Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παιδίον [29]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παιδίον


000-00-00 Serial Number=0411114037
Excerpta ex Theodoto Ante [Go Back]  
 [00403]  Τὸ δὲ παιδίον ηὔξανεν καὶ προέκοπτεν ἐν Σοφίᾳ.
000-00-00 Serial Number=0895362139
Paedagogus Ante [Go Back]  
 [00135]  Ἐμφαντικώτερον δ' οὖν ἡμῖν ἀποκαλύπτων ὁ κύριος τὸ σημαινόμενον ἐκ τῆς παιδίον προσηγορίας γενομένης ζητήσεως ἐν τοῖς ἀποστόλοις, ὅστις αὐτῶν εἴη μείζων, ἔστησεν ὁ Ἰησοῦς ἐν μέσῳ παιδίον εἰπών·
 [00136]  ὃς ἐὰν ἑαυτὸν ταπεινώσῃ ὡς τὸ παιδίον τοῦτο, οὗτος [1.5.16.2] μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
 [00182]  ὡς γὰρ οἱ πατέρες καὶ αἱ μητέρες ἥδιον ὁρῶσιν τῶν μὲν ἵππων τοὺς πώλους, τῶν δὲ βοῶν τὰ μικρὰ μοσχάρια καὶ λέοντος σκύμνον καὶ ἐλάφου νεβρὸν καὶ ἀνθρώπου παιδίον, οὕτως καὶ τῶν ὅλων ὁ πατὴρ τοὺς εἰς αὐτὸν καταπεφευγότας προσίεται καὶ ἀναγεννήσας πνεύματι εἰς υἱοθεσίαν ἠπίους οἶδεν καὶ φιλεῖ τούτους μόνους καὶ βοηθεῖ καὶ ὑπερμαχεῖ καὶ διὰ τοῦτο ὀνομάζει παιδίον.
 [00205]  Τὸν κύριον αὐτὸν ὀνομάζει παιδίον, τοῦτο διὰ Ἡσαΐου θεσπίζον, τὸ πνεῦμα·
 [00206]  ἰδοὺ παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ἐκλήθη [1.5.24.2] τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος.
 [00207]  Τί οὖν τὸ παιδίον τὸ νήπιον, οὗ κατ' εἰκόνα ἡμεῖς οἱ νήπιοι;
 [00408]  Ταύτῃ τοίνυν περὶ τὴν ἀποκύησιν οἰκονομούμενον τῷ βρέφει τὸ γάλα χορηγεῖται, καὶ οἱ μαστοί, οἱ τέως τὸν ἄνδρα περιβλεπόμενοι ὀρθοί, ἤδη κατανεύουσι πρὸς τὸ παιδίον, τὴν ὑπὸ τῆς φύσεως πεπονημένην εὔληπτον παρέχειν διδασκόμενοι τροφὴν εἰς ἀνατροφὴν σωτηρίας·
 [00418]  [1.6.42.2] ∆ιὸ οὐκ ἔσχε γάλα, ὅτι γάλα ἦν τὸ παιδίον τοῦτο καλὸν καὶ οἰκεῖον, τὸ σῶμα τοῦ Χριστοῦ, τὴν νεολαίαν ὑποτροφοῦσα τῷ λόγῳ, ἣν αὐτὸς ἐκύησεν ὁ κύριος ὠδῖνι σαρκικῇ, ἣν αὐτὸς [1.6.42.3] ἐσπαργάνωσεν ὁ κύριος αἵματι τιμίῳ.
 [00485]  Ἀλλὰ καὶ μετὰ τὴν ἀποκύησιν αὖθις ἐκτρέφεται τὸ παιδίον αἵματι τῷ αὐτῷ·
 [00534]  Ὅνπερ οὖν τρόπον ὁ κυβερνήτης οὐκ αἰεὶ τοῖς ἀνέμοις ὑπείκει, ἀντίπρῳρος δὲ ἔσθ' ὅτε ὅλαις ἀνθίσταται καταιγίσιν, οὕτως ὁ παιδαγωγὸς οὐχὶ τοῖς ἐν τῷ κόσμῳ τῷδε καταπνέουσιν ἀνέμοις ὑπείκει ποτὲ οὐδὲ ἐπιτρέπει αὐτοῖς τὸ παιδίον, ὥσπερ σκάφος, εἰς θηριώδη καὶ ἀσελγῆ προσρῆξαι δίαιταν, μόνῳ δὲ ἄρα τῷ ἀληθείας πνεύματι ἔπουρος ἀρθεὶς ἀντέχεται μάλα ἐρρωμένως τῶν οἰάκων τοῦ παιδός, τῶν ὤτων λέγω, ἕως ἂν ἀβλαβὲς καθορμίσῃ τὸ παιδίον εἰς τὸν λιμένα τῶν οὐρανῶν·
 [02544]  * * * μὴ θίγῃς ἡνιῶν, παιδίον, ἄπειρος ὤν, μηδὲ ἀναβῇς τὸν δίφρον ἐλαύνειν μὴ μαθών·
 [02696]  παιδίον δὲ οὐδὲ προσίενται ὀρφανὸν αἱ τοὺς ψιττακοὺς καὶ τοὺς χαραδριοὺς ἐκτρέφουσαι, ἀλλὰ τὰ μὲν οἴκοι κυϊσκόμενα ἐκτιθέασι παιδία, τοὺς δὲ τῶν ὀρνίθων ὑπολαμβάνουσι νεοττούς·
 [03176]  Ἄκουε, φησίν, ὦ παιδίον καλῶς παιδαγωγούμενον, τὰ κεφάλαια τῆς σωτηρίας, γυμνώσω γὰρ τὸ ἦθος τὸ ἐμαυτοῦ, καί σοι ταύτας τὰς καλὰς ἐντολὰς ὑποθήσομαι, δι' ὧν ἀφίξῃ πρὸς σωτηρίαν.
 [03179]  Ἕπου τοίνυν, ὦ παιδίον, τὴν ἀγαθὴν ὁδόν, ἣν ἄν σοι ἐξηγήσωμαι, τὰ ὦτά μοι ὑποσχὼν τὰ ἀκουστικά, καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἔθνεσιν, ἡμῖν δὲ ὁρατούς·
 [03329]  τὸ καλὸν τῆς ἐκκλησίας πληρώσωμεν πρόσωπον καὶ πρὸς τὴν ἀγαθὴν προσδράμωμεν οἱ νήπιοι μητέρα, κἂν ἀκροαταὶ τοῦ λόγου γενώμεθα, τὴν μακαρίαν δοξάζωμεν οἰκονομίαν, δι' ἣν παιδαγωγεῖται μὲν ὁ ἄνθρωπος, ἁγιάζεται δὲ ὡς θεοῦ παιδίον, καὶ πολιτεύεται μὲν ἐν οὐρανοῖς ἐπὶ γῆς παιδαγωγούμενος, πατέρα δὲ ἐκεῖ λαμβάνει, ὃν ἐπὶ γῆς [3.12.99.2] μανθάνει.
000-00-00 Serial Number=0182791173
Protrepticus Ante [Go Back]  
 [00230]  ἀθέους δὲ εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα θεὸν ἠγνοήκασιν, παιδίον δὲ ὑπὸ Τιτάνων διασπώμενον καὶ γύναιον πενθοῦν καὶ μόρια ἄρρητα ὡς ἀληθῶς ὑπ' αἰσχύνης ἀναισχύντως σέβουσιν, διττῇ ἐνεσχημένοι τῇ ἀθεότητι, προτέρᾳ μέν, καθ' ἣν ἀγνοοῦσι τὸν θεόν, τὸν ὄντα ὄντως μὴ γνωρίζοντες θεόν, ἑτέρᾳ δὲ καὶ δευτέρᾳ ταύτῃ πλάνῃ τοὺς οὐκ ὄντας ὡς ὄντας νομίζοντες καὶ θεοὺς τούτους ὀνομάζοντες τοὺς οὐκ ὄντως ὄντας, μᾶλλον δὲ οὐδὲ ὄντας, μόνου δὲ τοῦ ὀνόματος τετυχη [2.23.2] κότας.
 [00357]  Νεμέασι δὲ ἄλλο παιδίον Ἀρχέμορος κεκήδευται καὶ τοῦ παιδίου ὁ ἐπιτάφιος προσαγορεύεται Νέμεα·
 [01073]  γῆν σοι δίδωμι καὶ θάλατταν, παιδίον, οὐρανόν τε καὶ τὰ ἐν αὐτοῖς πάντα ζῷά σοι χαρίζομαι·
 [01074]  μόνον, ὦ παιδίον, δίψησον τοῦ πατρός, ἀμισθεί σοι δειχθήσεται ὁ θεός·
 [01077]  Ἀργυρίῳ μὲν ὠνήσεται ὁ νόθος, ἀπωλείας ἐστὶ παιδίον, ὃς μαμωνᾷ δουλεύειν προῄρηται, σοὶ δὲ τὰ σὰ ἐπιτρέπει, τῷ γνησίῳ λέγω, τῷ φιλοῦντι τὸν πατέρα, δι' ὃν ἔτι ἐργάζεται, ᾧ μόνῳ καὶ ὑπισχνεῖται λέγων·
 [01258]  Ὁ πρῶτος ὅτε ἐν παραδείσῳ ἔπαιζε λελυμένος, ἔτι παιδίον ἦν τοῦ θεοῦ·
000-00-00 Serial Number=0037484050
Stromata Ante [Go Back]  
 [01246]  τὴν δὲ ἄλλην ἐγκύκλιον παιδείαν Ἕλληνες ἐδίδασκον ἐν Αἰγύπτῳ, ὡς ἂν βασιλικὸν παιδίον, ᾗ φησι Φίλων ἐν [1.23.153.3] τῷ Μωυσέως βίῳ, προσεμάνθανε δὲ τὰ Ἀσσυρίων γράμματα καὶ τὴν τῶν οὐρανίων ἐπιστήμην παρά τε Χαλδαίων παρά τε Αἰγυπτίων, ὅθεν ἐν ταῖς Πράξεσι πᾶσαν σοφίαν Αἰγυπτίων πεπαιδεῦσθαι [1.23.153.4] φέρεται.
 [03485]  λεγέτωσαν ἡμῖν ποῦ ἐπόρνευσεν τὸ γεννηθὲν παιδίον, ἢ πῶς ὑπὸ τὴν τοῦ [3.16.100.6] Ἀδὰμ ὑποπέπτωκεν ἀρὰν τὸ μηθὲν ἐνεργῆσαν.
 [03961]  [4.8.58.3] ἔξεστι γὰρ τῷ καθ' ἡμᾶς πολιτευομένῳ καὶ ἄνευ γραμμάτων φιλοσοφεῖν, κἂν βάρβαρος ᾖ κἂν Ἕλλην κἂν δοῦλος κἂν γέρων κἂν παιδίον [4.8.58.4] κἂν γυνή·
 [05182]  ναὶ μὴν καὶ ἐν ∆ιοσπόλει τῆς Αἰγύπτου ἐπὶ τοῦ ἱεροῦ καλουμένου πυλῶνος διατετύπωται παιδίον μὲν γενέσεως σύμβολον, φθορᾶς δὲ ὁ γέρων, θεοῦ τε αὖ ὁ ἱέραξ, ὡς ὁ ἰχθὺς μίσους, καὶ κατ' ἄλλο πάλιν [5.7.42.1] σημαινόμενον ὁ κροκόδειλος ἀναιδείας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»