Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οὐρανὸν [51]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οὐρανὸν


000-00-00 Serial Number=0812429190
Eclogae propheticae Ante [Go Back]  
 [00025]  [3.1] Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὰ γήινα [3.2] καὶ τὰ οὐράνια.
000-00-00 Serial Number=0016062677
Excerpta ex Theodoto Ante [Go Back]  
 [00320]  [3.47.2] Καὶ πρῶτον πάντων προβάλλεται εἰκόνα τοῦ Πατρὸς Θεόν, δι' οὗ ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν, τουτέστι τὰ οὐράνια καὶ τὰ ἐπίγεια, τὰ δεξιὰ καὶ τὰ ἀριστερά.
000-00-00 Serial Number=0284251571
Paedagogus Ante [Go Back]  
 [00053]  [1.2.6.5] Ἡμεῖς δὲ ἅμα νοήματι νήπιοι γεγόναμεν, τὴν ἀρίστην καὶ βεβαιοτάτην τάξιν παρὰ τῆς αὐτοῦ εὐταξίας μεταλαμβάνοντες, ἣ πρῶτον μὲν ἀμφὶ τὸν κόσμον καὶ τὸν οὐρανὸν τάς τε ἡλιακὰς περιδινήσεις κύκλους τε καὶ τῶν λοιπῶν ἄστρων τὰς φορὰς ἀσχολεῖται διὰ τὸν ἄνθρωπον, ἔπειτα δὲ περὶ τὸν ἄνθρωπον [1.2.6.6] αὐτόν, περὶ ὃν ἡ πᾶσα σπουδὴ καταγίνεται·
 [00104]  Τοῦτό τοι καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ μυωπίζει τοὺς γνωρίμους, προσέχειν αὐτῷ παρορμῶν ὡς ἤδη σπεύδων πρὸς τὸν πατέρα, ὀρεκτικωτέρους παρασκευάζων τοὺς ἀκροατὰς μετ' ὀλίγον ἀπεῖναι προμηνύων, ὡς δέον αὐτοῖς ἀποκαρπίζεσθαι τῆς ἀληθείας ἀφειδέστερον δηλῶν ὅσον [1.5.13.3] οὐδέπω ἀπαίροντος εἰς οὐρανὸν τοῦ λόγου.
 [01126]  Οἳ μὲν γὰρ ἐξέχονται τῶν ὄψων, ἃ μετ' ὀλίγον ἐκδέχεται κοπρών, ἡμῖν δὲ τοῖς θηρωμένοις τὴν βρῶσιν τὴν ἐπουράνιον ἄρχειν ἀνάγκη τῆς ὑπὸ τὸν οὐρανὸν γαστρὸς ἔτι τε μᾶλλον καὶ τῶν ταύτῃ προσφιλῶν, ἃ ὁ θεὸς καταργήσει, φησὶν ὁ ἀπόστολος, εἰκότως ἐπικαταρώμενος λαιμάργοις ἐπιθυμίαις.
 [01264]  ἀλλ' ἔπεσεν ἐπ' αὐτὸν ἔκστασις, ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων γέγραπται, καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καί τι σκεῦος τέτταρσιν ἀρχαῖς ἐκδεδεμένον ἐπὶ τῆς γῆς·
 [01291]  ἐκ γὰρ τούτων οὔτ' ἂν φρόνιμος οὐδείς ποτ' ἂν γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων δύναιτο ἐκ νέου ἐπιτηδεύων τοιαῦτα, οὔθ' οὕτω θαυμαστῇ φύσει κραθήσεται.
000-00-00 Serial Number=0029916823
Protrepticus Ante [Go Back]  
 [00028]  [1.3.1] Ἐμοὶ μὲν οὖν δοκοῦσιν ὁ Θρᾴκιος ἐκεῖνος Ὀρφεὺς καὶ ὁ Θηβαῖος καὶ ὁ Μηθυμναῖος, ἄνδρες τινὲς οὐκ ἄνδρες, ἀπατηλοὶ γεγονέναι, προσχήματι μουσικῆς λυμηνάμενοι τὸν βίον, ἐντέχνῳ τινὶ γοητείᾳ δαιμονῶντες εἰς διαφθοράς, ὕβρεις ὀργιάζοντες, πένθη ἐκθειάζοντες, τοὺς ἀνθρώπους ἐπὶ τὰ εἴδωλα χειραγωγῆσαι πρῶτοι, ναὶ μὴν λίθοις καὶ ξύλοις, τουτέστιν ἀγάλμασι καὶ σκιαγραφίαις, ἀνοικο δομῆσαι τὴν σκαιότητα τοῦ ἔθους, τὴν καλὴν ὄντως ἐκείνην ἐλευθερίαν τῶν ὑπ' οὐρανὸν πεπολιτευμένων ᾠδαῖς καὶ ἐπῳδαῖς ἐσχάτῃ δουλείᾳ καταζεύξαντες.
 [00242]  [2.25.3] Ἦν δέ τις ἔμφυτος ἀρχαία πρὸς οὐρανὸν ἀνθρώποις κοινωνία, ἀγνοίᾳ μὲν ἐσκοτισμένη, ἄφνω δέ που διεκθρῴσκουσα τοῦ σκότους καὶ ἀναλάμπουσα, οἷον δὴ ἐκεῖνο λέλεκταί τινι τὸ ὁρᾷς τὸν ὑψοῦ τόνδ' ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθ' ὑγραῖς ἐν ἀγκάλαις;
 [00653]  Τί δὲ κατα λιπόντες τὸν οὐρανὸν τὴν γῆν τετιμήκατε;
 [00690]  Σκηνὴν πεποιήκατε τὸν οὐρανὸν καὶ τὸ θεῖον ὑμῖν δρᾶμα γεγένηται καὶ τὸ ἅγιον προσωπείοις δαιμονίων κεκωμῳδήκατε, τὴν ἀληθῆ θεοσέβειαν δεισιδαι μονίᾳ σατυρίσαντες.
 [00806]  ἀλλὰ γὰρ αἴρουσι πρὸς οὐρανὸν ὠλένας ἁγνάς, ὄρθριοι ἐξ εὐνῆς, ἀεὶ χρόα ἁγνίζοντες ὕδασι, καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα ἀθάνατον.
 [00835]  ὃ μὲν καὶ εἰς τὸν αἰθέρα καὶ εἰς τὸν οὐρανὸν [7.74.2] ἀναβλέψας τόνδε ἡγοῦ θεόν, φησίν, Εὐριπίδης·
 [00890]  Πάλιν δὲ αὖ διὰ Ἡσαΐου Τίς μετρήσει, φησί, τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί;
 [00944]  Καὶ μὴν ὅ γε θεὸς οὗτος, ὃς ἐν ἀρχῇ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν·
 [00945]  σὺ δὲ τὸν μὲν θεὸν οὐ νοεῖς, τὸν [8.81.4] δὲ οὐρανὸν προσκυνεῖς, καὶ πῶς οὐκ ἀσεβεῖς;
 [01059]  Ἢ τίς οὐρανοῦ πολίτης εἶναι δυνάμενος ἔρεβος διώκει, ἐξὸν παράδεισον γεωργεῖν καὶ οὐρανὸν περιπολεῖν καὶ τῆς ζωτικῆς καὶ ἀκηράτου μεταλαμβάνειν πηγῆς, κατ' ἴχνος ἐκείνης τῆς φωτεινῆς ἀεροβατοῦντα νεφέλης, ὥσπερ [10.92.4] ὁ Ἠλίας, θεωροῦντα τὸν ὑετὸν σωτήριον;
 [01198]  [10.105.1] Ὑμεῖς δὲ πρὸς τὴν ἀλήθειαν ἀνάπηροι καὶ τυφλοὶ μὲν τὸν νοῦν, κωφοὶ δὲ τὴν σύνεσιν ὄντες οὐκ ἀλγεῖτε, οὐκ ἀγανακτεῖτε, οὐ τὸν οὐρανὸν ἰδεῖν καὶ τὸν τοῦ οὐρανοῦ ποιητὴν ἐπεθυμήσατε, οὐδὲ τὸν τῶν πάντων δημιουργὸν καὶ πατέρα ἀκοῦσαι καὶ μαθεῖν ἐξεζητήσατε, τὴν προαίρεσιν τῇ [10.105.2] σωτηρίᾳ συνάψαντες·
 [01249]  Ἀλλ' ὑμεῖς μὲν τὸ αὐστηρὸν τῆς σωτηρίας ὑπομένειν οὐ καρτερεῖτε, καθάπερ δὲ τῶν σιτίων τοῖς γλυκέσιν ἡδόμεθα διὰ τὴν λειότητα τῆς ἡδονῆς προτιμῶντες, ἰᾶται δὲ ἡμᾶς καὶ ὑγιάζει τὰ πικρὰ τραχύνοντα τὴν αἴσθησιν, ἀλλὰ τοὺς ἀσθενεῖς τὸν στόμαχον ῥώννυσιν ἡ τῶν φαρμάκων αὐστηρία, οὕτως ἥδει μὲν καὶ γαργαλίζει ἡ συνήθεια, ἀλλ' ἣ μὲν εἰς τὸ βάραθρον ὠθεῖ, ἡ συνήθεια, ἣ δὲ εἰς οὐρανὸν ἀνάγει, ἡ ἀλήθεια, τραχεῖα μὲν τὸ πρῶτον, ἀλλ' ἀγαθὴ κουροτρό [10.109.2] φος·
 [01328]  Τοιγάρτοι μόνη αὕτη ἡ τῆς ἀληθείας προτροπὴ τοῖς πιστοτάτοις ἀπείκασται τῶν φίλων μέχρι τῆς ἐσχάτης ἀναπνοῆς παραμένουσα καὶ παραπομπὸς ἀγαθὴ ὅλῳ καὶ τελείῳ τῷ τῆς ψυχῆς πνεύματι τοῖς εἰς οὐρανὸν ἀπαίρουσι γινομένη.
000-00-00 Serial Number=0579725266
Stromata Ante [Go Back]  
 [00037]  οἱ δὲ ἐντραφέντες γνησίως τοῖς τῆς ἀληθείας λόγοις ἐφόδια ζωῆς ἀιδίου [1.1.4.4] λαβόντες εἰς οὐρανὸν πτεροῦνται.
 [01332]  ἀλλ' οὖν τὸ πῦρ ἐκεῖνο τὸ ἐοικὸς στύλῳ καὶ πῦρ τὸ διὰ βάτου σύμβολόν ἐστι φωτὸς ἁγίου τοῦ διαβαίνοντος ἐκ γῆς καὶ ἀνατρέχοντος αὖθις εἰς οὐρανὸν διὰ τοῦ ξύλου, δι' οὗ καὶ τὸ βλέπειν ἡμῖν νοητῶς δεδώρηται.
 [03658]  τὸ δὲ χρυσοῦν γένος πρὸς θεῶν ἐστι τῶν κατ' οὐρανὸν καὶ τὴν ἀπλανῆ σφαῖραν, οἳ μάλιστα τὴν ἡγεμονίαν ἔχουσι τῆς κατ' [4.4.16.3] ἀνθρώπους προνοίας.
 [04752]  [4.26.167.4] οὔκουν οὐρανόθεν καταπέμπεται δεῦρο ἐπὶ τὰ ἥττω ψυχή, ὁ θεὸς γὰρ ἐπὶ τὰ ἀμείνω πάντα ἐργάζεται, ἀλλ' ἡ τὸν ἄριστον ἑλομένη βίον ἐκ θεοῦ καὶ δικαιοσύνης γῆς οὐρανὸν ἀνταλλάσσεται.
 [04761]  ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, τὴν σύνεσιν ἀκοὴν εἰπών, καὶ οὐρανὸν τὴν τοῦ γνωστικοῦ ψυχὴν τὴν οὐρανοῦ καὶ τῶν θείων [4.26.169.2] θέαν ἐπανῃρημένου καὶ ταύτῃ Ἰσραηλίτην γεγονέναι·
 [04785]  λέγουσι γὰρ καὶ οἱ Στωϊκοὶ τὸν μὲν οὐρανὸν κυρίως πόλιν, τὰ δὲ ἐπὶ γῆς ἐνταῦθα οὐκέτι πόλεις·
 [04879]  οὗτος τὴν μετάρσιον τῶν κατὰ τὸν ἀέρα συμβαινόντων καὶ τὴν μετέωρον τῶν κατὰ τὸν οὐρανὸν κινουμένων φιλοσοφίαν μετιὼν Ἀβρὰμ ἐκαλεῖτο, ὃ μεθερμηνεύεται [5.1.8.6] πατὴρ μετέωρος·
 [04895]  τὸ δ' ἀληθές ἐστι τῶν περὶ γῆν καὶ κατ' οὐρανὸν ἰόντων παράλλαξις καὶ διὰ [5.1.9.7] μακρῶν χρόνων γινομένη τῶν ἐπὶ γῆς πυρὶ πολλῷ φθορά.
 [04932]  καὶ γὰρ καὶ ἐν τῷ Φαίδρῳ αὐτὴν καθ' αὑτὴν γενομένην τὴν ψυχὴν λέγων μόνην δύνασθαι τῆς ἀληθινῆς σοφίας καὶ κρείττονος τῆς ἀνθρωπίνης δυνάμεως μεταλαβεῖν, ὅταν αὐτὴν ὁ ἐνθένδε ἔρως εἰς οὐρανὸν πτερώσῃ, διὰ τῆς φιλοσόφου ἀγάπης εἰς τὸ τῆς ἐλπίδος τέλος ἀφικομένην φησὶν ἄλλου βίου [5.2.15.1] ἀιδίου ἀρχὴν λαμβάνειν.
 [05509]  καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἀνήνεγκέν με εἰς οὐρανὸν πέμπτον καὶ ἐθεώρουν ἀγγέλους καλουμένους κυρίους, καὶ τὸ διάδημα αὐτῶν ἐπικείμενον ἐν πνεύματι ἁγίῳ καὶ ἦν ἑκάστου αὐτῶν ὁ θρόνος ἑπταπλασίων φωτὸς ἡλίου ἀνατέλλοντος, οἰκοῦντας ἐν ναοῖς σωτηρίας καὶ ὑμνοῦντας θεὸν ἄρρητον ὕψιστον.
 [05521]  [5.12.79.1] μαρτυρήσει τοῖς εἰρημένοις ὁ ἀπόστολος, οἶδα λέγων ἄνθρωπον ἐν Χριστῷ ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ, κἀκεῖθεν εἰς τὸν παράδεισον, ὃς ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, τὸ ἄρρητον τοῦ θεοῦ οὕτως αἰνισσόμενος, οὐ νόμῳ καὶ φόβῳ παραγγελίας τινὸς τὸ οὐκ ἐξὸν προστιθείς, δυνάμει δὲ ἀνθρωπείᾳ ἄφθεγκτον εἶναι τὸ θεῖον μηνύων, εἴ γε ὑπὲρ οὐρανὸν τὸν τρίτον ἄρχεται λαλεῖσθαι, ὡς θέμις, τοῖς ἐκεῖ μυσταγωγοῦσιν τὰς ἐξειλεγμένας [5.12.79.2] ψυχάς.
 [05523]  ἀπορήσας γοῦν ἐν τῷ Τιμαίῳ, εἰ χρὴ πλείονας κόσμους ἢ τοῦτον ἕνα νομίζειν, ἀδιαφορεῖ περὶ τὰ ὀνόματα, συνωνύμως κόσμον τε καὶ οὐρανὸν ἀποκαλῶν·
 [05525]  πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν εἰρήκαμεν ἢ πολλοὺς καὶ ἀπείρους ἦν λέγειν ὀρθότερον;
 [05656]  ψυχὴν διοικοῦσαν <καὶ ἐνοικοῦσαν> τοῖς πάντῃ κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι;
 [05665]  ἐπειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή, μάχη, φαμέν, ἀθάνατός ἐσθ' ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη.
 [05669]  καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἀειδῆ καὶ φῶς νοητόν·
 [05670]  ἐν ἀρχῇ γάρ φησιν ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·
 [05676]  ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῇ στερεὸν οὐρανὸν δημιουργεῖ [5.14.94.2] (τὸ δὲ στερεὸν αἰσθητόν) γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον.
 [05799]  ἡ δὲ μετὰ τοὺς πλανωμένους πορεία ἐπὶ τὸν οὐρανὸν ἄγει, τουτέστι τὴν ὀγδόην κίνησίν τε καὶ ἡμέραν.
 [05865]  [5.14.112.4] Ναὶ μὴν καὶ ἡ τραγῳδία ἀπὸ τῶν εἰδώλων ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει.
 [05969]  αὐτὸς δ' αὖ μέγαν αὖτις ἐπ' οὐρανὸν ἐστήρικται χρυσέῳ εἰνὶ θρόνῳ, γαίη δ' ὑπὸ ποσσὶ βέβηκεν.
 [05977]  καὶ <τὰ> διὰ Ἡσαΐου τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί;
 [06014]  ἓν κράτος, εἷς δαίμων γένετο, μέγας οὐρανὸν αἴθων, ἓν δὲ τὰ πάντα τέτυκται, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα, [5.14.129.1] καὶ τὰ ἐπὶ τούτοις.
 [06105]  εἴσῃ δ' αἰθερίαν τε φύσιν τά τ' ἐν αἰθέρι πάντα σήματα καὶ καθαρᾶς εὐαγέος ἠελίοιο λαμπάδος ἔργ' ἀίδηλα καὶ ὁππόθεν ἐξεγένοντο, ἔργα τε κύκλωπος πεύσῃ περίφοιτα σελήνης καὶ φύσιν, εἰδήσεις δὲ καὶ οὐρανὸν ἀμφὶς ἔχοντα, ἔνθεν μὲν γὰρ ἔφυ τε καὶ ὥς μιν ἄγουσα ἐπέδησεν Ἀνάγκη πείρατ' ἔχειν ἄστρων, [5.14.138.2] Μητροδώρου τε, καίτοι Ἐπικουρείου γενομένου, ἐνθέως ταῦτά γε εἰρηκότος·
 [06108]  [5.14.139.1] Οἱ δὲ Πυθαγόρειοι τὸν οὐρανὸν τὸν ἀντίχθονα καλοῦσιν, ἐφ' ἧς γῆς δι' Ἱερεμίου·
 [06670]  ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν), σοφία δὲ οὗτος εἴρηται πρὸς ἁπάντων τῶν προφητῶν, οὗτός ἐστιν ὁ τῶν γενητῶν ἁπάντων διδάσκαλος, ὁ σύμβουλος τοῦ θεοῦ τοῦ τὰ [6.7.58.2] πάντα προεγνωκότος.
 [07291]  ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν [6.16.145.5] οὐρανὸν καὶ τὴν γῆν.
 [07627]  ὅνπερ γὰρ τρόπον ὁ ἥλιος οὐ μόνον τὸν οὐρανὸν καὶ τὸν ὅλον κόσμον φωτίζει γῆν τε καὶ θάλασσαν ἐπιλάμπων, ἀλλὰ καὶ διὰ θυρίδων καὶ μικρᾶς ὀπῆς πρὸς τοὺς μυχαιτάτους οἴκους ἀποστέλλει τὴν αὐγήν, οὕτως ὁ λόγος πάντῃ κεχυμένος καὶ τὰ σμικρότατα τῶν τοῦ βίου πράξεων ἐπιβλέπει.
 [07814]  [7.7.40.1] Ταύτῃ καὶ προσανατείνομεν τὴν κεφαλὴν καὶ τὰς χεῖρας εἰς οὐρανὸν αἴρομεν τούς τε πόδας ἐπεγείρομεν κατὰ τὴν τελευταίαν τῆς εὐχῆς συνεκφώνησιν, ἐπακολουθοῦντες τῇ προθυμίᾳ τοῦ πνεύματος εἰς τὴν νοητὴν οὐσίαν, καί, συναφιστάνειν τῷ λόγῳ τὸ σῶμα τῆς γῆς πειρώμενοι, μετάρσιον ποιησάμενοι τὴν ψυχὴν ἐπτερωμένην τῷ πόθῳ τῶν κρειττόνων, ἐπὶ τὰ ἅγια χωρεῖν βιαζόμεθα, τοῦ δεσμοῦ [7.7.40.2] καταμεγαλοφρονοῦντες τοῦ σαρκικοῦ.
 [08507]  ἄμεινον οὖν εἰπεῖν κοινῷ καὶ σαφεῖ τῷ λόγῳ ἥλιον ὀνομάζεσθαι τὸ λαμπρότατον τῶν κατ' οὐρανὸν ἰόντων·
 [08583]  ἐγὼ γὰρ καὶ περὶ τοῦ χερσαίου καὶ τοῦ θαλαττίου καὶ τοῦ κατ' οὐρανὸν ἄστρου, ἀλλὰ καὶ ∆ιογένους καὶ τῶν ἄλλων ἐφεξῆς δίειμι κυνῶν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»