Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πάσαις [11]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πάσαις


000-00-00 Serial Number=0404092133
Paedagogus Ante [Go Back]  
 [02462]  Τοῦτο αὐτὸ γάρ τοι καὶ Ἀντιφάνης ὁ κωμικὸς ἐν Μαλθακῇ τὸ ἑταιρικὸν τῶν γυναικῶν ἐπισκώπτει τὰ κοινὰ πάσαις ῥήματα εἰς τὴν κατατριβὴν ἐξηυρημένα λέγων·
000-00-00 Serial Number=0241623163
Quis dives salvetur Ante [Go Back]  
 [00013]  δεῖται δὲ καὶ ἡ εὐχὴ ψυχῆς εὐρώστου καὶ λιπαροῦς ἄχρι τῆς ἐσχάτης ἡμέρας τοῦ βίου συμμεμετρημένης καὶ ἡ πολιτεία δια θέσεως χρηστῆς καὶ μονίμου καὶ πάσαις ταῖς ἐντολαῖς τοῦ σωτῆρος ἐπεκτεινομένης.
000-00-00 Serial Number=0168422163
Stromata Ante [Go Back]  
 [01221]  ἔτι γὰρ Μακεδόνων τὴν Ἀσίαν κατεχόντων φιλοτιμούμενος ὁ βασιλεὺς τὴν ἐν Ἀλεξανδρείᾳ πρὸς αὐτοῦ γενομένην βιβλιοθήκην πάσαις κατακοσμῆσαι γραφαῖς ἠξίωσε καὶ τοὺς Ἱεροσολυμίτας τὰς παρ' [1.22.149.1] αὐτοῖς προφητείας εἰς τὴν Ἑλλάδα διάλεκτον ἑρμηνεῦσαι.
 [01467]  [2.2.4.1] Ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου, αἱ Παροιμίαι λέγουσιν, ἐν πάσαις δὲ ὁδοῖς γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου·
 [02951]  τί δ' οὐχὶ πάσαις ταῖς ἐντολαῖς ἀντιτάσσεσθε;
 [04773]  καὶ νῦν, Ἰσραήλ, τί κύριος ὁ θεός σου αἰτεῖται παρὰ σοῦ, ἀλλ' ἢ φοβεῖσθαι κύριον τὸν θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν αὐτῷ μόνῳ;
 [06593]  πάσαις δ' ἄνωθεν ταῖς ψυχαῖς εἴρηται ταῖς λογικαῖς·
 [08354]  κἂν τολμήσωσι προφητικαῖς χρήσασθαι γραφαῖς καὶ οἱ τὰς αἱρέσεις μετιόντες, πρῶτον μὲν οὐ πάσαις, ἔπειτα οὐ τελείαις, οὐδὲ ὡς τὸ σῶμα καὶ τὸ ὕφος τῆς προφητείας ὑπαγορεύει, ἀλλ' ἐκλεγόμενοι τὰ ἀμφιβόλως εἰρημένα εἰς τὰς ἰδίας μετάγουσι δόξας, ὀλίγας σποράδην ἀπανθιζόμενοι φωνάς, οὐ τὸ σημαινόμενον ἀπ' αὐτῶν σκοποῦντες, ἀλλ' αὐτῇ ψιλῇ [7.16.96.3] ἀποχρώμενοι τῇ λέξει.
 [08673]  μήτε γὰρ πάσαις ταῖς φαντασίαις πιστεύειν δυνηθέντες διὰ τὴν μάχην μήτε πάσαις ἀπιστεῖν διὰ τὸ καὶ τὴν λέγουσαν πάσας ἀπίστους ὑπάρχειν ἐξ ἁπασῶν οὖσαν συμπεριγράφεσθαι πάσαις μήτε τισὶ μὲν πιστεύειν, [8.7.22.3] τισὶ δὲ ἀπιστεῖν διὰ τὴν ἰσότητα, κατήχθημεν εἰς ἐποχήν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»