Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πάντας [60]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πάντας


000-00-00 Serial Number=0074034393
Eclogae propheticae Ante [Go Back]  
 [00017]  ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐ [1.5] τοῦ.
000-00-00 Serial Number=0578842282
Excerpta ex Theodoto Ante [Go Back]  
 [00208]  [1.24.1] Λέγουσιν οἱ Οὐαλεντινιανοὶ ὅτι ὃ κατὰ εἷς τῶν Προφητῶν ἔσχεν Πνεῦμα ἐξαίρετον εἰς διακονίαν, τοῦτο ἐπὶ πάντας τοὺς τῆς Ἐκκλησίας ἐξεχύθη·
000-00-00 Serial Number=0490627110
Fragmenta Ante [Go Back]  
 [00458]  ὁ δὲ ἅγιος Παῦλος μετὰ ταῦτα ἐλθὼν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ καὶ μαθὼν ταῦτα περὶ τοῦ ἁγίου Πέτρου πανταχοῦ τὸ σκάνδαλον περιεῖλε καὶ πάντας ἴσως ἐδέξατο καὶ ἠγάπα, προτρεπόμενος ἅπαντας, καθὼς συνεγράψαντο ταῦτα οἱ σοφώτατοι Κλήμης καὶ Τατιανὸς οἱ χρονογράφοι.
000-00-00 Serial Number=0914147139
Paedagogus Ante [Go Back]  
 [00213]  καὶ πῶς οὐ τέλειος ἡ παιδεία τοῦ παιδίου ἐκείνου, ἣ ἐπὶ πάντας διήκει τοὺς παῖδας ἡμᾶς παιδαγωγοῦσα τοὺς νηπίους αὐτοῦ;
 [00303]  ἐπεί, ὅτι γε μία καθολικὴ τῆς ἀνθρωπότητος σωτηρία ἡ πίστις, ἰσότης δὲ καὶ κοινωνία τοῦ δικαίου καὶ φιλανθρώπου θεοῦ ἡ αὐτὴ πρὸς πάντας, ὁ [1.6.30.3] ἀπόστολος σαφέστατα ἐξηγήσατο ὧδέ πως εἰπών·
 [00521]  Ἐπεὶ τοίνυν ἀπεδείξαμεν παῖδας ἡμᾶς τοὺς πάντας ὑπὸ τῆς γραφῆς καλουμένους οὐ μόνον, ἀλλὰ καὶ τοὺς Χριστῷ κατηκολουθηκότας ἡμᾶς νηπίους ἀλληγορουμένους, μόνον δὲ εἶναι τέλειον τὸν πατέρα τῶν ὅλων, ἐν αὐτῷ γὰρ ὁ υἱὸς καὶ ἐν τῷ υἱῷ ὁ πατήρ, ὥρα ἡμῖν ἑπομένοις τῇ τάξει καὶ τὸν [1.7.53.2] παιδαγωγὸν ἡμῶν εἰπεῖν ὅστις ἐστί.
 [00746]  ἐπὶ τούτοις αὖθις ὁ πατήρ μου φησὶν ἐπιλάμπει τὸν ἥλιον [1.8.72.3] τὸν αὑτοῦ ἐπὶ πάντας.
 [00749]  Καὶ καθὸ μὲν βρέχει, δημιουργὸς ὑδάτων ἐστὶ καὶ νεφῶν, καθὸ δὲ ἐπὶ πάντας, δικαίως ἰσοστατεῖ καὶ ἀρρεπῶς, ὡς δὲ ἀγαθός, [1.8.73.1] ἐπὶ δικαίους καὶ ἀδίκους ὁμοίως.
 [00756]  ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται καὶ πάλιν, ἵνα μᾶλλον ὑπολάβῃς θεόν δίκαιον, δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας·
 [00861]  ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας.
 [01012]  [1.10.93.3] Ἑπόμενον γὰρ ἦν φάσκειν ἡμᾶς τὸ ἐπιπληκτικὸν καὶ ψεκτικὸν εἶδος τῆς παιδαγωγίας ἁρμόδιον εἶναι τοῖς ἀνθρώποις, ἐπεὶ πάντας ἀνθρώπους φαύλους λέγουσι·
 [01586]  πάντας δέ, ὡς ἔπος εἰπεῖν, τοὺς ἀνοήτους ὁ οἶνος καί θ' ἁπαλὸν γελάσαι καὶ ὀρχήσασθαι ἀνώγει, [2.5.48.2] εἰς μαλακίαν ἐκτρέπων τὸ ἀνδρόγυνον ἦθος.
 [01745]  Ὤζεσέ τε τούτοις τὸ μύρον καὶ τὸ ἐπὶ πάντας φθάνον τῆς εὐωδίας ἔργον πεφήμισται·
 [02319]  Εἰ δὲ ἀμήχανον πάντας σωφρονεῖν, ἀλλὰ καὶ διὰ τὴν τῶν ἀναγκαίων χρείαν τὰ εὐπόριστα μεταδιωκτέον μακρὰ τοῖς [2.12.121.2] περιττοῖς τούτοις χαίρειν φράσασιν.
 [02859]  οὐ γὰρ πάντας ἀεὶ οὐδὲ ἀεὶ ὀνίνησιν, ὡς οἱ περὶ ταῦτα [3.9.47.2] σοφοὶ ὁμολογοῦσιν.
 [03299]  Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
000-00-00 Serial Number=0854463518
Protrepticus Ante [Go Back]  
 [00713]  [4.62.1] Ὄλβιοι μόνοι τοίνυν, ὡς ἔπος εἰπεῖν, ὁμοθυμαδὸν ἐκεῖνοι πάντες κατὰ τὴν Σίβυλλαν οἳ ναοὺς πάντας ἀπαρνήσονται ἰδόντες καὶ βωμούς, εἰκαῖα λίθων ἱδρύματα κωφῶν, καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα, αἵματι ἐμψύχῳ μεμιασμένα καὶ θυσίαισι τετραπόδων, διπόδων, πτηνῶν θηρῶν τε φόνοισιν.
 [00848]  ἐν δ' αὐτοῖς αὐτὸς περινίσσεται, οὐδέ τις αὐτὸν εἰσορᾷ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται.
 [00998]  Φιλάνθρωπος δὲ ὢν ὁ κύριος πάντας ἀνθρώπους εἰς ἐπίγνωσιν τῆς ἀληθείας παρακαλεῖ, ὁ τὸν παράκλητον ἀποστέλλων.
 [01256]  γνήσιος γὰρ ἦν ἀγωνιστὴς καὶ τοῦ πλάσματος συναγωνιστής, τάχιστα δὲ εἰς πάντας ἀνθρώπους διαδοθεὶς θᾶττον ἡλίου ἐξ αὐτῆς ἀνατείλας τῆς πατρικῆς βουλήσεως, ῥᾷστα ἡμῖν ἐπέλαμψε, τὸν θεόν, ὅθεν τε ἦν αὐτὸς καὶ ὃς ἦν, δι' ὧν ἐδίδαξεν καὶ ἐνεδείξατο, παρασ τησάμενος, ὁ σπονδοφόρος καὶ διαλλακτὴς καὶ σωτὴρ ἡμῶν λόγος, πηγὴ ζωοποιός, εἰρηνική, ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς χεόμενος, δι' ὃν ὡς ἔπος εἰπεῖν τὰ πάντα ἤδη πέλαγος γέγονεν ἀγαθῶν.
 [01294]  ὁ γὰρ τὰ πάντα καθιππεύων δικαιοσύνης ἥλιος ἐπ' ἴσης περιπολεῖ τὴν ἀνθρωπότητα, τὸν πατέρα μιμούμενος, ὃς ἐπὶ πάντας ἀνθρώπους ἀνατέλλει τὸν ἥλιον αὐτοῦ, καὶ καταψεκάζει τὴν δρόσον τῆς ἀληθείας.
000-00-00 Serial Number=0338384986
Stromata Ante [Go Back]  
 [00069]  ἄρ' οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ [1.1.8.3] πρὸς τοὺς οἰκείους τῆς πίστεως.
 [00133]  οὐ γὰρ μόνον δι' Ἑβραίους καὶ τοὺς ὑπὸ νόμον κατὰ τὸν ἀπόστολον εὔλογον Ἰουδαῖον γενέσθαι, [1.1.15.5] ἀλλὰ καὶ διὰ τοὺς Ἕλληνας Ἕλληνα, ἵνα πάντας κερδάνωμεν.
 [00820]  ἔν τε τῷ πέμπτῳ τῆς Πολιτείας τούτους οὖν πάντας φησὶ καὶ ἄλλους τοιούτων τινῶν μαθηματικοὺς καὶ <τοὺς> τῶν τεχνυδρίων φιλοσόφους θήσομεν;
 [01645]  καὶ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἦν ἡ προφητεία προηγόρευσεν.
 [01682]  διπλοῦ τοίνυν ὄντος τοῦ τῆς κακίας εἴδους, τοῦ μὲν μετὰ ἀπάτης καὶ τοῦ λανθάνειν, τοῦ δὲ μετὰ βίας ἄγοντος καὶ φέροντος, ὁ θεῖος λόγος κέκραγεν πάντας συλλήβδην καλῶν, εἰδὼς μὲν καὶ μάλιστα τοὺς μὴ πεισθησομένους, ὅμως δ' οὖν, ὅτι ἐφ' ἡμῖν τὸ πείθεσθαί τε καὶ μή, ὡς μὴ ἔχειν ἄγνοιαν προφασίσασθαί τινας, δικαίαν τὴν κλῆσιν πεποίηται, τὸ κατὰ δύναμιν δὲ [2.6.26.4] ἑκάστου ἀπαιτεῖ.
 [02491]  τούτους πάντας ὁ παρὰ τοῦ νόμου φόβος εἰς Χριστὸν παιδαγωγήσας συνήσκησε τὸ εὐλαβὲς καὶ δι' αἱμάτων ἐνδείκνυσθαι.
 [02727]  ἴσος γέ τοι πανταχόθεν ἐκταθεὶς οὐρανὸς κύκλῳ τὴν γῆν περιέχει πᾶσαν, καὶ πάντας ἡ νὺξ ἐπ' ἴσης ἐπιδείκνυται τοὺς ἀστέρας, τόν τε τῆς ἡμέρας αἴτιον καὶ πατέρα τοῦ φωτὸς ἥλιον ὁ θεὸς ἐξέχεεν ἄνωθεν ἴσον ἐπὶ γῆς ἅπασι τοῖς βλέπειν δυναμένοις, οἳ δὲ κοινῇ πάντες βλέπουσιν, [3.2.6.2] ἐπεὶ μὴ διακρίνει πλούσιον ἢ πένητα, δῆμον ἢ ἄρχοντα, ἄφρονάς τε καὶ τοὺς φρονοῦντας, θηλείας ἄρσενας, ἐλευθέρους δούλους.
 [02935]  εἷς δέ τις τῶν ὑπ' αὐτοῦ γεγονότων ἐπέσπειρεν τὰ ζιζάνια τὴν τῶν κακῶν φύσιν γεννήσας, οἷς καὶ δὴ πάντας ἡμᾶς [3.4.34.4] περιέβαλεν ἀντιτάξας ἡμᾶς τῷ πατρί.
 [02995]  ἐπεὶ δὲ βίος τις ἡμῖν μακάριος δι' ἐντολῶν ἐπιδέδεικται, ὧν χρὴ πάντας ἐχομένους μὴ παρακούοντας τῶν εἰρημένων τινὸς μηδὲ ὀλιγωροῦντας τῶν προσηκόντων, κἂν ἐλάχιστον ᾖ, ἕπεσθαι ᾗ ἂν ὁ λόγος ἡγῆται, εἰ <δὲ> σφαλείημεν αὐτοῦ, ἀθανάτῳ κακῷ [3.5.42.5] περιπεσεῖν ἀνάγκη, κατακολουθήσασι δὲ τῇ θείᾳ γραφῇ, δι' ἧς ὁδεύουσιν οἱ πεπιστευκότες, ἐξομοιοῦσθαι κατὰ δύναμιν τῷ κυρίῳ, οὐκ ἀδιαφόρως βιωτέον, ἀλλὰ καθαρευτέον εἰς δύναμιν τῶν ἡδονῶν καὶ τῶν ἐπιθυμιῶν ἐπιμελητέον τε τῆς ψυχῆς, ᾗ πρὸς μόνῳ τῷ θείῳ [3.5.42.6] διατελεστέον.
 [03185]  οὐ συνιᾶσιν οὖν, ὡς ἔοικεν, ὅτι τοὺς πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν, ἵνα ἃ διὰ τοῦ σώματος ἔπραξέν τις [3.8.62.2] ἀπολάβῃ.
 [03214]  διὰ τοῦτο ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος εἰς πάντας ἀνθρώπους διῆλθεν, ἐφ' ᾧ πάντες ἥμαρτον·
 [04235]  ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, φησίν, ἵνα τοὺς πάντας κερδήσω, καὶ πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται·
 [04344]  μαθέτωσαν τί ταπεινοφροσύνη παρὰ θεῷ ἰσχύει, τί ἀγάπη ἁγνὴ παρὰ θεῷ δύναται, πῶς ὁ φόβος τοῦ κυρίου καλὸς καὶ μέγας, σῴζων πάντας τοὺς ἐν αὐτῷ ὁσίως ἀναστρεφομένους ἐν [4.17.108.5] καθαρᾷ καρδίᾳ.
 [04391]  οὗ ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται, μήτε ἀδικοῦσα μήτε ἀνταδικοῦσά ποτε, [4.18.113.5] ἀγαθοποιοῦσα δὲ πρὸς πάντας ἁπαξαπλῶς κατ' εἰκόνα θεοῦ.
 [04837]  εἰ τοίνυν ἡ τοῦ ζητεῖν αἰτία κατὰ πάντας τοὺς τρόπους ἀναιρεῖται, πίστις ἐμπεδοῦται·
 [04990]  τοῖς γὰρ πᾶσι πάντα ἐγενόμην, λέγει, ἵνα τοὺς πάντας κερδήσω, ἐπεὶ καὶ τῆς θείας χάριτος ὁ ὑετὸς ἐπὶ δικαίους [5.3.18.8] καὶ ἀδίκους καταπέμπεται·
 [05510]  [5.12.78.1] Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον.
 [05516]  οὐδέ τις αὐτὸν εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται.
 [05572]  ἆρ' οὐ δοκεῖ σοι τὴν <οὐκ> εἰς πάντας ἥκουσαν γνωστικὴν ἕξιν θείαν μοῖραν [5.13.83.4] ᾐνίχθαι;
 [05686]  Ζήνων δὲ ὁ Στωϊκὸς παρὰ Πλάτωνος λαβών, ὃ δὲ ἀπὸ τῆς βαρβάρου [5.14.95.3] φιλοσοφίας, τοὺς ἀγαθοὺς πάντας ἀλλήλων εἶναι φίλους λέγει.
 [05959]  πάντας γὰρ κρύψας καὶ αὖθις φάος ἐς πολυγηθὲς ἐξ ἱερῆς κραδίης ἀνενέγκατο, μέρμερα ῥέζων.
 [06119]  [5.14.141.1] ἤδη μὲν οὖν δῆλον ἡμῖν ἐκ τῶν προειρημένων ὡς ἀίδιος ἡ τοῦ θεοῦ εὐποιία τυγχάνει καὶ εἰς πάντας ἐξ ἀρχῆς ἀνάρχου ἴση ἀτεχνῶς ἡ φυσικὴ δικαιοσύνη, κατ' ἀξίαν ἑκάστου γένους γενομένη, οὐκ [5.14.141.2] ἀρξαμένη ποτέ·
 [06257]  μετὰ μαινομένων φασὶ<ν> χρῆναι μαίνεσθαι πάντας ὁμοίως, [6.2.12.6] Μένανδρος ἐν Πωλουμένοις παρισάζεται λέγων·
 [06348]  [6.2.20.7] Πάλιν ∆ημοσθένους εἰπόντος ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ περὶ τουτονὶ τὸν ἀγῶνα καὶ παραγγελία γέγονεν, σχεδὸν [6.2.20.8] οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι Φιλῖνος τε ὁμοίως·
 [06571]  [6.6.46.2] εἰ γοῦν ὁ κύριος δι' οὐδὲν ἕτερον εἰς Ἅιδου κατῆλθεν ἢ διὰ τὸ εὐαγγελίσασθαι, ὥσπερ κατῆλθεν, ἤτοι πάντας εὐηγγελίσατο ἢ [6.6.46.3] μόνους Ἑβραίους.
 [06572]  εἰ μὲν οὖν πάντας, σωθήσονται πάντες οἱ πιστεύσαντες, κἂν ἐξ ἐθνῶν ὄντες τύχωσιν, ἐξομολογησάμενοι ἤδη ἐκεῖ, ἐπεὶ σωτήριοι καὶ παιδευτικαὶ αἱ κολάσεις τοῦ θεοῦ εἰς ἐπιστροφὴν ἄγουσαι καὶ τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ μᾶλλον ἢ τὸν θάνατον αἱρούμεναι, καὶ ταῦτα καθαρώτερον διορᾶν δυναμένων τῶν σωμάτων ἀπηλλαγμένων ψυχῶν, κἂν πάθεσιν ἐπισκοτῶνται, διὰ τὸ μηκέτι [6.6.46.4] ἐπιπροσθεῖσθαι σαρκίῳ·
 [06634]  [6.6.53.3] φασὶ δὲ οἱ Ἀττικοὶ μεμηνῦσθαί τινα Σωκράτει παρεπομένου δαίμονος αὐτῷ, καὶ Ἀριστοτέλης δαίμοσι κεχρῆσθαι πάντας ἀνθρώπους λέγει συνομαρτοῦσιν αὐτοῖς παρὰ τὸν χρόνον τῆς ἐνσωματώσεως, προφητικὸν τοῦτο μάθημα λαβὼν καὶ καταθέμενος εἰς τὰ ἑαυτοῦ [6.6.53.4] βιβλία, μὴ ὁμολογήσας ὅθεν ὑφείλετο τὸν λόγον τοῦτον.
 [06869]  συνάγουσιν οὖν τοὺς πάντας πήχεις δώδεκα, συμφώνως τῷ κατὰ τὸν ἐνιαύσιον κύκλον ἑλιγμῷ τῶν μηνῶν τῶν ιβʹ, καθ' οὓς τὰ πάντα φύει τε καὶ τελεσφορεῖ ἡ γῆ ταῖς [6.11.87.4] τέσσαρσιν ὥραις οἰκειουμένη.
 [07135]  τοῖς πᾶσι γὰρ πάντα γίγνεσθαι ὡμολόγει κατὰ συμπεριφορὰν σῴζων τὰ κύρια [6.15.124.2] τῶν δογμάτων, ἵνα πάντας κερδήσῃ.
 [07362]  αὐτίκα, φησίν, ἡ πρόνοια ἄνωθεν ἐκ τῶν προηγουμένων καθάπερ κεφαλῆς εἰς πάντας διήκει, ὡς τὸ μύρον, φησί, τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα τὸν Ἀαρὼν καὶ ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ (τουτέστι τοῦ μεγάλου ἀρχιερέως, δι' οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν), οὐκ εἰς τὸν τοῦ σώματος [6.17.154.1] κόσμον, ἔξωθεν δὲ τοῦ λαοῦ φιλοσοφία καθάπερ ἐσθής.
 [07523]  [7.2.7.1] Οὔτ' οὖν φθονοίη ποτ' ἄν τισιν ὁ πάντας μὲν ἐπ' ἴσης κεκλη κώς, ἐξαιρέτους δὲ τοῖς ἐξαιρέτως πεπιστευκόσιν ἀπονείμας τιμάς.
 [07938]  ἀλλ' ἵνα μή, ἀθρόως ἀποσπῶν τοῦ νόμου πρὸς τὴν ἐκ πίστεως τῆς καρδίας περιτομήν, ἀφηνιάζοντας ἔτι τοὺς ἀκροωμένους τῶν Ἑβραίων ἀπορρῆξαι τῆς συναγωγῆς ἀναγκάσῃ, συμπεριφερόμενος Ἰουδαίοις Ἰουδαῖος ἐγένετο, [7.9.53.4] ἵνα πάντας κερδήσῃ.
 [08223]  [7.13.83.1] Ἐπ' οὐδενὶ τοίνυν εἰκότως ταράσσεται τῶν συμβαινόντων οὐδὲ ὑποπτεύει τῶν κατὰ τὴν οἰκονομίαν ἐπὶ τῷ συμφέροντι γινομένων <οὐδὲν> οὐδὲ αἰσχύνεται ἀποθανεῖν, εὐσυνείδητος ὢν ταῖς ἐξουσίαις ὀφθῆναι, πάντας ὡς ἔπος εἰπεῖν τοὺς τῆς ψυχῆς ἀποκεκαθαρμένος σπίλους, ὅ γε εὖ μάλα ἐπιστάμενος ἄμεινον αὐτῷ μετὰ τὴν ἔξοδον [7.13.83.2] γενήσεσθαι.
 [08255]  ἐξ ὧν συνάγεται σαφῶς εἰ καὶ μὴ πάντας [7.14.86.2] εἶναι, ἡμῖν γε αὐτοὺς δοκεῖν <δεῖν> εἶναι ἀδελφούς.
 [08256]  ἤδη δὲ καὶ πάντας ἀνθρώπους ἑνὸς ὄντας ἔργον θεοῦ καὶ μίαν εἰκόνα ἐπὶ μίαν οὐσίαν περιβεβλημένους, κἂν τεθολωμένοι τύχωσιν ἄλλοι ἄλλων μᾶλλον, μόνος ὁ ἐπιστήμων γνωρίζει, καὶ διὰ τῶν κτισμάτων τὴν ἐνέργειαν, δι' ἧς αὖθις τὸ θέλημα τοῦ θεοῦ, προσκυνεῖ.
 [08317]  οἶμαι πάντας ἂν [7.15.92.3] ὁμολογήσειν ἄνευ τῶν τὰς αἰσθήσεις ἀναιρούντων.
 [08415]  οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, φησὶν ὁ ἀπόστολος, ὅτι πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πνευματικοῦ βρώματός τε καὶ πόματος μετέλαβον, κατασκευάζων σαφῶς μὴ πάντας τοὺς ἀκούοντας τὸν λόγον κεχωρηκέναι τὸ μέγεθος [7.16.104.4] τῆς γνώσεως ἔργῳ τε καὶ λόγῳ.
 [08495]  [8.2.3.1] Τίς ἂν οὖν ἄλλη βελτίων ἢ ἐναργεστέρα μέθοδος εἰς ἀρχὴν τῆς τοιᾶσδε εἴη ἂν διδασκαλίας ἢ τὸ προταθὲν ὄνομα λόγῳ διελθεῖν οὕτω σαφῶς ὡς πάντας ἀκολουθῆσαι τοὺς ὁμοφώνους;
 [08612]  ἐν ᾧ γὰρ ψευδὴς δείκνυται ἡ ἀναιροῦσα ἐποχή, ἐν τούτῳ τὰ ἀναιρούμενα ἀληθῆ δείκνυται, ὡς ὁ ὄνειρος ὁ λέγων ψευδεῖς εἶναι [8.5.15.6] πάντας τοὺς ὀνείρους.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»