τῆς αὐτῆς αἱρέσεως γενόμενος τέλος ἀποφαίνεται [2.21.128.1] τὸ ἀοχλήτως καὶ καλῶς ζῆν.
 [02693]  φυσικήν τινες ἔχουσι πρὸς γυναῖκα ἀποστροφὴν ἐκ γενετῆς, οἵτινες τῇ φυσικῇ ταύτῃ [3.1.1.3] συγκράσει χρώμενοι καλῶς ποιοῦσι μὴ γαμοῦντες.
 [02721]  ἡμεῖς εὐνουχίαν μὲν καὶ οἷς τοῦτο δεδώρηται ὑπὸ θεοῦ μακαρίζομεν, μονογαμίαν δὲ καὶ τὴν περὶ τὸν ἕνα γάμον σεμνότητα θαυμάζομεν, συμπάσχειν δὲ δεῖν λέγοντες καὶ ἀλλήλων τὰ βάρη βαστάζειν, μή ποτέ τις δοκῶν καλῶς ἑστάναι καὶ αὐτὸς πέσῃ.
 [02828]  ἀλλ' ὅμως οὕτως ἔχων αἴσθεται τῆς διοικήσεως καλῶς ἐχούσης καί φησιν·
 [02914]  ἐχρῆν γὰρ αὐτοὺς καὶ ἐν τοῖς ἀλλοτρίοις παρόντας καλῶς βιοῦν, [3.4.32.1] ἵνα δὴ τῷ ὄντι τὸ βασιλικὸν ἐνδείξωνται.
 [02947]  οὐκ ἴστε, ὦ γεννάδαι (ὡς πρὸς παρόντας γὰρ εἴποιμ' ἄν), ὅτι ταῖς καλῶς ἐχούσαις ἐντολαῖς μαχόμενοι τῇ ἰδίᾳ ἀνθίστασθε σωτηρίᾳ;
 [03138]  καλῶς οὖν πλουτεῖν οὐ κεκώλυκεν, ἀλλὰ γὰρ τὸ ἀδίκως καὶ ἀπλήστως πλουτεῖν·
 [03228]  [3.9.66.2] φαμένης γὰρ αὐτῆς καλῶς οὖν ἐποίησα μὴ τεκοῦσα, ὡς οὐ δεόντως τῆς γενέσεως παραλαμβανομένης, ἀμείβεται λέγων ὁ κύριος·
 [03318]  ᾧ λόγῳ καὶ τὸν ἀσχημονεῖν ἑαυτὸν ἐπὶ τῇ παρθενοτροφίᾳ ὑπολαμβάνοντα καλῶς εἰς γάμον ἐκδώσειν τὴν θυγατέρα [3.12.79.3] ἔλεγεν.
 [03446]  [7] καλῶς οὖν εἰρῆσθαι καὶ ταῦτα ἴσμεν ἡμεῖς, ἐπεὶ ὡς ξένοι καὶ παρεπιδημοῦντες πολιτεύεσθαι ὀφείλομεν, οἱ γαμοῦντες ὡς μὴ γαμοῦντες, οἱ κτώμενοι ὡς μὴ κτώμενοι, οἱ παιδοποιοῦντες ὡς θνητοὺς γεννῶντες, ὡς καταλείψοντες τὰ κτήματα, ὡς καὶ ἄνευ γυναικὸς βιωσόμενοι ἐὰν δέῃ, οὐ προσπαθῶς τῇ κτίσει χρώμενοι, μετ' εὐχαριστίας δ' ἁπάσης καὶ μεγαλοφρονοῦντες.
 [03514]  προείρηται δὲ ἡμῖν ὡς καὶ καλῶς καὶ κακῶς ἔστι χρήσασθαι τῷ γάμῳ, καὶ τοῦτ' ἔστι τὸ ξύλον τῆς γνώσεως, ἐὰν μὴ [3.17.104.4] παρανομῶμεν τὸν γάμον.
 [03551]  ἐπεὶ καὶ τὸν ἐπίσκοπον τοῦ οἴκου καλῶς προϊστάμενον νομοθετεῖ τῆς ἐκκλησίας ἀφηγεῖσθαι, οἶκον δὲ κυριακὸν [3.18.109.1] μιᾶς γυναικὸς συνίστησι συζυγία.
 [03616]  καλῶς οὖν Ἡράκλειτος δίκης ὄνομα φησὶν οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν, Σωκράτης [4.3.10.2] δὲ νόμον ἕνεκα ἀγαθῶν οὐκ ἂν γενέσθαι.
 [03673]  καίτοι καὶ Ἰὼβ ἐγκρατείας ὑπερβολῇ καὶ πίστεως ὑπεροχῇ πένης μὲν ἐκ πλουσίου, ἄτιμος δὲ ἐξ ἐνδόξου, αἰσχρὸς δὲ ἐκ καλοῦ καὶ νοσερὸς ἐξ ὑγιεινοῦ γενόμενος ἡμῖν γέ ἐστι παράδειγμα ἀγαθὸν ἀναγεγραμμένος, δυσωπῶν τὸν πειράσαντα, εὐλογῶν τὸν πλάσαντα, φέρων οὕτω τὰ δεύτερα ὡς καὶ τὰ πρότερα, διδάσκων εὖ μάλα τοῖς περιστατικοῖς ἅπασιν οἷόν τε εἶναι καλῶς [4.5.19.3] χρῆσθαι τὸν γνωστικόν.
 [03923]  καλῶς πάντα τὴν θείαν διοικεῖν πρόνοιαν πέπεισται ἡ ἀγάπη.
 [04039]  εἰ δὴ τῶν ἀδιαφόρων ἔνια τοιαύτην εἴληχε τιμὴν ὥστε καὶ ἀκόντων τινῶν αἱρετὰ εἶναι δοκεῖν, πολὺ δὲ πλέον τὴν ἀρετὴν περιμάχητον νομιστέον, μὴ εἰς ἄλλο τι ἀφορῶντας, ἀλλὰ εἰς αὐτὸ τὸ καλῶς πραχθῆναι [4.8.69.2] δυνάμενον, ἐάν τε ἑτέρως δοκῇ τισιν ἐάν τε καὶ μή.
 [04040]  καλῶς οὖν καὶ Ἐπίκουρος Μενοικεῖ γράφων·
 [04060]  καὶ καλῶς ἐπὶ μὲν τῶν ὁμολογούντων [7ἐν] [7] ἐμοὶεἶπεν, ἐπὶ δὲ τῶν ἀρνουμένων τὸ [7] [7ἐμὲπροσέθηκεν.]
 [04206]  κατὰ φυσικὴν τοίνυν ὄρεξιν χρηστέον τοῖς <μὴ> κεκωλυμένοις καλῶς, πᾶσαν ὑπερέκπτωσιν καὶ συμπάθειαν παραιτουμένους.
 [04617]  ὥστε καὶ ὁ γαμίζων τὴν παρθένον αὐτοῦ καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιεῖ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ [4.23.149.3] κυρίῳ ἀπερισπάστως.
 [05278]  βλέπετε πῶς ἐνομοθέτησεν ὁ Μωυσῆς καλῶς.
 [05430]  [5.11.69.1] καλῶς ἄρα Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ τίνας οὖν καλῶ πεπαιδευμένους;
 [05432]  πρῶτον μὲν τοὺς καλῶς χρωμένους τοῖς πράγμασι τοῖς κατὰ τὴν ἡμέραν ἑκάστην προσπίπτουσι καὶ τὴν δόξαν ἐπιτυχῆ τῶν καιρῶν ἔχοντας καὶ δυναμένην ὡς ἐπὶ τὸ πολὺ [5.11.69.2] στοχάζεσθαι τοῦ συμφέροντος·
 [05574]  εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παραγιγνόμενον, οὐκ ἄνευ νοῦ, οἷς ἂν παραγίγνηται.
 [05713]  ὁ γὰρ καλῶς λέγων καλός [5.14.97.4] τε κἀγαθός.
 [05952]  εἰ δέ τις πράττει καλῶς, κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω·
 [06009]  [5.14.128.1] καλῶς οὖν καὶ Φιλήμων ὁ κωμικὸς τὴν εἰδωλολατρείαν ἐκκόπτει διὰ τούτων·
 [06185]  οἴκοι μένειν χρὴ τὸν καλῶς εὐδαίμονα καὶ τὸν κακῶς πράσσοντα καὶ τοῦτον μένειν, [6.2.7.7] Εὐριπίδου δὲ τὰ ὅμοια ἐπὶ τῆς σκηνῆς βοῶντος·
 [06187]  οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον, ἢ μηκέτ' εἶναι τὸν καλῶς εὐδαίμονα.
 [06360]  ὃς οἶδ' ἰατρεύειν καλῶς, πρὸς τὰς διαίτας τῶν ἐνοικούντων πόλιν τὴν γῆν <τ'> ἰδόντα τὰς νόσους σκοπεῖν χρεών.
 [06375]  [6.2.24.1] Εὕροις δ' ἂν καὶ Πλάτωνος εἰπόντος παντὸς γὰρ φυτοῦ ἡ πρώτη βλάστη, καλῶς ὁρμηθεῖσα πρὸς ἀρετήν, τῆς ἑαυτοῦ φύσεως [6.2.24.2] κυριωτάτη τέλος ἐπιθεῖναι τὸ πρόσφορον <Ἔφορον> τὸν ἱστορικὸν γράφοντα·
 [06386]  βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν, χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς, [6.2.24.10] ὁ Ἐπίκουρος λέγει·
 [06502]  καλῶς ζῆν [6.4.38.7] βουλόμενοι αὐτὸν ἢ καλῶς ἀποθανεῖν.
 [06509]  ὁ δὲ ἔνατος ἐξετασθείς, μέχρι τίνος ἀνθρώπῳ καλῶς ἔχει ζῆν, μέχρι οὗ, [6.4.38.12] ἔφη, μὴ νομίζῃ τὸ τεθνάναι τοῦ ζῆν ἄμεινον.
 [06573]  εἰ δὲ Ἰουδαίους μόνον εὐηγγελίσατο, οἷς ἔλειπεν ἡ διὰ τοῦ σωτῆρος ἐπίγνωσίς τε καὶ πίστις, δῆλόν που ὡς ἄρα ἀπροσωπολήπτου ὄντος τοῦ θεοῦ καὶ οἱ ἀπόστολοι, καθάπερ ἐνταῦθα, οὕτως κἀκεῖ τοὺς ἐξ ἐθνῶν ἐπιτηδείους εἰς ἐπιστροφὴν [6.6.46.5] εὐηγγελίσαντο, καὶ καλῶς εἴρηται τῷ Ποιμένι·
 [06580]  [6.6.47.3] εἰ γὰρ τὸ καλῶς βιοῦν καὶ νομίμως ἐστὶ βιοῦν καὶ τὸ εὐλόγως βιοῦν κατὰ νόμον ἐστὶ βιοῦν, ὀρθῶς δὲ βεβιωκότες οἱ πρὸ νόμου εἰς πίστιν ἐλογίσθησαν καὶ δίκαιοι εἶναι ἐκρίθησαν, δῆλόν που καὶ τοὺς ἐκτὸς νόμου γενομένους διὰ τὴν τῆς ψυχῆς ἰδιότητα, ὀρθῶς βεβιωκότας, εἰ καὶ ἐν Ἅιδου ἔτυχον ὄντες καὶ ἐν φρουρᾷ, ἐπακούσαντας τῆς τοῦ κυρίου φωνῆς, εἴτε τῆς αὐθεντικῆς εἴτε καὶ τῆς διὰ τῶν ἀποστόλων ἐνεργούσης, ᾗ τάχος ἐπιστραφῆναί τε καὶ πιστεῦσαι.
 [06766]  κἂν γὰρ μετὰ λόγου γινόμενα τὰ προειρημένα ἀγαθά τις ἐκδέχηται, ἀλλ' οὖν γε ἐπὶ τοῦ τελείου οὐ παραδεκτέον, ὃς οὔτε θαρσεῖν ἔχει (οὐδὲ γὰρ ἐν δεινοῖς γίνεται, μηδὲν δεινὸν ἡγούμενος τῶν ἐν τῷ βίῳ, οὐδὲ ἀποστῆσαί τι καὶ τούτου αὐτὸν τῆς πρὸς τὸν θεὸν ἀγάπης δύναται), οὔτε εὐθυμίας χρεία ἐστίν (οὐδὲ γὰρ εἰς λύπην ἐμπίπτει, πάντα καλῶς γίνεσθαι πεπεισμένος) οὐδὲ μὴν θυμοῦται (οὐδὲ γάρ ἐστιν ὅ τι συγκινήσει αὐτὸν πρὸς θυμόν, ἀγαπῶντα ἀεὶ τὸν θεὸν καὶ πρὸς τούτῳ μόνῳ ὅλον τετραμμένον καὶ διὰ τοῦτο μηδὲν τῶν [6.9.71.5] κτισμάτων τοῦ θεοῦ μεμισηκότα)·
 [07045]  εἰ δὲ τοῦτο, οὐδὲ εὔξασθαι ὀρθῶς οἷοί τε οὗτοι παρὰ τοῦ θεοῦ λαβεῖν τὰ ἀγαθά, ἀγνοοῦντες τὰ ὄντως ἀγαθά, οὐδ' ἂν λαβόντες αἴσθοιντο τῆς δωρεᾶς οὐδ' ἄν τι ἀπολαύσειαν κατ' ἀξίαν οὗ μὴ ἔγνωσαν, ὑπό τε τῆς ἀπειρίας τοῦ χρήσασθαι τοῖς δοθεῖσι καλῶς ὑπό τε τῆς ἄγαν ἀμαθίας, μηδέπω <πῶς> χρηστέον ταῖς θείαις δωρεαῖς ἐγνωκότες.
 [07363]  οἱ τοίνυν φιλόσοφοι οἱ εἰς τὴν οἰκείαν συναίσθησιν πνεύματι αἰσθητικῷ συνασκηθέντες, ἐπὰν μὴ μέρος φιλοσοφίας, ἀλλὰ τὴν αὐτοτελῶς φιλοσοφίαν πολυπραγμονῶσι, φιλαλήθως τε καὶ ἀτύφως προσμαρτυροῦντες τῇ ἀληθείᾳ κἂν παρὰ τοῖς ἑτεροδόξοις ἐπὶ τῶν καλῶς εἰρημένων, προκόπτουσιν εἰς σύνεσιν, κατὰ τὴν θείαν διοίκησιν, τὴν ἄρρητον ἀγαθότητα, τὴν ἑκάστοτε εἰς τὸ ἄμεινον κατὰ τὸ ἐγχωροῦν [6.17.154.2] προσαγομένην τὴν τῶν ὄντων φύσιν·
 [07402]  λείπεται δὴ θεοῦ, οὗ μόνον τὸ ἀγαθύνειν ἔργον ἐστίν, καὶ πάνθ' ὅσα παρὰ θεοῦ δίδοται, [6.17.159.8] καλῶς δίδοταί τε καὶ λαμβάνεται.
 [07495]  θεοσεβὴς γὰρ μόνος ὁ καλῶς καὶ [7.1.3.5] ἀνεπιλήπτως περὶ τὰ ἀνθρώπεια ἐξυπηρετῶν τῷ θεῷ.
 [07539]  προσήκει γοῦν ἀεὶ τῷ κρείττονι κατὰ φύσιν ἡγεῖσθαι τοῦ χείρονος, καὶ τῷ δυναμένῳ καλῶς τι διέπειν ἀποδεδόσθαι τὴν ἐκείνου διοίκησιν.
 [07684]  [7.5.28.1] Ἢ γὰρ οὐ καλῶς καὶ ἀληθῶς οὐκ ἐν τόπῳ τινὶ περιγράφομεν τὸν ἀπερίληπτον οὐδ' ἐν ἱεροῖς καθείργνυμεν χειροποιήτοις τὸ [7.5.28.2] πάντων περιεκτικόν;
 [07893]  καί μοι δοκεῖ κἀκεῖνο καλῶς παρὰ τοῖς Ἕλλησι λέγεσθαι·
 [08187]  [7.12.80.1] Οὗτος ἐν ἕξει γενόμενος εὐποιητικῇ θᾶττον τοῦ λέγειν καλῶς εὐεργετεῖ, τὰ μὲν τῶν ἀδελφῶν ἁμαρτήματα μερίσασθαι εὐχόμενος εἰς ἐξομολόγησιν καὶ ἐπιστροφὴν τῶν συγγενῶν, κοινωνεῖν δὲ τῶν ἰδίων ἀγαθῶν προθυμούμενος τοῖς φιλτάτοις, αὐτοὶ δὲ οὕτως αὐτῷ [7.12.80.2] οἱ φίλοι.
 [08390]  μυρίων γοῦν ὄντων κατ' ἀριθμὸν ἃ πράσσουσιν ἄνθρωποι, σχεδὸν δύο εἰσὶν ἀρχαὶ πάσης ἁμαρτίας, ἄγνοια καὶ ἀσθένεια (ἄμφω δὲ ἐφ' ἡμῖν, τῶν μήτε ἐθελόντων μανθάνειν μήτε αὖ τῆς ἐπιθυμίας κρατεῖν), τούτων δὲ δι' ἣν μὲν οὐ καλῶς κρίνουσι, δι' ἣν δὲ οὐκ ἰσχύουσι τοῖς ὀρθῶς κριθεῖσιν <ἀκολουθεῖν>·
 [08542]  τῶν δὲ λημμάτων μὴ οἰκείων τῷ προβλήματι λαμβανομένων οὐκ ἐνδέχεται καλῶς ** οὐδὲν αὐτῷ ἐξευρεῖν ἀγνοουμένης ὅλου τοῦ προβλήματος, ὃ καὶ ζήτημα [8.3.8.6] καλεῖται τῆς φύσεως.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»