Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μέλλοντα [18]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μέλλοντα


000-00-00 Serial Number=0927079022
Eclogae propheticae Ante [Go Back]  
 [00056]  ὅταν οὖν πιστοῦ σῶμα νοσῇ, ἢ δι' ἁμάρτημά τι προημαρτημένον ἐπιτιμῶντος τοῦ κυρίου, ἢ διὰ μέλλοντα προφυλαξαμένου, ἢ καὶ κατ' ἐνέργειαν * * προσβολὴν ἔξωθεν γινομένην οὐ κωλύσαντος διά τι χρήσιμον καὶ αὐτῷ καὶ τοῖς πέλας παραδείγματος χάριν.
000-00-00 Serial Number=0422174215
Paedagogus Ante [Go Back]  
 [03080]  Μηρυκάζει δὲ ὁ δίκαιος τὴν πνευματικὴν τροφὴν ἀνὰ στόμα ἔχων τὸν λόγον, καὶ διχηλεῖ ἡ δικαιοσύνη εἰκότως, κἀνταῦθα ἁγιάζουσα καὶ εἰς τὸν μέλλοντα παραπέμπουσα αἰῶνα.
000-00-00 Serial Number=0878233850
Stromata Ante [Go Back]  
 [00628]  εἰσὶ δὲ καὶ παρὰ Γερμανοῖς αἱ ἱεραὶ καλούμεναι γυναῖκες, αἳ ποταμῶν δίναις προσβλέπουσαι καὶ ῥευμάτων ἑλιγμοῖς καὶ ψόφοις τεκμαίρονται καὶ προθεσπίζουσι τὰ μέλλοντα.
 [01587]  ἀλλὰ καὶ Πλάτων ὁ φιλόσοφος ἐν τοῖς Νόμοις τὸν μέλλοντα μακάριόν τε καὶ εὐδαίμονα γενέσθαι τῆς ἀληθείας ἐξ ἀρχῆς εὐθὺς εἶναι μέτοχον χρῆναι φησίν, ἵν' ὡς πλεῖστον χρόνον ἀληθὴς ὢν διαβιῴη·
 [01937]  πιστεύομεν δὲ τὰ παρῳχηκότα γεγονέναι καὶ τὰ μέλλοντα ἔσεσθαι·
 [01938]  ἀγαπῶμέν τε αὖ, οὕτως ἔχειν τὰ παρῳχηκότα πίστει πεπεισμένοι, τὰ μέλλοντα ἐλπίδι [2.12.53.2] ἀπεκδεχόμενοι.
 [01973]  καρδιογνώστης δὲ ὢν ὁ κύριος καὶ τὰ μέλλοντα προγινώσκων τό τε εὐμετάβολον τοῦ ἀνθρώπου καὶ τὸ παλίμβολον καὶ πανοῦργον τοῦ διαβόλου ἄνωθεν ἀρχῆθεν προεῖδεν, ὡς ζηλώσας ἐπὶ τῇ ἀφέσει τῶν ἁμαρτιῶν τὸν ἄνθρωπον προστρίψεταί τινας αἰτίας τῶν ἁμαρτημάτων τοῖς δούλοις τοῦ θεοῦ, φρονίμως πονηρευόμενος, ὅπως δὴ καὶ αὐτοὶ συνεκπέσοιεν αὐτῷ.
 [04100]  ἡμεῖς δὲ οὐχ οὕτως ὑπολαμβάνομεν τοῖς περιστατικοῖς περιπίπτειν ἡμᾶς τὸν κύριον βουληθῆναι, ἀλλὰ προφητικῶς τὰ συμβήσεσθαι μέλλοντα προειρηκέναι, ὡς διὰ τὸ ὄνομα αὐτοῦ διωχθησόμεθα, φονευθησόμεθα, [4.11.78.2] ἀνασκινδυλευθησόμεθα.
 [04940]  [5.3.16.1] ἐπεὶ καὶ ὁ ἐλπίζων, καθάπερ ὁ πιστεύων, τῷ νῷ ὁρᾷ τὰ νοητὰ καὶ τὰ μέλλοντα.
 [05101]  συμβολικῶς γὰρ ὁ [5.5.31.4] βάρβαρος τὸν μέλλοντα πόλεμον αὐτοῖς ἐπάγεσθαι παρεδήλωσεν.
 [05373]  ἐλπίσατε, φησίν, ἐπὶ τὸν ἐν σαρκὶ μέλλοντα φανεροῦσθαι ὑμῖν Ἰησοῦν·
 [06320]  [6.2.18.4] Ἰσοκράτους τε αὖ εἰπόντος δεῖ δὲ τὰ μέλλοντα τοῖς προγεγενη [6.2.18.5] μένοις τεκμαίρεσθαι Ἀνδοκίδης οὐκ ὀκνεῖ λέγειν·
 [06540]  ἐπίγνωτε Σίβυλλαν, ὡς δηλοῖ ἕνα θεὸν καὶ τὰ μέλλοντα ἔσεσθαι, καὶ τὸν Ὑστάσπην λαβόντες ἀνάγνωτε, καὶ εὑρήσετε πολλῷ τηλαυγέστερον καὶ σαφέστερον γεγραμμένον τὸν υἱὸν τοῦ θεοῦ, καὶ καθὼς παράταξιν ποιήσουσι τῷ Χριστῷ πολλοὶ βασιλεῖς, μισοῦντες αὐτὸν καὶ τοὺς φοροῦντας τὸ ὄνομα αὐτοῦ καὶ τοὺς πιστοὺς αὐτοῦ, καὶ τὴν [6.5.43.2] ὑπομονὴν καὶ τὴν παρουσίαν αὐτοῦ.
 [06586]  ἐξελεξάμην ὑμᾶς δώδεκα, μαθητὰς κρίνας ἀξίους ἐμοῦ, οὓς ὁ κύριος ἠθέλησεν, καὶ ἀποστόλους πιστοὺς ἡγησάμενος εἶναι, πέμπων ἐπὶ τὸν κόσμον εὐαγγελίσασθαι τοὺς κατὰ τὴν οἰκουμένην ἀνθρώπους, γινώσκειν ὅτι εἷς θεός ἐστιν, διὰ τῆς τοῦ Χριστοῦ πίστεως ἐμῆς δηλοῦντας τὰ μέλλοντα, ὅπως οἱ ἀκούσαντες καὶ πιστεύσαντες σωθῶσιν, οἱ δὲ μὴ πιστεύσαντες ἀκούσαντες [6.6.48.3] μαρτυρήσωσιν, οὐκ ἔχοντες ἀπολογίαν εἰπεῖν·
 [06640]  [6.7.54.1] * * ὡς πάλαι παρεσημειωσάμεθα, οὐ τὴν κατὰ ἑκάστην αἵρεσιν ἀγωγήν φαμεν, ἀλλ', ὅπερ ὄντως ἐστὶ φιλοσοφία, † ὀρθῶς σοφίαν τεχνικήν, τὴν ἐμπειρίαν παρέχουσαν τῶν περὶ τὸν βίον, τὴν δὲ σοφίαν ἔμπεδον γνῶσιν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, κατάληψίν τινα βεβαίαν οὖσαν καὶ ἀμετάπτωτον, συνειληφυῖαν τά τε ὄντα καὶ τὰ παρῳχηκότα καὶ τὰ μέλλοντα, ἣν ἐδιδάξατο ἡμᾶς διά τε τῆς παρουσίας διά τε τῶν προφητῶν ὁ κύριος.
 [06760]  εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων ὁ τῆς σοφίας μαθητής.
 [06902]  [6.11.92.3] ὁ γνωστικὸς γὰρ οἶδεν κατὰ τὴν γραφὴν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, ὡς [6.11.93.1] προειρήκαμεν.
 [08119]  ὅθεν οὐ διὰ τὸν αἰτήσαντα ἡ δόσις γίνεται, ἀλλ' ἡ οἰκονομία τὸν σῴζεσθαι δι' αὐτοῦ μέλλοντα προορωμένη δικαίαν πάλιν ποιεῖται τὴν δωρεάν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»