[00016]
|
ψυχὴ γάρ, οἶμαι, ψυχῇ καὶ πνεῦμα πνεύματι συναπτόμενα κατὰ τὴν τοῦ λόγου σπορὰν αὔξει τὸ καταβληθὲν καὶ ζωογονεῖ·
|
[00046]
|
σκοπεῖσθαι οὖν ἀκόλουθον ἄρα τῷ τὴν ὠφέλειαν τῶν πλησίον ἐπανῃρημένῳ, εἰ μὴ θρασέως καί τισιν ἀντιζηλούμενος ἐπεπήδησεν τῇ διδασκαλίᾳ, εἰ μὴ φιλόδοξος ἡ κοινωνία τοῦ λόγου, εἰ τοῦτον μόνον καρποῦται τὸν μισθόν, τὴν σωτηρίαν τῶν ἐπαϊόντων, τό τε μὴ πρὸς χάριν ὁμιλεῖν δωροδοκίας [1.1.6.2] τε αὖ διαβολὴν διαπέφευγεν ὁ δι' ὑπομνημάτων λαλῶν·
|
[00355]
|
εἰσὶ γάρ τινες τῶν καὶ τοῦ λόγου ἐπακηκοότων τοῖς ἰχθύσι τοῖς θαλασσίοις ἐοικότες, οἳ δὴ ἐν ἅλμῃ ἐκ γενετῆς τρεφόμενοι ἁλῶν ὅμως πρὸς τὴν σκευασίαν [1.8.41.5] δέονται.
|
[00365]
|
αἰτιᾶται γοῦν τοὺς ἄνευ νοῦ καὶ ἐπιστήμης δόξαις πιστεύοντας, ὡς μὴ προσῆκον ἀφεμένους τοῦ ὀρθοῦ καὶ ὑγιοῦς λόγου τῷ κοινωνοῦντι τοῦ ψεύδους πιστεύειν.
|
[00391]
|
οὐχὶ καὶ τὸ λέγειν ἔργον ἐστὶ καὶ τὸ ποιεῖν ἐκ τοῦ λόγου γίνεται;
|
[00394]
|
καὶ οὐδὲν χωρὶς αὐτοῦ ἐγένετο, φησί, τοῦ λόγου τοῦ θεοῦ.
|
[00400]
|
[1.10.46.2] καθάπερ δὲ οἱ λόγῳ χρώμενοι πονηρῷ οὐδὲν τῶν ἔργῳ χρωμένων πονηρῷ διαφέρουσιν (εἰ γὰρ διαβολὴ ξίφους διάκονος καὶ λύπην ἐμποιεῖ βλασφημία, ἐξ ὧν αἱ τοῦ βίου ἀνατροπαί, ἔργα τοῦ πονηροῦ λόγου εἶεν ἂν ταῦτα), οὕτω καὶ οἱ λόγῳ·
|
[00408]
|
ἡ δικαιοσύνη γοῦν οὐ χωρὶς [1.10.47.1] λόγου συνίσταται.
|
[00431]
|
εὐτελῆ γὰρ οὐ μόνον δίαιταν, ἀλλὰ καὶ λόγον ἀσκητέον ἀπέριττόν τε καὶ ἀπερίεργον τῷ τὸν ἀληθῆ βίον ἐπανῃρημένῳ, εἴ γε τὴν τρυφὴν ὡς δολεράν τε καὶ ἄσωτον παραιτοίμεθα, καθάπερ τὸ μύρον καὶ τὴν πορφύραν οἱ παλαιοὶ Λακεδαιμόνιοι, δολερὰ μὲν τὰ εἵματα, δολερὰ δὲ τὰ χρίσματα ὑπολαβόντες ὀρθῶς καὶ ὀνομάσαντες, ἐπεὶ μήτε ἐκείνη καλὴ σκευασία τροφῆς ἡ πλείω τῶν τρεφόντων ἔχουσα τὰ ἡδύσματα μήτε λόγου χρῆσις ἀστεία ἡ τέρπειν μᾶλλον ἢ ὠφελεῖν τοὺς ἀκούοντας δυναμένη.
|
[00475]
|
πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος ὢν καὶ μηδέπω ἐπιστάμενος τὸν λόγον καθ' ὃν πεπίστευκέ τε καὶ ἐνεργεῖ, μηδὲ ἀποδοῦναι δυνάμενος τὴν αἰτίαν ἐν αὑτῷ.
|
[00486]
|
[1.12.55.1] Ἐπεὶ δὲ μὴ κοινὴ ἡ παράδοσις καὶ πάνδημος τῷ γε αἰσθομένῳ τῆς μεγαλειότητος τοῦ λόγου, ἐπικρυπτέον οὖν τὴν ἐν [1.12.55.2] μυστηρίῳ λαλουμένην σοφίαν, ἣν ἐδίδαξεν ὁ υἱὸς τοῦ θεοῦ.
|
[00498]
|
ξύμπαντες οὖν Ἕλληνές τε καὶ βάρβαροι, ὅσοι τἀληθοῦς ὠρέχθησαν, οἳ μὲν οὐκ ὀλίγα, οἳ δὲ μέρος τι, εἴπερ [1.13.57.3] ἄρα, τοῦ τῆς ἀληθείας λόγου ἔχοντες ἀναδειχθεῖεν.
|
[00504]
|
οὕτως οὖν ἥ τε βάρβαρος ἥ τε Ἑλληνικὴ φιλοσοφία τὴν ἀίδιον ἀλήθειαν σπαραγμόν τινα, οὐ τῆς ∆ιονύσου μυθολογίας, τῆς δὲ τοῦ λόγου τοῦ ὄντος ἀεὶ θεολογίας πεποίηται.
|
[00705]
|
πάντες μὲν οὖν οἱ ἐν λόγῳ, οὗτοι δὴ οἱ πρὸ τῆς τοῦ λόγου σαρκώσεως, ἐξακούονται καθολικώτερον.
|
[01052]
|
καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκρίνασθαι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο, καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεία [1.21.125.4] καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί.
|
[01303]
|
συντίθεται δὲ τούτων ἕκαστον ἐκ τριῶν, ἢ [1.24.160.2] διὰ λόγου ἢ δι' ἔργων ἢ καὶ δι' ἀμφοτέρων ἅμα τούτων.
|
[01519]
|
τὴν γοῦν ἐπιστήμην ὁρίζονται φιλοσόφων παῖδες ἕξιν ἀμετάπτωτον ὑπὸ λόγου.
|
[01548]
|
εἰ δέ τις λέγοι τὴν ἐπιστήμην ἀποδεικτικὴν εἶναι μετὰ λόγου, ἀκουσάτω ὅτι καὶ αἱ ἀρχαὶ ἀναπόδεικτοι·
|
[01743]
|
καὶ πῶς ἄν σοι ἔτι σῴζοιτο οὗτος ὁ ὅρος διὰ λόγου δοθείσης μοι τῆς ἐντολῆς;
|
[01823]
|
ἀγάπη δὲ ὁμόνοια ἂν εἴη τῶν κατὰ τὸν λόγον καὶ τὸν βίον καὶ τὸν τρόπον ἢ συνελόντι φάναι κοινωνία βίου ἢ ἐκτένεια φιλίας καὶ φιλοστοργίας μετὰ λόγου ὀρθοῦ περὶ χρῆσιν ἑταίρων.
|
[01871]
|
κἂν τὸ ποιεῖν καλῶς ᾖ τισιν ἐξησκημένον, ἀλλὰ τὸ ἐπίστασθαι, ὡς χρηστέον καὶ ποιητέον, καὶ συνεκπονητέον, καθὸ καὶ ὁμοιοῦταί τις θεῷ, θεῷ λέγω τῷ σωτῆρι, θεραπεύων τὸν τῶν ὅλων θεὸν διὰ τοῦ ἀρχιερέως λόγου, δι' οὗ καθορᾶται τὰ κατ' ἀλήθειαν καλὰ καὶ δίκαια.
|
[02009]
|
τῷ ὄντι γὰρ κολαστέος ὁ ἀκρατὴς τοῦ γονίμου λόγου, ὃ καὶ αὐτὸ πάθος ἐστὶ ψυχῆς ἄλογον, ἐγγὺς ἀδολεσχίας ἰόν·
|
[02069]
|
ἔστι γὰρ τῷ ὄντι οὗ σιγὴ λόγου διαφέρει·
|
[02126]
|
[2.17.76.1] Ὡς οὖν ἡ ἐπιστήμη ἐπιστητική ἐστιν ἕξις, ἀφ' ἧς τὸ [2.17.76.1] ἐπίστασθαι συμβαίνει, γίνεται δὲ ἡ κατάληψις αὐτῇ ἀμετάπτωτος ὑπὸ λόγου, οὕτω καὶ ἡ ἄγνοια φαντασία ἐστὶν εἴκουσα, μεταπτωτικὴ ὑπὸ λόγου, τὸ δὲ μεταπῖπτον ὡς καὶ τὸ συνασκούμενον ἐκ [2.17.76.2] λόγου ἐφ' ἡμῖν.
|
[02134]
|
ἡ δὲ ἐπιστήμη διὰ τοῦ λόγου συνίσταται καὶ ἀμετάπτωτός ἐστιν ἄλλῳ λόγῳ.
|
[02195]
|
περί τε τῆς μεταδόσεως καὶ κοινωνίας πολλῶν ὄντων <λόγων> ἀπόχρη μόνον τοῦτο εἰπεῖν, ὅτι ὁ νόμος ἀπαγορεύει ἀδελφῷ δανείζειν (ἀδελφὸν ὀνομάζων οὐ μόνον τὸν ἐκ τῶν αὐτῶν φύντα γονέων, ἀλλὰ καὶ ὃς ἂν ὁμόφυλος ᾖ ὁμογνώμων τε καὶ τοῦ αὐτοῦ λόγου κεκοινωνηκώς), οὐ δικαιῶν ἐκλέγειν τόκους ἐπὶ χρήμασιν, ἀλλὰ ἀνειμέναις χερσὶ καὶ γνώμαις [2.18.84.5] χαρίζεσθαι τοῖς δεομένοις.
|
[02273]
|
ἐμοὶ δὲ δοκεῖ καὶ μηνύειν ἡ ἀλληγορία, μὴ δεῖν ἐπ' ἴσης καθαρῷ καὶ ἀκαθάρτῳ, πιστῷ τε καὶ ἀπίστῳ τῆς τοῦ λόγου μεταδιδόναι γεωργίας, διότι τὸ μέν ἐστι καθαρόν, ὁ βοῦς, ὄνος δὲ τῶν ἀκαθάρτων λελόγισται.
|
[02290]
|
σύμβολον δ' ἂν εἴη ταῦτα, πράξεως μὲν αἱ χεῖρες, βουλῆς δὲ ἡ καρδία καὶ λόγου <τὸ> στόμα.
|
[02327]
|
στερρὰ γὰρ ἡ ἐκ λόγου ἀγάπη·
|
[02476]
|
ἡ δὲ ἀληθὴς καὶ οὐκ ἄλογος σοφία οὐ λόγοις ψιλοῖς καὶ θεσπίσμασι πεποιθυῖα, ἀλλὰ σκεπαστηρίοις ἀτρώτοις καὶ ἀμυντηρίοις δραστικοῖς, ταῖς θείαις ἐντολαῖς, ** συγγυμνασίᾳ τε καὶ συνασκήσει μελετῶσα, δύναμιν θείαν κατὰ τὸ ἐμπνεόμενον μέρος αὐτῆς [2.20.122.2] ὑπὸ τοῦ λόγου λαμβάνει.
|
[03010]
|
ἡ γνῶσις οὖν ἐκ τοῦ καρποῦ καὶ τῆς [3.5.44.3] πολιτείας, οὐκ ἐκ τοῦ λόγου καὶ τοῦ ἄνθους·
|
[03027]
|
πληρῶσαι δὲ οὐχ ὡς ἐνδεῆ, ἀλλὰ τῷ τὰς κατὰ νόμον προφητείας ἐπιτελεῖς γενέσθαι κατὰ τὴν αὑτοῦ παρουσίαν, ἐπεὶ τὰ τῆς ὀρθῆς πολιτείας καὶ τοῖς δικαίως βεβιωκόσι πρὸ τοῦ νόμου διὰ τοῦ λόγου ἐκηρύσσετο.
|
[03042]
|
ὥστε ὁ ἀπολύων τὴν [3.6.47.3] γυναῖκα χωρὶς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι.
|
[03208]
|
ὅθεν εἰκότως περὶ συντελείας μηνύσαντος τοῦ λόγου ἡ Σαλώμη φησί·
|
[03377]
|
[3.12.85.2] ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.
|
[03435]
|
[3.13.93.2] ὅταν οὖν μήτε τις θυμῷ μήτ' ἐπιθυμίᾳ χαρισάμενος, ἃ δὴ καὶ ἐξ ἔθους καὶ τροφῆς κακῆς αὐξήσαντα ἐπισκιάζει καὶ ἐγκαλύπτει τὸν λογισμόν, ἀλλ' ἀποδυσάμενος τὴν ἐκ τούτων ἀχλὺν ἐκ μετανοίας καταισχυνθεὶς πνεῦμα καὶ ψυχὴν ἑνώσῃ κατὰ τὴν τοῦ λόγου ὑπακοήν, τότε, ὡς καὶ ὁ Παῦλός φησιν, οὐκ ἔνι ἐν ὑμῖν οὐκ ἄρρεν, οὐ θῆλυ.
|
[03572]
|
[4.1.3.2] ἡ γοῦν κατὰ τὸν τῆς ἀληθείας κανόνα γνωστικῆς παραδόσεως φυσιολογία, μᾶλλον δὲ ἐποπτεία, ἐκ τοῦ περὶ κοσμογονίας ἤρτηται λόγου, [4.1.3.3] ἐνθένδε ἀναβαίνουσα ἐπὶ τὸ θεολογικὸν εἶδος.
|
[03578]
|
συλλαμβάνουσι μὲν οὖν πρός τε ἀνάμνησιν πρός τε ἔμφασιν ἀληθείας τῷ οἵῳ τε ζητεῖν μετὰ [4.2.4.4] λόγου οἱ τῶν ὑπομνημάτων Στρωματεῖς.
|
[03739]
|
πετεινὰ γὰρ οὐρανοῦ τοὺς οὐρανῷ τῶν ἄλλων ὀρνέων διακεκριμένους, καθαροὺς τῷ ὄντι, τοὺς [4.6.31.5] εἰς τὴν τοῦ οὐρανίου λόγου γνῶσιν πτητικοὺς προσεῖπεν.
|
[03740]
|
οὐ γὰρ δὴ μόνον πλούτου καὶ δόξης καὶ γάμου, ἀλλὰ καὶ πενίας τῷ μὴ φέροντι μυρίαι φροντίδες, καὶ μή τι ταύτας ἐν τῇ παραβολῇ τοῦ τετραμεροῦς σπόρου ᾐνίξατο τὰς μερίμνας, τὸ σπέρμα τοῦ λόγου φήσας τὸ εἰς ἀκάνθας καὶ φραγμοὺς πεσὸν συμπνιγῆναι ὑπ' αὐτῶν καὶ μὴ [4.6.32.1] καρποφορῆσαι δυνηθῆναι.
|
[03815]
|
τὸν ἀντιστρατηγοῦντα νόμον τῷ φρονήματι τοῦ νοῦ ἡμῶν, τοῦ θυμοῦ τὰς ἀπειλὰς καὶ τῆς ἐπιθυμίας τὰ δελέατα τά τε ἄλλα πάθη, ὅσα πολεμεῖ τὸν λογισμόν, τιθασεύσαντες καὶ ἐξημερώσαντες, οἱ μετ' ἐπιστήμης ἔργων τε ἀγαθῶν καὶ λόγου ἀληθοῦς καταβιώσαντες εἰς υἱοθεσίαν ἀποκατασταθήσονται [4.6.40.3] τὴν προσφιλεστάτην.
|
[04443]
|
παραπέμπομαι τοίνυν τὰς ἄλλας διὰ τὸ μῆκος τοῦ λόγου, μήτε τὰς ποιητρίας καταλέγων, Κόρινναν καὶ Τελέσιλλαν Μυῖάν τε καὶ Σαπφώ, ἢ τὰς ζωγράφους, καθάπερ Εἰρήνην τὴν Κρατίνου θυγατέρα καὶ Ἀναξάνδραν τὴν Νεάλκους, ἅς [4.19.123.1] φησι ∆ίδυμος ἐν Συμποσιακοῖς.
|
[04470]
|
εἰ δὲ μὴ ὑπακούοι, τότε ἤδη πειράσεται καθ' ὅσον οἷόν τέ ἐστιν ἀνθρωπίνῃ φύσει ἀναμάρτητον διεξάγειν βίον, ἐάν τε ἀποθνῄσκειν δέῃ μετὰ τοῦ λόγου ἐάν τε ζῆν, συλλήπτορα καὶ κοινωνὸν τῆς τοιαύτης πράξεως τὸν θεὸν εἶναι νομίζουσα, τὸν τῷ ὄντι παραστάτην καὶ σωτῆρα εἴς τε τὸ παρὸν εἴς τε τὸ μέλλον, στρατηγόν τε καὶ ἡγεμόνα πάσης πράξεως ἐκεῖνον πεποιημένη, σωφροσύνην μὲν καὶ δικαιοσύνην ἔργον ἡγουμένη, [4.20.128.1] τὸ θεοφιλὲς δὲ ποιουμένη τέλος.
|
[04777]
|
ἡμεῖς δὲ περὶ μὲν τῆς εὐχῆς κατὰ καιρὸν προϊόντος τοῦ λόγου διαληψόμεθα, τὰ δὲ ἔργα κεκραγότα ἔχειν ὀφείλομεν ὡς ἐν ἡμέρᾳ [4.26.171.3] περιπατοῦντες.
|
[04787]
|
σπουδαῖον γὰρ ἡ πόλις καὶ ὁ δῆμος ἀστεῖόν τι σύστημα καὶ πλῆθος ἀνθρώπων ὑπὸ νόμου διοικούμενον, καθάπερ ἡ ἐκκλησία ὑπὸ λόγου, ἀπολιόρκητος ἀτυράννητος πόλις ἐπὶ γῆς, [4.26.172.3] θέλημα θεῖον ἐπὶ γῆς ὡς ἐν οὐρανῷ.
|
[04814]
|
ἡ πίστις σου σέσωκέν σε·), ἡ δὲ ἐξαίρετος ἐποικοδομουμένη συντελειοῦται τῷ πιστῷ καὶ συναπαρτίζεται αὐτῇ ἡ ἐκ μαθήσεως περιγινομένη καὶ τοῦ λόγου τὰς ἐντολὰς ἐπιτελεῖν, ὁποῖοι ἦσαν οἱ ἀπόστολοι, ἐφ' ὧν τὴν πίστιν ὄρη μετατιθέναι καὶ δένδρα [5.1.3.1] μεταφυτεύειν δύνασθαι εἴρηται.
|
[04844]
|
ὁ δὲ μεταδοὺς ἡμῖν τοῦ εἶναί τε καὶ ζῆν μεταδέδωκεν καὶ τοῦ λόγου, λογικῶς τε ἅμα καὶ εὖ ζῆν ἐθέλων ἡμᾶς·
|
[04915]
|
ὃ γὰρ σιγῶσι χολωθεὶς νοῦσον ἐπ' ἀνέρας ὦρσε λάλην, ὀλέκοντο δὲ πολλοὶ περὶ ψευδαποφάσκοντος λόγου καὶ κερατίνου διαλεληθότος τε αὖ καὶ κροκοδειλίνου σωρίτου τε ἔτι καὶ ἐγκεκαλυμμένου περί τε ἀμφιβολιῶν καὶ σοφισμάτων.
|
[04924]
|
καὶ χρὴ ἐξοικειοῦσθαι ἡμᾶς αὐτῷ [5.1.13.2] δι' ἀγάπης τῆς θείας, ἵνα δὴ τὸ ὅμοιον τῷ ὁμοίῳ θεωρῶμεν, κατακούοντες τοῦ λόγου τῆς ἀληθείας ἀδόλως καὶ καθαρῶς δίκην τῶν [5.1.13.3] πειθομένων ἡμῖν παίδων.
|
[04986]
|
ὅτι δέ ἐστι τὰ ἡμέτερα ἔνδοξα καὶ πιστεύεσθαι ἄξια, γνώσονται Ἕλληνες τοῦ λόγου μᾶλλον ἐξεταζομένου διὰ τῶν ἑπομένων·
|
[05016]
|
ὡσαύτως καὶ τὸ γνῶθι σαυτὸν πολλὰ ἐνδείκνυται, καὶ ὅτι θνητὸς εἶ καὶ ὅτι ἄνθρωπος ἐγένου, καὶ ἤδη πρὸς τὰς ἄλλας τοῦ βίου ὑπεροχὰς κατὰ σύγκρισιν ὅτι οὐδενὸς λόγου ὑπάρχεις, ἔνδοξον λέγων ἢ πλούσιον, ἢ τοὐναντίον, ὅτι πλούσιος ὢν καὶ ἔνδοξος οὐ παραμόνῳ σεμνύνῃ πλεονεκτήματι·
|
[05063]
|
διώκει δὲ ἄρα καὶ τέττιγας τοὺς μουσικούς, ὅθεν ἀπωθεῖσθαι δίκαιος ὁ διώκτης τοῦ λόγου.
|
[05086]
|
[5.5.29.6] κηρυχθέντος δὲ τοῦ λόγου πᾶν ἐκεῖνο τὸ ἅγιον ἐξέλαμψεν φῶς.
|
[05104]
|
[5.5.31.5] ∆ιὰ τοῦτό τοι καὶ Αἰγύπτιοι πρὸ τῶν ἱερῶν τὰς σφίγγας ἱδρύονται, ὡς αἰνιγματώδους τοῦ περὶ θεοῦ λόγου καὶ ἀσαφοῦς ὄντος, τάχα δὲ καὶ ὅτι φιλεῖν τε δεῖν καὶ φοβεῖσθαι τὸ θεῖον, ἀγαπᾶν μὲν ὡς προσηνὲς καὶ εὐμενὲς τοῖς ὁσίοις, δεδιέναι δὲ ὡς ἀπαραιτήτως δίκαιον τοῖς ἀνοσίοις.
|
[05172]
|
οὐδὲν δὲ οἷον αὐτοῦ ἐπακοῦσαι τοῦ λόγου, πλείονα τὸν νοῦν διὰ τῆς γραφῆς [5.6.40.2] ἐνδιδόντος.
|
[05254]
|
[5.8.48.8] αἰνίσσεται, οἶμαι, τὴν ἐκ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων ψυχῆς γαλακτώδη πρώτην τροφήν, μεθ' ἣν ἤδη πεπηγὸς γάλα τὸ βρῶμα, τελευταῖον δὲ αἷμα ἀμπέλου τοῦ λόγου τὸν αἴθοπα οἶνον, τὴν [5.8.48.9] τελειοῦσαν τῆς ἀγωγῆς εὐφροσύνην, διδάσκει.
|
[05295]
|
τὴν ἐκ φιλομαθίας τοῦ σπουδαίου ποικίλην γνῶσιν [5.8.53.3] ἀποσκορακίσαντες ἢ ψιλῇ τῇ κατὰ νόμον πίστει κεχρημένοι ἔρριψαν εἰς λάκκον τὸν ὕδατος κενόν, εἰς Αἴγυπτον ἀπεμπολήσοντες τὴν τοῦ θείου λόγου ἔρημον.
|
[05301]
|
ἵνα οὖν μή τις τούτων, ἐμπεσὼν εἰς τὴν ὑπὸ σοῦ διδασκομένην γνῶσιν, ἀκρατὴς γενόμενος τῆς ἀληθείας, παρακούσῃ τε καὶ παραπέσῃ, ἀσφαλής, φησί, περὶ τὴν χρῆσιν τοῦ λόγου γίνου, καὶ πρὸς μὲν τοὺς ἀλόγως προσιόντας ἀπόκλειε τὴν ζῶσαν ἐν βάθει πηγήν, ποτὸν δὲ [5.8.54.3] ὄρεγε τοῖς τῆς ἀληθείας δεδιψηκόσιν.
|
[05303]
|
ὁ κύριος οὖν τοῦ λάκκου, ὁ γνωστικὸς αὐτός, ζημιωθήσεται, φησί, τὴν αἰτίαν ὑπέχων τοῦ σκανδαλισθέντος ἤτοι καταποθέντος τῷ μεγέθει τοῦ λόγου, μικρολόγου ἔτι ὄντος, ἢ μετακινήσας τὸν ἐργάτην ἐπὶ τὴν θεωρίαν καὶ ἀποστήσας διὰ προφάσεως τῆς αὐτοσχεδίου πίστεως.
|
[05325]
|
οὐ γὰρ θέμις ὀρέγειν τοῖς ἀπαντῶσι τὰ μετὰ τοσούτων ἀγώνων πορισθέντα οὐδὲ μὴν βεβήλοις τὰ τοῦ λόγου [5.9.57.3] μυστήρια διηγεῖσθαι.
|
[05363]
|
πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστι, τὰ [5.10.62.4] πρῶτα μαθήματα πεπιστευμένος·
|
[05410]
|
σάρκες αὗται καὶ αἷμα τοῦ λόγου, τουτέστι [5.10.66.3] κατάληψις τῆς θείας δυνάμεως καὶ οὐσίας.
|
[05413]
|
βρῶσις γὰρ [5.10.66.4] καὶ πόσις τοῦ θείου λόγου ἡ γνῶσίς ἐστι τῆς θείας οὐσίας.
|
[05426]
|
διὸ καὶ χεῖρας καὶ πόδας καὶ στόμα καὶ ὀφθαλμοὺς καὶ εἰσόδους καὶ ἐξόδους καὶ ὀργὰς καὶ ἀπειλὰς μὴ πάθη θεοῦ τις ὑπολάβῃ παρὰ Ἑβραίοις λέγεσθαι, μηδαμῶς, ἀλληγορεῖσθαι δέ τινα ἐκ τούτων τῶν ὀνομάτων ὁσιώτερον, ἃ δὴ καὶ προϊόντος τοῦ λόγου κατὰ τὸν οἰκεῖον καιρὸν διασαφήσομεν.
|
[05436]
|
εἶτα ἐπιφέρει τὸν κολοφῶνα τοῦ λόγου·
|
[05479]
|
δυνατὸν δὲ κἀν τῷ διαλέγεσθαι τὸ καταμαντεύεσθαι τοῦ θεοῦ, ἐὰν ἐπιχειρῇ τις ἄνευ πασῶν τῶν αἰσθήσεων διὰ τοῦ λόγου ἐπ' αὐτὸ ὅ ἐστιν ἕκαστον ὁρμᾶν καὶ μὴ ἀποστατεῖν τῶν ὄντων, πρὶν <ἄν>, ἐπαναβαίνων ἐπὶ τὰ ὑπερκείμενα, αὐτὸ ὅ ἐστιν ἀγαθὸν αὐτῇ νοήσει λάβῃ.
|
[05543]
|
ἤτοι γὰρ ἡ τριμερὴς καθ' ὑπακοὴν σῴζεται ψυχὴ διὰ τὴν ἐγκρυβεῖσαν αὐτῇ κατὰ τὴν πίστιν πνευματικὴν δύναμιν, ἢ ὅτι ἡ ἰσχὺς τοῦ λόγου ἡ δοθεῖσα ἡμῖν, σύντονος οὖσα καὶ δυνατή, πάντα τὸν καταδεξάμενον καὶ ἐντὸς ἑαυτοῦ κτησάμενον αὐτὴν ἐπικεκρυμμένως τε καὶ ἀφανῶς πρὸς ἑαυτὴν [5.12.81.1] ἕλκει καὶ τὸ πᾶν αὐτοῦ σύστημα εἰς ἑνότητα συνάγει.
|
[05783]
|
πυρὸς τροπαὶ πρῶτον θάλασσα, [5.14.104.4] θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ, δυνάμει γὰρ λέγει, ὅτι πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δι' ἀέρος τρέπεται εἰς ὑγρὸν τὸ ὡς σπέρμα τῆς διακοσμήσεως, ὃ καλεῖ θάλασσαν·
|
[05858]
|
ἄντικρυς δὲ ὁ μὲν Ἡράκλειτος τοῦ λόγου τοῦδ' ἐόντος αἰεὶ φησὶν ἀξύνετοι γίγνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον.
|
[05908]
|
[5.14.118.1] Ὅ τε κωμικὸς Ἐπίχαρμος σαφῶς περὶ τοῦ λόγου ἐν τῇ Πολιτείᾳ λέγει ὧδέ πως·
|
[05919]
|
ὁ δέ γε τἀνθρώπου λόγος πέφυκεν ἀπό γε τοῦ θείου λόγου.
|
[06138]
|
ἡ δὲ ἐξαιρέτως ὀνομαζομένη γνῶσις ἀπὸ τῆς γνώμης καὶ τοῦ λόγου χαρακτηρίζεται, καθ' ἣν μόναι αἱ λογικαὶ δυνάμεις γνώσεις γενήσονται, αἱ τοῖς νοητοῖς κατὰ ψιλὴν τὴν τῆς [6.1.3.3] ψυχῆς ἐνέργειαν εἰλικρινῶς ἐπιβάλλουσαι·
|
[06139]
|
χρηστὸς ἀνήρ, φησὶν ὁ ∆αβίδ, ὁ οἰκτίρμων τῶν παραπολλυμένων τῇ πλάνῃ καὶ κιχρῶν ἐκ μεταδόσεως τοῦ λόγου τῆς ἀληθείας, οὐχ ὡς ἔτυχεν, ἀλλὰ γὰρ οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ἐπιλογισμῷ βαθεῖ·
|
[06401]
|
Μελησαγόρου γὰρ ἔκλεψεν Γοργίας ὁ Λεοντῖνος καὶ Εὔδημος ὁ Νάξιος οἱ ἱστορικοὶ καὶ ἐπὶ τούτοις ὁ Προκοννήσιος Βίων, ὃς καὶ τὰ Κάδμου τοῦ παλαιοῦ μετέγραψεν κεφαλαιούμενος, Ἀμφίλοχός τε καὶ Ἀριστοκλῆς καὶ Λεάνδριος καὶ Ἀναξιμένης καὶ Ἑλλάνικος καὶ Ἑκαταῖος καὶ Ἀνδροτίων και Φιλόχορος ∆ιευχίδας τε ὁ Μεγαρικὸς τὴν ἀρχὴν τοῦ λόγου ἐκ τῆς [6.2.27.1] Ἑλλανίκου ∆ευκαλιωνείας μετέβαλεν.
|
[06448]
|
[6.3.31.5] αὐτίκα οἱ ἔμπειροι τοῦ λόγου κατὰ τὰς ἱδρύσεις ἐν πολλοῖς τῶν ἱερῶν καὶ σχεδὸν πᾶσι τὰς θήκας τῶν κατοιχομένων ἐνιδρύσαντο, δαίμονας μὲν τὰς τούτων ψυχὰς καλοῦντες, θρῃσκεύεσθαι δὲ πρὸς ἀνθρώπων διδάσκοντες ὡς ἂν ἐξουσίαν λαβούσας διὰ καθαρότητα τοῦ βίου τῇ θείᾳ προνοίᾳ εἰς τὴν ἀνθρώπων λειτουργίαν τὸν περίγειον περιπολεῖν τόπον·
|
[06475]
|
ἡ <γὰρ> τοῦ λόγου δύναμις, ῥῆμα κυρίου φωτεινόν, ἀλήθεια οὐρανόθεν ἄνωθεν ἐπὶ τὴν συναγωγὴν τῆς ἐκκλησίας ἀφιγμένη, διὰ φωτεινῆς τῆς προσεχοῦς διακονίας ἐνήργει.
|
[06641]
|
[6.7.54.2] καὶ ἔστιν ἀμετάπτωτος ὑπὸ λόγου, παραδοθεῖσα τῇ αὐτῇ;
|
[06644]
|
[6.7.55.1] Ταύτης οὖν τῆς σοφίας ἐπιθυμεῖ ἡ φιλοσοφία, * * τῆς ψυχῆς καὶ τῆς ὀρθότητος τοῦ λόγου καὶ τῆς τοῦ βίου καθαρότητος, ἀγαπητικῶς καὶ φιλητικῶς διατεθεῖσα πρὸς τὴν σοφίαν καὶ πάντα [6.7.55.2] πράττουσα ἕνεκα τοῦ τυχεῖν αὐτῆς.
|
[06766]
|
κἂν γὰρ μετὰ λόγου γινόμενα τὰ προειρημένα ἀγαθά τις ἐκδέχηται, ἀλλ' οὖν γε ἐπὶ τοῦ τελείου οὐ παραδεκτέον, ὃς οὔτε θαρσεῖν ἔχει (οὐδὲ γὰρ ἐν δεινοῖς γίνεται, μηδὲν δεινὸν ἡγούμενος τῶν ἐν τῷ βίῳ, οὐδὲ ἀποστῆσαί τι καὶ τούτου αὐτὸν τῆς πρὸς τὸν θεὸν ἀγάπης δύναται), οὔτε εὐθυμίας χρεία ἐστίν (οὐδὲ γὰρ εἰς λύπην ἐμπίπτει, πάντα καλῶς γίνεσθαι πεπεισμένος) οὐδὲ μὴν θυμοῦται (οὐδὲ γάρ ἐστιν ὅ τι συγκινήσει αὐτὸν πρὸς θυμόν, ἀγαπῶντα ἀεὶ τὸν θεὸν καὶ πρὸς τούτῳ μόνῳ ὅλον τετραμμένον καὶ διὰ τοῦτο μηδὲν τῶν [6.9.71.5] κτισμάτων τοῦ θεοῦ μεμισηκότα)·
|
[06877]
|
κἂν ὁ σῳζόμενος λέγηται λαὸς κιθάρα, κατ' ἐπίπνοιαν τοῦ λόγου καὶ κατ' ἐπίγνωσιν τοῦ θεοῦ [6.11.88.5] δοξάζων μουσικῶς ἐξακούεται, κρουόμενος εἰς πίστιν τῷ λόγῳ.
|
[06918]
|
αὐξήσαντες μὲν οὐκέτι καθάπερ τῶν ἄρτων τὰ κλάσματα, τῆς δὲ τοῦ κυρίου μεταλαβόντες εὐλογίας τὴν ἀνάστασιν [6.11.94.5] τῆς θειότητος διὰ τῆς τοῦ λόγου δυνάμεως ἐνεπνεύσθησαν.
|
[06919]
|
ἀλλ' εἰ καὶ περίεργος εἶ, ἔκλαβε θάτερον τῶν ἰχθύων τὴν ἐγκύκλιον, τὸν λοιπὸν δὲ αὐτὴν ἐκείνην τὴν ἐπαναβεβηκυῖαν μηνύειν φιλοσοφίαν, αἳ δῆτα † συνάλογοι λόγου τοῦ κυριακοῦ·
|
[07113]
|
εἶτα ἐπιλέγει, τὴν τελειωτικὴν ἀγάπην παρατιθέμενος, διὰ λόγου συλλογιστικοῦ καὶ λημμάτων ἀληθῶν ἀποδεικτικωτάτην <καὶ> ἀληθῆ ὧδέ πως ἐπάγων ἐπιφοράν·
|
[07396]
|
ἔμπαλιν δ', οἶμαι, νόμου ἴδιον καὶ λόγου παντὸς ὀρθοῦ τὸ προσῆκον ἑκάστῳ καὶ τὸ ἴδιον καὶ τὸ ἐπιβάλλον [6.17.159.4] ἀποδιδόναι.
|
[07455]
|
ὅσον γὰρ δυνάμει θεοῦ λείπεται ἄνθρωπος, τοσοῦτον καὶ ὁ λόγος αὐτοῦ ἐξασθενεῖ, κἂν μὴ θεόν, [6.18.166.2] ἀλλὰ περὶ θεοῦ λέγῃ καὶ τοῦ θείου λόγου.
|
[07477]
|
τὰ δ' ἐξ αὐτῶν δηλούμενα σημανοῦμεν κεφαλαιωδῶς τὸν χριστιανισμὸν ὑπογράφοντες, ἵνα μὴ διακόπτωμεν τὸ συνεχὲς τοῦ λόγου συμπαραλαμβάνοντες τὰς γραφάς, καὶ ταῦτα τοῖς μηδέπω συνιεῖσιν τὰς λέξεις αὐτῶν.
|
[07683]
|
[7.4.27.6] Αὐτίκα καὶ τὰς ψυχὰς προκαθαίρειν χρεών φαμεν ἀπὸ τῶν φαύλων καὶ μοχθηρῶν δογμάτων διὰ τοῦ λόγου τοῦ ὀρθοῦ, καὶ τότε οὕτως ἐπὶ τὴν τῶν προηγουμένων κεφαλαίων ὑπόμνησιν τρέπεσθαι, ἐπεὶ καὶ πρὸ τῆς τῶν μυστηρίων παραδόσεως καθαρμούς τινας προσάγειν τοῖς μυεῖσθαι μέλλουσιν ἀξιοῦσιν, ὡς δέον τὴν ἄθεον ἀποθεμένους δόξαν ἐπὶ τὴν ἀληθῆ τρέπεσθαι παράδοσιν.
|
[07785]
|
πάντων δὲ τὴν σεμνὴν ἀπόλαυσιν ἐπὶ τὸν θεὸν ἀναγαγὼν ἀεὶ καὶ τῆς βρώσεως καὶ τοῦ πόματος καὶ τοῦ χρίσματος τῷ δοτῆρι τῶν ὅλων ἀπάρχεται, χάριν ὁμολογῶν καὶ διὰ τῆς δωρεᾶς καὶ τῆς χρήσεως διὰ λόγου τοῦ δοθέντος αὐτῷ, σπανίως εἰς τὰς ἑστιάσεις τὰς συμποτικὰς ἀπαντῶν, πλὴν εἰ μὴ τὸ φιλικὸν καὶ ὁμονοητικὸν ἐπαγγελλόμενον αὐτῷ τὸ συμπόσιον [7.7.36.5] ἀφικέσθαι προτρέψαι.
|
[07933]
|
ὡς δὲ οἱ τὰ ἐπίγεια θρῃσκεύοντες τοῖς ἀγάλμασι καθάπερ ἐπαΐουσι προσ εύχονται, τὰς βεβαίας ἐπὶ τούτων τιθέμενοι συνθήκας, οὕτως ἐπὶ τῶν ἐμψύχων ἀγαλμάτων, τῶν ἀνθρώπων, ἡ μεγαλοπρέπεια τοῦ λόγου ἡ ἀληθὴς πρὸς τοῦ ἀξιοπίστου παραλαμβάνεται διδασκάλου, καὶ ἡ εἰς τούτους εὐεργεσία εἰς αὐτὸν ἀναφέρεται τὸν κύριον, οὗ κατ' εἰκόνα παιδεύων ὁ τῷ ὄντι ἄνθρωπος δημιουργεῖ καὶ μεταρρυθμίζει [7.9.52.3] καινίζων εἰς σωτηρίαν τὸν κατηχούμενον ἄνθρωπον.
|
[07956]
|
ἐν μόνῃ γὰρ τῇ τοῦ προφορικοῦ λόγου * τὸ τῆς [7.10.55.5] σοφίας ὄνομα φαντάζεται.
|
[07989]
|
ἔνιοι γὰρ ἐκ φύσεως θυμοειδεῖς γενόμενοι, εἶτα ἄνευ τοῦ λόγου τοῦτο θρέψαντες, ἀλόγως ἐπὶ τὰ πολλὰ ὁρμῶσι καὶ ὅμοια τοῖς ἀνδρείοις δρῶσιν, ὥστε ἐνίοτε τὰ [7.10.59.4] αὐτὰ κατορθοῦν οἷον βασάνους ὑπομένειν εὐκόλως, ἀλλ' οὔτε ἀπὸ τῆς αὐτῆς αἰτίας τῷ γνωστικῷ οὔτε καὶ τὸ αὐτὸ προθέμενοι, οὐδ' ἂν τὸ σῶμα ἅπαν ἐπιδιδῶσιν·
|
[08026]
|
ἀτεχνῶς οὖν ἐπίγειος εἰκὼν θείας δυνάμεως ἡ γνωστικὴ ψυχή, τελείᾳ ἀρετῇ κεκοσμημένη, ἐκ πάντων ἅμα τούτων, φύσεως, ἀσκήσεως, λόγου, συνηυξημένῃ.
|
[08233]
|
[7.14.84.2] καὶ δὴ τῆς κατὰ τὸν γνωστικὸν ἡμῖν ὡς εἰπεῖν ἀπαθείας, καθ' ἣν ἡ τελείωσις τοῦ πιστοῦ δι' ἀγάπης εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας προβαίνουσα ἀφικνεῖται, ἐξομοιουμένη θεῷ, ἰσάγγελος ἀληθῶς γενομένη, πολλὰ μὲν καὶ ἄλλα ἐκ γραφῆς μαρτύρια ἔπεισι παρατίθεσθαι, ἄμεινον δὲ οἶμαι ὑπερθέσθαι τὴν τοιαύτην φιλοτιμίαν διὰ τὸ μῆκος τοῦ λόγου, τοῖς πονεῖν ἐθέλουσι καὶ προσεκπονεῖν τὰ [7.14.84.3] δόγματα κατ' ἐκλογὴν τῶν γραφῶν ἐπιτρέψαντα.
|
[08260]
|
ἀλλὰ ἀπελούσασθε, οὐχ ἁπλῶς ὡς οἱ λοιποί, ἀλλὰ μετὰ γνώσεως τὰ πάθη τὰ ψυχικὰ ἀπερρύψασθε, εἰς τὸ ἐξομοιοῦσθαι ὅση δύναμις τῇ ἀγαθότητι τῆς τοῦ θεοῦ προνοίας διά τε τῆς ἀνεξικακίας διά τε τῆς ἀμνησικακίας, ἐπὶ δικαίους καὶ ἀδίκους τὸ εὐμενὲς τοῦ λόγου καὶ τῶν ἔργων καθάπερ ὁ ἥλιος [7.14.86.6] ἐπιλάμποντες·
|
[08532]
|
ἀκολούθου καὶ μαχομένου οὖν * ἐστιν ἥνπερ ἰδίαν λόγου δύναμιν πεφυκυῖαν ἅπαντες ἔχομεν φύσει.
|