Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μυστικῶς [20]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μυστικῶς


000-00-00 Serial Number=0424573600
Excerpta ex Theodoto Ante [Go Back]  
 [00435]  [4.66.1] Ὁ Σωτὴρ τοὺς Ἀποστόλους ἐδίδασκεν, τὰ μὲν πρῶτα τυπικῶς καὶ μυστικῶς, τὰ δὲ ὕστερα παρα βολικῶς καὶ ᾐνιγμένως, τὰ δὲ τρίτα σαφῶς καὶ γυμνῶς κατὰ μόνας.
000-00-00 Serial Number=0901248097
Paedagogus Ante [Go Back]  
 [00119]  Ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας αὐτῆς, οὕτως ἐσμὲν νεοττοὶ κυρίου, [1.5.14.5] θαυμαστῶς πάνυ καὶ μυστικῶς τοῦ λόγου τὴν ἁπλότητα τῆς ψυχῆς εἰς ἡλικίαν ὑπογραφομένου παιδικήν.
 [00201]  Ἐγέλα δὲ μυστικῶς, ἐμπλῆσαι ἡμᾶς προφητεύων χαρᾶς τὸν κύριον τοὺς αἵματι κυρίου ἐκ φθορᾶς λελυτρωμένους.
 [00487]  ∆ιὰ τοῦτο ἄρα μυστικῶς τὸ ἐν τῷ ἀποστόλῳ ἅγιον πνεῦμα τῇ τοῦ κυρίου ἀποχρώμενον φωνῇ [1.6.49.3] γάλα ὑμᾶς ἐπότισα λέγει.
 [01308]  Ἀναλόγως τοίνυν κίρναται ὁ μὲν οἶνος τῷ ὕδατι, τῷ δὲ ἀνθρώπῳ τὸ πνεῦμα, καὶ τὸ μὲν εἰς πίστιν εὐωχεῖ, τὸ κρᾶμα, τὸ δὲ εἰς ἀφθαρσίαν ὁδηγεῖ, τὸ πνεῦμα, ἡ δὲ ἀμφοῖν αὖθις κρᾶσις ποτοῦ τε καὶ λόγου εὐχαριστία κέκληται, χάρις ἐπαινουμένη καὶ καλή, ἧς οἱ κατὰ πίστιν μεταλαμβάνοντες ἁγιάζονται καὶ σῶμα καὶ ψυχήν, τὸ θεῖον κρᾶμα τὸν ἄνθρωπον τοῦ πατρικοῦ βουλήματος πνεύματι καὶ λόγῳ συγκιρνάντος μυστικῶς·
 [01732]  Ἀλλὰ καὶ πάθος ἐμφαίνει δεσποτικὸν μυστικῶς ταύτῃ νοοῦσι·
 [01878]  ἐπειδὴ δὲ ἐπαύσατο τῆς νομοθεσίας καὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας ὁ λόγος, ὁ κύριος μυστικῶς αὖθις ἀναστέφεται ἀκάνθῃ, ἐνθένδε ἀπιὼν ἐκεῖσε ὅθεν κατῆλθεν, ἀνακεφαλαιούμενος τὴν ἀρχὴν τῆς καθόδου τῆς παλαιᾶς, ὅπως ὁ διὰ βάτου τὸ πρῶτον ὀφθείς, ὁ λόγος, διὰ τῆς ἀκάνθης ὕστερον ἀναληφθεὶς μιᾶς ἔργον τὰ πάντα δείξῃ δυνάμεως, εἷς ὢν ἑνὸς ὄντος τοῦ πατρός, ἀρχὴ καὶ τέλος αἰῶνος.
 [02126]  Ταύτῃ τοι καὶ Πλάτων ἐν Φιλήβῳ ὁ τῆς βαρβάρου μαθητὴς φιλοσοφίας ἀθέους κέκληκε μυστικῶς τοὺς τὸν θεὸν τὸν ἔνοικον αὐτοῖς, τὸν λόγον, διαφθείροντας καὶ μιαίνοντας τὸ ὅσον ἐφ' ἑαυτοῖς ἐν τῇ τῶν παθῶν οἰκειώσει.
 [02524]  Ἐκαλλωπίζετο μυστικῶς ἡ γυνὴ βασιλεῖ τῷ ἑαυτῆς, ἀλλὰ τὸ κάλλος αὐτῆς ἐκεῖνο λύτρον εὑρίσκεται φονευομένου λαοῦ.
 [03138]  Εἰ γὰρ ἐν τῷ ταμιείῳ μυστικῶς προσεύχεσθαι τῷ θεῷ δίκαιον, ἑπόμενον ἂν εἴη καὶ τὸν πλησίον, ὃν δεύτερον ἀγαπᾶν κελευόμεθα, ὁμοίως τῷ θεῷ καὶ μυστικῶς φιλοφρονεῖσθαι ἔνδοθεν [3.11.82.4] ἐξαγοραζομένους τὸν καιρόν·
000-00-00 Serial Number=0401339352
Stromata Ante [Go Back]  
 [00120]  ἀλλὰ γὰρ τὰ μυστήρια μυστικῶς παραδίδοται, ἵνα ᾖ ἐν στόματι λαλοῦντος καὶ ᾧ [1.1.13.5] λαλεῖται, μᾶλλον δὲ οὐκ ἐν φωνῇ, ἀλλ' ἐν τῷ νοεῖσθαι.
 [01331]  Ἀπόλλων μέντοι μυστικῶς κατὰ στέρησιν τῶν πολλῶν νοούμενος ὁ [1.24.164.4] εἷς ἐστι θεός.
 [02192]  ἀμέλει μυστικῶς ὁ Βαρνάβας ὁ δὲ θεός, ὁ τοῦ παντὸς κόσμου κυριεύων, φησί, δῴη καὶ ὑμῖν σοφίαν καὶ σύνεσιν, ἐπιστήμην, γνῶσιν τῶν δικαιωμάτων αὐτοῦ, ὑπομονήν.
 [02866]  ταύτῃ μυστικῶς ἀπαγορεύουσι κυάμοις χρῆσθαι, οὐχ ὅτι πνευματοποιὸν καὶ δύσπεπτον καὶ τοὺς ὀνείρους τεταραγμένους ποιεῖ τὸ ὄσπριον, οὐδὲ μὴν ὅτι ἀνθρώπου κεφαλῇ ἀπείκασται κύαμος κατὰ τὸ ἐπύλλιον ἐκεῖνο, ἶσόν τοι κυάμους τρώγειν κεφαλάς τε τοκήων, μᾶλλον δὲ ὅτι κύαμοι ἐσθιόμενοι ἀτόκους ἐργάζονται τὰς γυναῖκας.
 [04633]  οὐδὲ γὰρ ἀνείδεος οὐδ' ἀσχημάτιστος ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ δημιουργεῖται, ἔνθα μυστικῶς ἀνθρώπου ἐκτελεῖται γένεσις, κοινῆς οὔσης καὶ τῆς τέχνης καὶ τῆς οὐσίας, ὁ δέ τις ἄνθρωπος κατὰ τύπωσιν τὴν ἐγγινομένην τῇ ψυχῇ ὧν ἂν [4.23.150.3] αἱρήσηται χαρακτηρίζεται.
 [04642]  μυστικῶς οὖν ἐφ' ἡμῶν καὶ τὸ Πυθαγόρειον ἐλέγετο ἕνα γενέσθαι καὶ τὸν ἄνθρωπον δεῖν, ἐπεὶ καὶ αὐτὸς ὁ ἀρχιερεὺς εἷς, ἑνὸς ὄντος τοῦ θεοῦ [4.23.152.1] κατὰ τὴν ἀμετάτρεπτον τοῦ ἀεὶ θεῖν τὰ ἀγαθὰ ἕξιν.
 [05390]  ἡμέρα γὰρ τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, τὸ γεγραμμένον ἄντικρυς, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, τὴν ἐπικεκρυμμένην μυστικῶς, καὶ οὔκ εἰσι λόγοι οὐδὲ λαλιαί, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν τῷ θεῷ τῷ φήσαντι·
 [07201]  ἀνεκαινίσθησαν οὖν μυστικῶς, πλεοναζούσης ἀγνοίας ἅμα καὶ ἁμαρτίας.
 [08462]  [7.18.109.1] Ὀπὴν οὖν τινα ὀλίγην ὑποδείξαντες τοῖς φιλοθεάμοσι τῆς ἀληθείας ἐκ τοῦ κατὰ τὰς θυσίας νόμου περί τε Ἰουδαίων τῶν χυδαίων περί τε τῶν αἱρέσεων μυστικῶς διακρινομένων, ὡς ἀκαθάρτων, ἀπὸ τῆς περὶ καθαρῶν καὶ ἀκαθάρτων ζῴων θείας [7.18.109.2] ἐκκλησίας, καταπαύσωμεν τὸν λόγον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»