000-00-00 Serial Number=0814063847
[00258]
|
μηδὲ προχείρως καὶ μεταξὺ τῶν τοῦ ἑτέρου λόγων ὑπόβαλλε τοὺς σαυτοῦ·
|
[00449]
|
οἷον ῥητορικὴ μὲν ἀπὸ τῶν ῥητορικῶν λόγων, ἰατρικὴ δὲ ἀπὸ τῶν ἰατρικῶν, οὕτως καὶ ἡ Χριστιανικὴ ἐπιστήμη ἀπὸ τῶν κατ' αὐτὴν λόγων περιγίνεται.
|
[00451]
|
ὥσπερ οὖν οὐκ ἔστι τοὺς ῥητορικοὺς λόγους ἀναλαμβάνοντα ἰατρὸν γενέσθαι ἢ τοὺς ἰατρικοὺς ῥήτορα, οὕτως οὐδὲ Χριστιανὸν ἀπ' ἄλλων λόγων ἢ ἀπὸ τῶν Χριστιανῶν.
|
000-00-00 Serial Number=0080555677
[00038]
|
τὸ ἁμάρτημα ἐλεγκτικῶς τὸ προυπάρξαν διὰ τῆς ἑπομένης δείκνυται ῥήσεως, καθὸ ἡ δικαία κρίσις ἕπεται, καὶ τοῦτο ἐμφανῶς διὰ τῶν προφητῶν καταφαίνεται, ὡς, εἰ μὴ ἥμαρτες, λεγόντων, οὐκ ἂν τάδε ἠπείλησεν, καὶ διὰ τοῦτο οὕτως λέγει κύριος καὶ ἀνθ' ὧν οὐκ ἠκούσατε τῶν λόγων τούτων, διὰ τοῦτο τάδε λέγει κύριος καὶ διὰ τοῦτο ἰδοὺ λέγει κύριος.
|
[00069]
|
Σαφὲς δὲ ὡς ἄρα θάτερον εἶδος τῶν λόγων, τὸ διδασκαλικόν, ἰσχνόν τέ ἐστι καὶ πνευματικόν, ἀκριβολογίας ἐχόμενον, τὸ ἐποπτικόν, ὃ δὴ [1.3.9.1] ὑπερκείσθω τὰ νῦν.
|
[00727]
|
ὅτι δὲ καὶ δίκαιος ὁ αὐτὸς θεός, οὔ μοι χρὴ πλειόνων ἔτι λόγων τὴν εὐαγγέλιον τοῦ κυρίου παραθεμένῳ φωνήν·
|
[01559]
|
Πάντων γὰρ τῶν λόγων ἀπὸ διανοίας καὶ ἤθους ῥεόντων οὐχ οἷόν τέ ἐστι γελοίους τινὰς προέσθαι λόγους, μὴ οὐχὶ ἀπὸ γελοίου ἤθους φερομένους.
|
[01631]
|
Οὐκ ἐκ μόνων δὲ τῶν ἔργων, ἀλλὰ καὶ ἐκ λόγων ἄνθρωπος κρίνεται.
|
[01692]
|
Ἀπέστω δὲ καὶ ἡ φιλονεικία κενῆς νίκης ἕνεκεν λόγων, ἐπεὶ τέλος ἡμῖν ἡ ἀταραξία, καὶ τοῦτο ἄρα ἐστὶν τὸ εἰρήνη σοι·
|
[03109]
|
Τοὺς δὲ παρὰ ταῦτα πράττοντας, τοὺς φιλαργύρους, τοὺς ψεύστας, τοὺς ὑποκριτάς, τοὺς καπηλεύοντας τὴν ἀλήθειαν, τῆς πατρῴας ἐξέβαλεν αὐλῆς ὁ κύριος, μὴ βουλόμενος ἀδίκου ἐμπορίας ἢ λόγων ἢ τῶν ἐξ ὕλης κτημάτων οἶκον εἶναι τὸν οἶκον τοῦ θεοῦ τὸν ἅγιον.
|
[03318]
|
Ἀλλ' οὐκ ἐμόν, φησὶν ὁ παιδαγωγός, διδάσκειν ἔτι ταῦτα, διδασκάλου δὲ εἰς τὴν ἐξήγησιν τῶν ἁγίων ἐκείνων λόγων χρῄζομεν, πρὸς ὃν ἡμῖν βαδιστέον.
|
000-00-00 Serial Number=0945081651
[00770]
|
πολλοῦ γε δεῖ ἀνδράσιν ἐπιτρέ πειν ἀκροᾶσθαι τοιούτων λόγων, οἷς μηδὲ τοὺς παῖδας τοὺς ἑαυτῶν, τοῦτο δὴ τὸ λεγόμενον, κλαυθμυριζομένους ἐθίζομεν παρηγορεῖσθαι μυθίζοντες, ὀρρωδοῦντες συνανατρέφειν αὐτοῖς ἀθεότητα τὴν πρὸς τῶν δοκήσει σοφῶν δὴ τούτων καταγγελλομένην, μηδέν τι νηπίων μᾶλλον τἀληθὲς εἰδότων.
|
[00802]
|
Πόθεν ἡ τῶν λόγων ἄφθονος χορηγία τὴν θεοσέβειαν μαντεύεται;
|
[01398]
|
[12.123.2] Ἅλις οἶμαι τῶν λόγων, εἰ καὶ μακροτέρω προῆλθον ὑπὸ φιλανθρωπίας ὅ τι περ εἶχον ἐκ θεοῦ ἐκχέων, ὡς ἂν ἐπὶ τὸ μέγιστον τῶν ἀγαθῶν, τὴν σωτηρίαν, παρακαλῶν·
|
000-00-00 Serial Number=0296999335
[00211]
|
καλῶς ἤκουσαν καὶ ὡς μαθηταὶ τοῦ παραβολικῶς καὶ ἀσαφῶς λεχθέντος [20.5] ὑπὸ τοῦ κυρίου καὶ ᾔσθοντο τοῦ βάθους τῶν λόγων.
|
[00256]
|
τούτων τῶν λόγων ἑκατέρωθεν διακούσας ὑπὲρ σεαυτοῦ δίκασον καὶ τὴν ψῆφον ἀνένεγκε τῇ σαυτοῦ σωτηρίᾳ·
|
[00394]
|
ὦ γλυκεῖαι θεραπεῖαι φιλούν των, ὦ μακάριοι διακονίαι θαρρούντων, ὦ πίστις εἰλικρινὴς θεὸν μόνον δεδιότων, ὦ λόγων ἀλήθεια παρὰ τοῖς ψεύσασθαι μὴ δυνα μένοις, ὦ κάλλος ἔργων παρὰ τοῖς θεῷ διακονεῖν πεπεισμένοις, πεί θειν θεόν, ἀρέσκειν θεῷ·
|
[00511]
|
ὃ δὲ ἐγγυώμενος, ἐπομνύμενος ὡς ἄφεσιν αὐτῷ παρὰ τοῦ σωτῆρος εὕρηται, δεόμενος, γονυπετῶν, αὐτὴν τὴν δεξιὰν ὡς ὑπὸ τῆς μετανοίας κεκαθαρμένην καταφιλῶν, ἐπὶ τὴν ἐκκλησίαν ἐπανήγαγε, καὶ δαψιλέσι μὲν εὐχαῖς ἐξαιτούμενος, συνεχέσι δὲ νηστείαις συναγωνιζόμενος, ποικίλαις δὲ σειρῆσι λόγων κατεπᾴδων αὐτοῦ τὴν γνώμην, οὐ πρότερον ἀπῆλθεν, ὥς φασι, πρὶν αὐτὸν ἐπιστῆσαι τῇ ἐκκλησίᾳ, διδοὺς μέγα παράδειγμα μετανοίας ἀληθινῆς καὶ μέγα γνώρισμα παλιγγενεσίας, τρόπαιον ἀναστάσεως βλεπομένης.
|
000-00-00 Serial Number=0592259467
[00050]
|
κατὰ ταὐτὰ δὲ καὶ τοὺς τῶν θείων μεταλαμβάνοντας λόγων παραφυλακτέον, εἰ μὴ περιεργίας ἕνεκεν ἱστορήσοντες, ὥσπερ τῶν πόλεων τὰ οἰκοδομήματα, εἰς τόδε ἀφικνοῦνται, εἰ μὴ μεταλήψεως χάριν τῶν κοσμικῶν προσίασιν κοινωνικοὺς τῶν ἐπιτηδείων μαθόντες τοὺς καθωσιωμένους τῷ Χριστῷ.
|
[00058]
|
ἐργάζεσθε, φησὶν ὁ κύριος, μὴ τὴν ἀπολλυμένην βρῶσιν, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, τροφὴ δὲ καὶ ἡ διὰ σιτίων καὶ ἡ διὰ λόγων λαμβάνεται.
|
[00064]
|
οὔκουν οὐδὲ ἀπὸ συγκρίσεως τὸ δοκίμιον ποιεῖσθαι τοῖς ἀκροωμένοις ἐπιτρεπτέον οὐδὲ εἰς ἐξέτασιν ἔκδοτον παραδοτέον τὸν λόγον τοῖς ἐντεθραμμένοις λόγων παντοδαπῶν τέχναις καὶ δυνάμεσιν ἐπιχειρημάτων ὠγκωμένων, τοῖς προκατειλημμένοις ἤδη τὴν ψυχὴν καὶ μὴ [1.1.8.2] προκεκενωμένοις.
|
[00065]
|
ὅταν δ' ἐκ πίστεως ἕληταί τις ἑστιᾶσθαι, βέβαιος οὗτος εἰς θείων λόγων παραδοχήν, κρίσιν εὔλογον τὴν πίστιν κεκτημένος.
|
[00098]
|
[1.1.11.1] Ἤδη δὲ οὐ γραφὴ εἰς ἐπίδειξιν τετεχνασμένη ἥδε ἡ πραγματεία, ἀλλά μοι ὑπομνήματα εἰς γῆρας θησαυρίζεται, λήθης φάρμακον, εἴδωλον ἀτεχνῶς καὶ σκιαγραφία τῶν ἐναργῶν καὶ ἐμψύχων ἐκείνων, ὧν κατηξιώθην ἐπακοῦσαι, λόγων τε καὶ ἀνδρῶν μακαρίων καὶ τῷ ὄντι [1.1.11.2] ἀξιολόγων.
|
[00150]
|
καθάπερ δ' οἱ γεωργοὶ προαρδεύσαντες τὴν γῆν, οὕτω δὴ καὶ ἡμεῖς τῷ ποτίμῳ τῶν παρ' Ἕλλησι λόγων προαρδεύομεν τὸ γεῶδες αὐτῶν, ὡς παραδέξασθαι τὸ καταβαλλόμενον σπέρμα πνευματικὸν καὶ τοῦτο εὐμαρῶς ἐκθρέψαι δύνασθαι.
|
[00334]
|
ἤτω τις πιστός, ἤτω δυνατὸς γνῶσιν ἐξειπεῖν, ἤτω σοφὸς ἐν διακρίσει λόγων, ἤτω γοργὸς ἐν ἔργοις.
|
[00335]
|
[1.8.39.1] Ἡ δὲ σοφιστικὴ τέχνη, ἣν ἐζηλώκασιν Ἕλληνες, δύναμίς ἐστι φανταστική, διὰ λόγων δοξῶν ἐμποιητικὴ ψευδῶν ὡς ἀληθῶν·
|
[00359]
|
ὃς δὲ εὐγλωσσίᾳ νικᾷ, σοφὸς μέν, ἀλλὰ γὰρ τὰ πράγματα κρείσσω νομίζω τῶν λόγων ἀεί ποτε.
|
[00410]
|
[1.10.47.2] νυνὶ δὲ ἀλλήλων ἕνεκα εὐποροῦμεν καὶ λόγων καὶ ἔργων, τὴν δὲ ἐριστικήν τε καὶ σοφιστικὴν τέχνην παραιτητέον παντελῶς, ἐπεὶ καὶ αἱ λέξεις αὐταὶ τῶν σοφιστῶν οὐ μόνον γοητεύουσι <καὶ> κλέπτουσι τοὺς πολλούς, βιαζόμεναι δὲ ἔσθ' ὅτε Καδμείαν νίκην ἀπηνέγκαντο.
|
[00683]
|
[1.16.78.2] Ναὶ μὴν ὀψέ ποτε εἰς Ἕλληνας ἡ τῶν λόγων παρῆλθε διδασκαλία τε καὶ γραφή.
|
[00824]
|
οὐ γὰρ ἐν γεωμετρίᾳ αἰτήματα καὶ ὑποθέσεις ἐχούσῃ φιλοσοφία, οὐδ' ἐν μουσικῇ, στοχαστικῇ γε οὔσῃ, οὐδ' ἐν ἀστρονομίᾳ, φυσικῶν καὶ ῥεόντων καὶ εἰκότων βεβυσμένῃ λόγων, ἀλλ' αὐτοῦ τἀγαθοῦ δὴ ἐπιστήμη καὶ τῆς ἀληθείας, <ἐκείνων> ἑτέρων μὲν ὄντων τἀγαθοῦ, ὁδῶν ὥσπερ δὲ ἐπὶ τἀγαθόν.
|
[00887]
|
ἐκ μέρους τοίνυν, ἃ κεκλόφασιν, ἀληθῆ μέν, στοχαστικῶς δὲ καὶ ταῖς τῶν λόγων ἀνάγκαις ἴσασι.
|
[01499]
|
πῶς δ' οὐχὶ ἀποδοχῆς ἄξιοι οἵ τε μαθεῖν ἐθέλοντες οἵ τε δυνάμενοι κατὰ τὸν Σολομῶντα γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ (ὡς οὔσης καὶ ἑτέρας τῆς μὴ κατὰ τὴν ἀλήθειαν διδασκομένης πρὸς τῶν νόμων τῶν Ἑλληνικῶν καὶ τῶν ἄλλων τῶν [2.2.7.2] φιλοσόφων) καὶ κρίματα, φησίν, εὐθῦναι, οὐ τὰ δικαστικά, ἀλλὰ τὸ κριτήριον τὸ ἐν ἡμῖν ὑγιὲς καὶ ἀπλανὲς ἔχειν δεῖν μηνύει, ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν.
|
[02195]
|
περί τε τῆς μεταδόσεως καὶ κοινωνίας πολλῶν ὄντων <λόγων> ἀπόχρη μόνον τοῦτο εἰπεῖν, ὅτι ὁ νόμος ἀπαγορεύει ἀδελφῷ δανείζειν (ἀδελφὸν ὀνομάζων οὐ μόνον τὸν ἐκ τῶν αὐτῶν φύντα γονέων, ἀλλὰ καὶ ὃς ἂν ὁμόφυλος ᾖ ὁμογνώμων τε καὶ τοῦ αὐτοῦ λόγου κεκοινωνηκώς), οὐ δικαιῶν ἐκλέγειν τόκους ἐπὶ χρήμασιν, ἀλλὰ ἀνειμέναις χερσὶ καὶ γνώμαις [2.18.84.5] χαρίζεσθαι τοῖς δεομένοις.
|
[02427]
|
ὅπως δ' ἡμεῖς τοῦ διαβόλου τὰς ἐνεργείας καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα εἰς τὴν τοῦ ἁμαρτωλοῦ ψυχὴν ἐπισπείρειν φαμέν, οὔ μοι δεῖ πλειόνων λόγων παραθεμένῳ μάρτυν τὸν ἀποστολικὸν Βαρνάβαν (ὃ δὲ τῶν ἑβδομήκοντα ἦν καὶ συνεργὸς τοῦ Παύλου) κατὰ λέξιν ὧδέ πως λέγοντα·
|
[03262]
|
ὅθεν εἰκότως καὶ ὁ Μωυσῆς κατ' ὀλίγον εἰς ἐγκράτειαν προβιβάζων τοὺς Ἰουδαίους τριῶν ἡμερῶν κατὰ τὸ ἑξῆς ἀπεσχημένους ἀφροδισίου [3.11.73.2] ἡδονῆς προσέταξεν ἐπακούειν τῶν θείων λόγων.
|
[03371]
|
αὐτίκα ἅγια τὰ τέκνα, αἱ εὐαρεστήσεις, τῷ [3.12.84.4] θεῷ τῶν κυριακῶν λόγων νυμφευσάντων τὴν ψυχήν.
|
[03575]
|
[4.2.4.1] Ἔστω δὲ ἡμῖν τὰ ὑπομνήματα, ὡς πολλάκις εἴπομεν, διὰ τοὺς ἀνέδην ἀπείρως ἐντυγχάνοντας ποικίλως, ὡς αὐτό που τοὔνομά φησι, διεστρωμένα, ἀπ' ἄλλου εἰς ἄλλο συνεχὲς μετιόντα, καὶ ἕτερον μέν τι κατὰ τὸν εἱρμὸν τῶν λόγων μηνύοντα, [4.2.4.2] ἐνδεικνύμενα δὲ ἄλλο τι.
|
[03845]
|
καὶ οὔτε τὰς τιμὰς τὰς μετὰ θάνατον τῶν ὁσίως βεβιωκότων οὔτε τὰς κολάσεις τῶν ἀδίκως καὶ ἀσελγῶς πεπολιτευμένων συνεῖναι βούλονται, οὐκ ἐκ τῶν ἡμετέρων μόνον λέγω γραφῶν (σχεδὸν γὰρ πᾶσαι αἱ ἐντολαὶ ταῦτα μηνύουσιν), ἀλλ' οὐδὲ τῶν οἰκείων ἐθέλουσιν ὑπακοῦσαι λόγων.
|
[04582]
|
[4.22.142.4] ἁγνεία γάρ, οἶμαι, τελεία ἡ τοῦ νοῦ καὶ τῶν ἔργων καὶ τῶν διανοημάτων, πρὸς δὲ καὶ τῶν λόγων εἰλικρίνεια καὶ τελευταία ἡ κατὰ τὰ ἐνύπνια ἀναμαρτησία.
|
[05404]
|
ἔπειτα ὑποβὰς τὸ εὐλαβὲς τῆς εἰς τοὺς πολλοὺς τῶν λόγων ἐκφοιτήσεως ὧδέ πως διδάσκει·
|
[06645]
|
φιλόσοφοι δὲ λέγονται παρ' ἡμῖν μὲν οἱ σοφίας ἐρῶντες τῆς πάντων δημιουργοῦ καὶ διδασκάλου, τουτέστι γνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, παρ' Ἕλλησι δὲ οἱ τῶν περὶ [6.7.55.3] ἀρετῆς λόγων ἀντιλαμβανόμενοι.
|
[06722]
|
πολυμαθῆ δὲ εἶναι χρὴ τὸν γνωστικὸν καί, ἐπειδὴ Ἕλληνές φασι Πρωταγόρου προκατάρξαντος παντὶ λόγῳ λόγον ἀντικεῖσθαι, παρεσκευάσθαι καὶ πρὸς τοὺς τοιούτους [6.8.65.2] τῶν λόγων <ἃ> ἁρμόζει λέγεσθαι.
|
[06726]
|
ἔστω τοίνυν πιστὸς ὁ τοιοῦτος, ἔστω δυνατὸς γνῶσιν ἐξειπεῖν, ἤτω σοφὸς ἐν διακρίσει λόγων, ἤτω γοργὸς ἐν ἔργοις, ἤτω ἁγνός.
|
[06760]
|
εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων ὁ τῆς σοφίας μαθητής.
|
[06821]
|
ὥστ' εἴ τις ὁμολογεῖ καρδίαν μὴ ἔχειν διηρθρωμένην, τράπεζαν οὐκ ἔχει τὴν τῶν ἀργυραμοιβῶν οὐδὲ μὴν τὸ κριτήριον τῶν λόγων.
|
[06838]
|
τὴν πολλὴν δὲ ἀχρηστίαν παραιτητέον, ἀπασχολοῦσαν περὶ τὰ μηδὲν προσήκοντα, οἱονεὶ δὲ συναιτίοις προγυμνάσμασιν εἴς τε τὴν ἀκριβῆ παράδοσιν τῆς ἀληθείας, ὅσον ἐφικτόν, καὶ ἀπερίσπαστον συγχρωμένου τοῖς μαθήμασι τοῦ γνωστικοῦ καὶ εἰς προφυλακὴν τῶν κακοτεχνούντων λόγων [6.10.83.1] πρὸς ἐκκοπὴν τῆς ἀληθείας.
|
[06902]
|
[6.11.92.3] ὁ γνωστικὸς γὰρ οἶδεν κατὰ τὴν γραφὴν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, ὡς [6.11.93.1] προειρήκαμεν.
|
[07150]
|
[6.15.126.1] ∆ιὰ πολλὰς τοίνυν αἰτίας ἐπικρύπτονται τὸν νοῦν αἱ γραφαί, πρῶτον μὲν ἵνα ζητητικοὶ ὑπάρχωμεν καὶ προσαγρυπνῶμεν ἀεὶ τῇ τῶν σωτηρίων λόγων εὑρέσει, ἔπειτα <ὅτι> μηδὲ τοῖς ἅπασι προσῆκον ἦν νοεῖν, ὡς μὴ βλαβεῖεν ἑτέρως ἐκδεξάμενοι τὰ ὑπὸ τοῦ ἁγίου [6.15.126.2] πνεύματος σωτηρίως εἰρημένα.
|
[07173]
|
ἀλλὰ μὴν καὶ σοφία λέγεται, καὶ ὡς ἕτερον αὐτῆς ἡ παιδεία λόγοι τε αὖ φρονήσεως καὶ στροφαὶ λόγων καὶ δικαιοσύνη ἀληθὴς διδασκαλία τε αὖ τοῦ κατευθῦναι κρῖμα καὶ πανουργία ἀκάκοις κατὰ τὴν παιδείαν περιγινομένη [6.15.130.2] αἴσθησίς τε καὶ ἔννοια τῷ νεοκατηχήτῳ γινομένη.
|
[07348]
|
ἐπεὶ τοίνυν δύο εἰσὶν ἰδέαι τῆς ἀληθείας, τά τε ὀνόματα καὶ τὰ πράγματα, οἳ μὲν τὰ ὀνόματα λέγουσιν, οἱ περὶ τὰ κάλλη τῶν λόγων διατρίβοντες, οἱ παρ' Ἕλλησι φιλόσοφοι, τὰ πράγματα δὲ [6.17.151.3] παρ' ἡμῖν ἐστι τοῖς βαρβάροις.
|
[07426]
|
οἱ δὲ τῶν οὐκ ἀναγκαίων καὶ περιττῶν τῆς φιλοσοφίας ὀρεχθέντες καὶ μόνοις τοῖς ἐριστικοῖς προσανέχοντες σοφίσμασι τῶν ἀναγκαίων καὶ κυριωτάτων ἀπελείφθησαν, οἱ τὰς [6.18.162.3] σκιὰς ἀτεχνῶς τῶν λόγων διώκοντες.
|
[07429]
|
ἡ γὰρ τῷ ὄντι ἐπιστήμη, ἥν φαμεν μόνον ἔχειν τὸν γνωστικόν, κατάληψίς ἐστι βεβαία διὰ λόγων ἀληθῶν καὶ βεβαίων ἐπὶ τὴν τῆς αἰτίας γνῶσιν ἀνάγουσα, ὁ δὲ ἐπιστήμων τοῦ ἀληθοῦς περὶ ὁδηποτοῦν [6.18.162.5] αὐτίκα καὶ τοῦ ψευδοῦς περὶ τὸ αὐτὸ ἐπιστήμων ὑπάρχει.
|
[07459]
|
ἀμέλει ὡς ἂν τοῦ κυρίου ἥκοντος εἰς ἀνθρώπους τοῦ διδάξοντος ἡμᾶς μυρίοι σημάντορες, καταγγελεῖς, ἑτοιμασταί, πρόδρομοι ἄνωθεν ἐκ καταβολῆς κόσμου, δι' ἔργων, διὰ λόγων προμηνύοντες, προφητεύοντες [6.18.167.1] ἐλεύσεσθαι, καὶ ποῦ καὶ πῶς καὶ τίνα τὰ σημεῖα.
|
[07941]
|
οὗτος ἑαυτὸν ἐπιδίδωσιν ὑπὲρ τῆς ἐκκλησίας, ὑπὲρ τῶν γνωρίμων οὓς αὐτὸς ἐγέννησεν ἐν πίστει, εἰς ὑπόδειγμα τοῖς διαδέξασθαι τὴν ἄκραν οἰκονομίαν τοῦ φιλανθρώπου καὶ φιλοθέου παιδευτοῦ δυναμένοις, εἰς παράστασιν τῆς ἀληθείας τῶν λόγων, εἰς ἐνέργειαν τῆς [7.9.53.6] ἀγάπης τῆς πρὸς τὸν κύριον.
|
[08000]
|
οὐσίας τοίνυν καὶ τὰ πράγματα αὐτὰ παραλαβὼν διὰ τῶν λόγων εἰκότως καὶ τὴν ψυχὴν ἐπὶ τὰ δέοντα ἄγει, τὸ μὴ μοιχεύσῃς, μὴ φονεύσῃς ἰδίως ἐκλαμβάνων ὡς εἴρηται τῷ γνωστικῷ, οὐχ ὡς παρὰ τοῖς ἄλλοις ὑπείληπται.
|
[08327]
|
ἔστι μὲν οὖν κοινά τινα τῶν ἀνθρώπων κριτήρια καθάπερ τὰ αἰσθητήρια, τὰ δ' ἄλλα τῶν βουληθέντων καὶ ἀσκησάντων τὰ ἀληθῆ, τὰ διὰ νοῦ καὶ λογισμοῦ τεχνικὰ λόγων [7.16.93.3] ἀληθῶν τε καὶ ψευδῶν.
|
[08443]
|
[7.17.106.1] Οἱ τοίνυν τῶν ἀσεβῶν ἁπτόμενοι λόγων ἄλλοις τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις τοῖς θείοις, ἀλλὰ ἐξημαρτημένως συγχρώ μενοι, οὔτε αὐτοὶ εἰσίασιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὔτε οὓς [7.17.106.2] ἐξηπάτησαν ἐῶσιν τυγχάνειν τῆς ἀληθείας.
|
[08445]
|
ὅτι γὰρ μεταγενεστέρας τῆς καθολικῆς ἐκκλησίας τὰς ἀνθρωπίνας συνηλύσεις [7.17.106.4] πεποιήκασιν, οὐ πολλῶν δεῖ λόγων.
|
[08623]
|
[8.5.16.3] Οὐ μόνον οἱ ἐφεκτικοί, ἀλλὰ καὶ πᾶς δογματικὸς ἔν τισιν ἐπέχειν εἴωθεν ἤτοι παρὰ γνώμης ἀσθένειαν ἢ παρὰ πραγμάτων ἀσάφειαν ἢ παρὰ τὴν τῶν λόγων ἰσοσθένειαν.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»