Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πίστις [94]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πίστις


000-00-00 Serial Number=0364490509
Eclogae propheticae Ante [Go Back]  
 [00082]  τροφὴ μὲν οὖν κοσμικὴ ὁ πρότερος βίος καὶ τὰ ἁμαρ τήματα, τροφὴ δὲ θεϊκὴ πίστις, ἐλπίς, ἀγάπη, ὑπομονή, γνῶσις, [14.4] εἰρήνη, σωφροσύνη.
000-00-00 Serial Number=0971450984
Excerpta ex Theodoto Ante [Go Back]  
 [00069]  [1.9.1]πίστις οὐ μία, ἀλλὰ διάφορος.
000-00-00 Serial Number=0833369851
Fragmenta Ante [Go Back]  
 [00442]  καὶ μὴν οὐ δήποτε δεῖ παύσασθαι λέγοντας καὶ ἀκούοντας περὶ θεοῦ, πλὴν ὅσον ἐφίεται ἡ πίστις, ὥστε λέγειν περὶ αὐτοῦ τὰ λεκτὰ καὶ ἀκούειν τὰ ἀκουστά.
000-00-00 Serial Number=0386712372
Paedagogus Ante [Go Back]  
 [00067]  ἡ πίστις ἐκ περιουσίας αὐτὸς σαφῶς ὁ κύριος ὁμολογῶν καὶ λέγων αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πάλιν ὁ αὐτὸς καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας.
 [00281]  Ἔστι γοῦν, ὡς εἰπεῖν, ὁρμὴ μὲν ἡ πίστις ἐν χρόνῳ γεννωμένη, τέλος δὲ τὸ τυχεῖν τῆς ἐπαγγελίας εἰς αἰῶνας βεβαιούμενον.
 [00289]  Εἰ δὲ ἐνδεῖ τι αὐτῇ, οὐκ ἔστιν ὁλοτελὴς οὐδὲ πίστις ἐστί, σκάζουσα περί τι, οὐδὲ μετὰ τὴν ἐνθένδε ἀποδημίαν ἄλλα μένει τοὺς πεπιστευκότας, [1.6.29.3] ἀδιακρίτως ἐνταῦθα ἠρραβωνισμένους, ἐκεῖνο δὲ τῷ πιστεῦσαι ἤδη προειληφότες ἐσόμενον, μετὰ τὴν ἀνάστασιν ἀπολαμβάνομεν γενόμενον, ὅπως ἂν ἐκεῖνο πληρωθῇ τὸ λεχθὲν γενηθήτω κατὰ τὴν πίστιν σου.
 [00290]  Οὗ δὲ ἡ πίστις, ἐνταῦθα ἡ ἐπαγγελία, τελείωσις δὲ ἐπαγγελίας ἡ ἀνάπαυσις.
 [00302]  Ἡ μὲν γὰρ κατήχησις εἰς πίστιν περιάγει, πίστις δὲ ἅμα βαπτίσματι ἁγίῳ παιδεύεται πνεύματι·
 [00303]  ἐπεί, ὅτι γε μία καθολικὴ τῆς ἀνθρωπότητος σωτηρία ἡ πίστις, ἰσότης δὲ καὶ κοινωνία τοῦ δικαίου καὶ φιλανθρώπου θεοῦ ἡ αὐτὴ πρὸς πάντας, ὁ [1.6.30.3] ἀπόστολος σαφέστατα ἐξηγήσατο ὧδέ πως εἰπών·
 [00389]  Οὐ μὴν ἀλλὰ καὶ τῇδε ἐκλαμβάνουσιν ἡμῖν γάλα νοεῖσθαι τὸ κήρυγμα δύναται τὸ ἐπὶ πλεῖστον κεχυμένον, βρῶμα δὲ ἡ πίστις εἰς θεμέλιον ἐκ κατηχήσεως συνεστραμμένη, ἣ δὴ στερεμνιωτέρα τῆς ἀκοῆς ὑπάρχουσα βρώματι ἀπεικάζεται, ἐν [1.6.38.2] αὐτῇ σωματοποιουμένη τῇ ψυχῇ.
 [00392]  Τῷ γὰρ ὄντι αἷμα τῆς πίστεως ἡ ἐλπίς, ὑφ' ἧς συνέχεται, καθάπερ ὑπὸ ψυχῆς, ἡ πίστις.
 [00836]  Ὅτι λαὸς ἀπειθής ἐστιν, οἱ υἱοί, φησίν, οἷς οὐκ ἔστι πίστις.
 [02083]  εἰ γὰρ σεμνότητα ἀσκητέον, ὥσπερ οὖν, πολὺ πλέον τῇ γυναικὶ τῇ ἑαυτοῦ τὴν σεμνότητα ἐπιδεικτέον τὰς ἀσχήμονας συμπλοκὰς παραιτούμενον καὶ τῆς πρὸς τοὺς πλησίον ἁγνείας ἡ ἐχέγγυος [2.10.97.3] πίστις οἴκοθεν παραγινέσθω.
 [03102]  πίστις δὲ οὐ σοφῶν τῶν κατὰ κόσμον, ἀλλὰ τῶν κατὰ θεόν ἐστιν τὸ κτῆμα·
000-00-00 Serial Number=0746887445
Protrepticus Ante [Go Back]  
 [01019]  Ἡ πίστις εἰσάξει, ἡ πεῖρα διδάξει, ἡ γραφὴ παιδαγωγήσει δεῦτε, ὦ τέκνα, λέγουσα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς.
000-00-00 Serial Number=0293254316
Quis dives salvetur Ante [Go Back]  
 [00025]  τροφὴ δὲ αὐτῷ καὶ ποτὸν γενέσθω τεταγμένον ἡ καινὴ διαθήκη τοῦ κυρίου, γυμνάσια δὲ αἱ ἐντολαί, εὐσχημοσύνη δὲ καὶ κόσμος αἱ καλαὶ διαθέσεις, ἀγάπη, πίστις.
 [00371]  οὔτε γὰρ ἡ πίστις οὔτε ἡ ἀγάπη οὔτε ἡ καρτερία μιᾶς ἡμέρας, ἀλλ' ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
 [00394]  ὦ γλυκεῖαι θεραπεῖαι φιλούν των, ὦ μακάριοι διακονίαι θαρρούντων, ὦ πίστις εἰλικρινὴς θεὸν μόνον δεδιότων, ὦ λόγων ἀλήθεια παρὰ τοῖς ψεύσασθαι μὴ δυνα μένοις, ὦ κάλλος ἔργων παρὰ τοῖς θεῷ διακονεῖν πεπεισμένοις, πεί θειν θεόν, ἀρέσκειν θεῷ·
 [00424]  μένει δὲ τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη·
 [00427]  πίστις μὲν γὰρ ἀπέρχεται, ὅταν αὐτοψίᾳ πεισθῶμεν ἰδόντες θεόν.
000-00-00 Serial Number=0710977435
Stromata Ante [Go Back]  
 [00296]  τὰ μὲν γὰρ εὖ λεγόμενα προσίεσθαι, τὰ δὲ ἀλλότρια μὴ προσίεσθαι οὐχ ἁπλῶς ἡ πίστις, ἀλλ' ἡ περὶ τὴν [1.6.35.3] μάθησιν πίστις ἐμποιεῖ.
 [00326]  δωρεὰ γὰρ ἡ διδασκαλία τῆς θεοσεβείας, χάρις δὲ ἡ πίστις.
 [00409]  ὡς δὲ τὸ εὖ πάσχειν περιαιρεῖται, ἐὰν τὸ εὖ ποιεῖν ἀφέλωμεν, οὕτως ἡ ὑπακοὴ καὶ πίστις ἀναιρεῖται μήτε τῆς ἐντολῆς μήτε τοῦ τὴν ἐντολὴν σαφηνιοῦντος συμπαραλαμβανομένων.
 [00444]  ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς, ὁ ἀπόστολός φησιν, ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς, ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει θεοῦ.
 [01470]  αἱ δὴ ὁδοὶ σοφίας ποικίλαι ὀρθοτομεῖν ἐπὶ τὴν ὁδὸν τῆς ἀληθείας, ὁδὸς δὲ ἡ πίστις·
 [01511]  πίστις δέ, ἣν διαβάλλουσι κενὴν καὶ βάρβαρον νομίζοντες Ἕλληνες, πρόληψις ἑκούσιός ἐστι, θεοσεβείας συγκατάθεσις, ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων, κατὰ τὸν θεῖον ἀπόστολον·
 [01515]  εἰ μὲν οὖν προαίρεσίς ἐστιν, ὀρεκτική τινος οὖσα, ἡ ὄρεξις νῦν διανοητική, ἐπεὶ δὲ πράξεως ἀρχὴ ἡ προαίρεσις, πίστις εὑρίσκεται ἀρχὴ γὰρ πράξεως, θεμέλιος ἔμφρονος προαιρέσεως, [2.2.9.3] προαποδεικνύντος τινὸς αὐτῷ διὰ τῆς πίστεως τὴν ἀπόδειξιν.
 [01525]  οὐκέτ' οὖν πίστις γίνεται δι' ἀποδείξεως ὠχυρωμένη.
 [01531]  οὐκέτ' οὖν προαιρέσεως κατόρθωμα ἡ πίστις, εἰ φύσεως πλεονέκτημα, οὐδὲ ἀμοιβῆς δικαίας τεύξεται ἀναίτιος ὢν ὁ μὴ πιστεύσας, καὶ οὐκ αἴτιος ὁ πιστεύσας, πᾶσα δὲ ἡ τῆς πίστεως καὶ ἀπιστίας ἰδιότης καὶ διαφορότης οὔτ' ἐπαίνῳ οὔτε μὴν ψόγῳ ὑποπέσοι ἂν ὀρθῶς λογιζομένοις, προηγουμένην ἔχουσα τὴν ἐκ τοῦ τὰ πάντα δυνατοῦ φυσικὴν ἀνάγκην γενομένην·
 [01543]  τούτους μὲν οὖν καὶ πρὸ νόμου ἡ [2.4.13.1] πίστις δικαιώσασα κληρονόμους κατέστησε τῆς θείας ἐπαγγελίας.
 [01547]  ἀλλ' ἡ μὲν αἴσθησις ἐπιβάθρα τῆς ἐπιστήμης, ἡ πίστις δὲ διὰ τῶν αἰσθητῶν ὁδεύσασα ἀπολείπει τὴν ὑπόληψιν, πρὸς [2.4.13.4] δὲ τὰ ἀψευδῆ σπεύδει καὶ εἰς τὴν ἀλήθειαν καταμένει.
 [01558]  ἡ μὲν γὰρ ἐπιστήμη ἕξις ἀποδεικτική, ἡ πίστις δὲ χάρις ἐξ ἀναποδείκτων εἰς τὸ καθόλου ἀναβιβάζουσα τὸ ἁπλοῦν, ὃ οὔτε σὺν ὕλῃ ἐστὶν οὔτε ὕλη [2.4.15.1] οὔτε ὑπὸ ὕλης.
 [01568]  κυριώτερον οὖν τῆς ἐπιστήμης ἡ πίστις καὶ ἔστιν αὐτῆς κριτήριον.
 [01573]  πιστὴ τοίνυν ἡ γνῶσις, γνωστὴ δὲ ἡ [2.4.16.3] πίστις θείᾳ τινὶ ἀκολουθίᾳ τε καὶ ἀντακολουθίᾳ γίνεται.
 [01582]  εἰ τοίνυν ἡ πίστις οὐδὲν ἄλλο ἢ πρόληψίς ἐστι διανοίας περὶ τὰ λεγόμενα καὶ τοῦτο ὑπακοή τε εἴρηται σύνεσίς τε καὶ πειθώ, οὐ μὴ μαθήσεταί τις ἄνευ πίστεως, ἐπεὶ μηδὲ [2.4.17.4] ἄνευ προλήψεως.
 [01656]  ἐκ δὴ τούτων καταφαίνεται μεγίστη μὲν εὐχὴ τὸ εἰρήνην ἔχειν κατὰ Πλάτωνα, μεγίστη [2.5.24.1] δὲ ἀρετῶν μήτηρ ἡ πίστις.
 [01668]  ἡ μὲν γὰρ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ, φησὶν ὁ [2.6.25.2] ἀπόστολος.
 [01677]  ὥσπερ οὖν τὸ σφαιρίζειν οὐκ ἐκ τοῦ κατὰ τέχνην πέμποντος τὴν σφαῖραν ἤρτηται μόνον, ἀλλὰ καὶ τοῦ εὐρύθμως ἀποδεχομένου προσδεῖ αὐτῷ, ἵνα δὴ κατὰ νόμους τοὺς σφαιριστικοὺς τὸ γυμνάσιον ἐκτελῆται, οὕτω καὶ τὴν διδασκαλίαν ἀξιόπιστον εἶναι συμβέβηκεν, ὅταν ἡ πίστις τῶν ἀκροωμένων, τέχνη τις ὡς εἰπεῖν [2.6.26.1] ὑπάρχουσα φυσική, πρὸς μάθησιν συλλαμβάνῃ.
 [01704]  καὶ ἡ μὲν πίστις ὑπόληψις ἑκούσιος καὶ πρόληψις εὐγνώμονος πρὸ καταλήψεως, προσδοκία δὲ δόξα μέλλοντος·
 [01728]  ἡ μὲν γὰρ ἀγάπη τῇ πρὸς τὴν πίστιν φιλίᾳ τοὺς πιστοὺς ποιεῖ, ἡ δὲ πίστις ἕδρασμα ἀγάπης ἀντεπάγουσα τὴν εὐποιίαν, ὅτε καὶ <ὁ> τοῦ νόμου παιδαγωγὸς φόβος ἀφ' ὧν [2.6.30.4] πιστεύεται, καὶ φόβος εἶναι πιστεύεται.
 [01731]  καὶ δὴ ἡ πρώτη πρὸς σωτηρίαν νεῦσις ἡ πίστις ἡμῖν ἀναφαίνεται, μεθ' ἣν φόβος τε καὶ ἐλπὶς καὶ μετάνοια σύν τε ἐγκρατείᾳ καὶ ὑπομονῇ προκόπτουσαι ἄγουσιν ἡμᾶς [2.6.31.2] ἐπί τε ἀγάπην ἐπί τε γνῶσιν.
 [01863]  [2.9.45.1] Ὡς μὲν οὖν ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί, τί χρὴ λέγειν, ἐπιδεδειγμένου ἤδη ὡς πίστις μὲν ἐπὶ μετανοίᾳ ἐλπίδι τε, εὐλάβεια δὲ ἐπὶ πίστει, καὶ ἡ ἐν τούτοις ἐπιμονή τε καὶ ἄσκησις ἅμα μαθήσει [2.9.45.2] συμπεραιοῦται εἰς ἀγάπην, ἣ δὲ τῇ γνώσει τελειοῦται;
 [01899]  καὶ ἡ [2.11.49.1] πίστις δύναμίς τις τοῦ θεοῦ, ἰσχὺς οὖσα τῆς ἀληθείας.
 [01921]  πίστις δὲ καὶ γνῶσις καὶ εἰρήνη ἡ τρυφή, ἧς ὁ παρακούσας ἐκβάλλεται, ὁ δὲ οἰη σίσοφος τὴν ἀρχὴν οὐδὲ ἐπαΐειν βούλεται τῶν θείων ἐντολῶν, ἀλλ' οἷον αὐτομαθὴς ἀφηνιάσας εἰς σάλον κυμαινόμενον ἑκὼν μεθίσταται, εἰς τὰ θνητά τε καὶ γεννητὰ καταβαίνων ἐκ τῆς τοῦ ἀγεννήτου [2.11.51.6] γνώσεως, ἄλλοτε ἀλλοῖα δοξάζων.
 [01928]  ἡ πίστις οὖν ἥ τε γνῶσις τῆς ἀληθείας αἰεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν [2.11.52.4] κατασκευάζουσι τὴν ἑλομένην αὐτὰς ψυχήν.
 [01942]  ὡς οὖν αἱ ἡμέραι μόριον βίου τοῦ κατ' ἐπανάβασιν, οὕτω καὶ ὁ φόβος τῆς ἀγάπης ἀρχή, κατὰ [2.12.53.4] παραύξησιν πίστις γινόμενος, εἶτα ἀγάπη·
 [01947]  πίστις δὲ ἰσχὺς εἰς σωτηρίαν καὶ [2.12.54.1] δύναμις εἰς ζωὴν αἰώνιον.
 [01955]  ἣ δ' οὐδὲν ἄλλο ἢ πίστις εἴη ἄν, ἥ τε ἀπιστία, ἀπόστασις οὖσα τῆς πίστεως, δυνατὴν δείκνυσι τὴν συγκατάθεσίν τε καὶ πίστιν·
 [01958]  ἡ τοίνυν συνέχουσα τὴν ἐκκλησίαν, ὥς φησιν ὁ Ποιμήν, ἀρετὴ ἡ πίστις ἐστί, δι' ἧς σῴζονται οἱ ἐκλεκτοὶ τοῦ θεοῦ·
 [01963]  προηγεῖται μὲν πίστις, φόβος δὲ οἰκοδομεῖ, τελειοῖ δὲ ἡ ἀγάπη.
 [01972]  ἐπὶ γὰρ τῇ πρώτῃ καὶ μόνῃ μετανοίᾳ τῶν ἁμαρτιῶν (αὕτη ἂν εἴη τῶν προϋπαρξάντων κατὰ τὸν ἐθνικὸν καὶ πρῶτον βίον, τὸν ἐν ἀγνοίᾳ λέγω) αὐτίκα τοῖς κληθεῖσι πρόκειται μετάνοια ἡ καθαίρουσα τὸν τόπον τῆς ψυχῆς ἀπὸ τῶν [2.13.56.2] πλημμελημάτων, ἵνα ἡ πίστις θεμελιωθῇ.
 [02354]  ταύτην κτήσεται τὴν ὑπομονὴν ὁ γνωστικὸς ᾗ γνωστικός, εὐλογήσει πειραζόμενος ὡς ὁ γενναῖος [2.20.104.1] Ἰώβ, ὡς Ἰωνᾶς εὔξεται καταπινόμενος ὑπὸ κήτους, καὶ ἡ πίστις αὐτὸν ἀποκαταστήσει Νινευίταις προφητεύοντα·
 [02600]  ἐν γὰρ Χριστῷ οὔτε περιτομή τι ἰσχύει οὔτε [2.22.136.2] ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη.
 [03592]  [4.3.8.2] Πολλὰ ἀπιστία δέδρακεν ἀγαθὰ <καὶ> πίστις κακά.
 [03934]  [4.7.54.1] Πρόκειται δὲ τοῖς εἰς τελείωσιν σπεύδουσιν ἡ γνῶσις ἡ λογική, ἧς θεμέλιος ἡ ἁγία τριάς, πίστις, ἐλπίς, ἀγάπη·
 [03987]  ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἐγκράτεια, ἀγαθωσύνη, πίστις, πραότης.
 [04116]  ἀλλὰ γὰρ ἡ ἡμετέρα πίστις, φῶς οὖσα τοῦ [4.11.80.4] κόσμου, ἐλέγχει τὴν ἀπιστίαν.
 [04147]  εἰ δὲ τὸ μαρτύριον ἀνταπόδοσις διὰ κολάσεως, καὶ ἡ πίστις καὶ ἡ διδασκαλία, δι' ἃς τὸ μαρτύριον·
 [04150]  ποῦ ἔτι ἡ πίστις κατὰ ἀνταπόδοσιν τῶν προημαρτημένων τοῦ μαρτυρίου γινομένου, ποῦ δὲ ἡ ἀγάπη ἡ πρὸς τὸν θεὸν διὰ τὴν ἀλήθειαν διωκομένη καὶ ὑπομέ νουσα, ποῦ δὲ ἔπαινος ὁμολογήσαντος ἢ ψόγος ἀρνησαμένου, εἰς τί δὲ ἔτι χρησίμη ἡ πολιτεία ἡ ὀρθή, τὸ νεκρῶσαι τὰς ἐπιθυμίας καὶ [4.12.86.1] μηδὲν τῶν κτισμάτων μισεῖν;
 [04347]  ταῦτα δὲ πάντα βεβαιοῖ ἡ ἐν Χριστῷ πίστις·
 [04508]  ᾧ μὲν γὰρ δίδοται διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διάκρισις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·
 [04518]  ἡ γὰρ εἰς Χριστὸν πίστις καὶ ἡ τοῦ εὐαγγελίου [4.21.134.4] γνῶσις ἐξήγησίς ἐστι καὶ τοῦ νόμου πλήρωσις.
 [04690]  τέλειος δ', οἶμαι, καθαρισμὸς ἡ διὰ νόμου καὶ προφητῶν εἰς τὸ εὐαγγέλιον πίστις·
 [04795]  ἤδη δὲ οὔτε ἡ γνῶσις ἄνευ πίστεως οὔθ' ἡ πίστις ἄνευ γνώσεως, οὐ μὴν οὐδὲ ὁ πατὴρ ἄνευ υἱοῦ·
 [04804]  πίστις δὲ ὦτα ψυχῆς, καὶ ταύτην αἰνίσσεται τὴν πίστιν ὁ κύριος λέγων ὁ ἔχων ὦτα [5.1.2.2] ἀκούειν ἀκουέτω, ἵνα δὴ πιστεύσας συνῇ ἃ λέγει, ὡς λέγει.
 [04813]  ἡ μὲν γὰρ κοινὴ πίστις καθάπερ θεμέλιος ὑπόκειται (τοῖς γοῦν θεραπευθῆναι ποθοῦσιν ὁ κύριος πιστῶς κινουμένοις [5.1.2.6] ἐπέλεγεν·
 [04814]  ἡ πίστις σου σέσωκέν σε·), ἡ δὲ ἐξαίρετος ἐποικοδομουμένη συντελειοῦται τῷ πιστῷ καὶ συναπαρτίζεται αὐτῇ ἡ ἐκ μαθήσεως περιγινομένη καὶ τοῦ λόγου τὰς ἐντολὰς ἐπιτελεῖν, ὁποῖοι ἦσαν οἱ ἀπόστολοι, ἐφ' ὧν τὴν πίστιν ὄρη μετατιθέναι καὶ δένδρα [5.1.3.1] μεταφυτεύειν δύνασθαι εἴρηται.
 [04837]  εἰ τοίνυν ἡ τοῦ ζητεῖν αἰτία κατὰ πάντας τοὺς τρόπους ἀναιρεῖται, πίστις ἐμπεδοῦται·
 [04886]  [5.1.9.2] διὰ τοῦτο καὶ ὁ ἀπόστολος παρακαλεῖ, ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων τῶν πείθειν ἐπαγγελλομένων, ἀλλ' ἐν δυνάμει θεοῦ, τῇ μόνῃ καὶ ἄνευ τῶν ἀποδείξεων διὰ ψιλῆς τῆς πίστεως [5.1.9.3] σῴζειν δυναμένῃ.
 [04972]  [5.3.17.6] οὐ γὰρ πάντων ἡ πίστις.
 [05347]  ἠμὲν Ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ, ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής.
 [05352]  ὥστε ἄλλα μὲν τὰ μυστήρια τὰ ἀποκεκρυμμένα ἄχρι τῶν ἀποστόλων καὶ ὑπ' αὐτῶν παραδοθέντα ὡς ἀπὸ τοῦ κυρίου παρειλήφασιν (ἀποκεκρυμμένα δὲ ἐν τῇ παλαιᾷ διαθήκῃ), ἃ νῦν ἐφανερώθη τοῖς ἁγίοις, ἄλλο δὲ τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τοῦ ἐν τοῖς ἔθνεσιν, ὅ ἐστιν ἡ πίστις καὶ ἡ [5.10.61.2] ἐλπὶς ἡ εἰς Χριστόν, ὃν ἀλλαχῇ θεμέλιον εἴρηκεν.
 [05593]  [5.13.86.1] Ἤδη δὲ ἡ πίστις εἰ καὶ ἑκούσιος τῆς ψυχῆς συγκατάθεσις, ἀλλὰ [5.13.86.2] ἐργάτις ἀγαθῶν καὶ δικαιοπραγίας θεμέλιος.
 [06554]  τοῖς μὲν γὰρ κατὰ νόμον δικαίοις ἔλειπεν ἡ πίστις, διὸ καὶ τούτους ἰώμενος ὁ κύριος ἔλεγεν·
 [06555]  ἡ πίστις σου σέσωκέν σε·
 [06556]  τοῖς δὲ κατὰ φιλοσοφίαν δικαίοις οὐχ ἡ πίστις μόνον ἡ εἰς τὸν κύριον, ἀλλὰ καὶ τὸ ἀποστῆναι [6.6.44.5] τῆς εἰδωλολατρείας ἔδει.
 [06573]  εἰ δὲ Ἰουδαίους μόνον εὐηγγελίσατο, οἷς ἔλειπεν ἡ διὰ τοῦ σωτῆρος ἐπίγνωσίς τε καὶ πίστις, δῆλόν που ὡς ἄρα ἀπροσωπολήπτου ὄντος τοῦ θεοῦ καὶ οἱ ἀπόστολοι, καθάπερ ἐνταῦθα, οὕτως κἀκεῖ τοὺς ἐξ ἐθνῶν ἐπιτηδείους εἰς ἐπιστροφὴν [6.6.46.5] εὐηγγελίσαντο, καὶ καλῶς εἴρηται τῷ Ποιμένι·
 [06745]  αὐτίκα γὰρ τολμῶμεν φάναι (ἐνταῦθα γὰρ ἡ πίστις ἡ γνωστική) πάντων ἐπιστήμονα εἶναι καὶ πάντων περιληπτικόν, βεβαίᾳ καταλήψει κεχρημένον καὶ ἐπὶ τῶν ἡμῖν ἀπόρων, τὸν τῷ ὄντι γνωστικόν, ὁποῖος ἦν [6.8.68.3] Ἰάκωβος, Πέτρος, Ἰωάννης, Παῦλος καὶ οἱ λοιποὶ ἀπόστολοι.
 [06759]  γίνεται τοίνυν αὕτη ἡ πίστις ἀπόδειξις βεβαία, ἐπεὶ [6.8.70.4] τοῖς ὑπὸ τοῦ θεοῦ παραδοθεῖσιν ἀλήθεια ἕπεται.
 [06818]  εἰ δὲ τοιαύτη παρ' αὐτοῖς ἐστιν ἡ πίστις (οὐ γὰρ ἂν γνῶσιν εἴποιμι), ἵνα λυθῇ πιθανολογίᾳ, λυθήτω, διὰ τούτου μάλιστα ὁμολογούντων οὐχ ἕξειν τὴν ἀλήθειαν·
 [07015]  ὥστε ὅταν ἀκούσωμεν ἡ πίστις σου σέσωκέν σε, οὐχ ἁπλῶς τοὺς ὁπωσοῦν πιστεύσαντας σωθήσεσθαι [6.14.108.5] λέγειν αὐτὸν ἐκδεχόμεθα, ἐὰν μὴ καὶ τὰ ἔργα ἐπακολουθήσῃ.
 [07016]  αὐτίκα Ἰουδαίοις μόνοις ταύτην ἔλεγε τὴν φωνὴν τοῖς νομικῶς καὶ ἀνεπιλήπτως βεβιωκόσιν, οἷς μόνον ἡ εἰς τὸν κύριον ὑπελείπετο πίστις.
 [07371]  πολυμερὴς δὲ οὖσα ἡ φρόνησις, δι' ὅλου τεταμένη τοῦ κόσμου διά τε τῶν ἀνθρωπίνων ἁπάντων, καθ' ἕκαστον αὐτῶν μεταβάλλει τὴν προσηγορίαν, καὶ ἐπειδὰν μὲν ἐπιβάλλῃ τοῖς πρώτοις αἰτίοις, νόησις καλεῖται, ὅταν δὲ ταύτην ἀποδεικτικῷ λόγῳ βεβαιώσηται, γνῶσίς τε καὶ σοφία καὶ ἐπιστήμη ὀνομάζεται, ἐν δὲ τοῖς εἰς εὐλάβειαν συντείνουσι γινομένη καὶ ἄνευ θεωρίας παραδεξαμένη τὸν ἀρχικὸν λόγον κατὰ τὴν ἐν αὐτῇ ἐξεργασίας τήρησιν πίστις λέγεται, κἀν τοῖς αἰσθητοῖς πιστωσαμένη τό γε δοκοῦν, ὡς ἐν τούτοις, ἀληθέστατον, δόξα ὀρθή, ἔν τε αὖ ταῖς μετὰ χειρουργίας πράξεσι τέχνη, ὅπου δ' ἄνευ θεωρίας τῶν πρώτων αἰτίων τηρήσει τῶν ὁμοίων καὶ μεταβάσει ποιήσει τινὰ [6.17.155.4] ὁρμὴν καὶ σύστασιν, ἐμπειρία προσαγορεύεται.
 [07536]  κοινὴ γὰρ ἡ πίστις τῶν [7.2.8.2] ἑλομένων.
 [07828]  [7.7.41.8] καίτοι καὶ ἡ πίστις τοῦ λήψεσθαι εἶδος εὐχῆς ἐναποκειμένης [7.7.42.1] γνωστικῶς.
 [07951]  διὰ ταύτης γὰρ τελειοῦται ἡ πίστις, ὡς τελείου τοῦ πιστοῦ ταύτῃ μόνως γιγνομένου.
 [07952]  πίστις μὲν οὖν ἐνδιάθετόν τί ἐστιν ἀγαθόν, καὶ ἄνευ τοῦ ζητεῖν τὸν θεὸν [7.10.55.3] ὁμολογοῦσα εἶναι τοῦτον καὶ δοξάζουσα ὡς ὄντα.
 [07958]  καὶ τὰ μὲν ἄκρα οὐ διδάσκεται, ἥ τε ἀρχὴ καὶ τὸ τέλος, πίστις λέγω καὶ ἡ ἀγάπη, ἡ γνῶσις δὲ ἐκ παραδόσεως διαδιδομένη κατὰ χάριν θεοῦ τοῖς ἀξίους σφᾶς αὐτοὺς τῆς διδασκαλίας παρεχομένοις οἷον παρακαταθήκη ἐγχειρίζεται, ἀφ' ἧς τὸ τῆς ἀγάπης ἀξίωμα ἐκλάμπει ἐκ φωτὸς εἰς [7.10.55.7] φῶς.
 [07969]  ἡ μὲν οὖν πίστις σύντομός ἐστιν, ὡς εἰπεῖν, τῶν κατεπειγόντων γνῶσις, ἡ γνῶσις δὲ ἀπόδειξις τῶν διὰ πίστεως παρειλημμένων ἰσχυρὰ καὶ βέβαιος, διὰ τῆς κυριακῆς διδασκαλίας ἐποικοδομουμένη τῇ πίστει εἰς τὸ ἀμετάπτωτον καὶ μετ' ἐπιστήμης [7.10.57.4] καὶ καταληπτὸν παραπέμπουσα.
 [08022]  ἆρ' οὐ πρόδηλος ἦν ἡ πίστις αὐτοῖς τῆς μετὰ θάνατον ἐλπίδος τοῖς καὶ ἐν αὐταῖς τῶν κολάσεων ταῖς ἀκμαῖς εὐχαριστοῦσι τῷ θεῷ;
 [08152]  πίστις μὲν γὰρ ἐν τῷ τὰ αὐτὰ αἱρεῖσθαι, γνῶσις δὲ ἐν τῷ τὰ αὐτὰ μεμαθηκέναι καὶ φρονεῖν, ἐλπὶς δὲ ἐν τῷ τὰ αὐτὰ ποθεῖν.
 [08502]  [8.2.4.1] Εἰ δ' οὐκ ἀρκεῖ τοῦτο μόνον ἁπλῶς εἰπεῖν περὶ τοῦ ζητουμένου τὸ δόξαν (ἔξεστι γὰρ καὶ τὸν ἀντικαθιστάμενον ἐπ' ἴσης ἀνταποφήνασθαι ὃ βούλεται), ἀλλὰ πιστώσασθαι χρὴ τὸ λεχθέν, εἰ μὲν εἰς ὁμοίως ἀμφισβητούμενον ἀναφέροιτο αὐτοῦ ἡ κρίσις κἀκείνου πάλιν ὁμοίως εἰς ἀμφισβητούμενον ἕτερον, εἰς ἄπειρον προβήσεται καὶ ἀναπόδεικτον ἔσται, εἰ δ' εἰς ὁμολογούμενον ἅπασιν ἡ τοῦ <μὴ> ὁμολο γουμένου πίστις ἀναφέροιτο, ἐκεῖνο τὴν ἀρχὴν τῆς διδασκαλίας [8.2.4.2] ποιητέον.
 [08510]  οὐ μόνον δὲ ἀπόδειξις καὶ πίστις καὶ γνῶσις, ἀλλὰ καὶ πρόγνωσις λέγεται διχῶς, ἣ μὲν ἐπιστημονική τε καὶ βεβαία, [8.3.5.3] ἄλλη δὲ μόνον ἐλπιστική.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»