Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καρδίαν [48]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καρδίαν


000-00-00 Serial Number=0670459390
Eclogae propheticae Ante [Go Back]  
 [00169]  [31.2] οὐδένα λελύπηκεν, ὅτι μὴ τῷ λόγῳ παιδεύων τοὺς ἡλκωμένους τὴν καρδίαν, καθάπερ μέλιτι σωτηρίῳ, γλυκεῖ τε ὄντι καὶ δηκτικῷ.
 [00304]  Τὸ ἀναβῆναι ἐπὶ τὴν καρδίαν τὸ καλὸν ὑπὸ τῆς γραφῆς λέγεται τὸ νικῆσαι τὴν καλὴν βουλήν.
000-00-00 Serial Number=0430131257
Excerpta ex Theodoto Ante [Go Back]  
 [00093]  [1.10.5] Καὶ ὃ μὲν Φῶς ἀπρόσιτον εἴρηται, ὡς Μονογενὴς καὶ Πρωτότοκος, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, οὐδὲ ἔσται τις τοιοῦτος, [1.10.6] οὔτε τῶν Πρωτοκτίστων οὔτε ἀνθρώπων·
000-00-00 Serial Number=0952568293
Paedagogus Ante [Go Back]  
 [00630]  Ἐνταῦθα ἐπιφύονταί τινες οὐκ ἀγαθὸν εἶναι φάμενοι τὸν κύριον διὰ τὴν ῥάβδον καὶ τὴν ἀπειλὴν καὶ τὸν φόβον καὶ παρακούσαντες μέν, ὡς ἔοικε, τῆς γραφῆς ὧδέ που λεγούσης καὶ ὁ φοβούμενος κύριον ἐπιστρέφει ἐπὶ καρδίαν αὐτοῦ, ἐκλαθόμενοι δὲ τὸ μέγιστον αὐτοῦ τῆς φιλανθρωπίας, ὅτι δι' ἡμᾶς [1.8.62.2] ἄνθρωπος ἐγένετο.
 [00923]  γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεὰ ἥτις οὐ κατεύθυνεν τὴν καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ θεοῦ τὸ πνεῦμα αὐτῆς.
 [01009]  ἐὰν μετανοήσῃς, περικαθαριεῖ κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν τοῦ [1.10.93.2] σπέρματός σου.
 [01294]  Σώφρων οὐδ' ἂν μελλήσαι ποτὲ γενέσθαι ὁ χρώμενος αὐτῇ, τὸν νοῦν ἐγκατορύξας τῇ κοιλίᾳ, τῷ ἰχθύι τῷ καλουμένῳ ὄνῳ τὰ μάλιστα ἐοικώς, ὃν δή φησιν Ἀριστοτέλης μόνον τῶν ἄλλων ζῴων ἐν τῇ γαστρὶ τὴν καρδίαν ἔχειν.
 [01359]  Ὡς ἄρα κάμινος μὲν δοκιμάζει στόμωμα ἐν βαφῇ, οἶνος δὲ καρδίαν ὑπερηφάνων ἐν μέθῃ.
 [01450]  Ὥστε ὅτῳ τρόπῳ Ἐλπήνωρ ἀστραγάλων ἐάγη καταπεσὼν ὑπὸ μέθης, οὕτω τούτων ὁ ἐγκέφαλος ἄνωθεν ἰλιγγιάσας ὑπὸ μέθης ἐπὶ τὸ ἧπαρ καὶ τὴν καρδίαν, τουτέστιν ἐπὶ τὴν φιληδονίαν καὶ τὸν θυμόν, καταπίπτει πτῶμα μεῖζον ἤ φασι ποιητῶν παῖδες πρὸς τοῦ ∆ιὸς τὸν Ἥφαιστον οὐρανόθεν [2.2.34.3] ἐρρίφθαι χαμαί.
 [02517]  Ἄνθρωπος μὲν γὰρ εἰς ὀφθαλμοὺς ὄψεται καὶ κύριος εἰς καρδίαν, καὶ οὐκ ἔχρισε τὸν καλὸν τὸ [3.2.12.3] σῶμα, ἀλλὰ τὸν καλὸν τὴν ψυχήν.
 [03028]  [3.11.70.2] Θεωρῶν δὲ καλὰ ὀφθαλμὸς εὐφραίνει καρδίαν, τουτέστι καλῶς μαθὼν θεωρεῖν εὐφραίνει, ἐννεύων δὲ [3.11.70.3] ὀφθαλμὸν μετὰ δόλου συνάγει ἀνδράσι λύπας.
 [03170]  ἀγαθὰ μὲν γὰρ ὄντως ἃ οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνέβη ποτέ, περὶ τὸν ὄντως ὄντα βασιλέα τὰ ὄντως ὄντα ἀγαθὰ ὄντα καὶ ἀναμένοντα ἡμᾶς·
000-00-00 Serial Number=0668399274
Protrepticus Ante [Go Back]  
 [00176]  Ἀθηνᾶ μὲν οὖν τὴν καρδίαν τοῦ ∆ιονύσου ὑφελομένη Παλλὰς ἐκ τοῦ πάλλειν τὴν καρδίαν προσηγορεύθη·
 [00995]  [9.85.1] Εἰκότως ἄρα πιστεύσασι μὲν καὶ ὑπακούουσιν ἡ χάρις ὑπερπλεονάσει, ἀπειθήσασι δὲ καὶ πλανωμένοις κατὰ καρδίαν, ὁδούς τε τὰς κυριακὰς μὴ ἐγνωκόσιν, ἃς εὐθείας ποιεῖν καὶ εὐτρεπίζειν παρήγγειλεν Ἰωάννης, τούτοις δὴ [9.85.2] προσώχθισεν ὁ θεὸς καὶ ἀπειλεῖ·
 [01084]  ἣν ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη·
 [01132]  Εἰκὼν μὲν γὰρ τοῦ θεοῦ ὁ λόγος αὐτοῦ (καὶ υἱὸς τοῦ νοῦ γνήσιος ὁ θεῖος λόγος, φωτὸς ἀρχέ τυπον φῶς), εἰκὼν δὲ τοῦ λόγου ὁ ἄνθρωπος ἀληθινός, ὁ νοῦς ὁ ἐν ἀνθρώπῳ, ὁ κατ' εἰκόνα τοῦ θεοῦ καὶ καθ' ὁμοίωσιν διὰ τοῦτο γεγενῆσθαι λεγόμενος, τῇ κατὰ καρδίαν φρονήσει τῷ θείῳ παρεικαζόμενος λόγῳ καὶ ταύτῃ λογικός.
 [01295]  [11.114.4] Οὗτος τὴν δύσιν εἰς ἀνατολὴν μετήγαγεν καὶ τὸν θάνατον εἰς ζωὴν ἀνασταυρώσει, ἐξαρπάσας δὲ τῆς ἀπωλείας τὸν ἄνθρωπον προσεκρέμασεν αἰθέρι, μεταφυτεύων τὴν φθορὰν εἰς ἀφθαρσίαν καὶ γῆν μεταβάλλων εἰς οὐρανούς, ὁ τοῦ θεοῦ γεωργός, δεξιὰ σημαίνων, λαοὺς δ' ἐπὶ ἔργον ἀγαθὸν ἐγείρων, μιμνῄσκων βιότοιο ἀληθινοῦ, καὶ τὸν μέγαν ὄντως καὶ θεῖον καὶ ἀναφαίρετον τοῦ πατρὸς κλῆρον χαρι ζόμενος ἡμῖν, οὐρανίῳ διδασκαλίᾳ θεοποιῶν τὸν ἄνθρωπον, διδοὺς νόμους εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίαν [11.114.5] γράφων αὐτούς.
 [01349]  τότε μου κατοπτεύσεις τὸν θεὸν καὶ τοῖς ἁγίοις ἐκείνοις τελεσθήσῃ μυστηρίοις καὶ τῶν ἐν οὐρανοῖς ἀπολαύσεις ἀποκεκρυμμένων, τῶν ἐμοὶ τετηρημένων, ἃ οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνέβη τινός.
000-00-00 Serial Number=0608980060
Quis dives salvetur Ante [Go Back]  
 [00160]  ὁδὸς γὰρ αὐτὸς ἤδη τῷ καθαρῷ τὴν καρδίαν γίνεται, εἰς δὲ ἀκάθαρτον ψυχὴν θεοῦ χάρις οὐ παραδύεται·
 [00163]  [17.1] ὁ δὲ ἐν τῇ ψυχῇ τὸν πλοῦτον φέρων καὶ ἀντὶ θεοῦ πνεύματος ἐν τῇ καρδίᾳ χρυσὸν φέρων ἢ ἀγρὸν καὶ τὴν κτῆσιν ἄμετρον ἀεὶ ποιῶν καὶ ἑκάστοτε τὸ πλεῖον βλέπων, κάτω νενευκὼς καὶ τοῖς τοῦ κόσμου θηράτροις πεπεδημένος, γῆ ὢν καὶ εἰς γῆν ἀπελευσόμενος, πόθεν δύναται βασιλείας οὐρανῶν ἐπιθυμῆσαι καὶ φροντίσαι, ἄνθρωπος οὐ καρδίαν, ἀλλὰ ἀγρὸν ἢ μέταλλον φορῶν, ἐν τούτοις εὑρεθησόμενος ἐπάναγκες ἐν οἷς εἵλετο;
 [00253]  ἀνάξω γάρ σε εἰς ἀνάπαυσιν καὶ ἀπόλαυσιν ἀρρήτων καὶ ἀλέκτων ἀγαθῶν, ἃ μήτε ὀφθαλμὸς εἶδε μήτε οὖς ἤκουσε μήτε ἐπὶ καρδίαν ἀνθρώπων ἀνέβη, εἰς ἃ ἐπιθυ μοῦσιν ἄγγελοι παρακύψαι καὶ ἰδεῖν ἅπερ ἡτοίμασεν ὁ θεὸς τοῖς [23.4] ἁγίοις ἀγαθὰ καὶ τοῖς φιλοῦσιν αὐτὸν τέκνοις, ἐγώ σου τροφεὺς ἄρτον ἐμαυτὸν διδούς, οὗ γευσάμενος οὐδεὶς ἔτι πεῖραν θανάτου λαμ βάνει, καὶ πόμα καθ' ἡμέραν ἐνδιδοὺς ἀθανασίας·
000-00-00 Serial Number=0710516512
Stromata Ante [Go Back]  
 [00015]  καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν εἰς νουθέτησιν τῷ υἱῷ σου.
 [00075]  καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
 [01562]  ἰδοὺ δή, ποιῶ καινά, ὁ λόγος φησίν, ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη·
 [02358]  σύνοικος ὢν τῷ κυρίῳ ὀαριστής τε καὶ συνέστιος κατὰ τὸ πνεῦμα διαμενεῖ, καθαρὸς μὲν [2.20.104.3] τὴν σάρκα, καθαρὸς δὲ τὴν καρδίαν, ἡγιασμένος τὸν λόγον.
 [02419]  ἐπειδὰν δὲ ἐπισκέψηται αὐτὴν ὁ μόνος ἀγαθὸς πατήρ, ἡγίασται καὶ φωτὶ διαλάμπει, καὶ οὕτω μακαρίζεται ὁ ἔχων τὴν τοιαύτην καρδίαν, ὅτι ὄψεται τὸν θεόν.
 [02849]  τεκοῦσα δ' ἢν μὲν ἄφρονας τέκω, στένω ματαίως, εἰσορῶσα <μὲν> κακούς, χρηστοὺς δ' ἀπολλῦσ' ἢν δὲ καὶ σεσωσμένους, τήκω τάλαιναν καρδίαν ὀρρωδίᾳ.
 [03808]  [4.6.39.1] Ἐπεὶ δὲ τῶν ἀπαγόντων εἰς τὴν τελείωσιν τῆς σωτηρίας ὁδοὶ εὑρίσκονται δύο, ἔργα καὶ γνῶσις, μακαρίους εἶπεν τοὺς καθαροὺς [4.6.39.2] τὴν καρδίαν, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.
 [03840]  ὁ μὲν γὰρ τοῖς χείλεσιν ἀγαπῶν λαός, τὴν δὲ καρδίαν μακρὰν ἔχων ἀπὸ τοῦ κυρίου ἄλλος ἐστίν, ἄλλῳ πεπεισμένος, καὶ τούτῳ ἑκὼν ἑαυτὸν [4.7.43.4] πέπρακεν·
 [04324]  [7εὗρον] ἄνδρα κατὰ τὴν καρδίαν μου, [4.17.107.2] ∆αβὶδ τὸν τοῦ Ἰεσσαί·
 [04396]  τῷ μὲν γνωστικῷ ἡτοίμασται ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, τῷ δὲ ἁπλῶς πεπιστευκότι μαρτυρεῖ ἑκατονταπλασίονα ὧν ἀπολέλοιπεν, ἣν ἐπαγγελίαν εἰς σύνεσιν ἀνθρώπων πίπτειν συμβέβηκεν.
 [04527]  ἰδοὺ κύριος καὶ ὁ μισθὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου.
 [05038]  ἀλλὰ κηρύσσομεν καθὼς γέγραπται, φησίν, ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
 [05095]  φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται καὶ ζῆλος καὶ λύπη, ᾗ καὶ οἱ μύσται καρδίαν ἐσθίειν ἀπαγορεύουσιν, μὴ χρῆναί ποτε διδάσκοντες βαρυθυμίαις καὶ ὀδύναις ἐπὶ τοῖς ἀβουλήτως συμβαίνουσι δάκνειν καὶ κατεσθίειν τὴν ψυχήν.
 [05171]  καθαρὸς μὲν <οὖν> τὴν καρδίαν πᾶσαν, κατορθώσας δ' εὖ μάλα καὶ τὴν πολιτείαν ἐπ' ἄκρον, πέρα τοῦ ἱερέως ἐπὶ μεῖζον αὐξήσας, ἀτεχνῶς ἡγνισμένος καὶ λόγῳ καὶ βίῳ, ἐπενδυσάμενος τὸ γάνωμα τῆς δόξης, τοῦ πνευματικοῦ ἐκείνου καὶ τελείου ἀνδρὸς τὴν ἀπόρρητον κληρονομίαν ἀπολαβών, ἣν ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, υἱὸς καὶ φίλος γενόμενος, πρόσωπον ἤδη πρὸς πρόσωπον ἐμπίπλαται τῆς ἀκορέστου θεωρίας.
 [05855]  ὃ δ' οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος·
 [05868]  θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι, ἱδρυσάμεσθα πημάτων παραψυχὴν θεῶν ἀγάλματα ἐκ λίθων, ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους·
 [06744]  διὸ καὶ στοιχειωτική τίς ἐστιν ἡ μερικὴ αὕτη φιλοσοφία, τῆς τελείας ὄντως ἐπιστήμης ἐπέκεινα κόσμου περὶ τὰ νοητὰ καὶ ἔτι τούτων τὰ πνευματικώτερα ἀναστρεφομένης, ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνέβη ἀνθρώπων, πρὶν ἢ διασαφῆσαι τὸν περὶ τούτων λόγον ἡμῖν τὸν διδάσκαλον, ἅγια ἁγίων καὶ ἔτι τούτων κατ' ἐπανάβασιν τὰ ἁγιώτερα ἀποκαλύψαντος τοῖς [6.8.68.2] γνησίως καὶ μὴ νόθως τῆς κυριακῆς υἱοθεσίας κληρονόμοις.
 [06821]  ὥστ' εἴ τις ὁμολογεῖ καρδίαν μὴ ἔχειν διηρθρωμένην, τράπεζαν οὐκ ἔχει τὴν τῶν ἀργυραμοιβῶν οὐδὲ μὴν τὸ κριτήριον τῶν λόγων.
 [06829]  [6.10.81.5] ἐπαινουμένους γὰρ χρὴ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ τοῦ κυρίου κατὰ τὸν προφήτην εὐφραίνεσθαι τὴν καρδίαν ζητοῦντας τὸν κύριον.
 [06944]  ὅτι δ' οὐ μόνον αἱ πράξεις καὶ αἱ ἔννοιαι, ἀλλὰ καὶ οἱ λόγοι καθαρεύουσι τῷ γνωστικῷ, ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς φησίν·
 [06983]  καὶ τὰ μὲν πρῶτα ἄφεσιν ἁμαρτιῶν αἰτήσεται, μετὰ δὲ τὸ μηκέτι ἁμαρτάνειν ἔτι τὸ εὖ ποιεῖν δύνασθαι καὶ πᾶσαν τὴν κατὰ τὸν κύριον δημιουργίαν τε καὶ [6.12.102.2] οἰκονομίαν συνιέναι, ἵνα δή, καθαρὸς τὴν καρδίαν γενόμενος, δι' ἐπιγνώσεως τῆς διὰ τοῦ υἱοῦ τοῦ θεοῦ πρόσωπον πρὸς πρόσωπον τὴν μακαρίαν θέαν μυηθῇ, ἐπακούσας τῆς λεγούσης γραφῆς ἀγαθὸν [6.12.102.3] νηστεία μετὰ προσευχῆς·
 [07011]  [6.14.108.1] οἱ τοιοῦτοι κατὰ τὸν ∆αβὶδ καταπαύσουσιν ἐν ὄρει ἁγίῳ θεοῦ, τῇ ἀνωτάτω ἐκκλησίᾳ, καθ' ἣν οἱ φιλόσοφοι συνάγονται τοῦ θεοῦ, οἱ τῷ ὄντι Ἰσραηλῖται οἱ καθαροὶ τὴν καρδίαν, ἐν οἷς δόλος οὐδείς, οἱ μὴ καταμείναντες ἐν ἑβδομάδι ἀναπαύσεως, ἀγαθοεργίᾳ δὲ θείας ἐξομοιώσεως εἰς ὀγδοαδικῆς εὐεργεσίας κληρονομίαν ὑπερκύψαντες, ἀκορέστου θεωρίας [6.14.108.2] εἰλικρινεῖ ἐποπτείᾳ προσανέχοντες.
 [07571]  ταύτας φημὶ τὰς ἀρετὰς θυσίαν δεκτὴν εἶναι παρὰ θεῷ, τὴν ἄτυφον καρδίαν μετ' ἐπιστήμης ὀρθῆς ὁλοκάρπωμα τοῦ θεοῦ λεγούσης τῆς γραφῆς, ἐκφωτιζομένου εἰς ἕνωσιν ἀδιάκριτον παντὸς τοῦ [7.3.14.2] ἀναληφθέντος εἰς ἁγιωσύνην ἀνθρώπου·
 [07723]  πρῶτον μὲν ὅταν ἐμοί τι θύωσί<ν> τινες, <θύουσιν> αἷμα, κύστιν, ἧπαρ, καρδίαν, ὑμέν' ἐπιπόλαιον·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»