Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κομιδῇ [12]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κομιδῇ


000-00-00 Serial Number=0823681772
Paedagogus Ante [Go Back]  
 [01051]  Ἔστι δὲ ὁ χαρακτηρισμὸς οὐ φοβερὸς ἄγαν αὐτοῦ οὐδὲ ἔκλυτος κομιδῇ ὑπὸ χρηστότητος.
 [01188]  κομιδῇ δὲ ἄλογον καὶ ἀχρεῖον καὶ οὐκ ἀνθρώπειον βοσκημάτων δίκην πιαινομένων θανάτῳ τρέφεσθαι, κάτω βλέποντας εἰς γῆν τοὺς ἐκ γῆς ἀεὶ καὶ κεκυφότας εἰς τραπέζας, τὴν λίχνον διωκάθοντας ζωήν, τὸ ἀγαθὸν ἐνταῦθά που κατορύξαντας περὶ τὴν οὐκ ἐσομένην ζωήν, μόνην κολακεύοντας τὴν κατάποσιν, δι' ἣν πολυτιμότεροι γεγόνασιν μάγειροι γεωργῶν.
 [01436]  Αἱ δὲ γυναῖκες, τὸ εὔσχημον ἐπαναιρούμεναι δῆθεν, ὡς μὴ ταῖς πλατείαις κύλιξιν διαχέουσαι τὰ χείλη περιρραγεῖς γένωνται πλατυνομένου τοῦ στόματος, στεναῖς κομιδῇ κατὰ τὸ στόμιον ἀλαβάστροις ἀσχημόνως πίνουσαι ἀνακλῶσι μὲν τὰς κεφαλάς, γυμνοῦσι δὲ τοὺς τραχήλους, οὐ κοσμίως, ἐμοὶ δοκεῖν, καὶ τὸν λάρυγγα διατείνουσαι περὶ τὴν κατάποσιν βροχθίζουσιν, οἷον ἀπογυμνούμεναι τοῖς συμπόταις ἃ δύνανται, ἐρυγάς τε ἀνδρώδεις ἐπισπώμεναι, μᾶλλον δὲ [2.2.33.2] ἀνδραποδώδεις, προσεπιθρύπτονται σπαταλῶσαι·
 [01505]  τὸ δὲ ἐπὶ τοῖς σκεύεσι μεγαλαυχεῖν αἰσχρὸν κομιδῇ·
 [01512]  Οἱ δὲ ἐν αὐλοῖς καὶ ψαλτηρίοις καὶ χοροῖς καὶ ὀρχήμασιν καὶ κροτάλοις Αἰγυπτίων καὶ τοιαύταις ῥᾳθυμίαις σάλοι ἄτακτοι καὶ ἀπρεπεῖς καὶ ἀπαίδευτοι κομιδῇ γίγνοιντο ἂν κυμβάλοις καὶ τυμπάνοις ἐξηχούμενοι καὶ τοῖς τῆς ἀπάτης ὀργάνοις περιψοφούμενοι·
 [01960]  τοὺς δὲ κατὰ φύσιν λογισμοὺς ἀλόγως εἰς τοὺς παρὰ φύσιν καταισχύνειν πόρους [2.10.83.4] ἄθεον κομιδῇ.
 [02233]  [2.10βις.113.2] Τὸ δὲ καὶ σύρειν τὰς ἐσθῆτας ἐπ' ἄκρους καθιέντας τοὺς πόδας κομιδῇ ἀλαζονικόν, ἐμποδὼν τῇ ἐνεργείᾳ τοῦ περιπατεῖν γινόμενον, καλλύντρου δίκην ἐπισυρομένης τῆς ἐσθῆτος τὰς ἐπιπολαίους τῆς γῆς ἀχυρμιάς, οὐδὲ τῶν κατεαγότων τούτων δὴ τῶν τὴν κιναιδίαν τὴν ἄφωνον ἐπὶ ταῖς σκηναῖς μετιόντων ὀρχηστῶν ἀπορρέουσαν εἰς τοσοῦτον ὕβρεως τὴν ἐσθῆτα περιορώντων, οἷς οἱ ἐπιμελεῖς στολισμοὶ καὶ τῶν κρασπέδων αἱ ἀπαιωρήσεις καὶ τῶν σχημάτων οἱ περίεργοι ῥυθμοὶ βλακείας μικρολόγου ἐπισυρμὸν ἐμφαίνουσιν.
 [02248]  αἳ δὲ ὀλίγον κομιδῇ τὸ λοιπὸν τῆς ἀμπεχόνης ὑφαίνουσαι τὸ πᾶν ἁλουργὲς εἰργάσαντο ἐκφλέγουσαι τὰς ῥᾳθυμίας, καὶ δῆτα αὐτὰς περὶ τὰς μεμωρημένας ταύτας καὶ ἁβρὰς ἀλυούσας πορφύρας κατὰ τὸ ποιητικὸν δὴ ἐκεῖνο ἔλλαβε πορφύρεος θάνατος.
 [03020]  τὸ γὰρ ἁβροδίαιτον τῆς περὶ τὸν περίπατον κινήσεως καὶ τὸ σαυλὰ βαίνειν, ὥς φησιν Ἀνακρέων, κομιδῇ ἑταιρικά, ὥς γέ μοι φαίνεται.
000-00-00 Serial Number=0519597411
Stromata Ante [Go Back]  
 [07479]  (κἂν ἑτεροῖά τισι τῶν πολλῶν καταφαίνηται τὰ ὑφ' ἡμῶν λεγόμενα τῶν κυριακῶν γραφῶν, ἰστέον ὅτι ἐκεῖθεν ἀναπνεῖ τε καὶ ζῇ, καὶ τὰς ἀφορμὰς ἀπ' αὐτῶν ἔχοντα τὸν νοῦν μόνον, οὐ τὴν λέξιν, [7.1.1.5] παριστᾶν ἐπαγγέλλεται.) ἥ τε γὰρ ἐπὶ πλέον ἐπεξεργασία, μὴ κατὰ [7.1.1.5] καιρὸν γινομένη, περισσὴ δόξειεν ἂν εἰκότως, τό τε μηδ' ὅλως [7.1.1.6] ἐπεσκέφθαι τὸ κατεπεῖγον ῥᾴθυμον κομιδῇ καὶ ἐνδεές.
 [07719]  ὅτε τοῖσι θεοῖσι θύετε, πρώτιστα ἀποκρίνετε <τοῖς ἱερεῦσιν> τὸ νομιζόμενον, <κἄπειθ'> ὑμῖν, <εἶτ'> (αἰσχύνη τὸ κατειπεῖν) εὖ τὼ μηρὼ περιλέψαντες κομιδῇ μέχρι βουβώνων <κρέα πάντα> καὶ τὴν ὀσφὺν κομιδῇ ψιλήν, λοιπὸν τὸν σπόνδυλον αὐτὸν ὥσπερ <ῥίνῃ> ῥινήσαντες νέμεθ' ὥσπερ καὶ τοῖς κυσὶν ἡμῖν, εἶτ' ἀλλήλους αἰσχυνόμενοι θυλήμασι κρύπτετε πολλοῖς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»