Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πίστιν [148]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πίστιν


000-00-00 Serial Number=0786241114
Eclogae propheticae Ante [Go Back]  
 [00130]  ἄλλο χάραγμα νῦν ὁ κύριος ἡμῖν καὶ ἄλλα ὀνόματα καὶ γράμματα ἐνσημαίνεται, πίστιν ἀντὶ ἀπιστίας, καὶ τὰ ἑξῆς.
 [00158]  διὰ τοῦτο γὰρ καὶ ζητεῖ πότε ρον χεῖρον, ἀναξίῳ δοῦναι ἢ ἀξίῳ μὴ παραδοῦναι, καὶ κινδυνεύει ὑπὸ πολλῆς τῆς ἀγάπης οὐ μόνον παντὶ τῷ προσήκοντι, ἀλλ' ἔσθ' ὅτε καὶ ἀναξίῳ λιπαρῶς δεομένῳ κοινωνήσειν, οὐ διὰ τὴν δέησιν (οὐ γὰρ φιλοδοξεῖ), ἀλλὰ διὰ τὴν ἐπιμονὴν τοῦ δεομένου μελετῶντος εἰς πίστιν διὰ πολλῆς τῆς δεήσεως.
 [00160]  ὡς δὲ ἡ θάλασσα ἀνίεται πᾶσιν, ἀλλ' ὃ μὲν νήχεται, ὃ δὲ ἐμπορεύεται, ὃ δὲ ἀγρεύει τοὺς ἰχθῦς, καὶ ὡς ἡ γῆ κοινή, ἀλλ' ὃ μὲν ὁδεύει, ὃ δὲ ἀροῖ, θηρᾷ δὲ ἕτερος, καί τις ἄλλος μέταλλα ἐρευνᾷ, ὃ δὲ οἰκο δομεῖ, οὕτως καὶ τῆς γραφῆς ἀναγινωσκομένης ὃ μὲν εἰς πίστιν, ὃ δὲ εἰς ἦθος ὠφελεῖται, ἀφαιρεῖται δὲ ἄλλος δεισιδαιμονίαν διὰ τῆς ἐπιγνώσεως [28.2] τῶν πραγμάτων·
 [00182]  [36.1] ∆εῖ τοίνυν ἐπ' ἴσης τῷ βουλομένῳ τὸ πειθόμενον ἔχειν τὸν μαθη τὴν καὶ τῷ πόθῳ τὴν πίστιν ἐγκαταμίξαντα γυμνάζειν καὶ μελετᾶν, ἑκάστοτε πρὸς ἑαυτὸν τὴν τῶν θεωρημάτων ἀλήθειαν ἐξετάζοντα·
 [00266]  ἓν γὰρ σῶμα οἱ πάντες ἐκ τοῦ αὐτοῦ γένους τὴν αὐτὴν πίστιν καὶ δικαιοσύνην ἑλόμενοι, εἰς τὴν αὐτὴν ἑνότητα ἀποκαταστησόμενοι·
 [00288]  τοὺς ἐκ φόβου εἰς πίστιν ἐπιστραφέντας καὶ δικαιοσύνην εἰς αἰῶνα παρα [60.2] μένειν λέγει.
000-00-00 Serial Number=0997764111
Excerpta ex Theodoto Ante [Go Back]  
 [00006]  [1.1.3] Τὸ ἐκλεκτὸν σπέρμα φαμὲν καὶ σπινθῆρα ζωοποιούμενον ὑπὸ τοῦ Λόγου καὶ κόρην ὀφθαλμοῦ καὶ κόκκον σινάπεως καὶ ζύμην τὰ δόξαντα καταδιῃρῆσθαι γένη ἑνοποιοῦσαν εἰς πίστιν.
 [00071]  Γενηθήτω σοῦ κατὰ τὴν πίστιν.
 [00384]  τὸ δὲ ψυχικόν, αὐτεξούσιον ὄν, ἐπιτηδειότητα ἔχει πρός τε πίστιν καὶ ἀφθαρσίαν, καὶ πρὸς ἀπιστίαν καὶ φθοράν, κατὰ τὴν οἰκείαν αἵρεσιν·
 [00386]  [3.56.4] Ὅταν οὖν τὰ ψυχικὰ ἐγκεντρισθῇ τῇ καλλιελαίῳ εἰς πίστιν καὶ ἀφθαρσίαν, καὶ μετάσχῃ τῆς πιότητος τῆς ἐλαίας, καὶ ὅταν εἰσέλθῃ τὰ ἔθνη, τότε [3.56.5] οὕτω πᾶς Ἰσραὴλ σωθήσεται.
000-00-00 Serial Number=0442235649
Fragmenta Ante [Go Back]  
 [00097]  τουτέστιν ὅτε ἐπιτηδείως εἶχον πρὸς τὴν πίστιν οἱ ἄνθρωποι.
000-00-00 Serial Number=0809199452
Paedagogus Ante [Go Back]  
 [00122]  Ἀλληγορῶν δὲ αὖθις ἡμᾶς πώλους καλεῖ, τοὺς ἀζυγεῖς κακίᾳ, τοὺς ἀδαμάστους πονηρίᾳ, ἀφελεῖς δὲ καὶ πρὸς αὐτὸν μόνον τὸν πατέρα σκιρτητικούς, οὐχὶ τοὺς ἐπὶ ταῖς τῶν πλησίον γυναιξὶν χρεμετίζοντας ἵππους, τοὺς ὑποζυγίους καὶ θηλυμανεῖς, ἀλλὰ τοὺς ἐλευθέρους καὶ νεογνούς, τοὺς γαύρους διὰ τὴν πίστιν, τοὺς εἰς ἀλήθειαν εὐδρόμους, τοὺς ταχεῖς πρὸς σωτηρίαν, τοὺς καταπατοῦντας καὶ κροαίνοντας τὰ [1.5.15.2] κοσμικά.
 [00289]  Εἰ δὲ ἐνδεῖ τι αὐτῇ, οὐκ ἔστιν ὁλοτελὴς οὐδὲ πίστις ἐστί, σκάζουσα περί τι, οὐδὲ μετὰ τὴν ἐνθένδε ἀποδημίαν ἄλλα μένει τοὺς πεπιστευκότας, [1.6.29.3] ἀδιακρίτως ἐνταῦθα ἠρραβωνισμένους, ἐκεῖνο δὲ τῷ πιστεῦσαι ἤδη προειληφότες ἐσόμενον, μετὰ τὴν ἀνάστασιν ἀπολαμβάνομεν γενόμενον, ὅπως ἂν ἐκεῖνο πληρωθῇ τὸ λεχθὲν γενηθήτω κατὰ τὴν πίστιν σου.
 [00302]  Ἡ μὲν γὰρ κατήχησις εἰς πίστιν περιάγει, πίστις δὲ ἅμα βαπτίσματι ἁγίῳ παιδεύεται πνεύματι·
 [00304]  Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι·
 [00339]  Ὅρα πῶς ὡμολόγησεν εἶναι νηπίους τοὺς ὑπὸ φόβον καὶ ἁμαρτίας, τοὺς δὲ ὑπὸ τὴν πίστιν υἱοὺς καλῶν ἀπήνδρωσεν ὡς πρὸς ἀντιδιαστολὴν τῶν ἐν τῷ νόμῳ νηπίων.
 [00519]  διὸ καὶ ἐπιφέρει ὅσοι οὖν τέλειοι, τοῦτο φρονοῦμεν, τελείωσιν δηλονότι λέγων τὸ ἀποτετάχθαι ταῖς ἁμαρτίαις καὶ εἰς πίστιν τοῦ μόνου τελείου ἀναγεγεννῆσθαι, ἐκλαθομένους τῶν κατόπισθεν ἁμαρτιῶν.
 [00602]  Ταῦτα δύναται πρὸς ἡμᾶς ἡ προφητεία αἰνίττεσθαι τοὺς πρὸ καταβολῆς κόσμου εἰς πίστιν ἐγνωσμένους θεῷ, νυνὶ δὲ νηπίους διὰ τὴν ἔναγχος πεπληρωμένην βούλησιν τοῦ θεοῦ, καθὸ εἰς κλῆσιν καὶ σωτηρίαν νεογνοὶ γεγόναμεν.
 [01079]  Εἰ τοίνυν ἡ πρὸς τὸν λόγον ἀπείθεια ἁμαρτίας ἐστὶ γεννητική, πῶς οὐχὶ ἐξ ἀνάγκης ἡ τοῦ λόγου ὑπακοή, ἣν δὴ πίστιν φαμέν, [1.13.101.2] τοῦ καλουμένου καθήκοντος ἔσται περιποιητική;
 [01097]  καὶ γὰρ ὁ βίος ὁ Χριστιανῶν, ὃν παιδαγωγούμεθα νῦν, σύστημά τί ἐστι λογικῶν πράξεων, τουτέστιν τῶν ὑπὸ τοῦ λόγου διδασκομένων ἀδιάπτω [1.13.103.1] τος ἐνέργεια, ἣν δὴ πίστιν κεκλήκαμεν.
 [01308]  Ἀναλόγως τοίνυν κίρναται ὁ μὲν οἶνος τῷ ὕδατι, τῷ δὲ ἀνθρώπῳ τὸ πνεῦμα, καὶ τὸ μὲν εἰς πίστιν εὐωχεῖ, τὸ κρᾶμα, τὸ δὲ εἰς ἀφθαρσίαν ὁδηγεῖ, τὸ πνεῦμα, ἡ δὲ ἀμφοῖν αὖθις κρᾶσις ποτοῦ τε καὶ λόγου εὐχαριστία κέκληται, χάρις ἐπαινουμένη καὶ καλή, ἧς οἱ κατὰ πίστιν μεταλαμβάνοντες ἁγιάζονται καὶ σῶμα καὶ ψυχήν, τὸ θεῖον κρᾶμα τὸν ἄνθρωπον τοῦ πατρικοῦ βουλήματος πνεύματι καὶ λόγῳ συγκιρνάντος μυστικῶς·
 [01469]  ἕπου τῷ θεῷ γυμνὸς ἀλαζονείας, γυμνὸς ἐπικήρου πομπῆς, τὸ σόν, τὸ ἀγαθὸν τὸ ἀναφαίρετον μόνον, τὴν εἰς τὸν θεὸν πίστιν, τὴν εἰς τὸν παθόντα ὁμολογίαν, τὴν εἰς ἀνθρώπους εὐεργεσίαν κεκτημένος, κτῆμα [2.3.36.3] τιμαλφέστατον.
 [01731]  ∆άκρυα δὲ ἡ μετάνοιά ἐστι, καὶ λελυμέναι τρίχες φιλοκοσμίας ἐκήρυσσον ἀπαλλαγὴν καὶ τὴν μετὰ τοῦ κηρύγματος διὰ τὸν κύριον θλῖψιν ἐν ὑπομοναῖς, τῆς παλαιᾶς ἐκείνης διὰ τὴν πίστιν τὴν νέαν λελυμένης [2.8.62.3] κενοδοξίας.
 [02214]  τὴν μὲν αὐταῖν ἀφελῶς ἱσταμένην ἐποίησε καὶ λευχείμονα καὶ καθάριον, τὴν ἀρετήν, αἰδοῖ μόνῃ κεκοσμημένην τοιαύτην εἶναι χρὴ τὴν πίστιν, ἐνάρετον μετ' αἰδοῦς , θατέραν δὲ τοὐναντίον εἰσάγει, τὴν κακίαν, περιττῇ μὲν ἐσθῆτι ἠμφιεσμένην, ἀλλοτρίῳ δὲ χρώματι γεγανωμένην·
 [02587]  Φρόνησις δὲ καὶ ἀκριβεῖς λογισμοὶ πολιοὶ συνέσει συνακμάζουσι τῷ χρόνῳ, καὶ τὸ γῆρας ἐνισχύουσι τῷ τόνῳ τῆς πολυπειρίας, ἄνθος ἀξιέραστον φρονήσεως σεμνῆς εἰς πίστιν εὔλογον προτείνοντες τὴν πολιάν.
 [03175]  καὶ γὰρ ὁ νόμος αὐτοῦ τὸν φόβον ὑπεκλύειν βούλεται τὸ [3.12.87.2] ἑκούσιον ἐλευθερώσας εἰς πίστιν.
000-00-00 Serial Number=0794672787
Protrepticus Ante [Go Back]  
 [00928]  Ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει σοι ὥσπερ πηγὴ ὁ ἄμητός σου, ὁ λόγος ὁ πατρικός, ὁ ἀγαθὸς λύχνος, ὁ κύριος ἐπάγων τὸ [8.80.3] φῶς, τὴν πίστιν πᾶσι καὶ σωτηρίαν.
 [01100]  Ἐχρῆν μὲν ὑμᾶς, ὦ ἄνθρωποι, αὐτοῦ πέρι ἐννοουμένους τοῦ ἀγαθοῦ ἔμφυτον ἐπάγεσθαι πίστιν, μάρτυρα ἀξιόχρεων αὐτόθεν οἴκοθεν, περιφανῶς αἱρουμένην τὸ βέλτιστον, μηδὲ ζητεῖν εἰ μεταδιωκτέον, <τὸ δ' ἀγαθὸν> [10.95.4] ἐκπονεῖν.
 [01107]  Εἰ δὲ καὶ πείθεσθαι βούλεσθε τὴν ἐναργῆ τῶν ἀρρήτων ἐποπτεύσαντες πίστιν, φέρε ὑμῖν ἐκ περιουσίας τὴν περὶ τοῦ λόγου παραθήσομαι [10.96.2] πειθώ.
000-00-00 Serial Number=0016658545
Quis dives salvetur Ante [Go Back]  
 [00086]  ἐκ πίστεως εἰς πίστιν μετατάσσεται·
 [00313]  οὗτος ὁ τὸν οἶνον, τὸ αἷμα τῆς ἀμπέλου τῆς ∆αβίδ, ἐκχέας ἡμῶν ἐπὶ τὰς τετρωμένας ψυχάς, οὗτος ὁ τὸ ἔλαιον, τὸν ἐκ σπλάγχνων πατρὸς ἔλεον, προσενεγκὼν καὶ ἐπιδαψιλευόμενος, οὗτος ὁ τοὺς τῆς ὑγείας καὶ σωτηρίας δεσμοὺς ἀλύτους ἐπιδείξας, ἀγάπην, πίστιν, ἐλπίδα, οὗτος ὁ διακονεῖν ἀγγέλους καὶ ἀρχὰς καὶ ἐξουσίας ἡμῖν ἐπιτάξας ἐπὶ μεγάλῳ μισθῷ, διότι καὶ αὐτοὶ ἐλευθερωθήσονται ἀπὸ τῆς ματαιότητος τοῦ κόσμου παρὰ τὴν [29.5] ἀποκάλυψιν τῆς δόξης τῶν υἱῶν τοῦ θεοῦ.
000-00-00 Serial Number=0502983987
Stromata Ante [Go Back]  
 [00030]  [1.1.4.1] Εἰ τοίνυν ἄμφω κηρύττουσι τὸν λόγον, ὃ μὲν τῇ γραφῇ, ὃ δὲ τῇ φωνῇ, πῶς οὐκ ἄμφω ἀποδεκτέοι, ἐνεργὸν τὴν πίστιν διὰ τῆς ἀγάπης πεποιημένοι;
 [00065]  ὅταν δ' ἐκ πίστεως ἕληταί τις ἑστιᾶσθαι, βέβαιος οὗτος εἰς θείων λόγων παραδοχήν, κρίσιν εὔλογον τὴν πίστιν κεκτημένος.
 [00153]  οὐ λέληθεν δέ με καὶ τὰ θρυλούμενα πρός τινων ἀμαθῶς ψοφοδεῶν χρῆναι λεγόντων περὶ τὰ ἀναγκαιότατα καὶ συνέχοντα τὴν πίστιν καταγίνεσθαι, τὰ δὲ ἔξωθεν καὶ περιττὰ ὑπερβαίνειν μάτην ἡμᾶς τρίβοντα καὶ κατέχοντα περὶ τοῖς οὐδὲν συμβαλλομένοις πρὸς [1.1.18.3] τὸ τέλος.
 [00216]  [1.5.28.1] Ἦν μὲν οὖν πρὸ τῆς τοῦ κυρίου παρουσίας εἰς δικαιοσύνην Ἕλλησιν ἀναγκαία φιλοσοφία, νυνὶ δὲ χρησίμη πρὸς θεοσέβειαν γίνεται, προπαιδεία τις οὖσα τοῖς τὴν πίστιν δι' ἀποδείξεως καρπουμένοις, ὅτι ὁ πούς σου φησὶν οὐ μὴ προσκόψῃ, ἐπὶ τὴν πρόνοιαν τὰ [1.5.28.2] καλὰ ἀναφέροντος, ἐάν τε Ἑλληνικὰ ᾖ ἐάν τε ἡμέτερα.
 [00265]  ἣν μετῆλθεν Ἀβραάμ, ἐκ τῆς τῶν οὐρανίων θέας μετιὼν εἰς [1.5.31.3] τὴν κατὰ θεὸν πίστιν τε καὶ δικαιοσύνην.
 [00283]  ὁ γὰρ ἀπὸ τῶν ἀποδείξεων λόγος ἀκριβῆ πίστιν ἐντίθησι τῇ ψυχῇ τοῦ παρακολουθοῦντος, ὥστε μηδ' ἂν ἄλλως ἔχειν τὸ ἀποδειχθὲν οἴεσθαι, τοῖς τε αὖ δι' ἀπάτην ὑποτρέχουσιν ἡμῖν ὑποπίπτειν [1.6.33.3] οὐκ ἐᾷ.
 [00322]  οὐδὲν οὖν ὄφελος αὐτοῖς μετὰ τὴν τελευτὴν τοῦ βίου, κἂν εὐεργεῖς ὦσι νῦν, εἰ μὴ πίστιν [1.7.38.3] ἔχοιεν.
 [00372]  [1.9.43.1] Ἔνιοι δὲ εὐφυεῖς οἰόμενοι εἶναι ἀξιοῦσι μήτε φιλοσοφίας ἅπτεσθαι μήτε διαλεκτικῆς, ἀλλὰ μηδὲ τὴν φυσικὴν θεωρίαν ἐκμανθάνειν, μόνην δὲ καὶ ψιλὴν τὴν πίστιν ἀπαιτοῦσιν, ὥσπερ εἰ μηδεμίαν ἠξίουν ἐπιμέλειαν ποιησάμενοι τῆς ἀμπέλου εὐθὺς ἐξ ἀρχῆς τοὺς [1.9.43.2] βότρυας λαμβάνειν.
 [00375]  καθάπερ δὲ ἐν γεωργίᾳ οὕτω καὶ ἐν ἰατρικῇ χρηστομαθὴς ἐκεῖνος ὁ ποικιλωτέρων μαθημάτων [1.9.43.4] ἁψάμενος, ὡς βέλτιον γεωργεῖν τε καὶ ὑγιάζειν δύνασθαι, οὕτω κἀνταῦθα χρηστομαθῆ φημι τὸν πάντα ἐπὶ τὴν ἀλήθειαν ἀναφέροντα, ὥστε καὶ ἀπὸ γεωμετρίας καὶ μουσικῆς καὶ ἀπὸ γραμματικῆς καὶ φιλοσοφίας αὐτῆς δρεπόμενον τὸ χρήσιμον ἀνεπιβούλευτον φυλάσσειν τὴν πίστιν.
 [00461]  ζητεῖτε γὰρ καὶ εὑρήσετε λέγει, ἀλλὰ τὴν ζήτησιν εἰς εὕρεσιν περαιοῖ, τὴν κενὴν ἐξελάσας φλυαρίαν, [1.11.51.5] ἐγκρίνων δὲ τὴν ὀχυροῦσαν τὴν πίστιν ἡμῖν θεωρίαν.
 [00771]  [1.18.88.4] ἐπειδὴ Ἰουδαῖοι, φησί, σημεῖα αἰτοῦσι πρὸς πίστιν, Ἕλληνες δὲ σοφίαν ζητοῦσι, τοὺς ἀναγκαστικοὺς καλουμένους λόγους καὶ τοὺς ἄλλους συλλογισμοὺς δηλονότι, ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον διὰ τὸ εἰδότας τὴν [1.18.88.5] προφητείαν μὴ πιστεύειν τῇ ἐκβάσει, Ἕλλησι δὲ μωρίαν·
 [00837]  καλῶς οὖν ὁ Σολομὼν ὁ σπείρων φησὶ δικαιοσύνην ἐργάζεται πίστιν.
 [00876]  καὶ ἣ μὲν ὡς ἄρτος ἀναγκαία πρὸς τὸ ζῆν, ἡ κατὰ τὴν πίστιν ἀλήθεια·
 [01353]  πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι, φόβῳ δηλαδὴ ἀπὸ ἁμαρτιῶν, εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθήσεσθαι.
 [01514]  ἄλλοι δ' ἀφανοῦς πράγματος ἐννοητικὴν συγκατάθεσιν ἀπέδωκαν εἶναι τὴν πίστιν, ὥσπερ ἀμέλει τὴν ἀπόδειξιν ἀγνοουμένου πράγματος φανερὰν [2.2.9.2] συγκατάθεσιν.
 [01528]  [2.3.10.1] Ἐνταῦθα φυσικὴν ἡγοῦνται τὴν πίστιν οἱ ἀμφὶ τὸν Βασιλείδην, καθὸ καὶ ἐπὶ τῆς ἐκλογῆς τάττουσιν αὐτήν, τὰ μαθήματα [2.3.10.2] ἀναποδείκτως εὑρίσκουσαν καταλήψει νοητικῇ.
 [01529]  οἱ δὲ ἀπὸ Οὐαλεντίνου τὴν μὲν πίστιν τοῖς ἁπλοῖς ἀπονείμαντες ἡμῖν, αὑτοῖς δὲ τὴν γνῶσιν τοῖς φύσει σῳζομένοις κατὰ τὴν τοῦ διαφέροντος πλεονεξίαν σπέρματος ἐνυπάρχειν βούλονται, μακρῷ δὴ κεχωρισμένην [2.3.10.3] πίστεως, ᾗ τὸ πνευματικὸν τοῦ ψυχικοῦ, λέγοντες.
 [01530]  ἔτι φασὶν οἱ ἀπὸ Βασιλείδου πίστιν ἅμα καὶ ἐκλογὴν οἰκείαν εἶναι καθ' ἕκαστον διάστημα, κατ' ἐπακολούθημα δ' αὖ τῆς ἐκλογῆς τῆς ὑπερκοσμίου τὴν κοσμικὴν ἁπάσης φύσεως συνέπεσθαι πίστιν κατάλληλόν τε εἶναι τῇ [2.3.11.1] ἑκάστου ἐλπίδι καὶ τῆς πίστεως τὴν δωρεάν.
 [01536]  ἀλλὰ θεός, οἶμαι, ἡ τῶν φύσεων αὐτοῖς εὑρίσκεται διανομή, τὸν θεμέλιον τῆς σωτηρίας, τὴν ἑκούσιον πίστιν, οὐκ ἔχουσα.
 [01567]  Ἀριστοτέλης δὲ τὸ ἑπόμενον τῇ ἐπιστήμῃ κρῖμα, ὡς ἀληθὲς τόδε τι, πίστιν εἶναί φησι.
 [01569]  [2.4.16.1] Ὑποκρίνεται δὲ τὴν πίστιν ἡ εἰκασία, ἀσθενὴς οὖσα ὑπόληψις, καθάπερ ὁ κόλαξ τὸν φίλον καὶ ὁ λύκος τὸν κύνα.
 [01574]  ναὶ μὴν καὶ ὁ Ἐπίκουρος, ὁ μάλιστα τῆς ἀληθείας προτιμήσας τὴν ἡδονήν, πρόληψιν εἶναι διανοίας τὴν πίστιν ὑπολαμβάνει·
 [01660]  καὶ γὰρ ἄτοπον, τοὺς μὲν Πυθαγόρου τοῦ Σαμίου ζηλωτὰς τῶν ζητουμένων τὰς ἀποδείξεις παραιτουμένους τὸ αὐτὸς ἔφα πίστιν ἡγεῖσθαι καὶ ταύτῃ ἀρκεῖσθαι μόνῃ τῇ φωνῇ πρὸς τὴν βεβαίωσιν ὧν ἀκηκόασι, τοὺς δὲ τῆς ἀληθείας φιλοθεάμονας, ἀπιστεῖν ἐπιχειροῦντας ἀξιοπίστῳ διδασκάλῳ, τῷ μόνῳ σωτῆρι θεῷ, βασάνους τῶν [2.5.24.4] λεγομένων ἀπαιτεῖν παρ' αὐτοῦ.
 [01675]  ὁρᾷς πῶς ἀνάγει τὴν πίστιν δι' ἀκοῆς καὶ τῆς τῶν ἀποστόλων κηρύξεως ἐπὶ τὸ ῥῆμα κυρίου καὶ τὸν υἱὸν τοῦ θεοῦ;
 [01692]  ὁρίζονται γοῦν οἱ ἀπὸ Βασιλείδου τὴν πίστιν ψυχῆς συγκατάθεσιν πρός τι τῶν μὴ κινούντων αἴσθησιν διὰ τὸ μὴ παρεῖναι.
 [01722]  δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, τὴν μίαν τὴν ἐκ προφητείας εἰς εὐαγγέλιον τετελειωμένην δι' ἑνὸς καὶ τοῦ αὐτοῦ [2.6.29.4] κυρίου διδάσκων σωτηρίαν.
 [01723]  ταύτην, ἔφη, παρατίθεμαί σοι τὴν παραγγελίαν, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύσῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυά γησαν, ὅτι τὴν θεόθεν ἥκουσαν συνείδησιν ἀπιστίᾳ κατεμίαναν.
 [01724]  [2.6.30.1] οὔκουν ἔτ' εἰκότως <ὡς> πρόχειρον τὴν πίστιν διαβλητέον, ὡς εὔκολόν τε καὶ πάνδημον καὶ προσέτι τῶν τυχόντων.
 [01727]  φημὶ τοίνυν τὴν πίστιν, εἴτε ὑπὸ ἀγάπης θεμελιωθείη εἴτε καὶ ὑπὸ φόβου, ᾗ φασιν οἱ κατήγοροι, θεῖόν τι εἶναι, μήτε ὑπὸ ἄλλης φιλίας κοσμικῆς διασπωμένην μήτε ὑπὸ [2.6.30.3] φόβου παρόντος διαλυομένην.
 [01728]  ἡ μὲν γὰρ ἀγάπη τῇ πρὸς τὴν πίστιν φιλίᾳ τοὺς πιστοὺς ποιεῖ, ἡ δὲ πίστις ἕδρασμα ἀγάπης ἀντεπάγουσα τὴν εὐποιίαν, ὅτε καὶ <ὁ> τοῦ νόμου παιδαγωγὸς φόβος ἀφ' ὧν [2.6.30.4] πιστεύεται, καὶ φόβος εἶναι πιστεύεται.
 [01735]  στοιχείων γοῦν <οὐσῶν> τῆς γνώσεως τῶν προειρημένων ἀρετῶν στοιχειωδεστέραν εἶναι συμβέβηκε τὴν πίστιν, οὕτως ἀναγκαίαν τῷ γνωστικῷ ὑπάρχουσαν, ὡς τῷ κατὰ τὸν κόσμον τόνδε βιοῦντι πρὸς τὸ ζῆν τὸ ἀναπνεῖν·
 [01895]  φήσαιμεν δ' ἂν αὐτὴν λόγον εἶναι τοῖς ἀμφισβητουμένοις ἐκ τῶν ὁμολογουμένων [2.11.48.2] ἐκπορίζοντα τὴν πίστιν.
 [01901]  ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, μεταστήσετε τὸ ὄρος·
 [01903]  κατὰ τὴν πίστιν σου γενηθήτω σοι·
 [01906]  ἡ γὰρ ἀνωτάτω ἀπόδειξις, ἣν ᾐνιξάμεθα ἐπιστημονικήν, πίστιν ἐντίθησι διὰ τῆς τῶν γραφῶν παραθέσεώς τε καὶ διοίξεως ταῖς τῶν μανθάνειν ὀρεγομένων ψυχαῖς, ἥτις [2.11.49.4] ἂν εἴη γνῶσις.
 [01930]  καθάπερ οὖν τὴν φιλοσοφίαν ὁ τῦφος καὶ ἡ οἴησις διαβέβληκεν, οὕτως καὶ τὴν γνῶσιν ἡ ψευδὴς γνῶσις, ἡ τε ὁμωνύμως καλουμένη, περὶ ἧς ὁ ἀπόστολος γράφων ὦ Τιμόθεε, φησίν, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες [2.11.52.6] ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.
 [01952]  πρότερον γὰρ ἐνεστὸς ἦν, εἶτα ἡμῖν παρῴχηκεν, ὡς εἶναι καὶ τὴν τῶν παρῳχηκότων πίστιν κατάληψιν παρῳχηκότος, καὶ τὴν τῶν ἐσομένων ἐλπίδα κατάληψιν ἐσομένου πράγματος.
 [01955]  ἣ δ' οὐδὲν ἄλλο ἢ πίστις εἴη ἄν, ἥ τε ἀπιστία, ἀπόστασις οὖσα τῆς πίστεως, δυνατὴν δείκνυσι τὴν συγκατάθεσίν τε καὶ πίστιν·
 [01957]  κἄν τις τἀληθὲς σκοπῇ, εὑρήσει τὸν ἄνθρωπον φύσει διαβεβλημένον μὲν πρὸς τὴν τοῦ ψεύδους συγκατάθεσιν, ἔχοντα δὲ [2.12.55.3] ἀφορμὰς πρὸς πίστιν τἀληθοῦς.
 [01982]  ὁ μὲν οὖν ἐξ ἐθνῶν καὶ τῆς προβιότητος ἐκείνης ἐπὶ τὴν πίστιν ὁρμήσας ἅπαξ ἔτυχεν ἀφέσεως ἁμαρτιῶν·
 [02488]  τῷ γοῦν βουληθῆναι γνησίως φιλοσοφεῖν ὅλους αὑτοὺς φέροντες ἀνέθεσαν τῷ θεῷ καὶ εἰς πίστιν ἐλογίσθησαν.
 [02506]  οὕτω τοίνυν ἡμᾶς εὐλαβῶς προσιέναι πειρωμένους ἐκδέξεται ὁ χρηστὸς τοῦ κυρίου ζυγός, ἐκ πίστεως εἰς πίστιν ἑνὸς ἡνιόχου κατὰ προκοπὴν ἐλαύνοντος ἕκαστον ἡμῶν εἰς σωτηρίαν, ὅπως ὁ προσήκων τῆς εὐδαιμονίας [2.20.126.4] περιγένηται καρπός.
 [03066]  ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν [3.6.49.6] πίστιν ἐπὶ τῆς γῆς;
 [03244]  ὅταν δὲ καὶ τούτων ὑπεραναβάς, τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας, ἔργῳ ἀγαπήσῃ τὴν κτίσιν διὰ τὸν πάντων θεόν τε καὶ ποιητήν, γνωστικῶς βιώσεται, ἕξιν ἐγκρατείας ἄπονον περιπεποιημένος κατὰ τὴν πρὸς τὸν σωτῆρα ἐξομοίωσιν, ἑνώσας τὴν γνῶσιν, [3.10.69.4] πίστιν, ἀγάπην, εἷς ὢν ἐνθένδε τὴν κρίσιν καὶ πνευματικὸς ὄντως, ἀπαράδεκτος τῶν κατὰ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν διαλογισμῶν πάντῃ πάντως, ὁ κατ' εἰκόνα ἐκτελούμενος τοῦ κυρίου πρὸς αὐτοῦ τοῦ τεχνίτου, ἄνθρωπος τέλειος, ἄξιος ἤδη τοῦ ἀδελφὸς πρὸς τοῦ κυρίου ὀνομάζεσθαι, φίλος ἅμα οὗτος καὶ υἱός ἐστιν.
 [03488]  εἰ δὲ καὶ πᾶς ὁ ἐπιστρέφων ἐξ ἁμαρτίας ἐπὶ τὴν πίστιν ἀπὸ τῆς συνηθείας τῆς ἁμαρτωλοῦ οἷον μητρὸς ἐπὶ τὴν ζωὴν ἐπιστρέφει, μαρτυρήσει μοι εἷς τῶν δώδεκα προφητῶν φήσας, εἰ δῶ πρωτότοκα ὑπὲρ ἀσεβείας, καρπὸν κοιλίας μου [3.16.101.2] ὑπὲρ ἁμαρτίας ψυχῆς μου.
 [03545]  καὶ μὴ ἀποστερεῖτε, φησίν, ἀλλήλους, εἰ μὴ ἐκ συμφώνου πρὸς καιρόν, διὰ τῆς ἀποστερεῖτε λέξεως τὸ ὀφείλημα τοῦ γάμου, τὴν παιδοποιίαν, ἐμφαίνων, ὅπερ ἐν τοῖς ἔμπροσθεν ἐδήλωσεν εἰπών, τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ [3.18.108.1] τῷ ἀνδρί, μεθ' ἣν ἔκτισιν κατὰ τὴν οἰκουρίαν καὶ τὴν ἐν Χριστῷ πίστιν βοηθός, καὶ ἔτι σαφέστερον εἰπών·
 [03560]  ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν, τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς [3.18.110.2] ἀληθείας, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται·
 [03642]  οὐ μὴν οὐδὲ ἐλπίδι δωρεῶν ἡτοιμασμένων πιπράσκων τὴν πίστιν, ἀγάπῃ δὲ πρὸς τὸν κύριον ἀσμενέστατα τοῦδε τοῦ βίου ἀπολυθήσεται, χάριν ἴσως καὶ τῷ τὴν αἰτίαν παρασχομένῳ τῆς ἐνθένδε ἐξόδου καὶ τῷ τὴν ἐπιβουλὴν τεχνασαμένῳ ἐγνωκώς, πρόφασιν εὔλογον λαβών, ἣν οὐκ αὐτὸς παρέσχεν, ἑαυτὸν ἐπιδεῖξαι ὅς ἐστι, τῷ μὲν δι' ὑπομονῆς, δι' ἀγάπης δὲ κυρίῳ, δι' ἧς ἀνεδείκνυτο τῷ κυρίῳ καὶ πρὸ [4.4.14.2] τῆς γενέσεως τὴν προαίρεσιν τοῦ μαρτυρήσοντος εἰδότι.
 [03649]  εἰ τοίνυν ἡ πρὸς θεὸν ὁμολογία μαρτυρία ἐστί, πᾶσα ἡ καθαρῶς πολιτευσαμένη ψυχὴ μετ' ἐπιγνώσεως τοῦ θεοῦ, ἡ ταῖς ἐντολαῖς ὑπακηκουῖα, μάρτυς ἐστὶ καὶ βίῳ καὶ λόγῳ, ὅπως ποτὲ τοῦ σώματος ἀπαλλάττεται, οἷον αἷμα τὴν πίστιν ἀνὰ [4.4.15.4] τὸν βίον ἅπαντα, πρὸς δὲ καὶ τὴν ἔξοδον, προχέουσα.
 [03817]  εἰρηνοποιοῦσι δὲ καὶ τοὺς ἐνταῦθα πολεμουμένους τοῖς τῆς ἁμαρτίας στρατηγήμασι μεταδιδάσκοντες ἐπὶ τὴν πίστιν καὶ τὴν εἰρήνην μετιέναι.
 [04075]  δοθήσεται δέ τισιν, ἐὰν συμφέρῃ, ἀπολογήσασθαι, ἵνα διά τε τῆς μαρτυρίας διά τε τῆς ὁμολογίας ὠφελῶνται οἱ πάντες, ἰσχυροποιούμενοι μὲν οἱ κατ' ἐκκλησίαν, θαυμάζοντες δὲ καὶ εἰς πίστιν ὑπαγόμενοι οἱ ἐξ ἐθνῶν τὴν σωτηρίαν [4.9.74.1] πολυπραγμονήσαντες, οἱ λοιποὶ δὲ ὑπ' ἐκπλήξεως κατεχόμενοι.
 [04179]  συνεργεῖ δὲ καὶ τὸ [4.13.90.2] τοῦ θεοῦ ἀόρατον εἰς πίστιν τοῦ πεπλασμένου.
 [04263]  πίστεως γάρ, οἶμαι, τελειότης πρὸς τὴν κοινὴν διαστέλλεται πίστιν.
 [04300]  [4.17.105.2] τίς γὰρ παρεπιδημήσας πρὸς ὑμᾶς τὴν πανάρετον καὶ βεβαίαν πίστιν ὑμῶν οὐκ ἐδοκίμασεν;
 [04307]  λάβωμεν Ἐνώχ, ὃς ἐν ὑπακοῇ δίκαιος εὑρεθεὶς μετετέθη, καὶ Νῶε, ὃς πιστεύσας διεσώθη, καὶ Ἀβραάμ, ὃς διὰ πίστιν καὶ φιλοξενίαν [4.17.105.4] φίλος θεοῦ, πατὴρ δὲ τοῦ Ἰσαὰκ προσηγορεύθη.
 [04309]  διὰ πίστιν καὶ φιλοξενίαν ἐσώθη Ῥαὰβ ἡ πόρνη·
 [04310]  δι' ὑπομονὴν καὶ πίστιν ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς καὶ τριχῶν καμηλείων πλέγμασιν περιεπάτησαν κηρύσσοντες τὴν βασιλείαν τοῦ Χριστοῦ, λέγομεν δὲ Ἠλίαν καὶ Ἐλισσαῖον, [4.17.106.1] Ἰεζεκιήλ τε καὶ Ἰωάννην, τοὺς προφήτας.
 [04311]  ὁ γάρ τοι φίλος θεοῦ διὰ πίστιν ἐλευθέραν κληθεὶς Ἀβραὰμ οὐκ ἐπήρθη τῇ δόξῃ, μετριο [4.17.106.2] παθῶν δὲ ἔλεγεν·
 [04379]  κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι καὶ τὰ ἐπισκοτοῦντα ἀποβαλεῖν πάθη, μὴ δι' ἀγάπην δὲ πιστωθῶ τῷ κυρίῳ, οὐθέν εἰμι, ὡς πρὸς σύγκρισιν τοῦ γνωστικῶς μαρτυροῦντος, εἰς πλῆθος καὶ τὸ [4.18.112.4] μηδὲν διαφέρον λογιζόμενος.
 [04422]  πάλιν τε αὖ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ ῥυομένη τὸν Ἰσραὴλ τυραννικῆς ἐξουσίας καὶ τῆς τοῦ σατράπου ὠμότητος, μόνη γυνὴ νηστείαις τεθλιμμένη πρὸς μυρίας ὡπλισμένας ἀντετάξατο δεξιάς, τυραννικὸν [4.19.119.2] διὰ πίστεως ἀναλύουσα δόγμα·
 [04584]  εἰ γοῦν τὴν ἐπιστήμην ἐτυμολογεῖν χρὴ καὶ ἀπὸ τῆς στάσεως τὴν ἐπιβολὴν αὐτῆς ληπτέον, ὅτι ἵστησιν ἡμῶν ἐν τοῖς πράγμασι [4.22.143.3] τὴν ψυχήν, ἄλλοτε ἄλλως πρότερον φερομένην, ὡσαύτως καὶ τὴν [4.22.143.4] πίστιν ἐτυμολογητέον τὴν περὶ τὸ ὂν στάσιν τῆς ψυχῆς ἡμῶν.
 [04588]  πίστιν γὰρ λαβεῖν περὶ τοῦ λαθεῖν οὐ δύνασθαι.
 [04792]  Περὶ μὲν τοῦ γνωστικοῦ τοσαῦτα ὡς ἐν ἐπιδρομῇ, χωρῶμεν δὲ ἤδη ἐπὶ τὰ ἑξῆς, καὶ δὴ τὴν πίστιν αὖθις διαθρητέον·
 [04793]  εἰσὶ γὰρ οἱ τὴν <μὲν> πίστιν ἡμῶν περὶ τοῦ υἱοῦ, τὴν δὲ γνῶσιν περὶ τοῦ πατρὸς [5.1.1.2] εἶναι διαστέλλοντες.
 [04804]  πίστις δὲ ὦτα ψυχῆς, καὶ ταύτην αἰνίσσεται τὴν πίστιν ὁ κύριος λέγων ὁ ἔχων ὦτα [5.1.2.2] ἀκούειν ἀκουέτω, ἵνα δὴ πιστεύσας συνῇ ἃ λέγει, ὡς λέγει.
 [04811]  δικαιοσύνη δὲ θεοῦ ἐν αὐτῷ [5.1.2.4] ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν.
 [04812]  φαίνεται οὖν ὁ ἀπόστολος διττὴν καταγγέλλων πίστιν, μᾶλλον δὲ μίαν, αὔξησιν καὶ τελείωσιν [5.1.2.5] ἐπιδεχομένην·
 [04814]  ἡ πίστις σου σέσωκέν σε·), ἡ δὲ ἐξαίρετος ἐποικοδομουμένη συντελειοῦται τῷ πιστῷ καὶ συναπαρτίζεται αὐτῇ ἡ ἐκ μαθήσεως περιγινομένη καὶ τοῦ λόγου τὰς ἐντολὰς ἐπιτελεῖν, ὁποῖοι ἦσαν οἱ ἀπόστολοι, ἐφ' ὧν τὴν πίστιν ὄρη μετατιθέναι καὶ δένδρα [5.1.3.1] μεταφυτεύειν δύνασθαι εἴρηται.
 [04815]  ὅθεν αἰσθόμενοι τοῦ μεγαλείου τῆς δυνάμεως ἠξίουν προστιθέναι αὐτοῖς πίστιν τὴν ὡς κόκκον σινάπεως ἐπιδάκνουσαν ὠφελίμως τὴν ψυχὴν καὶ ἐν αὐτῇ αὔξουσαν μεγαλωστί, [5.1.3.2] ὡς ἐπαναπαύεσθαι αὐτῇ τοὺς περὶ τῶν μεταρσίων λόγους.
 [04816]  εἰ γὰρ φύσει τις τὸν θεὸν ἐπίσταται, ὡς Βασιλείδης οἴεται, τὴν νόησιν τὴν ἐξαίρετον πίστιν ἅμα καὶ βασιλείαν καὶ καλῶν κτίσιν, † οὐσίας ἀξίαν τοῦ ποιήσαντος πλησίον ὑπάρχειν αὐτήν, ἑρμηνεύων, οὐσίαν, ἀλλ' οὐκ ἐξουσίαν, καὶ φύσιν καὶ ὑπόστασιν, κτίσεως ἀνυπερθέτου κάλλος ἀδιόριστον, οὐχὶ δὲ ψυχῆς αὐτεξουσίου λογικὴν συγκατάθεσιν λέγει [5.1.3.3] τὴν πίστιν.
 [04883]  [5.1.9.1] Καί μοι σφόδρα ἐπαινεῖν ἔπεισι τὸν Ἀκραγαντῖνον ποιητὴν ἐξυμνοῦντα τὴν πίστιν ὧδέ πως·
 [04902]  [5.1.11.1] Τὴν πίστιν τοίνυν οὐκ ἀργὴν καὶ μόνην, ἀλλὰ σὺν ζητήσει δεῖν προβαίνειν φαμέν.
 [04989]  διὸ καὶ τοῖς τὴν σοφίαν αἰτοῦσι τὴν παρ' αὐτοῖς ὀρεκτέον τὰ οἰκεῖα, ὡς ἂν ῥᾷστα διὰ τῶν ἰδίων εἰς πίστιν ἀληθείας [5.3.18.7] εἰκότως ἀφίκοιντο·
 [05044]  αὐτίκα ὁ ἀπόστολος πρὸς ἀντιδιαστολὴν γνωστικῆς τελειότητος τὴν κοινὴν πίστιν πῇ μὲν θεμέλιον λέγει, πῇ δὲ γάλα, γράφων τὸν τρόπον τοῦτον·
 [05170]  ταύτῃ τοι ἀποδὺς τὸν ἡγιασμένον χιτῶνα ὁ ἀρχιερεὺς (κόσμος δὲ καὶ ἡ ἐν κόσμῳ κτίσις ἡγίασται πρὸς τοῦ καλὰ συγκαταθεμένου τὰ γινόμενα) λούεται καὶ τὸν ἄλλον ἐνδύεται ἅγιον ἁγίου ὡς εἰπεῖν χιτῶνα, τὸν [5.6.39.4] συνεισιόντα εἰς τὰ ἄδυτα αὐτῷ, ἐμοὶ δοκεῖν ἐμφαίνων τὸν Λευίτην καὶ γνωστικὸν ὡς ἂν τῶν ἄλλων ἱερέων ἄρχοντα, ὕδατι ἀπολελουμένων ἐκείνων καὶ πίστιν ἐνδεδυμένων μόνην καὶ τὴν ἰδίαν ἐκδεχομένων μονήν, αὐτὸν διακρίναντα τὰ νοητὰ τῶν αἰσθητῶν, κατ' ἐπανάβασιν τῶν ἄλλων ἱερέων σπεύδοντα ἐπὶ τὴν τοῦ νοητοῦ δίοδον, τῶν τῇδε ἀπολουόμενον οὐκέτι ὕδατι, ὡς πρότερον ἐκαθαίρετο εἰς Λευιτικὴν [5.6.40.1] ἐντασσόμενος φυλήν, ἀλλ' ἤδη τῷ γνωστικῷ λόγῳ.
 [05314]  τῶν γὰρ πολλάκις αὐταῖς πλησιαζόντων καὶ δοκιμασίαν δεδωκότων κατά τε τὴν πίστιν κατά τε τὸν βίον.
 [05464]  ἐκρεμάσθη γὰρ ἡ ζωὴ ἡμῶν εἰς πίστιν ἡμῶν.
 [05543]  ἤτοι γὰρ ἡ τριμερὴς καθ' ὑπακοὴν σῴζεται ψυχὴ διὰ τὴν ἐγκρυβεῖσαν αὐτῇ κατὰ τὴν πίστιν πνευματικὴν δύναμιν, ἢ ὅτι ἡ ἰσχὺς τοῦ λόγου ἡ δοθεῖσα ἡμῖν, σύντονος οὖσα καὶ δυνατή, πάντα τὸν καταδεξάμενον καὶ ἐντὸς ἑαυτοῦ κτησάμενον αὐτὴν ἐπικεκρυμμένως τε καὶ ἀφανῶς πρὸς ἑαυτὴν [5.12.81.1] ἕλκει καὶ τὸ πᾶν αὐτοῦ σύστημα εἰς ἑνότητα συνάγει.
 [05575]  [5.13.83.5] θεόσδοτος τοίνυν ἡ σοφία, δύναμις οὖσα τοῦ πατρός, προτρέπει μὲν ἡμῶν τὸ αὐτεξούσιον, ἀποδέχεται δὲ τὴν πίστιν καὶ ἀμείβεται τὴν [5.13.84.1] ἐπίστασιν τῆς ἐκλογῆς ἄκρᾳ κοινωνίᾳ.
 [05591]  ὡς δὲ ἡ μάθησις κατ' Ἐμπεδοκλέα τὰς φρένας αὔξει, οὕτως ἡ εἰς τὸν κύριον πεποίθησις αὔξει τὴν πίστιν.
 [06126]  μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ μόσχος καὶ ὄνος πατεῖ, ὁ ἐκ νόμου καὶ ἐξ ἐθνῶν εἰς τὴν μίαν πίστιν συναγόμενος λαός.
 [06537]  ἐκ γοῦν τῆς Ἑλληνικῆς παιδείας, ἀλλὰ καὶ ἐκ τῆς νομικῆς εἰς τὸ ἓν γένος τοῦ σῳζομένου συνάγονται λαοῦ οἱ τὴν πίστιν προσιέμενοι, οὐ χρόνῳ διαιρουμένων τῶν τριῶν λαῶν, ἵνα τις φύσεις ὑπολάβοι τριττάς, διαφόροις δὲ παιδευομένων διαθήκαις [6.5.42.3] τοῦ ἑνὸς κυρίου, ** ὄντας ἑνὸς κυρίου ῥήματι·
 [06580]  [6.6.47.3] εἰ γὰρ τὸ καλῶς βιοῦν καὶ νομίμως ἐστὶ βιοῦν καὶ τὸ εὐλόγως βιοῦν κατὰ νόμον ἐστὶ βιοῦν, ὀρθῶς δὲ βεβιωκότες οἱ πρὸ νόμου εἰς πίστιν ἐλογίσθησαν καὶ δίκαιοι εἶναι ἐκρίθησαν, δῆλόν που καὶ τοὺς ἐκτὸς νόμου γενομένους διὰ τὴν τῆς ψυχῆς ἰδιότητα, ὀρθῶς βεβιωκότας, εἰ καὶ ἐν Ἅιδου ἔτυχον ὄντες καὶ ἐν φρουρᾷ, ἐπακούσαντας τῆς τοῦ κυρίου φωνῆς, εἴτε τῆς αὐθεντικῆς εἴτε καὶ τῆς διὰ τῶν ἀποστόλων ἐνεργούσης, ᾗ τάχος ἐπιστραφῆναί τε καὶ πιστεῦσαι.
 [06615]  τῶν ἀκαθάρτων ζῴων τὰ θηρία τοῦ ἀγροῦ γιγνώσκεται, τουτέστι τοῦ κόσμου, ἐπεὶ τοὺς εἰς πίστιν ἀγρίους καὶ ῥυπαροὺς τὸν βίον μηδὲ τῇ κατὰ νόμον [6.6.50.6] δικαιοσύνῃ κεκαθαρμένους θηρία προσαγορεύει.
 [06877]  κἂν ὁ σῳζόμενος λέγηται λαὸς κιθάρα, κατ' ἐπίπνοιαν τοῦ λόγου καὶ κατ' ἐπίγνωσιν τοῦ θεοῦ [6.11.88.5] δοξάζων μουσικῶς ἐξακούεται, κρουόμενος εἰς πίστιν τῷ λόγῳ.
 [06957]  τῶν δὲ ἀγαθῶν ἴσμεν τὰ μὲν αὐτὰ δι' αὑτὰ αἱρετά, ὡς τὴν γνῶσιν (οὐ γὰρ ἄλλο τι ἐξ αὐτῆς θηρῶμεν, ἐπειδὰν παρῇ, ἢ μόνον τὸ παρεῖναι αὐτὴν καὶ ἐν ἀδιαλείπτῳ θεωρίᾳ ἡμᾶς εἶναι καὶ εἰς αὐτὴν καὶ δι' αὐτὴν ἀγωνίζεσθαι), τὰ δὲ δι' ἕτερα, <ὡς> τὴν πίστιν διὰ τὴν ἐξ αὐτῆς περιγενομένην φυγήν τε τῆς κολάσεως καὶ ὠφέλειαν τὴν ἐκ τῆς ἀνταποδόσεως.
 [07102]  ἄμεινον δὲ τὴν ἑκάστου πίστιν ἐν αὐτῇ [6.15.120.2] ἐγκεντρίζεσθαι τῇ ψυχῇ.
 [07179]  ἐδήλου δ' ἄρα τὴν μὲν γραφὴν πρόδηλον εἶναι πᾶσι κατὰ τὴν ψιλὴν ἀνάγνωσιν ἐκλαμβανομένην, καὶ ταύτην εἶναι τὴν πίστιν στοιχείων τάξιν ἔχουσαν, διὸ καὶ ἡ πρὸς τὸ γράμμα ἀνάγνωσις ἀλληγορεῖται·
 [07353]  ὡς δὲ τῷ χεῖρας ἔχοντι τὸ λαβεῖν κατὰ φύσιν καὶ τῷ ὀφθαλμοὺς ὑγιαίνοντας κεκτημένῳ τὸ φῶς ἰδεῖν, οὕτως τῷ πίστιν εἰληφότι τὸ γνώσεως μεταλαβεῖν οἰκεῖον πέφυκεν, εἰ προσεξεργάσασθαι καὶ προσοικοδομῆσαι χρυσόν, ἄργυρον, λίθους τιμίους τῷ καταβληθέντι θεμελίῳ γλίχοιτο.
 [07364]  ἔπειτα οὐχ Ἕλλησι μόνον, ἀλλὰ καὶ βαρβάροις ὁμιλήσαντες, ἐπὶ τὴν πίστιν ἐκ συνασκήσεως κοινῆς εἰς [6.17.154.3] σύνεσιν ἰδίαν ἄγονται·
 [07372]  ἴδιον <δέ> ἐστιν ἐκεῖνο καὶ τῷ ὄντι κύριον καὶ ἡγεμονικόν, ὃ ἐπὶ πᾶσι προσλαμβάνει μετὰ τὴν βεβαίαν πίστιν ἅγιον κατ' ἐπισκοπὴν ὁ πιστεύσας πνεῦμα.
 [07446]  ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐ τὴν ἐπέκτασιν τοῦ κηρύγματος τὴν κατὰ τὸν τόπον λέγων (ἐπεὶ καὶ ἐν Ἀχαΐᾳ πεπλεονακέναι τὴν πίστιν [6.18.165.1] αὐτός φησιν, φέρεται δὲ κἀν ταῖς Πράξεσι τῶν ἀποστόλων καὶ ἐν ταῖς Ἀθήναις κηρύξας τὸν λόγον), ἀλλὰ τὴν γνῶσιν διδάσκει, τελείωσιν οὖσαν τῆς πίστεως, ἐπέκεινα περισσεύειν τῆς κατηχήσεως κατὰ τὸ μεγαλεῖον τῆς τοῦ κυρίου διδασκαλίας καὶ τὸν [6.18.165.2] ἐκκλησιαστικὸν κανόνα.
 [07865]  καὶ ὁ μὲν ἐξ ἐθνῶν ἐπιστρέφων τὴν πίστιν, ὁ δὲ εἰς γνῶσιν ἐπαναβαίνων τῆς ἀγάπης [7.7.46.4] τὴν τελειότητα αἰτήσεται.
 [07970]  καί μοι δοκεῖ πρώτη τις εἶναι μεταβολὴ σωτήριος ἡ ἐξ ἐθνῶν εἰς πίστιν, ὡς προεῖπον, δευτέρα δὲ ἡ ἐκ πίστεως εἰς γνῶσιν·
 [08023]  βεβαίαν γάρ, οἶμαι, τὴν πίστιν [7.11.64.4] ἐκέκτηντο, ᾗ κατηκολούθουν πισταὶ καὶ <αἱ> ἐνέργειαι, ἔστιν οὖν ἐν πάσῃ περιστάσει ἐρρωμένη τοῦ γνωστικοῦ ἡ ψυχή, οἷον ἀθλητοῦ τὸ σῶμα [7.11.64.5] ἐν ἄκρᾳ εὐεξίᾳ καὶ ῥώμῃ καθεστηκυῖα.
 [08124]  ἐργάζεται τοίνυν ὁ γνωστικὸς ἐν τῷ τοῦ κυρίου ἀμπελῶνι φυτεύων, κλαδεύων, ἀρδεύων, θεῖος ὄντως ὑπάρχων τῶν εἰς πίστιν [7.12.74.2] καταπεφυτευμένων γεωργός.
 [08128]  ἐπιρρώννυνται γοῦν πρὸς [7.12.74.4] τὴν πίστιν διὰ τῆς ἀνδρικῆς παρακαλούμενοι ὑπομονῆς.
 [08161]  [7.12.78.2] ἔχει γὰρ ἄκρατον πίστιν τὴν περὶ τῶν πραγμάτων, τὸ εὐαγγέλιον δι' ἔργων καὶ θεωρίας ἐπαινῶν.
 [08171]  [7.12.78.7] ∆ιττὴν οὗτος οἶδε <τὴν πίστιν>, καὶ τὴν μὲν τοῦ πιστεύοντος ἐνέργειαν, τὴν δὲ τοῦ πιστευομένου τὴν κατ' ἀξίαν ὑπεροχήν, ἐπεὶ καὶ [7.12.79.1] ἡ δικαιοσύνη διπλῆ, ἣ μὲν δι' ἀγάπην, ἣ δὲ διὰ φόβον.
 [08174]  οἱ γὰρ ἐκ φόβου εἰς πίστιν καὶ δικαιοσύνην ἐπιστρέφοντες εἰς αἰῶνα διαμένουσιν.
 [08177]  τὸ δὲ εἶδος αὐτὸ τῆς εὐχῆς εὐχαριστία ἐπί τε τοῖς προγεγονόσιν ἐπί τε τοῖς ἐνεστῶσιν ἐπί τε τοῖς μέλλουσιν, ὡς ἤδη διὰ τὴν πίστιν παροῦσιν·
 [08220]  πίστιν ἐλπίδι κεράσας πρὸς τὴν τοῦ μέλλοντος [7.13.82.7] ἀπεκδοχήν.
 [08244]  [7.14.85.1] Καλὸν οὖν καὶ φρένας καλὰς ἐκ μετανοίας αὐτοὺς τῆς εἰς τὴν πίστιν μεταλαβεῖν.
 [08253]  ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, εὐχόμενοι κατὰ τούτων δηλονότι τῶν κατ' ἄγνοιαν πλημμελούντων, καὶ ἀποστερεῖτε τῆς τοῦ θεοῦ φιλανθρωπίας τε καὶ ἀγαθότητος τὸ ὅσον ἐφ' ὑμῖν τοὺς καθ' ὧν εὔχεσθε, καὶ τοῦτο ἀδελφούς, οὐ τοὺς κατὰ πίστιν μόνον, ἀλλὰ καὶ τοὺς [7.14.86.1] προσηλύτους λέγων.
 [08301]  δοκίμους ἤτοι τοὺς εἰς πίστιν ἀφικνουμένους λέγει, ἐκλεκτικώτερον προσιόντας τῇ κυριακῇ διδασκαλίᾳ, καθάπερ τοὺς δοκίμους τραπεζίτας τὸ <ἀ>κίβδηλον νόμισμα τοῦ κυρίου ἀπὸ τοῦ παραχαράγματος διακρίνοντας, ἢ τοὺς ἐν αὐτῇ τῇ πίστει δοκίμους ἤδη γενομένους κατά τε τὸν βίον κατά τε τὴν γνῶσιν.
 [08367]  ἡ παρ' ἡμῖν δὲ τῆς ἀληθείας ἐπίγνωσις ἐκ τῶν ἤδη πιστῶν τοῖς οὔπω πιστοῖς [7.16.98.4] ἐκπορίζεται τὴν πίστιν, ἥτις οὐσία ὡς εἰπεῖν ἀποδείξεως καθίσταται.
 [08465]  αὐτίκα τὰ ἀνάγοντα μηρυκισμόν, μὴ διχηλοῦντα δέ, τοὺς Ἰουδαίους αἰνίσσεται τοὺς πολλούς, οἳ τὰ μὲν λόγια τοῦ θεοῦ ἀνὰ στόμα ἔχουσιν, τὴν δὲ πίστιν καὶ τὴν βάσιν δι' υἱοῦ πρὸς τὸν πατέρα παραπέμπουσαν οὐκ [7.18.109.4] ἔχουσιν ἐπερειδομένην τῇ ἀληθείᾳ.
 [08509]  [8.3.5.1] Ὡσαύτως δὲ καὶ τὴν ἀπόδειξιν πάντες ἄνθρωποι ὁμολογήσαιεν <ἂν> λόγον εἶναι τοῖς ἀμφισβητουμένοις ἐκ τῶν ὁμολογουμένων [8.3.5.2] ἐκπορίζοντα τὴν πίστιν.
 [08511]  κυριώτατα μὲν οὖν ἀπόδειξις λέγεται ἡ τὴν ἐπιστημονικὴν πίστιν ἐντιθεῖσα ταῖς τῶν μανθανόντων ψυχαῖς, δοξαστικὴ δὲ ἡ ἑτέρα, ὡς καὶ ἄνθρωπος ὁ μὲν ὄντως ἄνθρωπος ὁ τὰς κοινὰς φρένας κεκτημένος, ὃ δὲ ἄγριος καὶ θηριώδης.
 [08529]  ἐπὶ τὴν ἀναπόδεικτον ἄρα πίστιν ἡ πᾶσα ἀπόδειξις [8.3.7.3] ἀνάγεται.
 [08533]  [8.3.7.6] ἐὰν οὖν τις εὑρεθῇ λόγος τοιοῦτος οἷος ἐκ τῶν ἤδη πιστῶν τοῖς οὔπω πιστοῖς ἐκπορίζεσθαι τὴν πίστιν δυνάμενος, αὐτὸν τοῦτον [8.3.7.7] εἶναι φήσομεν οὐσίαν ἀποδείξεως.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»