Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μόνον [364]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μόνον


000-00-00 Serial Number=0826158762
Eclogae propheticae Ante [Go Back]  
 [00023]  ἐπεὶ μόνον τὸ ὕδωρ οὐκ ἂν εἶπεν ἄβυσσον.
 [00047]  ταύτῃ τοι οὐ μόνον τὸ σῶμα, ἀλλὰ καὶ τὴν [7.3] ψυχὴν καθαιρόμεθα.
 [00066]  οὕτως οὐ μόνον τὰς ἀσχολίας, ἀλλὰ καὶ τὰς φροντίδας περιγράφει.
 [00073]  οὐ χρὴ οὖν μόνον κενῶσαι τὴν [12.7] ψυχήν, ἀλλὰ καὶ πληρῶσαι θεοῦ.
 [00101]  [8.1] Ὅρα δὲ τὴν δύναμιν τοῦ θεοῦ, οὐ μόνον ἐπ' ἀνθρώπων μὴ ὄντας εἰς τὸ εἶναι παράγων καὶ τοὺς γενομένους αὔξων καθ' ἡλικίας προκοπήν, ἀλλὰ καὶ τοὺς πιστεύοντας σῴζων κατὰ τὸ οἰκεῖον ἑκάστῳ·
 [00155]  καθάπερ οὖν ἡ μαγνῆτις λίθος τὴν ἄλλην ὕλην παραπεμ πομένη μόνον ἐφέλκεται δι' ἐπιτηδειότητα τὸν σίδηρον, οὕτως καὶ τὰ βιβλία πολλῶν ὄντων τῶν ἐντυγχανόντων τοὺς οἵους τε συνιέναι [27.6] μόνους ἐπισπᾶται.
 [00158]  διὰ τοῦτο γὰρ καὶ ζητεῖ πότε ρον χεῖρον, ἀναξίῳ δοῦναι ἢ ἀξίῳ μὴ παραδοῦναι, καὶ κινδυνεύει ὑπὸ πολλῆς τῆς ἀγάπης οὐ μόνον παντὶ τῷ προσήκοντι, ἀλλ' ἔσθ' ὅτε καὶ ἀναξίῳ λιπαρῶς δεομένῳ κοινωνήσειν, οὐ διὰ τὴν δέησιν (οὐ γὰρ φιλοδοξεῖ), ἀλλὰ διὰ τὴν ἐπιμονὴν τοῦ δεομένου μελετῶντος εἰς πίστιν διὰ πολλῆς τῆς δεήσεως.
 [00172]  [32.1] Πυθαγόρας ἠξίου μὴ μόνον λογιώτατον, ἀλλὰ καὶ πρεσβύτατον [32.2] ἡγεῖσθαι τῶν σοφῶν τὸν θέμενον τὰ ὀνόματα τοῖς πράγμασι.
 [00301]  οὐ γὰρ μόνον τὸν ∆αβίδ·
000-00-00 Serial Number=0635518491
Excerpta ex Theodoto Ante [Go Back]  
 [00030]  καθὸ δὲ ἄνθρωπός τίς ἐστι μόνον, ἀκούσας κατεπλάγη.
 [00158]  [1.19.1] Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, οὐ κατὰ τὴν παρουσίαν μόνον ἄνθρωπος γενόμενος, ἀλλὰ καὶ ἐν Ἀρχῇ ὁ ἐν ταὐτότητι Λόγος, κατὰ περιγραφὴν καὶ οὐ κατ' οὐσίαν γενόμενος ὁ Υἱός.
 [00175]  [1.19.5] Ὅθεν καὶ μορφὴν δούλου λαβεῖν εἴρηται, οὐ μόνον τὴν σάρκα κατὰ τὴν παρουσίαν, ἀλλὰ καὶ τὴν οὐσίαν ἐκ τοῦ ὑποκειμένου·
 [00466]  Αὐτίκα οἱ Μάγοι, οὐ μόνον εἶδον τὸν ἀστέρα τοῦ Κυρίου, ἀλλὰ καὶ τὸ ἀληθὲς ἔγνωσαν ὅτι Βασιλεὺς ἐτέχθη, καὶ ὧν Βασιλεύς, ὅτι θεοσεβῶν.
 [00479]  Ἔστιν δὲ οὐ τὸ λουτρὸν μόνον τὸ ἐλευθεροῦν, ἀλλὰ καὶ ἡ γνῶσις, τίνες ἦμεν, τί γεγόναμεν·
 [00502]  Οὕτως καὶ τὸ ὕδωρ, καὶ τὸ ἐξορκιζόμενον καὶ τὸ βάπτισμα γινόμενον, οὐ μόνον χωρίζει τὸ χεῖρον, ἀλλὰ καὶ ἁγιασμὸν προσλαμβάνει.
000-00-00 Serial Number=0943950534
Fragmenta Ante [Go Back]  
 [00034]  ὁ Χριστὸς λέγεται Πέτρον μόνον βεβαπτικέναι, Πέτρος δὲ Ἀνδρέαν, Ἀνδρέας Ἰάκωβον καὶ Ἰωάννην, ἐκεῖνοι δὲ τοὺς λοιπούς.
 [00039]  οὗτοί εἰσιν οἱ ταῦτα ποιοῦντες, οἵτινες τὴν σάρκα τοῦ Χριστοῦ, τουτέστι τὸ οἰκεῖον σῶμα (σὰρξ γὰρ Χριστοῦ τὸ ἡμέτερον σῶμα) ἐσταύρωσαν καὶ οἷον ἐνέκρωσαν ἀπὸ τῶν σωμα τικῶν παθῶν, καὶ οὐ μόνον τὸ σῶμα, ὅσον ἧκεν εἰς τὰ πάθη, ἐσταύ ρωσαν, ἀλλὰ καὶ αὐτὰ τὰ πάθη, ὅσον ἧκεν εἰς τὸ ἐπιτελεῖσθαι, παρ' αὐτῶν ἐσταύρωνται.
 [00104]  Τῶν ἰδίων καὶ τῶν οἰκείων προ νοεῖ ὁ μὴ μόνον τῶν προσηκόντων προνοῶν, ἀλλὰ καὶ αὐτὸς ἑαυτοῦ διὰ τοῦ ἐκκόπτειν τὰ πάθη.
 [00193]  Σολομὼν ὁ τοῦ ∆αβὶδ παῖς ἐν ταῖς Βασιλείαις ἐπιγραφομέναις τὴν τοῦ ἀληθινοῦ νεὼ κατασκευὴν συνεὶς οὐ μόνον ἐπουράνιον εἶναι καὶ πνευματικήν, ἤδη δὲ καὶ εἰς τὴν σάρκα διαφέρειν, ἣν ἔμελλεν οἰκοδομεῖν ὁ τοῦ ∆αβὶδ υἱός τε καὶ κύριος εἴς τε τὴν αὑτοῦ παρου σίαν, ἔνθα καθιδρύεσθαι καθάπερ τι ἄγαλμα ἔμψυχον διεγνώκει, εἴς τε τὴν κατὰ σύνοδον πίστεως ἐγειρομένην ἐκκλησίαν, κατὰ λέξιν λέγει·
 [00424]  Παρθένων φθορὰ λέγεται οὐ μόνον πορνεία, ἀλλὰ καὶ ἡ πρὸ καιροῦ ἔκδοσις, ὅταν ὡς εἰπεῖν ἄωρος ἐκδοθῇ τῷ ἀνδρὶ ἤτοι ἀφ' ἑαυτῆς ἢ καὶ παρὰ τῶν γονέων.
000-00-00 Serial Number=0996620715
Paedagogus Ante [Go Back]  
 [00058]  Καὶ τὰ μὲν ἄλλα κελεύων μόνον πεποίηκεν, τὸν δὲ ἄνθρωπον [1.3.7.2] δι' αὑτοῦ ἐχειρούργησεν καί τι αὐτῷ ἴδιον ἐνεφύσησεν.
 [00070]  Καθήκει δ' ἡμῖν ἀνταγαπᾶν μὲν τὸν καθηγούμενον ἀγαπητικῶς ἀρίστου βίου, βιοῦν δὲ πρὸς τὰ διατάγματα τῆς αὐτοῦ προαιρέσεως, οὐ μόνον ἐπιτελοῦντας τὰ προσταττόμενα ἢ παραφυλάττοντας τὰ ἀπαγορευόμενα, ἀλλὰ καὶ τῶν εἰκόνων τὰς μὲν ἐκτρεπομένους, τὰς δὲ ὡς ἔνι μάλιστα μιμουμένους ἐπιτελεῖν καθ' ὁμοίωσιν τὰ ἔργα τοῦ παιδαγωγοῦ, ἵνα [1.3.9.2] δὴ τὸ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν πληρωθῇ.
 [00083]  Ταύτῃ μοι δοκοῦσιν οἱ Ἀττικοὶ παιδάριον ἐπικοίνως οὐ μόνον τὸ ἄρρεν ἀλλὰ καὶ τὸ θῆλυ κεκληκέναι, εἴ τῳ πιστὸς καταφαίνεται ὁ κωμικὸς ἐν Ῥαπιζομένῃ Μένανδρος ὧδέ πως λέγων τοὐμὸν θυγάτριον, ...
 [00109]  Καὶ οὔτί γε μόνον τὸ εὐαγγέλιον ταύτῃ φρονεῖ, ὁμοδοξεῖ δὲ αὐτῷ καὶ ἡ προφητεία.
 [00122]  Ἀλληγορῶν δὲ αὖθις ἡμᾶς πώλους καλεῖ, τοὺς ἀζυγεῖς κακίᾳ, τοὺς ἀδαμάστους πονηρίᾳ, ἀφελεῖς δὲ καὶ πρὸς αὐτὸν μόνον τὸν πατέρα σκιρτητικούς, οὐχὶ τοὺς ἐπὶ ταῖς τῶν πλησίον γυναιξὶν χρεμετίζοντας ἵππους, τοὺς ὑποζυγίους καὶ θηλυμανεῖς, ἀλλὰ τοὺς ἐλευθέρους καὶ νεογνούς, τοὺς γαύρους διὰ τὴν πίστιν, τοὺς εἰς ἀλήθειαν εὐδρόμους, τοὺς ταχεῖς πρὸς σωτηρίαν, τοὺς καταπατοῦντας καὶ κροαίνοντας τὰ [1.5.15.2] κοσμικά.
 [00126]  Οὐκ ἤρκει τὸ πῶλον εἰρηκέναι μόνον, ἀλλὰ καὶ τὸ νέον προσέθηκεν αὐτῷ, τὴν ἐν Χριστῷ νεολαίαν τῆς ἀνθρωπότητος καὶ ἀγήρω μετὰ ἁπλότητος ἀιδιότητα ἐμφαίνων.
 [00140]  Παῖδες οὖν εἰκότως οἱ θεὸν μόνον πατέρα ἀφελεῖς καὶ νήπιοι καὶ ἀκέραιοι, οἱ κεράτων μονοκερώτων ἐρασταί.
 [00196]  Ὁ γοῦν βασιλεὺς ὁ Χριστὸς ἄνωθεν ἡμῶν ἐπισκοπεῖ τὸν γέλωτα καὶ διακύψας τῆς θυρίδος, ὥς φησιν ἡ γραφή, τὴν εὐχαριστίαν καὶ τὴν εὐλογίαν ἀγαλλίασίν τε καὶ εὐφροσύνην, ἔτι τε ὑπομονὴν συνεργοῦσαν, καὶ τὴν τούτων συμπλοκήν, τὴν ἐκκλησίαν, ἐποπτεύει τὴν ἑαυτοῦ, μόνον ἐπιδεικνὺς τὸ πρόσωπον τὸ αὑτοῦ τὸ λεῖπον τῇ [1.5.23.1] ἐκκλησίᾳ, βασιλείῳ τελειουμένῃ κεφαλῇ.
 [00200]  Ἀλλ' οὐ κεκάρπωται ὡς ὁ κύριος, μόνον ἐβάστασε τὰ ξύλα τῆς [1.5.23.2] ἱερουργίας ὁ Ἰσαάκ, ὡς ὁ κύριος τὸ ξύλον.
 [00202]  Οὐκ ἔπαθεν δέ, οὐ μόνον εἰκότως ἄρα ὁ Ἰσαὰκ τὰ πρωτεῖα τοῦ πάθους παραχωρῶν τῷ λόγῳ, ἀλλὰ καὶ τοῦ κυρίου τὴν θειότητα αἰνίττεται μὴ σφαγείς·
 [00253]  ὡς δὲ ἅμα τῷ κελεῦσαι αὐτὸν πάντα γίνεται, οὕτως ἕπεται τῷ χαρίσασθαι μόνον βουληθῆναι αὐτὸν τὸ πεπληρῶσθαι τὴν χάριν.
 [00260]  Οὕτω τὸ πιστεῦσαι μόνον καὶ ἀναγεννηθῆναι τελείωσίς ἐστιν ἐν ζωῇ·
 [00267]  Καὶ ὁ μόνον ἀναγεννηθείς, ὥσπερ οὖν καὶ τοὔνομα ἔχει, φωτισθεὶς ἀπήλλακται μὲν παραχρῆμα τοῦ σκότους, ἀπείληφεν δὲ αὐτόθεν τὸ [1.6.28.1] φῶς.
 [00344]  ἐπὶ δὲ γέγονα ἀνήρ, οὐκέτι τὰ τοῦ νηπίου, τουτέστι τὰ τοῦ νόμου, ἀλλὰ τὰ τοῦ ἀνδρὸς φρονῶ, τουτέστι τὰ τοῦ Χριστοῦ, ὃν μόνον ἄνδρα ἡ γραφή, καθὼς προειρήκαμεν, καλεῖ, κατήργηκα τὰ τοῦ νηπίου.
 [00379]  Πῶς δέ, εἰ ἐκείνη ὄντως ἐστὶν ἡ ἐπαγγελία μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, ἣν ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ ἐπὶ νοῦν ἀνθρώπου οὐκ ἀνέβη, εἰδέναι φασὶν οὐ πνεύματι ἐννενοηκότες, ἀλλὰ ἐκ μαθήσεως παρειληφότες ὃ οὖς οὐκ ἤκουσέν ποτε ἢ μόνον ἐκεῖνο τὸ ἐν τρίτῳ ἁρπασθὲν οὐρανῷ;
 [00453]  Ἀλλὰ καὶ τοῖς ὑποτιτθίοις παιδίοις ἀρκεῖ μόνον τὸ γάλα καὶ [1.6.45.4] ποτὸν εἶναι καὶ τροφήν.
 [00457]  [1.6.46.1] Ἀλλὰ καὶ τὴν συμπλήρωσιν τοῦ ἰδίου πάθους ποτήριον κέκληκεν καταχρηστικῶς, ὅτι ἐκπιεῖν καὶ ἐκτελέσαι μόνον ἐχρῆν αὐτό.
 [00503]  ∆έχεται γὰρ μόνον τῶν ὑγρῶν τοῦτο καὶ τὴν πρὸς τὸ ὕδωρ μῖξιν ἐπὶ κάθαρσιν παραλαμβανόμενον [1.6.51.1] καθάπερ τὸ βάπτισμα ἐπὶ ἀφέσει ἁμαρτιῶν.
 [00521]  Ἐπεὶ τοίνυν ἀπεδείξαμεν παῖδας ἡμᾶς τοὺς πάντας ὑπὸ τῆς γραφῆς καλουμένους οὐ μόνον, ἀλλὰ καὶ τοὺς Χριστῷ κατηκολουθηκότας ἡμᾶς νηπίους ἀλληγορουμένους, μόνον δὲ εἶναι τέλειον τὸν πατέρα τῶν ὅλων, ἐν αὐτῷ γὰρ ὁ υἱὸς καὶ ἐν τῷ υἱῷ ὁ πατήρ, ὥρα ἡμῖν ἑπομένοις τῇ τάξει καὶ τὸν [1.7.53.2] παιδαγωγὸν ἡμῶν εἰπεῖν ὅστις ἐστί.
 [00541]  ἀλλὰ τοξεύειν μόνον οἱ παῖδες αὐτοῖς μανθάνουσιν, ἡβήσαντες δὲ ἀδελφαῖς καὶ μητράσιν καὶ γυναιξὶν γαμεταῖς τε ἅμα καὶ παλλακίσιν ἀναρίθμοις ἐπιμίσγονται, καθάπερ οἱ κάπροι εἰς συνουσίαν ἠσκημένοι.
 [00609]  ἐπὶ μὲν τοῦ νόμου ἐδόθη φησὶ μόνον, ἡ δὲ ἀλήθεια, χάρις οὖσα τοῦ πατρός, ἔργον ἐστὶ τοῦ λόγου αἰώνιον καὶ οὐκέτι δίδοσθαι λέγεται, ἀλλὰ διὰ Ἰησοῦ γίνεσθαι, οὗ χωρὶς ἐγένετο οὐδὲ ἕν.
 [00733]  ∆ιὸ καὶ τὸ σύ μόριον δεικτικὴν ἔχον ἔμφασιν τὸν ὄντως μόνον ὄντα, ὃς ἦν καὶ ἔστιν καὶ ἔσται, δείκνυσιν θεόν, καθ' ὧν τριῶν χρόνων ἓν ὄνομα κεῖται ὁ ὤν.
 [00738]  Ὁ γὰρ ἱστὰς τοὺς μὲν ἐκ δεξιῶν, τοὺς δὲ ἐξ εὐωνύμων, καθὸ μὲν πατὴρ νοεῖται, ἀγαθὸς ὤν, αὐτὸ μόνον ὅ ἐστι κέκληται ἀγαθός, καθὸ δέ, υἱὸς ὤν, ὁ λόγος αὐτοῦ ἐν τῷ πατρί ἐστι, δίκαιος προσαγορεύεται ἐκ τῆς πρὸς ἄλληλα σχέσεως ἀγάπης, ἰσότητι μεμετρημένον ὄνομα δυνάμεως.
 [00762]  ὡς εἶναι ταῖς ἀληθείαις καταφανὲς τὸ τῶν συμπάντων θεὸν ἕνα μόνον εἶναι, ἀγαθόν, δίκαιον, δημιουργόν, υἱὸν ἐν πατρί, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας [1.8.74.2] τῶν αἰώνων, ἀμήν.
 [00889]  ὃ δὲ οὐ μόνον τὰ ἤπια ἐπιπάσσει φάρμακα, ἀλλὰ καὶ τὰ στυπτικά.
 [00913]  Τοῦτον γὰρ μόνον ὁμολογεῖ ἀγαθὸν εἶναι ποιμένα·
 [01010]  Ἐνῆν μὲν οὖν συνηγόρους ἡμῖν τῆς ζητήσεως ταύτης ἐπισπάσασθαι φιλοσόφους, οἵ φασιν ἐπαινετὸν εἶναι μόνον τὸν τέλειον, ψεκτὸν δὲ τὸν φαῦλον τυγχάνειν.
 [01042]  τὸν νόμον [1.11.97.2] δοθῆναι γάρ φησιν ὁ Παῦλος παιδαγωγὸν εἰς Χριστόν, ὡς ἐκ τούτου συμφανὲς εἶναι ἕνα μόνον ἀληθινόν, ἀγαθόν, δίκαιον, κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ πατρὸς υἱὸν Ἰησοῦν, τὸν λόγον τοῦ θεοῦ, παιδαγωγὸν ἡμῶν εἶναι, ᾧ παρέδωκεν ἡμᾶς ὁ θεός, ὡς πατὴρ φιλόστοργος γνησίῳ παιδαγωγῷ παρακατατιθέμενος τὰ παιδία, διαρρήδην παραγγείλας ἡμῖν·
 [01101]  Καὶ ἐπεὶ τῶν ἀναγκαίων τὰ μὲν πρὸς τὸ ζῆν ἐστι τὸ ἐνταῦθα μόνον, τὰ δὲ ἔνθεν πρὸς τὸ εὖ ζῆν ἐκεῖσε ἀναπτεροῖ, ἀναλόγως καὶ τῶν καθηκόντων τὰ μὲν πρὸς τὸ ζῆν, τὰ δὲ πρὸς τὸ εὖ ζῆν διατάττεται.
 [01140]  καὶ οὐ μόνον ῥωμαλεώτεροι, ἀλλὰ καὶ φρονιμώτεροι, ὡς φιλόσοφοι πλουσίων·
 [01208]  Εἰ δέ τις καὶ τούτων μεταλαμβάνει, οὐχ ἁμαρτάνει, μόνον ἐγχρατῶς μετεχέτω, μὴ ἐξεχόμενος μηδὲ ἀπηρτημένος αὐτῶν μηδὲ ἐπιλαιμαργῶν τῷ ὄψῳ·
 [01290]  Ἐλθόντα δέ με, φησίν, ὁ ταύτῃ λεγόμενος αὖ βίος εὐδαίμων, Ἰταλικῶν τε καὶ Συρακουσσίων τραπεζῶν πλήρης, οὐδαμῶς ἤρεσεν, δὶς τῆς ἡμέρας ἐμπιμπλάμενον ζῆν καὶ μηδέποτε μόνον κοιμώμενον νύκτωρ, καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ·
 [01294]  Σώφρων οὐδ' ἂν μελλήσαι ποτὲ γενέσθαι ὁ χρώμενος αὐτῇ, τὸν νοῦν ἐγκατορύξας τῇ κοιλίᾳ, τῷ ἰχθύι τῷ καλουμένῳ ὄνῳ τὰ μάλιστα ἐοικώς, ὃν δή φησιν Ἀριστοτέλης μόνον τῶν ἄλλων ζῴων ἐν τῇ γαστρὶ τὴν καρδίαν ἔχειν.
 [01316]  [2.2.21.2] Οἱ δὲ ἀκμάζοντες μεθ' ἡμέραν μὲν ἀρίστου μεταλαβόντες, οἷς κατάλληλον τὸ ἄριστον, ἄρτου μόνον ἀπογευσάμενοι ἀπεχέσθων πάμπαν τοῦ ποτοῦ πρὸς τὸ ἀναπίνεσθαι τὴν περιττὴν ὑγρότητα [2.2.21.3] αὐτῶν ἀνασφογγιζομένην ξηροφαγίᾳ.
 [01331]  Ἀρτώριος δέ τις ἐν τῷ Περὶ μακροβιοτίας, μέμνημαι γάρ, ἐφ' ὅσον βρέξαι τὰ σιτία μόνον οἴεται δεῖν προσάγειν, ἵνα μακροτέραν κτησώμεθα τὴν ζωήν.
 [01437]  οὐδεὶς γὰρ ψόφος οἰκεῖος ἀνδρὶ λογικῷ, ἔτι δὲ μᾶλλον γυναικί, ᾗ καὶ τὸ συνειδέναι αὐτὴν ἑαυτῇ, ἥτις εἴη, μόνον αἰσχύνην φέρει.
 [01441]  Ταχὺ γὰρ εἰς ἀταξίαν [2.2.33.3] ὑποσύρεται γυνή, κἂν μόνον ἐπιδῷ τὴν προαίρεσιν εἰς ἡδονάς.
 [01443]  ἀλλὰ τὸ ἐπιτηδεύειν ἐν τούτοις μόνον πίνειν ὡς ἀλαζονικὸν περικόπτομεν, τοῖς παρατυχοῦσιν ἀπροσπαθῶς χρῆσθαι συμβουλεύοντες, πόρρωθεν ἄνωθεν [2.2.33.4] ὀλισθανούσας ἀνακόπτοντες αὐταῖς τὰς ὀρέξεις.
 [01456]  Ἐκπωμάτων τοίνυν ἀργυρίου καὶ χρυσίου πεποιημένων λιθοκολλήτων τε ἄλλων ἄθετος ἡ χρῆσις, ὄψεως ἀπάτη μόνον·
 [01469]  ἕπου τῷ θεῷ γυμνὸς ἀλαζονείας, γυμνὸς ἐπικήρου πομπῆς, τὸ σόν, τὸ ἀγαθὸν τὸ ἀναφαίρετον μόνον, τὴν εἰς τὸν θεὸν πίστιν, τὴν εἰς τὸν παθόντα ὁμολογίαν, τὴν εἰς ἀνθρώπους εὐεργεσίαν κεκτημένος, κτῆμα [2.3.36.3] τιμαλφέστατον.
 [01619]  μόνον γὰρ τῷ ὄντι αἰσχρὸν ἡ κακία καὶ τὰ κατὰ ταύτην ἐνεργούμενα.
 [01856]  μόνον δὲ αὐτὸ καρποφορεῖν ἐπίσταται οὐρανός.
 [01907]  Τοσαύτη τις εὐτέλεια καὶ αὐτουργία οὐ παρὰ τοῖς ἰδιώταις μόνον, ἀλλὰ καὶ παρὰ τοῖς [2.9.78.3] ἡγουμένοις τῶν παλαιῶν Ἑλλήνων ἠσκεῖτο.
 [01933]  [2.9.80.2] Ἀλλ' ὅς ἐστιν ἡμῖν τοῦ ζῆν τοῦ ἀληθινοῦ καὶ τοῦ φρονεῖν γνησίως μάλιστα κηδεμών, ἐγρήγορε χρόνον ὡς πλεῖστον, τὸ μὲν πρὸς ὑγείαν αὐτοῦ μόνον φυλάττων ἐνταῦθα χρήσιμον·
 [02008]  Καὶ οὐχὶ τὸ κένωμα μόνον τῆς ὑστέρας ἱκανὸν αὐτῇ γίνεται συνουσίας ὁρμητήριον·
 [02051]  οὐ γὰρ εἰς τὴν Κράτητος πήραν μόνον, ἀλλ' οὐδὲ εἰς τὴν ἡμετέραν πόλιν εἰσπλεῖ οὐ μωρὸς παράσιτος οὐδὲ λίχνος πόρνος πυγῇ ἀγαλλόμενος, οὐ δολερὰ πόρνη, ἀλλ' οὐδὲ ἄλλο τι τοιοῦτον ἡδονῆς θηρίον.
 [02134]  Σπείρειν δὲ μόνον ἐπιτέτραπται τῷ γήμαντι ὡς γεωργῷ τὸ τηνικάδε, ὁπηνίκα ὁ καιρὸς δέχεται τὸν σπόρον.
 [02152]  τὸ δὲ φαγεῖν μόνον ψιλῶς νοούμενον ἀνάγκης ἐστὶ τεκμήριον, τὸ πλήρωμα, ὡς ἔφαμεν, τῆς ἐνδείας·
 [02189]  Εἰ δὲ συμπεριφέρεσθαι χρή, ὀλίγον ἐνδοτέον αὐταῖς μαλακωτέροις χρῆσθαι τοῖς ὑφάσμασιν μόνον τὰς μεμωρημένας λεπτουργίας καὶ τὰς ἐν ταῖς ὑφαῖς περιέργους πλοκὰς ἐκποδὼν μεθιστάντας, νῆμα χρυσοῦ καὶ σῆρας Ἰνδικοὺς καὶ τοὺς περιέργους βόμβυκας [2.10βις.107.4] χαίρειν ἐῶντας.
 [02196]  οὔτε γὰρ ἡ χρῆσις ὠφέλιμος οὐ γὰρ πρὸς τὸ κρύος εὔθετος οὔτε πρὸς σκέπην ἔχει τι περιττὸν παρὰ τὴν ἄλλην ἐσθῆτα ἢ τὸν ψόγον μόνον, καὶ τὸ ἐπιτερπὲς τῆς χροιᾶς τοὺς λίχνους ἀνιᾷ εἰς τὴν ἀνόητον ὀφθαλμίαν ἐρεθίζον, τοὺς δὲ λευκοὺς καὶ οὐ νόθους τὰ ἔνδον λευκαῖς καὶ ἀπεριέργοις ἁρμοδιώτατον ἐσθήσεσι χρῆσθαι.
 [02231]  Εἰ δὲ καὶ Ἱερεμίαν καλεῖς, λινοῦν οὗτος περίζωμα εἶχε μόνον.
 [02244]  Ἐγὼ δὲ οὐδὲ τὴν αἰτίαν τῶν τοιούτων ἐπαίνων θέλω παρέχειν τὰς σώφρονας τοῖς διὰ τῶν ἐπαίνων θηρωμένοις τὰ ἐπίψογα, καὶ οὐδ' ὅτι γε παραγυμνοῦν τὸ σφυρὸν κεκώλυται μόνον, ἐγκεκαλύφθαι δὲ καὶ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον ἐπεσκιάσθαι προστέτακται.
 [02323]  ∆ιὸ καὶ μόνος ὁ σπουδαῖος καλὸς κἀγαθὸς ὄντως ἐστίν, καὶ μόνον τὸ καλὸν ἀγαθὸν δογματίζεται, ἡ δὲ ἀρετὴ μόνη καὶ διὰ καλοῦ τοῦ σώματος καταφαίνεται καὶ ἐπανθεῖ τῇ σαρκί, τὸ ὡραῖον τῆς σωφροσύνης ἀξιέραστον [2.12.121.4] δεικνύουσα, ὅταν οἱονεὶ φέγγος ἐπιλάμπῃ τῇ μορφῇ τὸ ἦθος.
 [02366]  Μακάριοι μεντἂν ἦσαν οἱ παλαιοὶ τῶν Ἑβραίων, εἰ περιελόμενοι τὸν κόσμον τῶν γυναικῶν ἔρριψαν ἢ ἐχώνευσαν μόνον, νυνὶ δὲ εἰς βοῦν χρυσοχοήσαντες καὶ τούτῳ εἰδωλολατρήσαντες αὐτοὶ μὲν οὐκ ὤναντο οὔτε τῆς τέχνης οὔτε τῆς ἐπιβολῆς, ἐδίδαξαν δὲ ἡμῶν τὰς γυναῖκας τυπικώτατα κοσμίων ἀποσχέσθαι.
 [02551]  Εἰς τοσοῦτον δὲ ἄρα ἐλήλακεν ἡ χλιδὴ ὡς μὴ τὸ θῆλυ μόνον νοσεῖν περὶ τὴν κενοσπουδίαν ταύτην, ἀλλὰ καὶ τοὺς ἄνδρας ζηλοῦν τὴν νόσον.
 [02568]  Ὅσῳ γοῦν ὁ ἄνθρωπος σπεύδει πρὸς τέλος, τοσούτῳ τιμιώτερος πρὸς ἀλήθειαν, μόνον ἔχων αὑτοῦ πρεσβύτερον τὸν θεόν, ἐπεὶ κἀκεῖνος ἀίδιος γέρων ὁ τῶν ὄντων πρεσβύτερος·
 [02645]  Οἱ γὰρ καὶ τὰ μάλιστα πρὸς τὰς ἄλλας πεπολεμωμένοι τρίχας μόνον τὰς ἐπὶ τῇ κεφαλῇ περιέπουσι μικροῦ δεῖν ἀναδούμενοι κεκρυφάλοις τὰς κόμας ὥσπερ [3.3.24.1] αἱ γυναῖκες.
 [02654]  κάμνων δὲ ἄρα λιμῷ αἰτεῖ τὸν ἵππον τροφάς, ὃ δὲ ὑπέχει τὰς φλέβας, καὶ ὃ κέκτηται μόνον, τῷ κυρίῳ τὸ αἷμα χορηγεῖ, καὶ τῷ νομάδι ὁ ἵππος ὄχημα γίνεται καὶ τροφή.
 [02666]  Τοιούτους ὁ κύριος ἡμᾶς καλεῖ γυμνοὺς ἀπειροκαλίας, γυμνοὺς κενοδοξίας, ἁμαρτιῶν ἀπεσπασμένους, μόνον ἐπιφερομένους τὸ ξύλον τῆς ζωῆς, μόνον ἐπέχοντας τὴν σωτηρίαν.
 [02768]  τὸ γὰρ τὴν ἡδονὴν νομίζειν ἀγαθὸν ἀπειροκαλίας ἐστὶ τελείας, φιλοπλουτία δὲ ἐξίστησι τῆς ὀρθῆς διαίτης τὸν ἄνθρωπον ἀπερυθριᾶν πρὸς τὰ αἰσχρὰ ἀναπείθουσα, ἐὰν μόνον ἔχῃ δύναμιν καθάπερ θηρίον τοῦ φαγεῖν παντοδαπὰ καὶ πιεῖν ὡσαύτως καὶ ἀφροδισίων [3.7.37.3] πᾶσαν πάντως παρέχειν πλησμονήν.
 [02782]  μὴ βαστάζετε γάρ, εἶπεν ὁ κύριος, βαλλάντιον, μὴ πήραν μηδὲ ὑπόδημα, τουτέστι, μὴ πλοῦτον κτήσησθε τὸν ἐν βαλλαντίῳ μόνον θησαυριζόμενον, μὴ τὰς ἀποθήκας πληρώσητε τὰς ἰδίας ὡς ἐν πήρᾳ παρατιθέμενοι τὸν σπόρον, ἀλλὰ καὶ τοῖς δεομένοις κοινωνήσατε, μὴ ὑποζύγια καὶ οἰκέτας πολυπραγμονεῖτε, οἵτινες ὑποδήματα τῆς πορείας τῶν πλουσίων ἀχθοφοροῦντες [3.7.38.3] ἀλληγορικῶς εἴρηνται.
 [02841]  [3.8.45.2] Ἔχω σοι φιλοκοσμίας κολάσεις διηγήσασθαι καὶ φιλοδοξίας τιμωρίας, οὐκ ἀκρασίας μόνον, πρὸς δὲ καὶ τὰς ἐπὶ πλούτῳ κακόφρονας παραθέσθαι βλασφημίας, ἐν αἷς διὰ τοῦ φοβεῖν ὁ λόγος ἀνείργει τῶν ἀδικημάτων.
 [02851]  Τρόπον γάρ τινα πίνει τὰ σώματα, ὥσπερ τὰ δένδρα, οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τῇ δι' ὅλου τοῦ σώματος κατὰ τὸ λουτρόν, ὥς φασι, ποροποιίᾳ.
 [02876]  καὶ γὰρ καὶ ταῦτα τοῖς ἀνδράσι παντὸς μᾶλλον πρὸ τῶν λουτρῶν ἐγκρῖναι οὐ φαῦλον ἴσως, ἔχοντά τι χρήσιμον τοῖς νέοις πρὸς ὑγίειαν, σπουδήν τε καὶ φιλοτιμίαν ἐντιθέντα οὐχὶ εὐεξίας μόνον, ἀλλὰ καὶ εὐψυχίας ἐπιμελεῖσθαι·
 [02951]  Εἰ δὲ ἄρα δέοι καὶ ἡμᾶς ἐμπολιτευομένους καὶ ἄλλας τινὰς τῶν κατ' ἀγρὸν διοικουμένους πράξεις, πολλάκις δὲ καὶ ἄνευ γυναικῶν γενομένους ὑπὲρ ἀσφαλείας ἀποσφραγίζεσθαί τινα, δίδωσιν καὶ ἡμῖν εἰς τοῦτο μόνον σημαντῆρα, τοὺς δὲ ἄλλους ἀπορριπτέον δακτυλίους, ἐπεὶ κόσμος [3.11.58.3] κατὰ τὴν γραφὴν χρυσοῦς φρονίμῳ παιδεία.
 [02970]  Οὐ μόνον οὖν αὐστηρὸν δεικνύει τὸν ἄνδρα τῆς κεφαλῆς τὸ ψιλόν, ἀλλὰ καὶ δυσπαθὲς κατασκευάζει τὸ κρανίον, προσομιλεῖν ἐθίζον καὶ κρύει καὶ καύματι, καὶ τὰς ἀπὸ τούτων διωθεῖται βλάβας, ἃς ἡ κόμη σπόγγου τρόπον εἰς ἑαυτὴν ἀναλαμβάνουσα, ἐγκατασκήπτει τῷ ἐγκεφάλῳ παράμονον ἐκ τῆς νοτίδος τὴν βλάβην.
 [02989]  Οὐ γὰρ μόνον τὴν ὑγίειαν ἴσχει τὸ σῶμα ἐκ τούτων, ἀλλὰ καὶ τὸ κάλλος διαφαίνεσθαι [3.11.64.3] ποιεῖ.
 [02997]  ἀκινήτῳ δὲ τῷ σώματι τὸ βρωθὲν σιτίον οὐ προσφύεται, ἀλλὰ ἐκπίπτει, ὥσπερ ἀπὸ ψυχροῦ κλιβάνου ὁ ἄρτος ἢ ὅλος [3.11.65.3]μόνον ὑπολειπόμενος τὸν πυθμένα.
 [03059]  Ὡς γάρ τοι ἐκείνοις παραγγέλλεται παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς ὑποτάσσεσθαι, φησὶν ὁ Πέτρος, οὕτως ἡ ἰσότης καὶ ἡ μακροθυμία καὶ ἡ φιλανθρωπία τοῖς δεσπόταις εὐάρμοστος.
 [03133]  Ἦ οὐκ ἴστε ὅτι καὶ τὰ φαλάγγια προσαπτόμενα μόνον τῷ στόματι ὀδύναις ἐπιτρίβει τοὺς ἀνθρώπους, φιλήματα δὲ [3.11.82.1] πολλάκις ἐνίησιν ἰὸν ἀκολασίας;
 [03141]  Οὐ γὰρ ἁψαμένους μόνον, ἀλλὰ καὶ θεασαμένους ἔστιν ἁμαρτεῖν, ὃ μάλιστα ἀποφεύγειν χρὴ τὸν γνησίως [3.11.83.1] παιδαγωγούμενον.
 [03146]  Οὐ γὰρ τὸ καθαρεύειν μόνον ἀπόχρη τοῖς σώφροσιν, ἀλλὰ καὶ τὸ ἐκτὸς εἶναι τοῦ ψόγου σπουδαστέον πᾶσαν ἀποκλείσαντας ὑπονοίας αἰτίαν πρὸς συγκεφαλαίωσιν ἁγνείας, ὡς μὴ μόνον εἶναι ἡμᾶς πιστούς, ἀλλὰ καὶ [3.11.83.3] ἀξιοπίστους φανῆναι.
 [03148]  προνοούμενοι γὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.
 [03275]  [3.12.94.1] Τοιοίδε μὲν οἱ λογικοὶ νόμοι, οἱ παρακλητικοὶ λόγοι οὐκ ἐν πλαξὶ λιθίναις δακτύλῳ γεγραμμένοι κυρίου, ἀλλ' ἐν καρδίαις ἀνθρώπων ἐναπογεγραμμένοι ταῖς μόνον φθορὰν οὐκ ἐπιδεχομέναις.
 [03322]  Καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, ὥς φησιν ὁ Ἰωάννης, ὁ ἰώμενος ἡμῶν καὶ σῶμα καὶ ψυχήν, τὸν ὅλον ἄνθρωπον, Ἰησοῦς, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἁμαρτιῶν, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.
000-00-00 Serial Number=0342211246
Protrepticus Ante [Go Back]  
 [00018]  Ἀληθείας δὲ ὑμῖν τὸ πρόσωπον τὸ φαιδρὸν μόνον, ὡς ἔοικεν, ἐπίπλαστον εἶναι δοκεῖ καὶ τοῖς ἀπιστίας ὑποπέπτωκεν ὀφθαλμοῖς.
 [00044]  Οἱ δὲ τηνάλλως νεκροί, οἱ τῆς ὄντως οὔσης ἀμέτοχοι ζωῆς, ἀκροαταὶ μόνον γενόμενοι τοῦ ᾄσματος ἀνεβίωσαν.
 [00053]  Ναὶ μὴν ὁ ∆αβὶδ ὁ βασιλεύς, ὁ κιθαριστής, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν, προὔτρεπεν ὡς τὴν ἀλήθειαν, ἀπέτρεπε δὲ εἰδώλων, πολλοῦ γε ἔδει ὑμνεῖν αὐτὸν τοὺς δαίμονας ἀληθεῖ πρὸς αὐτοῦ διωκομένους μουσικῇ, ᾗ τοῦ Σαοὺλ ἐνεργουμένου ἐκεῖνος ᾄδων μόνον αὐτὸν ἰάσατο.
 [00059]  ὁ κύριος ἐλεεῖ, παιδεύει, προτρέπει, νουθετεῖ, σῴζει, φυλάττει καὶ μισθὸν ἡμῖν τῆς μαθήσεως ἐκ περιου σίας βασιλείαν οὐρανῶν ἐπαγγέλλεται, τοῦτο μόνον ἀπο λαύων ἡμῶν, ὃ σῳζόμεθα.
 [00296]  [2.30.1] Ἔχεις καὶ ἰατρόν, οὐχὶ χαλκέα μόνον ἐν θεοῖς·
 [00341]  Ἀλλ' ἐὰν ἐπιδείξῃς μόνον, ἄνθρωπε, τὸν κεστόν, ἐξελέγχεται καὶ ὁ Ζεὺς καὶ ἡ κόμη καταισχύνεται.
 [00461]  [3.42.1] Φέρε δὴ οὖν καὶ τοῦτο προσθῶμεν, ὡς ἀπάνθρωποι καὶ μισάνθρωποι δαίμονες εἶεν ὑμῶν οἱ θεοὶ καὶ οὐχὶ μόνον ἐπιχαίροντες τῇ φρενοβλαβείᾳ τῶν ἀνθρώπων, πρὸς δὲ καὶ ἀνθρωποκτονίας ἀπολαύοντες·
 [00490]  τοῦτον εὑρήσεις ἀληθῆ μόνον, ὦ βάρβαρε, τὸν χρησμόν·
 [00622]  Καὶ οὔτι γε βασιλεῖς μόνον, ἀλλὰ καὶ ἰδιῶται θείαις προσηγορίαις σφᾶς αὐτοὺς ἐσέμνυνον, ὡς Μενεκράτης ὁ ἰατρός, Ζεὺς οὗτος ἐπικεκλημένος.
 [00708]  Τούτων οὐ μόνον τῆς χρήσεως, πρὸς δὲ καὶ τῆς ὄψεως καὶ τῆς ἀκοῆς αὐτῆς ἀμνηστίαν καταγγέλλομεν.
 [00728]  ψιλῷ τῷ βούλεσθαι δημιουργεῖ καὶ τῷ [4.63.4] μόνον ἐθελῆσαι αὐτὸν ἕπεται τὸ γεγενῆσθαι.
 [00736]  Παρμενίδης δὲ ὁ Ἐλεάτης θεοὺς εἰσηγήσατο πῦρ καὶ γῆν, θάτερον δὲ αὐτοῖν μόνον, τὸ πῦρ, θεὸν ὑπειλή φατον Ἵππασός τε ὁ Μεταποντῖνος καὶ ὁ Ἐφέσιος Ἡράκλειτος·
 [00741]  Ἧι καὶ δοκοῦσί μοι πολλοὶ μάλιστα τὸ ξίφος μόνον πήξαντες ἐπιθύειν ὡς Ἄρει·
 [00798]  τὸ δὲ μόνον δίκαιον μέτρον, ὁ μόνος ὄντως θεός, ἴσος ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, μετρεῖ τε πάντα καὶ σταθμᾶται, οἱονεὶ τρυτάνῃ τῇ δικαιο σύνῃ τὴν τῶν ὅλων ἀρρεπῶς περιλαμβάνων καὶ ἀνέχων [6.69.4] φύσιν.
 [00806]  ἀλλὰ γὰρ αἴρουσι πρὸς οὐρανὸν ὠλένας ἁγνάς, ὄρθριοι ἐξ εὐνῆς, ἀεὶ χρόα ἁγνίζοντες ὕδασι, καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα ἀθάνατον.
 [00807]  [6.71.1] Καί μοι μὴ μόνον, ὦ φιλοσοφία, ἕνα τοῦτον Πλάτωνα, πολλοὺς δὲ καὶ ἄλλους παραστῆσαι σπούδασον, τὸν ἕνα ὄντως μόνον θεὸν ἀναφθεγγομένους θεὸν κατ' ἐπίπνοιαν [6.71.2] αὐτοῦ, εἴ που τῆς ἀληθείας ἐπιδράξαιντο.
 [00827]  [7.73.1] Ἴτω δὲ ἡμῖν (οὐ γὰρ αὐταρκεῖ μόνον ἡ φιλοσοφία) ἀλλὰ καὶ αὐτὴ ποιητικὴ ἡ περὶ τὸ ψεῦδος τὰ πάντα ἠσχο λημένη, μόλις ποτὲ ἤδη ἀλήθειαν μαρτυρήσουσα, μᾶλλον δὲ ἐξομολογουμένη τῷ θεῷ τὴν μυθώδη παρέκβασιν·
 [01009]  Θεοσέβεια δὲ ἐξομοιοῦσα τῷ θεῷ κατὰ τὸ δυνατὸν τὸν ἄνθρωπον κατάλληλον ἐπιγράφεται διδάσκαλον θεὸν τὸν καὶ μόνον ἀπεικάσαι κατ' ἀξίαν δυνάμενον ἄνθρωπον θεῷ.
 [01013]  οὐδὲν γὰρ ἀλλ' ἢ τοῦτο ἔργον μόνον ἐστὶν αὐτῷ σῴζεσθαι τὸν ἄνθρωπον.
 [01074]  μόνον, ὦ παιδίον, δίψησον τοῦ πατρός, ἀμισθεί σοι δειχθήσεται ὁ θεός·
 [01144]  ὑμῶν, ἐὰν ἐθελήσητε πιστεῦσαι μόνον καὶ τῇ συντομίᾳ τοῦ κηρύγματος ἕπεσθαι, ἧς ὑπακούσαντες οἱ Νινευῖται τῆς προσδοκηθείσης ἁλώσεως μετανοίᾳ γνησίῳ τὴν καλὴν ἀντικατηλλάξαντο σωτηρίαν.
 [01155]  εἰς ἄγνοιαν [καὶ] τὰ χρήματα καὶ τὸν βίον ὡς τὸ ζῆν ὑμῶν εἰς θάνατον καταναλίσκετε, τοῦτο μόνον τῆς ματαίας ὑμῶν ἐλπίδος εὑρόμενοι τὸ πέρας, οὐδὲ αὑτοὺς οἷοί τε ὄντες οἰκτεῖραι, ἀλλ' οὐδὲ τοῖς κατελεῶσιν ὑμᾶς τῆς πλάνης ἐπιτήδειοι πείθεσθαι γίνεσθε, συνηθείᾳ κακῇ δεδου λωμένοι, ἧς ἀπηρτημένοι αὐθαίρετοι μέχρι τῆς ἐσχάτης [10.101.2] ἀναπνοῆς εἰς ἀπώλειαν ὑποφέρεσθε·
 [01237]  οὐκ ἔστι παρ' αὐτοῖς κολάκων γένη, οὐ δεισιδαι μονοῦσιν ἰχθύες, οὐκ εἰδωλολατρεῖ τὰ ὄρνεα, ἕνα μόνον ἐκπλήττεται τὸν οὐρανόν, ἐπεὶ θεὸν νοῆσαι μὴ δύναται [10.108.2] ἀπηξιωμένα τοῦ λόγου.
 [01267]  Οὐ γὰρ δὴ μύθῳ μὲν ἐπιστεύετε ποιητικῷ τὸν Μίνω τὸν Κρῆτα τοῦ ∆ιὸς ὀαριστὴν ἀναγράφοντι, ἡμᾶς δὲ ἀπιστή σετε μαθητὰς θεοῦ γεγονότας, τὴν ὄντως ἀληθῆ σοφίαν ἐπανῃρημένους, ἣν φιλοσοφίας ἄκροι μόνον ᾐνίξαντο, οἱ δὲ [11.112.3] τοῦ Χριστοῦ μαθηταὶ καὶ κατειλήφασι καὶ ἀνεκήρυξαν.
 [01273]  καθ' ὃ καὶ μόνον ἐπάναγκές ἐστι ζῆν, ἵνα ζήσωμεν ἀεί·
 [01336]  [11.117.5] Ἅγνισον τὸν νεών, καὶ τὰς ἡδονὰς καὶ τὰς ῥᾳθυμίας ὥσπερ ἄνθος ἐφήμερον καταλίμπανε ἀνέμῳ καὶ πυρί, σωφροσύνης δὲ τοὺς καρποὺς γεώργησον ἐμφρόνως, καὶ σεαυτὸν ἀκρο θίνιον ἀνάστησον τῷ θεῷ, ὅπως οὐκ ἔργον μόνον, ἀλλὰ καὶ χάρις ᾖς τοῦ θεοῦ·
 [01348]  ἐὰν ἐθέλῃς μόνον, νενίκηκας τὴν ἀπώλειαν καὶ τῷ ξύλῳ προσδεδεμένος ἁπάσης ἔσῃ τῆς φθορᾶς λελυμένος, κυβερνήσει σε ὁ λόγος ὁ τοῦ θεοῦ, καὶ τοῖς λιμέσι καθορμίσει τῶν οὐρανῶν τὸ πνεῦμα τὸ ἅγιον·
 [01367]  εἰ βούλει, καὶ σὺ μυοῦ, καὶ χορεύσεις μετ' ἀγγέλων ἀμφὶ τὸν ἀγέννητον καὶ ἀνώ λεθρον καὶ μόνον ὄντως θεόν, συνυμνοῦντος ἡμῖν τοῦ θεοῦ λόγου.
 [01370]  Ἥκετε ὡς ἐμέ, ὑφ' ἕνα ταχθησόμενοι θεὸν καὶ τὸν ἕνα λόγον τοῦ θεοῦ, καὶ μὴ μόνον τῶν ἀλόγων ζῴων πλεο νεκτεῖτε τῷ λόγῳ, ἐκ δὲ τῶν θνητῶν ἁπάντων ὑμῖν ἀθανασίαν μόνοις καρπώσασθαι δίδωμι.
 [01392]  Ὥρα οὖν ἡμῖν μόνον θεοσεβῆ τὸν Χριστιανὸν εἰπεῖν πλούσιόν τε καὶ σώφρονα καὶ εὐγενῆ καὶ ταύτῃ εἰκόνα τοῦ θεοῦ μεθ' ὁμοιώσεως, καὶ λέγειν καὶ πιστεύειν δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενόμενον ὑπὸ Χριστοῦ Ἰησοῦ καὶ εἰς τοσοῦτον ὅμοιον ἤδη καὶ θεῷ.
000-00-00 Serial Number=0482136428
Quis dives salvetur Ante [Go Back]  
 [00002]  [1.1] Οἱ μὲν τοὺς ἐγκωμιαστικοὺς λόγους τοῖς πλουσίοις δωροφο ροῦντες οὐ μόνον κόλακες καὶ ἀνελεύθεροι δικαίως ἂν ἔμοιγε κρίνεσθαι δοκοῖεν, ὡς ἐπὶ πολλῷ προσποιούμενοι χαρίσασθαι τὰ ἀχάριστα, [1.2] ἀλλὰ καὶ ἀσεβεῖς καὶ ἐπίβουλοι·
 [00003]  ἀσεβεῖς μὲν, ὅτι παρέντες αἰνεῖν καὶ δοξάζειν τὸν μόνον τέλειον καὶ ἀγαθὸν θεόν, ἐξ οὗ τὰ πάντα καὶ δι' οὗ τὰ πάντα καὶ εἰς ὃν τὰ πάντα, περιάπτουσι το······
 [00072]  κληθεὶς δὲ ἀγαθός, ἀπ' αὐτοῦ πρώτου τοῦ ῥήματος τού του τὸ ἐνδόσιμον λαβὼν ἐντεῦθεν καὶ τῆς διδασκαλίας ἄρχεται, ἐπι στρέφων τὸν μαθητὴν ἐπὶ τὸν θεὸν τὸν ἀγαθὸν καὶ πρῶτον καὶ μόνον ζωῆς αἰωνίου ταμίαν, ἣν ὁ υἱὸς δίδωσιν ἡμῖν παρ' ἐκείνου λαβών.
 [00080]  οὐδὲ γὰρ πεπλήρωκε μόνον τὸν νόμον, ἀλλὰ καὶ εὐθὺς ἀπὸ πρώτης ἡλικίας ἀρξάμενος·
 [00111]  [11.3] οὔτε γὰρ μέγα καὶ ζηλωτὸν τὸ τηνάλλως ἀπορεῖν χρημάτων μὴ οὐκ ἐπὶ λόγῳ ζωῆς (οὕτω μέν γ' ἂν ἦσαν οἱ μηδὲν ἔχοντες μηδαμῇ, ἀλλὰ ἔρημοι καὶ μεταῖται τῶν ἐφ' ἡμέραν, οἱ κατὰ τὰς ὁδοὺς ἐρριμμένοι πτωχοί, ἀγνοοῦντες δὲ θεὸν καὶ δικαιοσύνην θεοῦ, κατ' αὐτὸ μόνον τὸ ἄκρως ἀπορεῖν καὶ ἀμηχανεῖν βίου καὶ τῶν ἐλαχίστων σπανίζειν μακαριώτατοι καὶ θεοφιλέστατοι καὶ μόνοι ζωὴν ἔχοντες [11.4] αἰώνιον) οὔτε καινὸν τὸ ἀπείπασθαι πλοῦτον καὶ χαρίσασθαι πτωχοῖς ἢ πατρίσιν, ὃ πολλοὶ πρὸ τῆς τοῦ σωτῆρος καθόδου πεποιήκασιν, οἳ μὲν τῆς εἰς λόγους σχολῆς καὶ νεκρᾶς σοφίας ἕνεκεν, οἳ δὲ φήμης κενῆς καὶ κενοδοξίας, Ἀναξαγόραι καὶ ∆ημόκριτοι καὶ Κράτητες.
 [00112]  [12.1] Τί οὖν ὡς καινὸν καὶ ἴδιον θεοῦ παραγγέλλει καὶ μόνον ζωο ποιοῦν, ὃ τοὺς προτέρους οὐκ ἔσωσεν;
 [00203]  [20.1] Ταῦτα μὴ συνιεὶς κατὰ τρόπον ὁ πολυχρήματος καὶ ἔννομος ἄν θρωπος μηδὲ ὅπως ὁ αὐτὸς καὶ πτωχὸς δύναται εἶναι καὶ πλούσιος καὶ ἔχειν τε χρήματα καὶ μὴ ἔχειν καὶ χρῆσθαι τῷ κόσμῳ καὶ μὴ χρῆσθαι, ἀπῆλθε στυγνὸς καὶ κατηφής, λιπὼν τὴν τάξιν τῆς ζωῆς, ἧς ἐπιθυμεῖν μόνον, ἀλλ' οὐχὶ καὶ τυχεῖν ἠδύνατο, τὸ δύσκολον [20.2] ποιήσας ἀδύνατον αὐτὸς ἑαυτῷ.
 [00283]  οὐ γὰρ μόνον ῥέπει πρὸς τοὺς πολυκτήμονας, ἀλλ' ἁπλῶς πρὸς ἅπαντας ἀνθρώπους τοὺς πίστει καθάπαξ ἑαυτοὺς ἐπιδιδόντας.
 [00289]  ἀλλ' εἰ δύναταί τις ἐνδοτέρω τῶν ὑπαρχόν των κάμπτειν τῆς ἐξουσίας καὶ μέτρια φρονεῖν καὶ σωφρονεῖν καὶ θεὸν μόνον ζητεῖν καὶ θεὸν ἀναπνεῖν καὶ θεῷ συμπολιτεύεσθαι, πτωχὸς οὗτος παρέστηκε ταῖς ἐντολαῖς, ἐλεύθερος, ἀήττητος, ἄνοσος, [26.7] ἄτρωτος ὑπὸ χρημάτων·
 [00374]  δώσω γὰρ οὐ μόνον τοῖς [33.2] φίλοις, ἀλλὰ καὶ τοῖς φίλοις τῶν φίλων.
 [00394]  ὦ γλυκεῖαι θεραπεῖαι φιλούν των, ὦ μακάριοι διακονίαι θαρρούντων, ὦ πίστις εἰλικρινὴς θεὸν μόνον δεδιότων, ὦ λόγων ἀλήθεια παρὰ τοῖς ψεύσασθαι μὴ δυνα μένοις, ὦ κάλλος ἔργων παρὰ τοῖς θεῷ διακονεῖν πεπεισμένοις, πεί θειν θεόν, ἀρέσκειν θεῷ·
000-00-00 Serial Number=0469770551
Stromata Ante [Go Back]  
 [00046]  σκοπεῖσθαι οὖν ἀκόλουθον ἄρα τῷ τὴν ὠφέλειαν τῶν πλησίον ἐπανῃρημένῳ, εἰ μὴ θρασέως καί τισιν ἀντιζηλούμενος ἐπεπήδησεν τῇ διδασκαλίᾳ, εἰ μὴ φιλόδοξος ἡ κοινωνία τοῦ λόγου, εἰ τοῦτον μόνον καρποῦται τὸν μισθόν, τὴν σωτηρίαν τῶν ἐπαϊόντων, τό τε μὴ πρὸς χάριν ὁμιλεῖν δωροδοκίας [1.1.6.2] τε αὖ διαβολὴν διαπέφευγεν ὁ δι' ὑπομνημάτων λαλῶν·
 [00124]  ἐπαγγέλλεται δὲ οὐχ ὥστε ἑρμηνεῦσαι τὰ ἀπόρρητα ἱκανῶς, πολλοῦ γε καὶ δεῖ, μόνον δὲ τὸ ὑπομνῆσαι, εἴτε ὁπότε ἐκλαθοίμεθα εἴτε ὅπως μηδ' ἐκλανθανώμεθα.
 [00130]  ἔστι δὲ ἃ καὶ αἰνίξεταί μοι γραφή, καὶ τοῖς μὲν παραστήσεται, τὰ δὲ μόνον ἐρεῖ, πειράσεται δὲ καὶ [1.1.15.2] λανθάνουσα εἰπεῖν καὶ ἐπικρυπτομένη ἐκφῆναι καὶ δεῖξαι σιωπῶσα.
 [00133]  οὐ γὰρ μόνον δι' Ἑβραίους καὶ τοὺς ὑπὸ νόμον κατὰ τὸν ἀπόστολον εὔλογον Ἰουδαῖον γενέσθαι, [1.1.15.5] ἀλλὰ καὶ διὰ τοὺς Ἕλληνας Ἕλληνα, ἵνα πάντας κερδάνωμεν.
 [00227]  οὐ δὴ μόνον ἑνός τινος δικαίου ὁδοὺς πλείονας σωτηρίους κατέλεξεν, ἐπιφέρει δὲ ἄλλας πολλῶν πολλὰς δικαίων ὁδοὺς μηνύων ὧδέ πως·
 [00272]  διὰ τοῦτο καὶ ὁ Ἀβραάμ, παραζηλούσης τῆς Σάρρας τὴν Ἄγαρ παρευδοκιμοῦσαν αὐτήν, ὡς ἂν τὸ χρήσιμον ἐκλεξάμενος μόνον τῆς κοσμικῆς φιλοσοφίας, ἰδοὺ ἡ παιδίσκη ἐν ταῖς χερσί σου, χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ φησί.
 [00289]  [1.6.34.1] Εἰ δὲ ἐν τῷ ταμείῳ εὔχῃ, ὡς ὁ κύριος ἐδίδαξε, πνεύματι προσκυνῶν, οὐκέτι περὶ τὸν οἶκον εἴη ἂν μόνον ἡ οἰκονομία, ἀλλὰ καὶ περὶ τὴν ψυχήν, τίνα τε ἐπινεμητέον αὐτῇ καὶ ὅπως καὶ ὁπόσον, τίνα τε ἀποθετέον καὶ ἀποθησαυριστέον εἰς αὐτήν, καὶ ὅτε ταῦτα προκομιστέον, καὶ πρὸς οὕστινας.
 [00315]  ἄλλως τε ὁ γεωργὸς οὐ πυροὺς μόνον (καίτοι καὶ τούτων πλείους εἰσὶ διαφοραί), σπείρει δὲ καὶ τὰ ἄλλα σπέρματα, κριθάς τε καὶ κυάμους καὶ πίσον καὶ [1.7.37.4] ἄρακα καὶ τὰ κηπευόμενα καὶ τὰ ἀνθητικὰ σπέρματα·
 [00323]  διὰ τοῦτο γὰρ Ἑλλήνων φωνῇ ἡρμηνεύθησαν αἱ γραφαί, ὡς μὴ πρόφασιν ἀγνοίας προβάλλεσθαι δυνηθῆναί ποτε αὐτούς, οἵους [1.7.38.4] τε ὄντας ἐπακοῦσαι καὶ τῶν παρ' ἡμῖν, ἢν μόνον ἐθελήσωσιν.
 [00410]  [1.10.47.2] νυνὶ δὲ ἀλλήλων ἕνεκα εὐποροῦμεν καὶ λόγων καὶ ἔργων, τὴν δὲ ἐριστικήν τε καὶ σοφιστικὴν τέχνην παραιτητέον παντελῶς, ἐπεὶ καὶ αἱ λέξεις αὐταὶ τῶν σοφιστῶν οὐ μόνον γοητεύουσι <καὶ> κλέπτουσι τοὺς πολλούς, βιαζόμεναι δὲ ἔσθ' ὅτε Καδμείαν νίκην ἀπηνέγκαντο.
 [00431]  εὐτελῆ γὰρ οὐ μόνον δίαιταν, ἀλλὰ καὶ λόγον ἀσκητέον ἀπέριττόν τε καὶ ἀπερίεργον τῷ τὸν ἀληθῆ βίον ἐπανῃρημένῳ, εἴ γε τὴν τρυφὴν ὡς δολεράν τε καὶ ἄσωτον παραιτοίμεθα, καθάπερ τὸ μύρον καὶ τὴν πορφύραν οἱ παλαιοὶ Λακεδαιμόνιοι, δολερὰ μὲν τὰ εἵματα, δολερὰ δὲ τὰ χρίσματα ὑπολαβόντες ὀρθῶς καὶ ὀνομάσαντες, ἐπεὶ μήτε ἐκείνη καλὴ σκευασία τροφῆς ἡ πλείω τῶν τρεφόντων ἔχουσα τὰ ἡδύσματα μήτε λόγου χρῆσις ἀστεία ἡ τέρπειν μᾶλλον ἢ ὠφελεῖν τοὺς ἀκούοντας δυναμένη.
 [00487]  ἤδη γοῦν καὶ Ἡσαΐας ὁ προφήτης πυρὶ καθαίρεται τὴν γλῶτταν, ὡς εἰπεῖν δυνηθῆναι τὴν ὅρασιν, καὶ οὐδὲ τὴν γλῶτταν μόνον, ἀλλὰ καὶ τὰς ἀκοὰς ἁγνίζεσθαι προσήκει ἡμῖν, εἴ γε τῆς ἀληθείας μεθεκτικοὶ εἶναι [1.12.55.3] πειρώμεθα.
 [00523]  πρὸς γοῦν Κορινθίους, οὐ γὰρ ἐνταῦθα μόνον, περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως διαλεγόμενος ἰαμβείῳ συγκέχρηται τραγικῷ τί μοι ὄφελος;
 [00749]  τῆς γὰρ θείας σοφίας καὶ ἀρετῆς καὶ δυνάμεως ἔργον ἐστὶν οὐ μόνον τὸ ἀγαθοποιεῖν (φύσις γὰρ ὡς εἰπεῖν αὕτη τοῦ θεοῦ ὡς τοῦ πυρὸς τὸ θερμαίνειν καὶ τοῦ φωτὸς τὸ φωτίζειν), ἀλλὰ κἀκεῖνο μάλιστα τὸ διὰ κακῶν τῶν ἐπινοηθέντων πρός τινων ἀγαθόν τι καὶ χρηστὸν τέλος ἀποτελεῖν καὶ ὠφελίμως τοῖς δοκοῦσι φαύλοις χρῆσθαι καθάπερ καὶ τῷ ἐκ πειρασμοῦ μαρτυρίῳ.
 [00939]  καὶ θεῶν ἄρα τῶν πλείστων παρ' Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωυσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος.
 [01190]  καὶ ὅτι ἐνιαυτὸν μόνον ἔδει αὐτὸν κηρῦξαι, καὶ τοῦτο γέγραπται οὕτως·
 [01196]  εἰσὶ δὲ οἱ περιεργότερον τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν οὐ μόνον τὸ ἔτος, ἀλλὰ καὶ τὴν ἡμέραν προστιθέντες, ἥν φασιν ἔτους κηʹ Αὐγούστου ἐν πέμπτῃ Παχὼν καὶ εἰκάδι.
 [01293]  τρίτον δὲ τὸ ἑνὸς ἐφιέμενον τοῦ νικῆσαι μόνον καὶ καταστρέψασθαι (τὸ δὲ πρὸς κακὸν ἢ ἀγαθὸν τὴν νίκην ποιεῖσθαι τῷ τοιούτῳ οὐ πρόσεστιν)·
 [01295]  τοῦ γὰρ θυμοῦ τὸ [1.24.158.5] μὲν φιλόνικον μόνον ἐστίν, αὐτοῦ τοῦ κρατεῖν ἕνεκα τὴν δυναστείαν πεποιημένον, τὸ δὲ φιλόκαλον, εἰς καλὸν καταχρωμένης τῆς ψυχῆς [1.24.159.1] τῷ θυμῷ.
 [01308]  ἑτέρα γὰρ ἦν οἰκονομία, καθ' ἣν ἐπαιδεύοντο Ἑβραῖοι δι' ἐρημίας πολλῆς καὶ χρόνου μακροῦ, εἰς μόνον τὸ πιστεύειν τὸν θεὸν εἶναι δι' ὑπομονῆς [1.24.161.1] ἐθιζόμενοι σώφρονος.
 [01364]  μόνον γοῦν τὸν σοφὸν οἱ φιλόσοφοι βασιλέα, νομοθέτην, στρατηγόν, δίκαιον, ὅσιον, θεοφιλῆ κηρύττουσιν.
 [01369]  οὗτος δὲ ὁ τῷ ὄντι νομοθέτης, ὃς οὐ μόνον ἐπαγγέλλεται τὰ ἀγαθά τε καὶ καλά, ἀλλὰ καὶ ἐπίσταται.
 [01380]  τῆς δὲ ψυχῆς ἕνεκα οὐχ ὁμοίως ὑποστησόμεθα ἐάν τε φεύγειν ἐάν τε ἐκτίνειν ζημίας ἐάν τε δεσμά, εἰ μέλλοι τις μόνον ἐξ ἀδικίας ποτὲ [1.27.171.4] δικαιοσύνην κτᾶσθαι;
 [01390]  εὐεργέτης γὰρ ὁ [1.27.173.3] νόμος τοὺς μὲν δικαίους ἐξ ἀδίκων ποιεῖν δυνάμενος, ἢν μόνον ἐπαΐειν ἐθελήσωσιν αὐτοῦ, τοὺς δὲ ἀπαλλάττων τῶν παρόντων [1.27.173.4] κακῶν.
 [01421]  πρὸς ὃ δύνασθε εἶπεν, ἐπεὶ ᾔδει τινὰς γάλα μόνον [1.28.179.3] εἰληφότας, οὐδέπω δὲ καὶ βρῶμα, αὐτίκα οὐχ ἁπλῶς γάλα.
 [01451]  οὐ γὰρ μόνον τὰ παράδοξα τῶν παρ' ἡμῖν ἱστορουμένων ἀπομιμουμένους ἀναγράφειν αὐτοὺς παραστήσομεν, πρὸς δὲ τὰ κυριώτατα τῶν δογμάτων σκευωρουμένους καὶ παραχαράσσοντας, προγενεστέρων οὐσῶν τῶν παρ' ἡμῖν γραφῶν, ὡς ἀπεδείξαμεν, διελέγξομεν ἔν τε τοῖς περὶ πίστεως περί τε σοφίας γνώσεώς τε καὶ ἐπιστήμης ἐλπίδος τε καὶ ἀγάπης περί τε μετανοίας καὶ ἐγκρατείας [2.1.1.2] καὶ δὴ καὶ φόβου θεοῦ (σμῆνος ἀτεχνῶς τῶν ἀληθείας ἀρετῶν)·
 [01461]  δεῖ δ', οἶμαι, τὸν ἀληθείας κηδόμενον οὐκ ἐξ ἐπιβολῆς καὶ φροντίδος τὴν φράσιν συνθεῖναι, πειρᾶσθαι δὲ ὀνομάζειν μόνον ὡς δύναται ὃ βούλεται·
 [01473]  μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, κατὰ τοὺς ἀθέους λογισμοὺς τοὺς ἀντιστασιώδεις τῇ οἰκονομίᾳ τοῦ θεοῦ, φοβοῦ δὲ τὸν μόνον δυνατὸν θεόν, ᾧ ἕπεται μηδὲν ἀντικεῖσθαι τῷ θεῷ [2.2.4.4] ἄλλως τε καὶ ἡ ἐπαγωγὴ διδάσκει σαφῶς, ὅτι ὁ θεῖος φόβος ἔκκλισίς ἐστι κακοῦ.
 [01550]  ἣ μὲν γὰρ περὶ τὰ ἐνδεχόμενά ἐστιν ἄλλως ἔχειν, ἣ δὲ [2.4.14.1] ποιητικὴ μόνον, οὐχὶ δὲ καὶ θεωρητική.
 [01560]  τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτ' εἶναι μόνον, ὃ παρέχει προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι.
 [01565]  οὕτως ὁ ἀργυραμοιβὸς τῷ ἰδιώτῃ τὸ νόμισμα τοῦτο μόνον, ὅτι κίβδηλόν ἐστι, φησί·
 [01677]  ὥσπερ οὖν τὸ σφαιρίζειν οὐκ ἐκ τοῦ κατὰ τέχνην πέμποντος τὴν σφαῖραν ἤρτηται μόνον, ἀλλὰ καὶ τοῦ εὐρύθμως ἀποδεχομένου προσδεῖ αὐτῷ, ἵνα δὴ κατὰ νόμους τοὺς σφαιριστικοὺς τὸ γυμνάσιον ἐκτελῆται, οὕτω καὶ τὴν διδασκαλίαν ἀξιόπιστον εἶναι συμβέβηκεν, ὅταν ἡ πίστις τῶν ἀκροωμένων, τέχνη τις ὡς εἰπεῖν [2.6.26.1] ὑπάρχουσα φυσική, πρὸς μάθησιν συλλαμβάνῃ.
 [01780]  οὐ γὰρ μόνον τὸν κόσμον, ἀλλὰ καὶ [2.8.36.2] τὴν ἐκλογὴν διακρίνας ὁ ἐπὶ πᾶσι προπέμπει.
 [01807]  εἰ τοίνυν κακῶν ἀποχὴν ἀφοβίαν εἴρηκεν ἣν ὁ τοῦ κυρίου φόβος ἐργάζεται, ἀγαθὸν ὁ φόβος, καὶ ὁ ἐκ τοῦ νόμου φόβος οὐ μόνον δίκαιος, ἀλλὰ καὶ ἀγαθὸς κακίαν ἀναιρῶν·
 [01852]  ὁ Ποιμὴν δὲ ἁπλῶς ἐπὶ τῶν κεκοιμημένων θεὶς τὴν λέξιν δικαίους οἶδέ τινας ἐν ἔθνεσι καὶ ἐν Ἰουδαίοις οὐ μόνον πρὸ τῆς τοῦ κυρίου παρουσίας, ἀλλὰ καὶ πρὸ νόμου κατὰ τὴν πρὸς θεὸν εὐαρέστησιν, ὡς Ἄβελ, ὡς Νῶε, ὡς εἴ τις ἕτερος [2.9.44.1] δίκαιος.
 [01864]  ἐκεῖνο δὲ ἐξ ἀνάγκης παρασημειωτέον ὡς μόνον τὸ θεῖον σοφὸν εἶναι φύσει νοεῖσθαι χρή·
 [01953]  τὰς δὲ συγκαταθέσεις οὐ μόνον οἱ ἀπὸ Πλάτωνος, ἀλλὰ καὶ [2.12.55.1] οἱ ἀπὸ τῆς Στοᾶς ἐφ' ἡμῖν εἶναι λέγουσιν.
 [01984]  δεῖ γὰρ οὐ τὰ εἴδωλα μόνον καταλιπεῖν ἃ πρότερον ἐξεθείαζεν, ἀλλὰ καὶ τὰ ἔργα τοῦ προτέρου βίου τὸν οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός, ἐν πνεύματι δὲ [2.13.58.3] ἀναγεννώμενον·
 [02015]  εἰς αὐτὴν γὰρ ἀφορᾷ τὴν γνώμην ὁ θεός, ἐπεὶ καὶ τὴν Λὼτ γυναῖκα ἐπιστραφεῖσαν μόνον ἑκουσίως ἐπὶ τὴν κακίαν τὴν κοσμικὴν κατέλιπεν ἀναίσθητον, ὡς λίθον δείξας ἁλατίνην καὶ στήσας εἰς τὸ μὴ πρόσω χωρεῖν, οὐ μωρὰν καὶ ἄπρακτον εἰκόνα, ἀρτῦσαι δὲ καὶ στῦψαι τὸν πνευματικῶς διορᾶν δυνάμενον.
 [02140]  οὐδεὶς γὰρ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, ἀρκετὸν δὲ ἐὰν γενώμεθα ὡς ὁ διδάσκαλος, οὐ κατ' οὐσίαν, ἀδύνατον γὰρ ἴσον εἶναι πρὸς τὴν ὕπαρξιν τὸ θέσει τῷ φύσει, τῷ δὲ ἀιδίους γεγονέναι καὶ τὴν τῶν ὄντων θεωρίαν ἐγνωκέναι καὶ υἱοὺς προσηγορεῦσθαι καὶ τὸν πατέρα ἀπὸ τῶν οἰκείων καθορᾶν [2.17.77.5] μόνον.
 [02195]  περί τε τῆς μεταδόσεως καὶ κοινωνίας πολλῶν ὄντων <λόγων> ἀπόχρη μόνον τοῦτο εἰπεῖν, ὅτι ὁ νόμος ἀπαγορεύει ἀδελφῷ δανείζειν (ἀδελφὸν ὀνομάζων οὐ μόνον τὸν ἐκ τῶν αὐτῶν φύντα γονέων, ἀλλὰ καὶ ὃς ἂν ὁμόφυλος ᾖ ὁμογνώμων τε καὶ τοῦ αὐτοῦ λόγου κεκοινωνηκώς), οὐ δικαιῶν ἐκλέγειν τόκους ἐπὶ χρήμασιν, ἀλλὰ ἀνειμέναις χερσὶ καὶ γνώμαις [2.18.84.5] χαρίζεσθαι τοῖς δεομένοις.
 [02222]  οὐχὶ τοὺς ἐπήλυδας ἀγαπᾶν κελεύει, οὐ μόνον ὡς φίλους καὶ συγγενεῖς, ἀλλ' ὡς ἑαυτούς, κατά [2.18.88.2] τε σῶμα καὶ ψυχήν;
 [02363]  λέγεται γοῦν τινα τῶν φιλοσοφούντων ἐτυμολογοῦντα τὴν ὗν θῦν εἶναι φάναι, ὡς εἰς θύσιν καὶ σφαγὴν μόνον ἐπιτήδειον·
 [02367]  ἐντεῦθεν οἶμαι καὶ <τὸν εὑρόντα> τὰς τελετὰς οὐ μόνον τινῶν ζῴων ἀπαγορεύειν ἅπτεσθαι, ἀλλ' ἔστιν ἃ καὶ τῶν καταθυομένων ὑπεξείλετο τῆς χρήσεως μέρη δι' αἰτίας ἃς ἴσασιν οἱ μύσται.
 [02384]  ἵνα δὲ κατακοιμηθῇς ἡδέως, οὐ μόνον τὰς κλίνας μαλθακάς, ἀλλὰ καὶ τὰ [2.20.108.1] ὑπόβαθρα ταῖς κλίναις παρασκευάζῃ.
 [02404]  ὧν γὰρ ἰδιώματα φέρουσι, τούτων τὰ ἔργα μιμοῦνται, καὶ οὐ μόνον ταῖς ὁρμαῖς καὶ φαντασίαις τῶν ἀλόγων ζῴων προσοικειοῦνται, ἀλλὰ καὶ φυτῶν κινήματα καὶ κάλλη ζηλοῦσι διὰ [2.20.113.1] τὸ καὶ φυτῶν ἰδιώματα προσηρτημένα φέρειν, ἔτι δὲ καὶ ἕξεως ἰδιώματα, οἷον ἀδάμαντος σκληρίαν.
 [02406]  νῦν δὲ τοῦτο μόνον παρασημειωτέον, ὡς δουρείου τινὸς ἵππου κατὰ τὸν ποιητικὸν μῦθον εἰκόνα σῴζει ὁ κατὰ Βασιλείδην ἄνθρωπος, ἐν ἑνὶ σώματι τοσούτων πνευμάτων διαφόρων [2.20.113.3] στρατὸν ἐγκεκολπισμένος.
 [02463]  οὗτοι γὰρ οἱ ἀνταγωνισταὶ παχεῖς καὶ Ὀλυμπικοὶ σφηκῶν ὡς εἰπεῖν εἰσι δριμύτεροι, καὶ μάλιστα ἡ ἡδονή, οὐ μόνον μεθ' ἡμέραν, ἀλλὰ καὶ νύκτωρ ἐν αὐτοῖς τοῖς ἐνυπνίοις μετὰ γοητείας δελεαστικῶς [2.20.120.4] ἐπιβουλεύουσα καὶ δάκνουσα.
 [02484]  πρὸς δ' οἷον ἥξεις δαίμονα ὡς ἔρωτα, † ὃς οὔτε τοὐπιεικὲς οὔτε τὴν χάριν ᾔδει, μόνον δ' ἔστεργε τὴν ἁπλῶς δίκην.
 [02507]  γίνεται δὲ ἡ ἄσκησις κατὰ τὸν Κῷον Ἱπποκράτην οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τῆς ψυχῆς ὑγιείης ἀοκνίη πόνων, ἀκορίη τροφῆς.
 [02510]  τούτους γὰρ τέλος εἶναι λέγειν διαρρήδην τὸ ἡδέως ζῆν, τέλειον δὲ ἀγαθὸν μόνον τὴν ἡδονήν.
 [02513]  ∆εινόμαχος δὲ καὶ Καλλιφῶν τέλος εἶναι ἔφασαν πᾶν τὸ καθ' αὑτὸν ποιεῖν ἕνεκα τοῦ ἐπιτυγχάνειν ἡδονῆς καὶ τυγχάνειν, ὅ τε Ἱερώνυμος ὁ Περιπατητικὸς τέλος μὲν εἶναι τὸ ἀοχλήτως ζῆν, τελικὸν δὲ ἀγαθὸν μόνον τὴν εὐδαιμονίαν.
 [02548]  χαίρειν γὰρ ἡμᾶς μὴ μόνον ἐπὶ ἡδοναῖς, ἀλλὰ καὶ ἐπὶ ὁμιλίαις καὶ ἐπὶ [2.21.130.9] φιλοτιμίαις.
 [02647]  αὐτίκα ὁ τῶν Λακώνων νομοθέτης οὐκ ἀγαμίου μόνον ἐπιτίμιον ἔστησεν, ἀλλὰ [2.23.141.5] κακογαμίου καὶ ὀψιγαμίου καὶ μονοδιαιτησίας·
 [02675]  οὐ μόνον δὲ ὁ ἀπολύσας αἴτιος γίνεται τούτου, ἀλλὰ καὶ ὁ παραδεξάμενος αὐτήν, ἀφορμὴν παρέχων τοῦ ἁμαρτῆσαι τῇ γυναικί·
 [02707]  θελησάτω μόνον ἀπαρτίσαι τὸ καλὸν καὶ [3.1.3.1] ἐπιτεύξεται.
 [02717]  οὐ μόνον γὰρ περὶ τὰ ἀφροδίσια, ἀλλὰ καὶ περὶ τὰ ἄλλα, ἃ ἐπιθυμεῖ ἡ ψυχὴ κακῶς οὐκ ἀρκουμένη τοῖς [3.1.4.2] ἀναγκαίοις, ἡ ἐγκράτεια ἀναστρέφεται.
 [02719]  οὐ διδάσκει δ' αὕτη σωφρονεῖν μόνον, ἥ γε παρέχει [3.1.4.3] σωφροσύνην ἡμῖν, δύναμις οὖσα καὶ θεία χάρις.
 [02887]  καὶ τῶν τοῦ κυρίου φωνῶν διαψεύδονται οἱ τῆς ἀσελγείας κοινωνοί, οἱ τῆς λαγνείας ἀδελφοί, ὄνειδος οὐ φιλοσοφίας μόνον, ἀλλὰ καὶ παντὸς τοῦ βίου, οἱ παραχαράσσοντες τὴν ἀλήθειαν, μᾶλλον δὲ κατασκάπτοντες ὡς [3.4.27.5] οἷόν τε αὐτοῖς·
 [02966]  χρηματιζόμενοι γὰρ οἱ προφῆται οὐ μόνον τινὰ ἀκούειν λέγουσι παρὰ τοῦ θεοῦ, ἀλλὰ καὶ αὐτοὶ διαγγέλλοντες δείκνυνται κατὰ ἀνθυποφορὰν τὰ πρὸς τοῦ λαοῦ θρυλούμενα, ὡς ἐπιζητήματά τινα ὑπὸ τῶν ἀνθρώπων ἀναφέροντες, ἐξ [3.4.39.1] ὧν καὶ τὸ προκείμενον τυγχάνει ῥητόν.
 [02987]  κἂν ἐπ' ἐλευθερίᾳ κεκλῆσθαι λέγωσιν ἡμᾶς, μόνον μὴ τὴν ἐλευθερίαν εἰς [3.5.41.4] ἀφορμὴν τῇ σαρκὶ παρέχωμεν κατὰ τὸν ἀπόστολον·
 [03002]  οὐδὲ γὰρ συνᾴδειν ποτὲ δύναται τὸ ἀγαθὸν εἶναι τὴν ἡδονὴν τῷ μόνον εἶναι τὸ καλὸν ἀγαθὸν ἢ καὶ μόνον καλὸν τὸν κύριον καὶ μόνον [3.5.43.3] ἀγαθὸν τὸν θεὸν καὶ μόνον ἐραστόν.
 [03016]  [3.6.45.1] Τοῖς δὲ εὐφήμως δι' ἐγκρατείας ἀσεβοῦσιν εἴς τε τὴν κτίσιν καὶ τὸν ἅγιον δημιουργὸν τὸν παντοκράτορα μόνον θεὸν καὶ διδάσκουσι μὴ δεῖν παραδέχεσθαι γάμον καὶ παιδοποιίαν μηδὲ ἀντεισά γειν τῷ κόσμῳ δυστυχήσοντας ἑτέρους μηδὲ ἐπιχορηγεῖν τῷ θανάτῳ τροφὴν ἐκεῖνα λεκτέον·
 [03036]  ἡγιάσθαι μὲν οὖν ἡμῖν ὀφείλει οὐ μόνον τὸ πνεῦμα, ἀλλὰ καὶ ὁ τρόπος καὶ ὁ βίος καὶ τὸ σῶμα·
 [03114]  ἢ περίζωμα μόνον λινοῦν, ὡς Ἱερεμίας;
 [03159]  [3.7.59.1] ἀλλὰ γὰρ οὐ μόνον περί τι ἓν εἶδος τὴν ἐγκράτειαν συνορᾶν προσήκει, τουτέστι τὰ ἀφροδίσια, ἀλλὰ γὰρ καὶ περὶ τὰ ἄλλα ὅσα σπαταλῶσα ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν, οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις, [3.7.59.2] περιεργαζομένη δὲ τὴν χλιδήν.
 [03261]  [3.11.72.4] οὐ γὰρ ῥᾳδίως αὐξάνει γένος εἰς πολυπληθίαν σπειράντων μὲν τῶν ἀνδρῶν τῶν τὸν κατὰ τοὺς νόμους γάμον ἀναδεδεγμένων, ἀναμενόν [3.11.73.1] των δὲ οὐ τὴν κυοφορίαν μόνον, ἀλλὰ καὶ τὴν γαλακτουχίαν.
 [03315]  [3.11.78.5] τουτέστιν εἰς τοῦτο ἐλάβομεν, ἵνα γινώσκωμεν τοῦτον ᾧ προσευχόμεθα, τὸν τῷ ὄντι πατέρα, τὸν τῶν ὄντων μόνον πατέρα, τὸν εἰς σωτηρίαν παιδεύοντα ὡς πατέρα καὶ τὸν φόβον † ἀπειλεῖ.
 [03329]  ἐὰν δὲ ἀποθάνῃ, ἐλευθέρα ἐστὶν γαμηθῆναι, μόνον ἐν κυρίῳ·
 [03360]  πῶς δὲ ὁ μὲν γάμος παλαιὸς μόνον καὶ νόμου εὕρημα, ἀλλοῖος δὲ ὁ κατὰ τὸν [3.12.83.4] κύριον γάμος τοῦ αὐτοῦ θεοῦ πρὸς ἡμῶν τηρουμένου;
 [03370]  καθάπερ τὸ γεννώμενον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, οὕτω τὸ ἐκ πνεύματος πνεῦμα οὐ μόνον κατὰ τὴν ἀποκύησιν, ἀλλὰ καὶ κατὰ τὴν μάθησιν.
 [03387]  ὁ σωτὴρ δὲ οὐ περὶ τεκνοποιίας εἴρηκεν, ἀλλ' εἰς μετάδοσιν κοινωνίας προτρέπων τοὺς κτᾶσθαι μόνον τὴν τοῦ πλούτου περιουσίαν, ἐπικουρεῖν [3.12.87.1] δὲ τοῖς δεομένοις μὴ βουλομένους.
 [03464]  [3.15.98.2] οὐ γὰρ μόνον ἡ εὐνουχία δικαιοῖ οὐδὲ μὴν τὸ τοῦ εὐνούχου [3.15.98.3] σάββατον, ἐὰν μὴ ποιήσῃ τὰς ἐντολάς.
 [03549]  τί δὲ λέγουσι πρὸς ταῦτα οἱ τοῦ νόμου κατατρέχοντες καὶ τοῦ γάμου ὡς κατὰ νόμον συγκεχωρημένου μόνον, οὐχὶ δὲ καὶ κατὰ τὴν διαθήκην τὴν καινήν;
 [03579]  δεῖ δὲ καὶ ἡμᾶς τούτοις προσεκπονεῖν καὶ προσεφευρίσκειν ἕτερα, ἐπεὶ καὶ τοῖς ὁδὸν ἀπιοῦσιν [4.2.5.1] ἣν οὐκ ἴσασιν ἀρκεῖ τὴν φέρουσαν ὑποσημῆναι μόνον, βαδιστέον δὲ τὸ μετὰ τοῦτο ἤδη καὶ τὴν λοιπὴν ἑαυτοῖς ἐξευρετέον, ὥσπερ φασὶ καὶ δούλῳ τινὶ χρωμένῳ ποτὲ τί ἂν ποιῶν τὸν δεσπότην ἀρέσαιτο [4.2.5.2] ἀνειπεῖν τὴν Πυθίαν, εὑρήσεις ἐὰν ζητήσῃς.
 [03604]  ᾗ μοι δοκεῖ καὶ Πυθαγόρας σοφὸν μὲν εἶναι τὸν θεὸν λέγειν μόνον (ἐπεὶ καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ γράφει·
 [03702]  [4.5.24.5] ἁ φιλοχρηματία δὲ οὐ Σπάρταν μόνον, ἀλλὰ καὶ πᾶσαν πόλιν ἕλοι ἄν.
 [03703]  [4.5.24.6] οὔκουν μόνον τοῦτο νόμισμα λευκὸς ἄργυρος ἢ χρυσός ἐστιν, ἀλλὰ καὶ ἡ ἀρετὴ βροτοῖς, ὥς φησιν ὁ Σοφοκλῆς.
 [03713]  ὁ γὰρ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν καὶ ὁ ἀπολέσας εὑρήσει αὐτήν, ἢν μόνον τὸ ἐπίκηρον ἡμῶν ἐπιβάλωμεν τῇ τοῦ θεοῦ ἀφθαρσίᾳ.
 [03724]  καταφρονήσας οὖν, φησί, τῶν ὑπαρχόντων, ἃ ὁ θεὸς μερίζει, διὰ τῆς σῆς μεγαλειότητος, ἕπου τοῖς ὑπ' ἐμοῦ λεγομένοις, σπεύδων πρὸς τὴν τοῦ πνεύματος ἄνοδον, οὐκ ἀποχῇ κακῶν μόνον δικαιωθείς, πρὸς δὲ καὶ τῇ [4.6.29.3] κυριακῇ τελειωθεὶς εὐποιίᾳ.
 [03740]  οὐ γὰρ δὴ μόνον πλούτου καὶ δόξης καὶ γάμου, ἀλλὰ καὶ πενίας τῷ μὴ φέροντι μυρίαι φροντίδες, καὶ μή τι ταύτας ἐν τῇ παραβολῇ τοῦ τετραμεροῦς σπόρου ᾐνίξατο τὰς μερίμνας, τὸ σπέρμα τοῦ λόγου φήσας τὸ εἰς ἀκάνθας καὶ φραγμοὺς πεσὸν συμπνιγῆναι ὑπ' αὐτῶν καὶ μὴ [4.6.32.1] καρποφορῆσαι δυνηθῆναι.
 [03805]  ἐλεήμονας δ' εἶναι βούλεται οὐ μόνον τοὺς ἔλεον ποιοῦντας, ἀλλὰ καὶ τοὺς ἐθέλοντας ἐλεεῖν, κἂν μὴ δύνωνται, οἷς κατὰ προαίρεσιν τὸ ἐνεργεῖν πάρεστιν·
 [03845]  καὶ οὔτε τὰς τιμὰς τὰς μετὰ θάνατον τῶν ὁσίως βεβιωκότων οὔτε τὰς κολάσεις τῶν ἀδίκως καὶ ἀσελγῶς πεπολιτευμένων συνεῖναι βούλονται, οὐκ ἐκ τῶν ἡμετέρων μόνον λέγω γραφῶν (σχεδὸν γὰρ πᾶσαι αἱ ἐντολαὶ ταῦτα μηνύουσιν), ἀλλ' οὐδὲ τῶν οἰκείων ἐθέλουσιν ὑπακοῦσαι λόγων.
 [03938]  καὶ μηδεὶς τὸ ἑαυτοῦ ζητείτω μόνον, ἀλλὰ καὶ τὸ τοῦ ἑτέρου, ὡς ποιεῖν ὁμοῦ [4.7.54.3] καὶ διδάσκειν δύνασθαι οἰκοδομοῦντα καὶ ἐποικοδομοῦντα.
 [03951]  [4.8.56.1] ἐπεὶ οὐ μόνον † Αἰσώπιοι καὶ Μακεδόνες καὶ Λάκωνες στρεβλούμενοι ἐκαρτέρουν, ὥς φησιν Ἐρατοσθένης ἐν τοῖς Περὶ ἀγαθῶν καὶ κακῶν, ἀλλὰ καὶ Ζήνων ὁ Ἐλεάτης ἀναγκαζόμενος κατειπεῖν τι τῶν ἀπορρήτων ἀντέσχεν πρὸς τὰς βασάνους οὐδὲν ἐξομολογούμενος, ὅς γε καὶ τελευτῶν τὴν γλῶσσαν ἐκτρώγων προσέπτυσε τῷ τυράννῳ, ὃν οἳ μὲν Νέαρχον, οἳ δὲ ∆ημύλον [4.8.56.2] προσαγορεύουσιν.
 [04079]  θεὸν οὖν ὁμολογοῦσί τινες εἰδέναι κατὰ τὸν ἀπόστολον, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι, οἳ δέ, κἂν τοῦτο μόνον ὁμολογήσωσιν, ἕν τι κατεπράξαντο ἐπὶ τέλει ἔργον ἀγαθόν.
 [04088]  ὅσοι δὲ ἔργῳ μὲν παρὰ τὸν βίον, λόγῳ δὲ ἐν δικαστηρίῳ μαρτυροῦσι κἂν ἐλπίδα ἐκδεχόμενοι, κἂν φόβον ὑφορώμενοι, βελτίους οὗτοι τῶν στόματι μόνον [4.9.75.4] ὁμολογούντων τὴν σωτηρίαν.
 [04097]  διὰ τοῦτ' οὖν μηδενὸς ἀντέχεσθαι τῶν ἐν τῷ βίῳ προστέτακται ἡμῖν, ἀλλὰ καὶ τῷ αἴροντι τὸ ἱμάτιον καὶ τὸν χιτῶνα προσδιδόναι, οὐχ ἵνα ἀπροσπαθεῖς διαμένωμεν μόνον, ἀλλ' ὡς μὴ ἀντιποιούμενοι τοὺς ἐπιδικαζομένους ἐφ' ἑαυτοὺς ἀγριαίνωμεν καὶ δι' ἡμῶν ἐπὶ τὴν τοῦ ὀνόματος διακινῶμεν βλασφημίαν.
 [04106]  δεῖ γὰρ κύριον εἶναι τὸν κριτὴν τῆς ἑαυτοῦ γνώμης, μὴ νευροσπαστούμενον ἀψύχων δίκην ὀργάνων ἀφορμὰς ἴσως μόνον παρὰ τῆς ἔξωθεν αἰτίας λαμβάνοντα.
 [04146]  ἀλλὰ ἀποσεῖσαι τῆς πίστεως ἡμᾶς βουλόμενος καὶ ὑπάγεσθαι ἑαυτῷ πειράζει, ὅπερ καὶ μόνον ἐπιτέτραπται αὐτῷ διά τε τὸ ἡμᾶς ἐξ ἑαυτῶν σῴζεσθαι δεῖν, ἀφορμὰς παρὰ τῆς ἐντολῆς εἰληφότας, διά τε τὸν καταισχυμμὸν τοῦ πειράσαντος καὶ ἀποτυχόντος διά τε τὴν ἰσχυροποίησιν τῶν κατὰ τὴν ἐκκλησίαν διά τε τὴν συνείδησιν τῶν [4.12.85.2] θαυμασάντων τὴν ὑπομονήν.
 [04156]  τοῦτο γὰρ μόνον σῴζει καὶ τὴν πρόνοιαν καὶ τὴν ἀγαθότητα τοῦ θεοῦ.
 [04189]  ὅτι δὲ οὗτός ἐστιν ὁ τοῦ υἱοῦ πατήρ, ὁ δημιουργὸς τῶν συμπάντων, ὁ παντοκράτωρ κύριος, εἰς ἐκείνην ἀνεβαλόμεθα τὴν σκέψιν καθ' ἣν πρὸς τὰς αἱρέσεις ὑπεσχήμεθα διαλέξασθαι, τοῦτον εἶναι μόνον δεικνύντες [4.13.92.2] τὸν ὑπ' αὐτοῦ κεκηρυγμένον.
 [04191]  ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν·
 [04364]  ὁ σοφὸς τοίνυν ἐνδεικνύσθω τὴν σοφίαν αὐτοῦ μὴ λόγοις μόνον, ἀλλ' ἐν ἔργοις ἀγαθοῖς·
 [04405]  [4.18.116.1] Ὀνειρώττει μὲν οὖν τις συγκαταθεμένης τῇ φαντασίᾳ τῆς ψυχῆς, ὕπαρ δὲ ὀνειρώττει ὁ πρὸς ἐπιθυμίαν βλέπων, οὐ μόνον ὡς ἐκεῖνος ἔλεγεν ὁ δῆθεν γνωστικός, ἐὰν ἅμα τῇ ὄψει τῆς γυναικὸς συλλάβῃ κατ' ἔννοιαν τὴν ὁμιλίαν (τοῦτο γὰρ ἤδη ἔργον ἐστὶν ἐπιθυμίας ὡς ἐπιθυμίας), ἀλλ' ἐὰν εἰς κάλλος σώματος βλέψῃ τις, ὁ λόγος φησί, καὶ αὐτῷ ἡ σὰρξ εἶναι κατ' ἐπιθυμίαν δόξῃ καλή, σαρκικῶς ἰδὼν καὶ [4.18.116.2] ἁμαρτητικῶς δι' οὗ τεθαύμακεν κρίνεται·
 [04410]  καρποφόροις δὲ ὁ δίκαιος ἀπεικάζεται δένδροις, οὐ μόνον τοῖς κατὰ τὴν τῶν μεταρσίων ** θυσίαν·
 [04428]  φασὶ δὲ καὶ τὰς Ἀργολικὰς ἡγουμένης αὐτῶν Τελεσίλλης τῆς ποιητρίας Σπαρτιάτας τοὺς ἀλκίμους τὰ πολέμια φανείσας μόνον τρέψασθαι καὶ ἐκείναις τὸ ἀδεὲς τοῦ θανάτου [4.19.120.4] περιποιήσασθαι.
 [04482]  πάντα δὲ ὁμοῦ τέλειος οὐκ οἶδ' εἴ τις ἀνθρώπων, ἔτι ἄνθρωπος ὤν, πλὴν μόνον ὁ δι' ἡμᾶς ἄνθρωπον ἐνδυσάμενος.
 [04487]  ἐν εὐαγγελίῳ δὲ ἤδη προκόπτει ὁ γνωστικός, οὐ βαθμῷ χρησάμενος τῷ νόμῳ μόνον, συνιεὶς δὲ αὐτὸν καὶ νοήσας ὡς παρέδωκε τοῖς ἀποστόλοις ὁ τὰς [4.21.130.5] διαθήκας δεδωκὼς κύριος.
 [04491]  μόνον τὸ προαιρετικὸν καὶ τὴν ἀγάπην σῴζωμεν, ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι, ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι, διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι.
 [04593]  τὴν δὲ ἐλπίδα τὴν μετὰ θάνατον οὐ μόνον οἱ τὴν βάρβαρον σοφίαν μετιόντες ἴσασι τοῖς μὲν ἀγαθοῖς καλήν, τοῖς δὲ φαύλοις ἔμπαλιν, ἀλλὰ καὶ οἱ Πυθαγόρειοι·
 [04933]  ἐν δὲ τῷ Συμποσίῳ πᾶσι μὲν ἔρωτα φυσικὸν ἐγκεκρᾶσθαι λέγει τῆς τοῦ ὁμοίου γενέσεως, καὶ τοῖς μὲν ἀνθρώποις ἀνθρώπων μόνον, τῷ δὲ σπουδαίῳ τοῦ παραπλησίου.
 [04999]  διὰ τοῦτό τοι τῆς ἐπικρύψεως τὸν τρόπον, θεῖον ὄντα ὡς ἀληθῶς καὶ ἀναγκαιότατον ἡμῖν <διὰ τὸν> ἐν τῷ ἀδύτῳ τῆς ἀληθείας ἀποκείμενον, ἱερὸν ἀτεχνῶς λόγον, Αἰγύπτιοι μὲν διὰ τῶν παρ' αὐτοῖς ἀδύτων καλουμένων, Ἑβραῖοι δὲ διὰ τοῦ παραπε [5.4.19.4] τάσματος ᾐνίξαντο, <δι' οὗ> μόνοις ἐξῆν ἐπιβαίνειν αὐτῶν τοῖς ἱερωμένοις, τουτέστι τοῖς ἀνακειμένοις τῷ θεῷ, τοῖς περιτετμημένοις τὰς τῶν παθῶν ἐπιθυμίας διὰ τὴν πρὸς μόνον τὸ θεῖον ἀγάπην·
 [05068]  οὐ γὰρ τὸν τῦφον ἀφανίζειν μόνον δεῖν ᾐνίττετο, ἀλλὰ μηδὲ ὀργῆς ἴχνος ἀπολιπεῖν, ἐπὰν δὲ ἀναζέσασα παύσηται, καθίστασθαι αὐτὴν καὶ πᾶσαν [5.5.27.9] ἀπαλείφειν μνησικακίαν.
 [05096]  ἄθλιος γοῦν ἐκεῖνος, ὅν φησι καὶ Ὅμηρος πλανώμενον μόνον ὃν θυμὸν κατέδειν.
 [05198]  [5.8.44.1] Ἀλλὰ γὰρ οὐ μόνον Αἰγυπτίων οἱ λογιώτατοι, πρὸς δὲ καὶ τῶν ἄλλων βαρβάρων ὅσοι φιλοσοφίας ὠρέχθησαν, τὸ συμβολικὸν εἶδος ἐζήλωσαν.
 [05211]  ἐσήμαινον γοῦν οὐ διὰ λέξεως μόνον, ἀλλὰ καὶ διὰ συμβόλων ἔνιοι τὰς πράξεις, διὰ λέξεως μὲν ὡς ἔχει τὰ λεγόμενα ∆ελφικὰ παραγγέλματα, τὸ [7μηδὲν] [7] ἄγανκαὶ τὸ [7γνῶθι] [7] σαυτὸνκαὶ τὰ τούτοις ὅμοια, διὰ δὲ συμβόλων ὡς ὅ τε τροχὸς ὁ στρεφόμενος ἐν τοῖς τῶν θεῶν τεμένεσιν εἱλκυσμένος παρὰ Αἰγυπτίων καὶ τὸ τῶν θαλλῶν τῶν [5.8.45.5] διδομένων τοῖς προσκυνοῦσι.
 [05358]  ἡ εὐχαριστία δὲ οὐκ ἐπὶ ψυχῆς μόνον καὶ τῶν πνευματικῶν ἀγαθῶν, ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος γίνεται καὶ [5.10.62.1] τῶν τοῦ σώματος ἀγαθῶν.
 [05437]  τοὺς δὲ μὴ μόνον πρὸς ἓν τούτων, ἀλλὰ πρὸς ἅπαντα ταῦτα τὴν ἕξιν τῆς ψυχῆς εὐάρμοστον ἔχοντας, τούτους φημὶ καὶ φρονίμους εἶναι καὶ [5.11.69.6] τελείους ἄνδρας καὶ πάσας ἔχειν τὰς ἀρετάς.
 [05624]  ἀλλ' οἳ μὲν διήκειν διὰ πάσης τῆς οὐσίας τὸν θεόν φασιν, ἡμεῖς δὲ ποιητὴν μόνον αὐτὸν [5.14.89.4] καλοῦμεν καὶ λόγῳ ποιητήν.
 [05653]  αὖθίς τε ὁπόταν εἴπῃ τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον, οὐ μόνον γενητὸν τε ἔδειξεν τὸν κόσμον, ἀλλὰ καὶ ἐξ αὐτοῦ γεγονέναι σημαίνει καθάπερ υἱόν, πατέρα δὲ αὐτοῦ κεκλῆσθαι, ὡς ἂν ἐκ μόνου γενομένου καὶ [5.14.92.4] ἐκ μὴ ὄντος ὑποστάντος.
 [05702]  [5.14.96.5] Ναὶ μὴν μόνον τὸ καλὸν ἀγαθὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία καὶ τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν, ὁπηνίκα ἂν εἴπῃ·
 [05716]  Ἀντίπατρος μὲν οὖν ὁ Στωϊκός, τρία συγγραψάμενος βιβλία περὶ τοῦ ὅτι κατὰ Πλάτωνα μόνον τὸ καλὸν ἀγαθόν, ἀποδείκνυσιν ὅτι καὶ κατ' αὐτὸν αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν, καὶ ἄλλα πλείω παρατίθεται δόγματα σύμφωνα [5.14.97.7] τοῖς Στωϊκοῖς.
 [05801]  [5.14.107.1] Ἀλλὰ καὶ τὴν ἑβδόμην ἱερὰν οὐ μόνον οἱ Ἑβραῖοι, ἀλλὰ καὶ οἱ Ἕλληνες ἴσασι, καθ' ἣν ὁ πᾶς κόσμος κυκλεῖται τῶν [5.14.107.2] ζωογονουμένων καὶ φυομένων ἁπάντων.
 [05990]  ἄφθιτον, ἀθάνατον, ῥητὸν μόνον ἀθανάτοισιν.
 [05992]  [5.14.126.2] διὰ μὲν τοῦ μητροπάτωρ οὐ μόνον τὴν ἐκ μὴ ὄντων γένεσιν ἐμήνυσεν, δέδωκεν δὲ ἀφορμὰς τοῖς τὰς προβολὰς εἰσάγουσι τάχα καὶ [5.14.126.3] σύζυγον νοῆσαι τοῦ θεοῦ·
 [06054]  κείνα γὰρ ἐν ἀρχᾷ τέ ἐστιν ἓν καὶ μόνον, [5.14.133.2] οὐδέ τις ἔσθ' ἕτερος χωρὶς μεγάλου βασιλῆος, [5.14.133.3] Ὀρφεὺς λέγει·
 [06055]  ᾧ πειθόμενος ὁ κωμικὸς ∆ίφιλος γνωμικώτατα τὸν ὄντα πάντων, φησί, πατέρα τοῦτον διὰ τέλους τίμα μόνον, ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα.
 [06062]  [5.14.134.1] πολὺ δὲ πλέον οἱ παρ' Ἕλλησι πολυπράγμονες, οἱ φιλόσοφοι, ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας <τῷ> ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδοσαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλ' οὐδ' αὐτὸν ὅπως νοεῖσθαι πέφυκεν τὸν θεόν, μόνον δ', ὡς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ.
 [06065]  οὐ μόνον προφητικῶς λέγων καὶ τοὺς ἐξ Ἑλλήνων πιστεύοντας Ἕλληνας εἴσεσθαι τὸν θεόν, ἀλλὰ κἀκεῖνο μηνύων, ὡς δυνάμει μὲν ὁ κύριος καὶ θεὸς πάντων ἂν εἴη καὶ τῷ ὄντι [5.14.134.3] παντοκράτωρ, κατὰ δὲ τὴν γνῶσιν οὐ πάντων θεός·
 [06124]  Ὁ δὲ δὴ ἕκτος καὶ ὁμοῦ ὁ ἕβδομος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεύς, διαγράψας ὡς ἔνι μάλιστα τὸν ἠθικὸν λόγον ἐν τούτοις περαιούμενον καὶ παραστήσας, ὅστις ἂν εἴη κατὰ τὸν βίον ὁ γνωστικός, πρόεισι δείξων τοῖς φιλοσόφοις οὐδαμῶς ὡς ἄθεον τοῦτον, ὡς ὑπειλήφασιν, μόνον δὲ τῷ ὄντι θεοσεβῆ, τὸν τρόπον τῆς θρῃσκείας τοῦ γνωστικοῦ κεφαλαιωδῶς ἐκτιθέμενος, ὅσα γε εἰς γραφὴν ὑπομνηστικὴν ἀκίνδυνον ἐγχαράξαι·
 [06133]  οὐ γὰρ μόνον τῶν σιτίων τὸν πόνον, πολὺ δὲ πλέον καὶ τῆς γνώσεως ἡγεῖσθαι δίκαιον, τοῖς διὰ στενῆς καὶ τεθλιμμένης τῆς κυριακῆς ὄντως [6.1.2.4] ὁδοῦ εἰς τὴν ἀίδιον καὶ μακαρίαν παραπεμπομένοις σωτηρίαν·
 [06137]  [6.1.3.1] Λέγεται δὲ καὶ ἄλλως διττὴ ἡ γνῶσις, ἣ μὲν κοινῶς, ἡ ἐν πᾶσιν ἀνθρώποις ὁμοίως σύνεσίς τε καὶ ἀντίληψις κατὰ τὸ γνωρίζειν ἕκαστον τῶν ὑποκειμένων πανδήμως ἐμφαινομένη, ἧς οὐ μόνον αἱ λογικαὶ <δυνάμεις>, ἀλλ' ἴσως καὶ αἱ ἄλογοι μεθέξουσιν, ἣν οὐκ ἄν ποτε ἔγωγε γνῶσίν γε ὀνομάσαιμι, τὴν καὶ δι' αἰσθητηρίων [6.1.3.2] ἀντιλαμβάνεσθαι πεφυκυῖαν·
 [06142]  [6.2.4.2] Ἐπεὶ γὰρ παρεστήσαμεν τὸ συμβολικὸν εἶδος ἀρχαῖον εἶναι, κεχρῆσθαι δὲ αὐτῷ οὐ μόνον τοὺς προφήτας τοὺς παρ' ἡμῖν, ἀλλὰ καὶ τῶν Ἑλλήνων τῶν παλαιῶν τοὺς πλείονας καὶ τῶν ἄλλων τῶν κατὰ τὰ ἔθνη βαρβάρων οὐκ ὀλίγους, ἐχρῆν δὲ καὶ τὰ μυστήρια ἐπελθεῖν τῶν τελουμένων·
 [06389]  ἤδη δὲ οὐ τὰς διανοίας μόνον καὶ λέξεις ὑφελόμενοι καὶ παραφράσαντες ἐφωράθησαν, ὡς ἐδείχθη, ἀλλὰ γὰρ καὶ τὰ φώρια [6.2.25.2] ἄντικρυς ὁλόκληρα ἔχοντες διελεγχθήσονται·
 [06408]  [6.3.28.1] Ἤδη δὲ οὐ μόνον ὑφαιρούμενοι τὰ δόγματα παρὰ τῶν βαρβάρων διελέγχονται, ἀλλὰ καὶ προσέτι ἀπομιμούμενοι τὰ παρ' ἡμῖν ἄνωθεν ἐκ τῆς θείας δυνάμεως διὰ τῶν ἁγίως βεβιωκότων εἰς τὴν ἡμετέραν ἐπιστροφὴν παραδόξως ἐνεργούμενα, Ἑλληνικῇ μυθολογίᾳ [6.3.28.2] τερατευόμενοι.
 [06534]  σαφῶς γάρ, οἶμαι, ἐδήλωσεν τὸν ἕνα καὶ μόνον θεὸν ὑπὸ μὲν Ἑλλήνων ἐθνικῶς, ὑπὸ δὲ Ἰουδαίων Ἰουδαϊκῶς, καινῶς δὲ ὑφ' ἡμῶν καὶ [6.5.42.1] πνευματικῶς γινωσκόμενον.
 [06556]  τοῖς δὲ κατὰ φιλοσοφίαν δικαίοις οὐχ ἡ πίστις μόνον ἡ εἰς τὸν κύριον, ἀλλὰ καὶ τὸ ἀποστῆναι [6.6.44.5] τῆς εἰδωλολατρείας ἔδει.
 [06573]  εἰ δὲ Ἰουδαίους μόνον εὐηγγελίσατο, οἷς ἔλειπεν ἡ διὰ τοῦ σωτῆρος ἐπίγνωσίς τε καὶ πίστις, δῆλόν που ὡς ἄρα ἀπροσωπολήπτου ὄντος τοῦ θεοῦ καὶ οἱ ἀπόστολοι, καθάπερ ἐνταῦθα, οὕτως κἀκεῖ τοὺς ἐξ ἐθνῶν ἐπιτηδείους εἰς ἐπιστροφὴν [6.6.46.5] εὐηγγελίσαντο, καὶ καλῶς εἴρηται τῷ Ποιμένι·
 [06584]  οὐ γὰρ ἐνταῦθα μόνον ἡ δύναμις ἡ ἐνεργητικὴ φθάνει, πάντῃ δέ ἐστι καὶ ἀεὶ ἐργάζεται.
 [06611]  τίκτει δὲ τὸ ζῷον σάρκα ἀτύπωτον, ἣν σχηματίζει εἰς τὴν τοῦ θηρίου ὁμοιότητα τῇ γλώττῃ μόνον·
 [06743]  ταύτην σοφίαν τοῦ αἰῶνος τούτου τὴν φιλήδονον καὶ φίλαυτον ὁ ἀπόστολος λέγει, ὡς ἂν τὰ τοῦ κόσμου τοῦδε καὶ τὰ περὶ αὐτὸν μόνον διδάσκουσαν ὑποκειμένην τε ἀκολούθως κατὰ προστασίαν τοῖς τῇδε ἄρχουσι·
 [06787]  ἦ γὰρ οὐχί, ἀποδημῶν πρὸς τὸν κύριον δι' ἀγάπην τὴν πρὸς αὐτόν, κἂν τὸ σκῆνος αὐτοῦ ἐπὶ γῆς θεωρῆται, ἑαυτὸν μὲν οὐκ ἐξάγει τοῦ βίου (οὐ γὰρ ἐπιτέτραπται αὐτῷ), ἐξήγαγεν δὲ τὴν ψυχὴν τῶν παθῶν (συγκεχώρηται γὰρ αὐτῷ) ζῇ τε αὖ νεκρώσας τὰς ἐπιθυμίας καὶ οὐκέτι συγχρῆται τῷ σώματι, μόνον δὲ αὐτῷ ἐπιτρέπει χρῆσθαι τοῖς ἀναγκαίοις, ἵνα μὴ τὴν αἰτίαν τῆς διαλύσεως παράσχῃ;
 [06807]  οὐ γὰρ μόνον τὸ πρῶτον αἴτιον καὶ τὸ ὑπ' αὐτοῦ γεγεν<ν>ημένον αἴτιον κατείληφεν καὶ περὶ τούτων ἐμπέδως ἔχει, μονίμως μονίμους καὶ ἀμεταπτώτους καὶ ἀκινήτους λόγους κεκτημένος, ἀλλὰ καὶ περὶ ἀγαθῶν καὶ περὶ κακῶν περί τε γενέσεως ἁπάσης καὶ συλλήβδην εἰπεῖν, περὶ ὧν ἐλάλησεν ὁ κύριος, τὴν ἀκριβεστάτην ἐκ καταβολῆς κόσμου εἰς τέλος ἀλήθειαν παρ' αὐτῆς ἔχει τῆς ἀληθείας μαθών, οὐκ, εἴ πού τι φανείη πιθανὸν ἢ κατὰ λόγον Ἑλληνικὸν ἀναγκαστικόν, πρὸ αὐτῆς αἱρούμενος τῆς [6.9.78.6] ἀληθείας, τὰ δὲ εἰρημένα ὑπὸ κυρίου σαφῆ καὶ πρόδηλα ἔχει λαβών.
 [06881]  πλὴν οὐδαμῶς τούτοις ἐνδιατριπτέον ἀλλ' ἢ εἰς μόνον τὸ ἀπ' αὐτῶν χρήσιμον, ὡς λαβόντας τοῦτο καὶ κτησαμένους ἀπιέναι οἴκαδε δύνασθαι ἐπὶ τὴν ἀληθῆ φιλοσοφίαν, πεῖσμα τῇ ψυχῇ βέβαιον τὴν ἐκ πάντων ἀσφάλειαν πεπορισμένους.
 [06921]  κἀμὲ δεῖ ἐλαττοῦσθαι, αὔξειν δὲ μόνον ἤδη λοιπὸν τὸν κυριακὸν λόγον, εἰς ὃν περαιοῦται ὁ νόμος, [6.11.95.1] ὁ προφήτης εἴρηκεν Ἰωάννης.
 [06922]  σύνες ἤδη μοι τὸ μυστήριον τῆς ἀληθείας, συγγνώμην ἀπονέμων, εἰ περαιτέρω προβαίνειν τῆς ἐξεργασίας ὀκνῶ, τουτὶ μόνον ἀνακηρύσσων·
 [06944]  ὅτι δ' οὐ μόνον αἱ πράξεις καὶ αἱ ἔννοιαι, ἀλλὰ καὶ οἱ λόγοι καθαρεύουσι τῷ γνωστικῷ, ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς φησίν·
 [06956]  διὸ οὐ μόνον τὰς ἀρετάς, ἀλλὰ καὶ τὰς πράξεις τὰς καλὰς ἀγαθὰ καλοῦμεν·
 [06957]  τῶν δὲ ἀγαθῶν ἴσμεν τὰ μὲν αὐτὰ δι' αὑτὰ αἱρετά, ὡς τὴν γνῶσιν (οὐ γὰρ ἄλλο τι ἐξ αὐτῆς θηρῶμεν, ἐπειδὰν παρῇ, ἢ μόνον τὸ παρεῖναι αὐτὴν καὶ ἐν ἀδιαλείπτῳ θεωρίᾳ ἡμᾶς εἶναι καὶ εἰς αὐτὴν καὶ δι' αὐτὴν ἀγωνίζεσθαι), τὰ δὲ δι' ἕτερα, <ὡς> τὴν πίστιν διὰ τὴν ἐξ αὐτῆς περιγενομένην φυγήν τε τῆς κολάσεως καὶ ὠφέλειαν τὴν ἐκ τῆς ἀνταποδόσεως.
 [06969]  ἀδελφὴ δὲ τούτῳ ἡ γυνὴ μετὰ τὴν παιδοποιίαν, ὡς καὶ ὁμοπατρία, κρίνεται, τότε μόνον τοῦ ἀνδρὸς ἀναμιμνῃσκομένη, ὁπηνίκα ἂν τοῖς τέκνοις προσβλέπῃ, ὡς ἂν ἀδελφὴ τῷ ὄντι ἐσομένη καὶ μετὰ τὴν ἀπόθεσιν τῆς σαρκὸς τῆς διαχωριζούσης καὶ διοριζούσης τὴν γνῶσιν τῶν πνευματικῶν τῇ ἰδιότητι τῶν σχημάτων.
 [06974]  [6.12.101.3] Τοῖς μὲν οὖν ἐξ ἁμαρτιῶν μετανενοηκόσι καὶ μὴ στερεῶς πεπιστευκόσι διὰ τῶν δεήσεων παρέχει ὁ θεὸς τὰ αἰτήματα, τοῖς δ' ἀναμαρτήτως καὶ γνωστικῶς βιοῦσιν ἐννοησαμένοις μόνον δίδωσιν.
 [06975]  [6.12.101.4] αὐτίκα τῇ Ἄννῃ ἐννοηθείσῃ μόνον τοῦ παιδὸς ἐδόθη σύλληψις τοῦ Σαμουήλ.
 [06988]  οὐ γὰρ ὁ ἀπεχόμενος μόνον τῆς κακῆς πράξεως δίκαιος, ἐὰν μὴ προσεξεργάσηται καὶ τὸ εὖ ποιεῖν καὶ τὸ γινώσκειν, δι' ἣν αἰτίαν τῶν [6.12.103.3] μὲν ἀφεκτέον, τὰ δ' ἐνεργητέον.
 [07016]  αὐτίκα Ἰουδαίοις μόνοις ταύτην ἔλεγε τὴν φωνὴν τοῖς νομικῶς καὶ ἀνεπιλήπτως βεβιωκόσιν, οἷς μόνον ἡ εἰς τὸν κύριον ὑπελείπετο πίστις.
 [07030]  οὐ μόνον τοίνυν ὁ πιστός, ἀλλὰ καὶ ὁ ἐθνικὸς δικαιότατα κρίνεται.
 [07040]  τὸν γοῦν τῆς ἐλευθερίας ἀγῶνα οὐ μόνον ἐν πολέμοις ἀγωνίζονται οἱ πολέμων ἀθληταί, ἀλλὰ καὶ ἐν συμποσίοις καὶ ἐπὶ κοίτης κἀν τοῖς δικαστηρίοις οἱ ἀλειψάμενοι τῷ λόγῳ, αἰχμάλωτοι γενέσθαι ἡδονῆς αἰσχυνόμενοι·
 [07067]  δυνατὰ γὰρ ἐνετείλατο, καὶ δεῖ τῷ ὄντι ἀρχικὸν εἶναι καὶ ἡγεμονικὸν τὸν βασιλικόν τε καὶ Χριστιανόν, ἐπεὶ μὴ τῶν ἔξω μόνον θηρίων κατακυριεύειν ἐτάγημεν, [6.15.115.3] ἀλλὰ καὶ τῶν ἐν ἡμῖν αὐτοῖς ἀγρίων παθῶν.
 [07072]  διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, φησὶν ὁ προφήτης, δηλῶν μόνον δύνασθαι τὸν γνωστικὸν τὰ [6.15.115.6] ἐπικεκρυμμένως πρὸς τοῦ πνεύματος εἰρημένα νοήσειν τε καὶ διασαφήσειν·
 [07077]  κύριος, οὖν φησι, δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἐν καιρῷ, ἡνίκα δεῖ εἰπεῖν λόγον, οὐ κατὰ τὸ μαρτύριον μόνον, ἀλλὰ γὰρ καὶ τὸν κατ' ἐρώτησιν καὶ ἀπόκρισιν·
 [07189]  οὐ μόνον τοίνυν τοῖς ἐπιτυγχάνουσιν ἁπλῶς οὕτως δύσκολος ἡ τῆς ἀληθείας κτῆσις, ἀλλὰ καὶ ὧν τυγχάνει ἡ ἐπιστήμη οἰκεία, μηδὲ τούτοις ἀθρόαν δίδοσθαι τὴν θεωρίαν ἡ κατὰ τὸν Μωυσέα ἱστορία διδάσκει, μέχρις ἂν ἐθισθέντες ἀντωπεῖν, καθάπερ οἱ Ἑβραῖοι τῇ δόξῃ τῇ Μωυσέως καὶ οἱ ἅγιοι τοῦ Ἰσραὴλ ταῖς τῶν ἀγγέλων ὀπτασίαις, οὕτως καὶ ἡμεῖς ταῖς τῆς ἀληθείας μαρμαρυγαῖς ἀντιβλέπειν δυνηθῶμεν.
 [07225]  τοῦτο γὰρ μόνον ἐχώρουν, <ὡς> καὶ ἔτι νῦν οἱ πολλοί, μαθεῖν) μὴ φέρειν τούτου τὴν ἐπίκλησιν ἐπὶ τὰ γενητὰ καὶ μάταια.
 [07333]  οὐ γὰρ ἵνα δόξωμεν εἶναι <χρηστοί, εἰς> Χριστὸν πιστεύομεν, καθάπερ οὐδὲ εἰς τὸν ἥλιον ἕνεκά γε τοῦ φαίνεσθαι μόνον ἐν ἡλίῳ ὄντας παρερχόμεθα, ἀλλ' ἐνταῦθα μὲν τοῦ ἀλεαίνεσθαι χάριν, ἐκεῖ δὲ τοῦ εἶναι καλοὶ καὶ ἀγαθοὶ ἕνεκα Χριστιανοὶ εἶναι βιαζόμεθα, ὅτι μάλιστα βιαστῶν ἐστιν ἡ βασιλεία, ἐκ ζητήσεως καὶ μαθήσεως καὶ συνασκήσεως τελείας τὸ [6.17.150.1] γενέσθαι βασιλέα καρπουμένων.
 [07364]  ἔπειτα οὐχ Ἕλλησι μόνον, ἀλλὰ καὶ βαρβάροις ὁμιλήσαντες, ἐπὶ τὴν πίστιν ἐκ συνασκήσεως κοινῆς εἰς [6.17.154.3] σύνεσιν ἰδίαν ἄγονται·
 [07367]  διατείνει δὲ οὐκ [6.17.155.1] ἐπὶ τὰς τέχνας μόνον, ἀλλὰ καὶ ἐπὶ τὴν φιλοσοφίαν αὐτήν.
 [07377]  ὁ γάρ τοι θεὸς πάντα οἶδεν, οὐ μόνον τὰ ὄντα, ἀλλὰ καὶ τὰ ἐσόμενα καὶ ὡς ἔσται ἕκαστον, τάς τε ἐπὶ μέρους κινήσεις προορῶν πάντ' ἐφορᾷ καὶ πάντ' ἐπακούει, [6.17.156.6] γυμνὴν ἔσωθεν τὴν ψυχὴν βλέπων, καὶ τὴν ἐπίνοιαν τὴν ἑκάστου τῶν κατὰ μέρος ἔχει δι' αἰῶνος·
 [07402]  λείπεται δὴ θεοῦ, οὗ μόνον τὸ ἀγαθύνειν ἔργον ἐστίν, καὶ πάνθ' ὅσα παρὰ θεοῦ δίδοται, [6.17.159.8] καλῶς δίδοταί τε καὶ λαμβάνεται.
 [07429]  ἡ γὰρ τῷ ὄντι ἐπιστήμη, ἥν φαμεν μόνον ἔχειν τὸν γνωστικόν, κατάληψίς ἐστι βεβαία διὰ λόγων ἀληθῶν καὶ βεβαίων ἐπὶ τὴν τῆς αἰτίας γνῶσιν ἀνάγουσα, ὁ δὲ ἐπιστήμων τοῦ ἀληθοῦς περὶ ὁδηποτοῦν [6.18.162.5] αὐτίκα καὶ τοῦ ψευδοῦς περὶ τὸ αὐτὸ ἐπιστήμων ὑπάρχει.
 [07436]  [6.18.163.1] Τούτων οὕτως ἐχόντων τοὺς Ἕλληνας χρὴ διὰ νόμου καὶ προφητῶν ἐκμανθάνειν ἕνα μόνον σέβειν θεόν, τὸν ὄντως ὄντα παντοκράτορα, ἔπειτα διὰ τοῦ ἀποστόλου διδάσκεσθαι τοῦτο·
 [07439]  ψυχαὶ μὲν γὰρ ἀόρατοι, οὐ μόνον αἱ λογικαί, ἀλλὰ καὶ αἱ τῶν ἀλόγων ζῴων, τὰ δὲ σώματα αὐτῶν μέρη μὲν αὐτῶν οὐδέποτε γίνεται τῶν ψυχῶν, ὄργανα δὲ ὧν μὲν ἐνιζήματα, ὧν δὲ ὀχήματα, [6.18.164.1] ἄλλων δὲ ἄλλον τρόπον κτήματα.
 [07456]  ἀσθενὴς γὰρ φύσει ὁ ἀνθρώπειος λόγος καὶ ἀδύνατος φράσαι θεόν, οὐ τοὔνομα λέγω (κοινὸν γὰρ τοῦτο οὐ φιλοσόφων μόνον ὀνομάζειν, ἀλλὰ καὶ ποιητῶν) οὐδὲ τὴν οὐσίαν (ἀδύνατον γάρ), ἀλλὰ τὴν δύναμιν καὶ τὰ [6.18.166.3] ἔργα τοῦ θεοῦ.
 [07461]  *** μόνοις καὶ οὐδὲ τούτοις ἅπασιν ἤρεσαν, ἀλλὰ Πλάτωνι μὲν Σωκράτης καὶ Ξενοκράτει Πλάτων, Ἀριστοτέλης δὲ Θεοφράστῳ καὶ Κλεάνθει Ζήνων, οἳ τοὺς ἰδίους μόνον [6.18.167.3] αἱρετιστὰς ἔπεισαν·
 [07474]  Ἤδη δὲ καιρὸς ἡμᾶς παραστῆσαι τοῖς Ἕλλησι μόνον ὄντως εἶναι θεοσεβῆ τὸν γνωστικόν, ὡς ἀναμαθόντας τοὺς φιλοσόφους, οἷός τίς ἐστιν ὁ τῷ ὄντι Χριστιανός, τῆς ἑαυτῶν ἀμαθίας καταγνῶναι, εἰκῇ μὲν καὶ ὡς ἔτυχεν διώκοντας τοὔνομα, μάτην δὲ ἀθέους [7.1.1.2] ἀποκαλοῦντας <τοὺς> τὸν τῷ ὄντι θεὸν ἐγνωκότας.
 [07479]  (κἂν ἑτεροῖά τισι τῶν πολλῶν καταφαίνηται τὰ ὑφ' ἡμῶν λεγόμενα τῶν κυριακῶν γραφῶν, ἰστέον ὅτι ἐκεῖθεν ἀναπνεῖ τε καὶ ζῇ, καὶ τὰς ἀφορμὰς ἀπ' αὐτῶν ἔχοντα τὸν νοῦν μόνον, οὐ τὴν λέξιν, [7.1.1.5] παριστᾶν ἐπαγγέλλεται.) ἥ τε γὰρ ἐπὶ πλέον ἐπεξεργασία, μὴ κατὰ [7.1.1.5] καιρὸν γινομένη, περισσὴ δόξειεν ἂν εἰκότως, τό τε μηδ' ὅλως [7.1.1.6] ἐπεσκέφθαι τὸ κατεπεῖγον ῥᾴθυμον κομιδῇ καὶ ἐνδεές.
 [07482]  [7.1.2.1] Πρόκειται τοίνυν παραστῆσαι ἡμῖν μόνον τὸν γνωστικὸν ὅσιόν τε καὶ εὐσεβῆ, θεοπρεπῶς τὸν τῷ ὄντι θεὸν θρῃσκεύοντα·
 [07581]  ἄλλοι δέ εἰσιν οἳ πεπεισμένοι παραιτητοὺς εἶναι θυσίαις καὶ δώροις τοὺς νομιζομένους θεούς, συναιρομένους ὡς εἰπεῖν αὐτῶν ταῖς ἀκολασίαις, καὶ οὐδ' ἐθέλουσι πιστεύειν μόνον εἶναι τὸν ὄντως θεὸν τὸν ἐν ταὐτότητι τῆς δικαίας ἀγαθωσύνης ὄντα.
 [07595]  ἀλλὰ τῇ μὲν φρονήσει καὶ δικαιοσύνῃ εἰς τὴν τῆς σοφίας κατακέχρηται κτῆσιν, τῇ δὲ ἀνδρείᾳ οὐκ ἐν τῷ τὰ περιστατικὰ ὑπομένειν μόνον, ἀλλὰ κἀν τῷ ἡδονῆς τε καὶ ἐπιθυμίας, λύπης τε αὖ καὶ ὀργῆς <κρατεῖν> καὶ καθόλου πρὸς πᾶν ἤτοι τὸ μετὰ βίας ἢ μετὰ ἀπάτης τινὸς ψυχαγωγοῦν ἡμᾶς [7.3.17.5] ἀντιτάσσεσθαι.
 [07609]  ἀγαπητὸν γὰρ εἰ παρασκευάσαι μόνον τὴν ψυχὴν καὶ διακονῆσαι δύναιτο.
 [07627]  ὅνπερ γὰρ τρόπον ὁ ἥλιος οὐ μόνον τὸν οὐρανὸν καὶ τὸν ὅλον κόσμον φωτίζει γῆν τε καὶ θάλασσαν ἐπιλάμπων, ἀλλὰ καὶ διὰ θυρίδων καὶ μικρᾶς ὀπῆς πρὸς τοὺς μυχαιτάτους οἴκους ἀποστέλλει τὴν αὐγήν, οὕτως ὁ λόγος πάντῃ κεχυμένος καὶ τὰ σμικρότατα τῶν τοῦ βίου πράξεων ἐπιβλέπει.
 [07629]  διὸ εὐλόγως τοῖς μὲν μοχθηροῖς φαύλας ἔχειν τὰς περὶ θεοῦ διανοήσεις ἀνάγκη, τοῖς δὲ σπουδαίοις ἀρίστας, καὶ διὰ τοῦτο ὁ τῷ ὄντι βασιλικὸς τὴν ψυχὴν καὶ γνωστικὸς οὗτος καὶ θεοσεβὴς καὶ ἀδεισιδαίμων ὤν, τίμιον, σεμνόν, μεγαλοπρεπῆ, εὐποιητικόν, εὐεργετικόν, ἁπάντων ἀρχηγὸν ἀγαθῶν, κακῶν δὲ ἀναίτιον [7.4.22.3] μόνον εἶναι τὸν μόνον θεὸν πεπεισμένος.
 [07663]  θεὸς δέ, ὁ τῷ ὄντι θεός, ἅγιον μόνον οἶδεν τὸ τοῦ δικαίου ἦθος, ὥσπερ ἐναγὲς τὸ ἄδικον καὶ [7.4.26.3] μοχθηρόν.
 [07739]  ἢ ἐμπνεῖται μόνον ὡς τὰ ἔνυδρα κατὰ τὴν τῶν βραγχίων διαστολήν;
 [07746]  ἀλλὰ τὸν μὲν ἀρχαιότατον βωμὸν ἐν ∆ήλῳ ἁγνὸν εἶναι τεθρυλήκασι, πρὸς ὃν δὴ μόνον καὶ Πυθαγόραν προσελθεῖν φασι φόνῳ καὶ θανάτῳ μὴ μιανθέντα, βωμὸν δὲ ἀληθῶς ἅγιον τὴν δικαίαν ψυχὴν καὶ τὸ ἀπ' αὐτῆς θυμίαμα τὴν ὁσίαν εὐχὴν [7.6.32.6] λέγουσιν ἡμῖν ἀπιστήσουσιν;
 [07786]  πέπεισται γὰρ εἰδέναι πάντα τὸν θεὸν καὶ ἐπαΐειν, οὐχ ὅτι τῆς φωνῆς μόνον, ἀλλὰ καὶ τῆς ἐννοίας, ἐπεὶ καὶ ἡ ἀκοὴ ἐν ἡμῖν, διὰ σωματικῶν πόρων ἐνεργουμένη, οὐ διὰ τῆς σωματικῆς δυνάμεως ἔχει τὴν ἀντίληψιν, ἀλλὰ διά τινος ψυχικῆς αἰσθήσεως καὶ τῆς διακριτικῆς τῶν σημαινουσῶν τι φωνῶν νοήσεως.
 [07789]  κἂν μὴ τὴν φωνήν τις ἐξικνεῖσθαι πρὸς τὸν θεὸν λέγῃ κάτω περὶ τὸν ἀέρα κυλινδουμένην, ἀλλὰ τὰ νοήματα τῶν ἁγίων τέμνει οὐ μόνον τὸν ἀέρα, [7.7.37.4] ἀλλὰ καὶ τὸν ὅλον κόσμον.
 [07820]  ἀντιρρήσεως δ' ὅμως τεύξεται κατὰ καιρὸν ἡ τῶν ψευδωνύμων τούτων ἀνόσιος γνῶσις, ὡς μὴ νῦν παρεισδυομένη τὸ ὑπόμνημα, οὐκ ὀλίγη οὖσα ἡ τούτων καταδρομὴ διακόπτῃ τὸν ἐν χερσὶ λόγον, δεικνύντων ἡμῶν μόνον ὄντως ὅσιον καὶ θεοσεβῆ τὸν τῷ ὄντι κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα γνωστικόν, ᾧ μόνῳ ἡ αἴτησις κατὰ τὴν τοῦ θεοῦ βούλησιν [7.7.41.4] ἀπονενεμημένη γίνεται καὶ αἰτήσαντι καὶ ἐννοηθέντι.
 [07844]  ἔξεστιν οὖν μηδὲ φωνῇ τὴν εὐχὴν παραπέμπειν, συντείνοντα μόνον δ' ἔνδοθεν τὸ πνευματικὸν πᾶν εἰς φωνὴν τὴν νοητὴν κατὰ τὴν ἀπερίσπαστον πρὸς τὸν θεὸν ἐπιστροφήν.
 [07848]  [7.7.44.1] Τοῖς μοχθηροῖς τοίνυν τῶν ἀνθρώπων ἡ εὐχὴ οὐ μόνον εἰς τοὺς ἄλλους, ἀλλὰ καὶ εἰς σφᾶς αὐτοὺς βλαβερωτάτη.
 [07861]  οὗτος ἡμῖν <ὁ> αὐστηρὸς οὐκ εἰς τὸ ἀδιάφθορον μόνον, ἀλλὰ καὶ εἰς τὸ ἀπείραστον (οὐδαμῇ γὰρ ἐνδόσιμον οὐδὲ ἁλώσιμον ἡδονῇ τε [7.7.45.3] καὶ λύπῃ τὴν ψυχὴν παρίστησιν), δικαστής, ἐὰν ὁ λόγος καλῇ, ἀκλινὴς γενόμενος μηδ' ὁτιοῦν τοῖς πάθεσι χαριζόμενος, ἀμεταστάτως ᾗ πέφυκεν τὸ δίκαιον πορεύεσθαι βαδίζων, πεπεισμένος εὖ μάλα παγκάλως διοικεῖσθαι τὰ πάντα καὶ εἰς τὸ ἄμεινον ἀεὶ τὴν προκοπὴν προϊέναι ταῖς ἀρετὴν ἑλομέναις ψυχαῖς, ἔστ' ἂν ἐπ' αὐτὸ ἀφίκωνται τὸ ἀγαθόν, ἐπὶ προθύροις ὡς εἰπεῖν τοῦ πατρὸς προσεχεῖς τῷ μεγάλῳ ἀρχιερεῖ γενόμεναι.
 [07890]  δῆλον γὰρ ὡς τὴν φύσιν αὐτῶν τὴν ἀγαθὴν καὶ τὴν προαίρεσιν τὴν ἁγίαν τιμῴη ἂν ὅς γε καὶ τοῖς εὖ βιοῦν ἐπανῃρημένοις ἰσχὺν πρὸς τὴν λοιπὴν σωτηρίαν ἐμπνεῖ, τοῖς μὲν προτρέπων μόνον, τοῖς δὲ ἀξίοις [7.7.48.3] γενομένοις ἐξ ἑαυτῶν καὶ συλλαμβανόμενος·
 [07910]  κἂν ἐν αὐτῷ τῷ ταμιείῳ τῆς ψυχῆς ἐννοηθῇ μόνον καὶ ἀλαλήτοις στεναγμοῖς ἐπικαλέσηται τὸν πατέρα, ὃ δὲ ἐγγὺς καὶ ἔτι λαλοῦντος [7.7.49.8] πάρεστιν.
 [07919]  ἀλλ' οὐδὲ ὀμεῖται, ἐπὶ μὲν τῆς συγκαταθέσεως μόνον τὸ ναί, ἐπὶ δὲ τῆς ἀρνήσεως τὸ οὒ προελόμενος τάσσειν ἐπίρρημα.
 [07984]  ἕνα δὲ εἶναι τὸν θεὸν διὰ τοῦ ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακὼβ μεμήνυται, ὃν μόνον ὄντα θεὸν πατέρα ἀγαθὸν χαρακτηρίζει ὁ σωτὴρ ἡμῶν καὶ θεός.
 [07993]  οὐ μόνον τοίνυν τοιοῦτος ἡμῖν κατὰ τὴν ὁσιότητα ὁ γνωστικός, ἀκόλουθα δὲ τῇ ἐπιστημονικῇ [7.10.59.7] θεοσεβείᾳ καὶ τὰ περὶ τὴν ἄλλην πολιτείαν ἐπαγγέλματα.
 [08012]  [7.11.62.5] κατὰ γοῦν τὰς ἀκουσίους περιστάσεις ἀνάγων ἑαυτὸν ἀπὸ τῶν πόνων ἐπὶ τὰ οἰκεῖα οὐ συναποφέρεται τοῖς ἀλλοτρίοις αὐτοῦ, συμπεριφέρεται δὲ τοῖς ἀναγκαίοις αὐτοῦ μόνον εἰς ὅσον ἀβλαβὴς τηρεῖται ἡ [7.11.62.6] ψυχή.
 [08014]  οὐκοῦν οὐ μόνον ἐπαινεῖ τὰ καλά, ἀλλὰ καὶ αὐτὸς βιάζεται εἶναι καλός, ἐκ τοῦ ἀγαθοῦ καὶ πιστοῦ δούλου μεταβαίνων δι' ἀγάπης εἰς φίλον διὰ τὸ τέλεον τῆς ἕξεως, ὃ ἐκ μαθήσεως τῆς ἀληθοῦς καὶ συνασκήσεως πολλῆς καθαρῶς ἐκτήσατο.
 [08017]  διόπερ οὐ μόνον τῶν ἐνταῦθα κολάσεων, ἀλλὰ καὶ τῶν ἡδέων ἁπάντων καταφρονεῖ.
 [08028]  ὁ τοιοῦτος ἄρα κατεξανίσταται παντὸς φόβου, παντὸς δεινοῦ, οὐ μόνον θανάτου, ἀλλὰ καὶ πενίας καὶ νόσου ἀδοξίας τε καὶ τῶν ὅσα τούτοις συγγενῆ, ἀήττητος ἡδονῇ γενόμενος καὶ τῶν ἀλόγων [7.11.65.2] ἐπιθυμιῶν κύριος.
 [08078]  λέγεται καὶ κατ' ἄλλο σημαινόμενον ἐγκρατὴς οὐχ ὁ τῶν παθῶν μόνον κρατῶν, ἀλλὰ καὶ ὁ τῶν ἀγαθῶν ἐγκρατὴς γενόμενος καὶ βεβαίως κτησάμενος τῆς ἐπιστήμης τὰ μεγαλεῖα, ἀφ' ὧν [7.12.70.5] καρποφορεῖ τὰς κατ' ἀρετὴν ἐνεργείας.
 [08149]  ἀλλὰ καὶ ὅταν ἐπιστημονικοῦ θεωρήματος κατάληψιν λάβῃ, τὸν κύριον ὁρᾶν [7.12.76.6] νομίζει, τὰς ὄψεις αὐτοῦ πρὸς τὰ ἀόρατα χειραγωγῶν, κἂν βλέπειν δοκῇ ἃ μὴ βλέπειν ἐθέλῃ, κολάζων τὸ ὁρατικόν, ὅταν ἡδομένου ἑαυτοῦ κατὰ τὴν προσβολὴν τῆς ὄψεως συναίσθηται, ἐπεὶ τοῦτο μόνον [7.12.76.7] ὁρᾶν βούλεται καὶ ἀκούειν ὃ προσῆκεν αὐτῷ.
 [08150]  αὐτίκα τῶν ἀδελφῶν τὰς ψυχὰς θεωρῶν καὶ τῆς σαρκὸς τὸ κάλλος αὐτῇ βλέπει τῇ ψυχῇ, τῇ μόνον τὸ καλὸν ἄνευ τῆς σαρκικῆς ἡδονῆς ἐπισκοπεῖν εἰθισμένῃ.
 [08166]  οὐ μόνον θαυμάζων τὰς τοῦ κυρίου ἐντολάς, ἀλλ' ὡς ἔπος εἰπεῖν δι' αὐτῆς τῆς γνώσεως μέτοχος ὢν τῆς θείας βουλήσεως, οἰκεῖος ὄντως τοῦ κυρίου καὶ τῶν ἐντολῶν, ἐξειλεγμένος ὡς δίκαιος, ἡγεμονικὸς δὲ καὶ βασιλικὸς ὡς ὁ γνωστικός, χρυσὸν μὲν πάντα τὸν ἐπὶ γῆς καὶ ὑπὸ γῆν καὶ βασιλείαν τὴν ἀπὸ περάτων ἐπὶ πέρατα ὠκεανοῦ ὑπερορῶν, ὡς μόνης τῆς τοῦ κυρίου ἀντέχεσθαι θεραπείας.
 [08189]  οὗτος δι' ὅλης ἡμέρας καὶ νυκτὸς λέγων καὶ ποιῶν τὰ προστάγματα τοῦ κυρίου ὑπερευφραίνεται, οὐ πρωίας μόνον ἀναστὰς καὶ μέσον ἡμέρας, ἀλλὰ καὶ περιπατῶν [7.12.80.4] καὶ κοιμώμενος, ἀμφιεννύμενός τε καὶ ἀποδυόμενος·
 [08218]  αὐτίκα πάντα τὰ ἐμποδὼν καταλιπὼν καὶ πᾶσαν τὴν περισπῶσαν αὐτὸν ὕλην ὑπερηφανήσας τέμνει διὰ τῆς ἐπιστήμης τὸν οὐρανόν, καὶ διελθὼν τὰς πνετματικὰς οὐσίας καὶ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν ἅπτεται τῶν θρόνων τῶν ἄκρων, ἐπ' ἐκεῖνο μόνον ἱέμενος, ἐφ' ὃ ἔγνω [7.13.82.6] μόνον.
 [08226]  [7.13.83.3] διὸ καὶ κατὰ τὴν τῶν κοσμικῶν χρῆσιν οὐ μόνον εὐχαριστεῖ καὶ θαυμάζει τὴν κτίσιν, ἀλλὰ καὶ χρώμενος ὡς προσῆκεν ἐπαινεῖται, ἐπεὶ τὸ τέλος αὐτῷ δι' ἐνεργείας γνωστικῆς τῆς κατὰ τὰς ἐντολὰς [7.13.83.4] εἰς θεωρίαν περαιοῦται.
 [08240]  οὐ γὰρ ἐπὶ τοῦ ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν ἵστησι τὸν γνωστικὸν μόνον, ἀλλὰ καὶ ἀμνησίκακον εἶναι διδάσκει, μηδὲ εὔχεσθαι κατὰ τοῦ ἀδικήσαντος ἐπιτρέπων·
 [08248]  εἴ γε τὸ ἐκτὸς μόνον καὶ τὸ περὶ σῶμα, κἂν μέχρι θανάτου προβαίνῃ, πλεονεκτοῦσιν [7.14.85.4] οἱ ἀδικεῖν ἐπιχειροῦντες, ὧν οὐδὲν οἰκεῖον τοῦ γνωστικοῦ.
 [08253]  ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, εὐχόμενοι κατὰ τούτων δηλονότι τῶν κατ' ἄγνοιαν πλημμελούντων, καὶ ἀποστερεῖτε τῆς τοῦ θεοῦ φιλανθρωπίας τε καὶ ἀγαθότητος τὸ ὅσον ἐφ' ὑμῖν τοὺς καθ' ὧν εὔχεσθε, καὶ τοῦτο ἀδελφούς, οὐ τοὺς κατὰ πίστιν μόνον, ἀλλὰ καὶ τοὺς [7.14.86.1] προσηλύτους λέγων.
 [08271]  σῶμα δὲ ἀλληγορεῖται ἡ ἐκκλησία κυρίου, ὁ πνευματικὸς καὶ ἅγιος χορός, ἐξ ὧν οἱ τὸ ὄνομα ἐπικεκλημένοι μόνον, βιοῦντες δὲ οὐ [7.14.87.4] κατὰ λόγον, σάρκες εἰσί.
 [08351]  εἰ δ' οὐκ ἀρκεῖ μόνον ἁπλῶς εἰπεῖν τὸ δόξαν, ἀλλὰ πιστώσασθαι δεῖ τὸ λεχθέν, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένομεν μαρτυρίαν, ἀλλὰ τῇ τοῦ κυρίου φωνῇ πιστούμεθα τὸ ζητούμενον, ἣ πασῶν ἀποδείξεων ἐχεγ [7.16.95.9] γυωτέρα, μᾶλλον δὲ ἣ μόνη ἀπόδειξις οὖσα τυγχάνει·
 [08352]  καθ' ἣν ἐπιστήμην οἱ μὲν ἀπογευσάμενοι μόνον τῶν γραφῶν πιστοί, οἱ δὲ καὶ προσωτέρω χωρήσαντες ἀκριβεῖς γνώμονες τῆς ἀληθείας ὑπάρχουσιν, οἱ γνωστικοί, ἐπεὶ κἀν τοῖς κατὰ τὸν βίον ἔχουσί τι πλέον οἱ τεχνῖται τῶν ἰδιωτῶν καὶ παρὰ τὰς κοινὰς ἐννοίας ἐκτυποῦσι τὸ βέλτιον.
 [08368]  ἀλλ', ὡς ἔοικεν, πᾶσα αἵρεσις ἀρχὴν ὦτα ἀκούοντα οὐκ ἔχει τὸ σύμφορον, μόνον δὲ τοῖς πρὸς ἡδονὴν ἀνεῳγότα, ἐπεὶ κἂν ἰάθη τις αὐτῶν, εἰ [7.16.98.5] πείθεσθαι τῇ ἀληθείᾳ μόνον ἠβουλήθη.
 [08493]  ἐχομένους γὰρ καθήκει οὐ μόνον τῶν γραφῶν τῶν θείων, ἀλλὰ καὶ τῶν ἐννοιῶν τῶν κοινῶν τὰς ζητήσεις ποιεῖσθαι εἴς τι [8.1.2.5] πέρας ὠφέλιμον τῆς εὑρέσεως καταληγούσης.
 [08496]  ἆρ' οὖν τοιοῦτόν ἐστι <τὸ> ὄνομα τῆς ἀποδείξεως, οἷόν περ τὸ βλίτυρι, φωνὴ [8.2.3.2] μόνον οὐδὲν σημαίνουσα;
 [08502]  [8.2.4.1] Εἰ δ' οὐκ ἀρκεῖ τοῦτο μόνον ἁπλῶς εἰπεῖν περὶ τοῦ ζητουμένου τὸ δόξαν (ἔξεστι γὰρ καὶ τὸν ἀντικαθιστάμενον ἐπ' ἴσης ἀνταποφήνασθαι ὃ βούλεται), ἀλλὰ πιστώσασθαι χρὴ τὸ λεχθέν, εἰ μὲν εἰς ὁμοίως ἀμφισβητούμενον ἀναφέροιτο αὐτοῦ ἡ κρίσις κἀκείνου πάλιν ὁμοίως εἰς ἀμφισβητούμενον ἕτερον, εἰς ἄπειρον προβήσεται καὶ ἀναπόδεικτον ἔσται, εἰ δ' εἰς ὁμολογούμενον ἅπασιν ἡ τοῦ <μὴ> ὁμολο γουμένου πίστις ἀναφέροιτο, ἐκεῖνο τὴν ἀρχὴν τῆς διδασκαλίας [8.2.4.2] ποιητέον.
 [08510]  οὐ μόνον δὲ ἀπόδειξις καὶ πίστις καὶ γνῶσις, ἀλλὰ καὶ πρόγνωσις λέγεται διχῶς, ἣ μὲν ἐπιστημονική τε καὶ βεβαία, [8.3.5.3] ἄλλη δὲ μόνον ἐλπιστική.
 [08520]  τὸ μὲν γὰρ οἰκεῖον ἐπενεγκεῖν συμπέρασμα τοῖς λήμμασιν συλλογίσασθαι μόνον ἐστίν, τὸ δὲ καὶ τῶν λημμάτων ἕκαστον ὑπάρχειν ἀληθὲς οὐ συλλογίσασθαι [8.3.6.5] μόνον, ἀλλὰ καὶ ἀποδεδειχέναι.
 [08534]  εἴρηται δὲ ὡς καὶ τὸ τῆς πίστεως καὶ τὸ τῆς ἀποδείξεως γένος διττόν, τὸ μὲν πειθὼ μόνον ταῖς ψυχαῖς [8.3.7.8] τῶν ἀκουόντων, τὸ δὲ ἐπιστήμην ἀπεργαζόμενον.
 [08535]  εἰ μὲν οὖν ἐκ τῶν πρὸς αἴσθησιν καὶ νόησιν ἐναργῶν ἄρξαιτό τις, κἄπειτα τὸ οἰκεῖον ἐπενέγκοι συμπέρασμα, ὄντως ἀποδείκνυσιν, εἰ δ' ἐξ ἐνδόξων μόνον, οὐ μὴν πρώτων γε, τουτέστιν οὔτε πρὸς αἴσθησιν οὔτε πρὸς νόησιν ἐναργῶν, εἰ μὲν οἰκεῖον ἐπιφέροι συμπέρασμα, συλλογιεῖται μέν, οὐ μὴν ἐπιστημονικήν γε ποιήσεται τὴν ἀπόδειξιν, εἰ δ' οὐκ οἰκεῖον, οὐδὲ συλλογιεῖται τὴν ἀρχήν.
 [08560]  τὸ γὰρ δὴ τῆς ἑτέρας ψυχῆς τῆς [8.4.10.4] αἰσθητικῆς μετέχον τοῦτο μόνον ἀξιοῖ καλεῖσθαι ζῷον.
 [08623]  [8.5.16.3] Οὐ μόνον οἱ ἐφεκτικοί, ἀλλὰ καὶ πᾶς δογματικὸς ἔν τισιν ἐπέχειν εἴωθεν ἤτοι παρὰ γνώμης ἀσθένειαν ἢ παρὰ πραγμάτων ἀσάφειαν ἢ παρὰ τὴν τῶν λόγων ἰσοσθένειαν.
 [08642]  τὸ γὰρ ζῷον εἰς τὸ θνητὸν καὶ ἀθάνατον διελόντες, εἶτα μέντοι τὸ θνητὸν εἰς τὸ χερσαῖον καὶ ἔνυδρον, καὶ πάλιν τὸ χερσαῖον εἰς τὸ πτηνὸν καὶ πεζόν, καὶ οὕτως τὸ προσεχὲς τῷ ζητουμένῳ εἶδος, ὃ καὶ περιλαμβάνει τὸ ζητούμενον, διαιροῦντες ἀφιξόμεθα τέμνοντες ἐπὶ τὸ ἁπλούστατον εἶδος, [8.6.18.7] ὅπερ ἄλλο μὲν οὐδέν, μόνον δὲ τὸ ζητούμενον περιλαμβάνει.
 [08702]  ὀφθὲν γὰρ αὐτοῖς τὴν ἐρωτικὴν διάθεσιν ἐμποιεῖ [8.9.25.3] μόνον, οὐ μὴν κατηναγκασμένως.
 [08706]  [8.9.25.5] Αἴτιον δὲ κυρίως λέγεται τὸ παρεκτικόν τινος ἐνεργητικῶς, ἐπεὶ καὶ τὸν σίδηρον τμητικόν φαμεν εἶναι οὐ μόνον ἐν τῷ τέμνειν, ἀλλὰ καὶ ἐν τῷ μὴ τέμνειν·
 [08780]  τὰ δὲ συνεκτικὰ αἴτια κατὰ γένος μόνον, οὐκέτι δὲ καὶ κατ' εἶδος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»