[00012]
|
ὃ μὲν γὰρ ἐν τοῖς δογματικοῖς δηλωτικὸς καὶ ἀποκαλυπτικός, ὁ διδασκαλικός, πρακτικὸς δὲ ὢν ὁ παιδαγωγὸς πρότερον μὲν εἰς διάθεσιν ἠθοποιίας προὐτρέψατο, ἤδη δὲ καὶ εἰς τὴν τῶν δεόντων ἐνέργειαν παρακαλεῖ, τὰς ὑποθήκας τὰς ἀκηράτους παρεγγυῶν καὶ τῶν πεπλανημένων πρότερον τοῖς ὕστερον ἐπιδεικνὺς τὰς εἰκόνας.
|
[00020]
|
[1.2.t.1] Ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ὁ παιδαγωγὸς ἐπιστατεῖ.
|
[00021]
|
Ἔοικεν δὲ ὁ παιδαγωγὸς ἡμῶν, ὦ παῖδες ὑμεῖς, τῷ πατρὶ τῷ αὑτοῦ τῷ θεῷ, οὗπέρ ἐστιν υἱός, ἀναμάρτητος, ἀνεπίληπτος καὶ ἀπαθὴς τὴν ψυχήν, θεὸς ἐν ἀνθρώπου σχήματι ἄχραντος, πατρικῷ θελήματι διάκονος, λόγος θεός, ὁ ἐν τῷ πατρί, ὁ ἐκ [1.2.4.2] δεξιῶν τοῦ πατρός, σὺν καὶ τῷ σχήματι θεός·
|
[00036]
|
Οὗ δὴ χάριν ὁ λόγος ὁ παιδαγωγὸς τὴν ἐπιστασίαν εἴληχεν εἰς τὴν ἀλόγου κώλυσιν [1.2.5.3] ἁμαρτίας.
|
[00040]
|
[1.2.6.1] Ἔστιν οὖν ὁ παιδαγωγὸς ἡμῶν λόγος διὰ παραινέσεων θεραπευτικὸς τῶν παρὰ φύσιν τῆς ψυχῆς παθῶν.
|
[00068]
|
[1.3.8.3] Τί μὲν οὖν ὁ παιδαγωγὸς βούλεται καὶ τί ἐπαγγέλλεται, ἐν ἔργῳ καὶ λόγῳ διακείμενος καὶ ὑπαγορεύσει μὲν τῶν πρακτέων, ἀπαγορεύσει δὲ τῶν ἐναντίων, ἤδη που δῆλον.
|
[00078]
|
Εἰ γὰρ ἀμφοῖν ὁ θεὸς εἷς, εἷς δὲ καὶ ὁ παιδαγωγὸς ἀμφοῖν.
|
[00305]
|
ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·
|
[00323]
|
νηπίους ἡμᾶς ὁ παιδαγωγὸς καὶ διδάσκαλος ἀποκαλῶν τοὺς τῶν ἐν κόσμῳ σοφῶν ἐπιτηδειοτέρους εἰς [1.6.32.3] σωτηρίαν, οἳ σοφοὺς σφᾶς ἡγούμενοι τετύφωνται.
|
[00420]
|
ὁ λόγος τὰ πάντα τῷ νηπίῳ, καὶ πατὴρ καὶ μήτηρ καὶ παιδαγωγὸς καὶ τροφεύς.
|
[00523]
|
Ἔσθ' ὅτε οὖν ποιμένα ἑαυτὸν καλεῖ καὶ λέγει ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, κατὰ μεταφορὰν ἀπὸ τῶν ποιμένων τῶν καθηγουμένων τοῖς προβάτοις ὁ καθηγούμενος τῶν παιδίων παιδαγωγὸς νοούμενος, ὁ τῶν νηπίων κηδεμονικὸς ποιμήν·
|
[00532]
|
Ὥσπερ οὖν κατευθύνει τὴν φάλαγγα ὁ στρατηγὸς τῆς σωτηρίας τῶν μισθοφόρων προμηθούμενος, καὶ ὡς ὁ κυβερνήτης οἰακίζει τὸ σκάφος σῴζειν προαιρούμενος τοὺς ἐμπλέοντας, οὕτως καὶ ὁ παιδαγωγὸς ἄγει τοὺς παῖδας ἐπὶ τὴν σωτήριον δίαιταν τῆς ἡμῶν αὐτῶν ἕνεκεν κηδεμονίας·
|
[00534]
|
Ὅνπερ οὖν τρόπον ὁ κυβερνήτης οὐκ αἰεὶ τοῖς ἀνέμοις ὑπείκει, ἀντίπρῳρος δὲ ἔσθ' ὅτε ὅλαις ἀνθίσταται καταιγίσιν, οὕτως ὁ παιδαγωγὸς οὐχὶ τοῖς ἐν τῷ κόσμῳ τῷδε καταπνέουσιν ἀνέμοις ὑπείκει ποτὲ οὐδὲ ἐπιτρέπει αὐτοῖς τὸ παιδίον, ὥσπερ σκάφος, εἰς θηριώδη καὶ ἀσελγῆ προσρῆξαι δίαιταν, μόνῳ δὲ ἄρα τῷ ἀληθείας πνεύματι ἔπουρος ἀρθεὶς ἀντέχεται μάλα ἐρρωμένως τῶν οἰάκων τοῦ παιδός, τῶν ὤτων λέγω, ἕως ἂν ἀβλαβὲς καθορμίσῃ τὸ παιδίον εἰς τὸν λιμένα τῶν οὐρανῶν·
|
[00538]
|
Ἀλκιβιάδου δὲ τὴν πορνείαν ὁ Θρᾷξ ἐπισχεῖν οὐκ ἴσχυσεν Ζώπυρος, ἀλλ' ὠνητὸν ἀνδράποδον ὁ Ζώπυρος ἦν, καὶ τῶν Θεμιστοκλέους παίδων ὁ παιδαγωγὸς Σίκιννος οἰκέτης ῥᾴθυμος ἦν·
|
[00542]
|
Ὁ δὲ ἡμέτερος παιδαγωγὸς ἅγιος θεὸς Ἰησοῦς, ὁ πάσης τῆς ἀνθρωπότητος καθηγεμὼν λόγος, αὐτὸς ὁ φιλάνθρωπος [1.7.56.1] θεός ἐστι παιδαγωγός.
|
[00559]
|
Τοῦ δὲ Ἰακὼβ [1.7.56.4] ἐναργέστατα παιδαγωγὸς εἶναι φαίνεται.
|
[00566]
|
Ὅτι δὲ ὁ λόγος ἦν ὁ ἀλείπτης ἅμα τῷ Ἰακὼβ καὶ παιδαγωγὸς τῆς ἀνθρωπότητος, ἠρώτησεν, φησίν, αὐτὸν καὶ εἶπεν αὐτῷ·
|
[00583]
|
καὶ γὰρ ἦν ὡς ἀληθῶς διὰ μὲν Μωσέως παιδαγωγὸς ὁ κύριος τοῦ λαοῦ τοῦ παλαιοῦ, δι' αὑτοῦ δὲ τοῦ νέου καθηγεμὼν λαοῦ, πρόσωπον πρὸς πρόσωπον.
|
[00586]
|
ὁ γὰρ αὐτὸς παιδαγωγὸς καὶ κριτὴς τοὺς παρακούσαντας αὐτοῦ δικάζει, τὸ δὲ ἁμάρτημα αὐτῶν οὐ παρασιωπᾷ ὁ φιλάνθρωπος λόγος, ἐλέγχει δέ, ἵνα μετανοήσωσιν·
|
[00594]
|
Ὁ γὰρ αὐτὸς οὗτος παιδαγωγὸς τότε μὲν φοβηθήσῃ κύριον τὸν θεὸν ἔλεγεν, ἡμῖν δὲ ἀγαπήσεις κύριον τὸν θεόν σου παρῄνεσεν.
|
[00632]
|
Ταύτῃ γοῦν ἄριστος καὶ ἀνεπίληπτός ἐστιν ὁ παιδαγωγὸς ὁ κύριος, τῇ ἑκάστου τῶν ἀνθρώπων δι' [1.8.62.3] ὑπερβολὴν φιλανθρωπίας συμπαθήσας φύσει.
|
[00672]
|
παιδαγωγὸς γὰρ ἅτε ἀγαθὸς ἐντέχνως σφόδρα διὰ τῆς λοιδορίας ὑποδύεται τὸν ψόγον, οἱονεὶ μάστιγι τῇ βλασφημίᾳ τὸ νωθρὸν τῆς διανοίας ἐπεγείρων, πάλιν τε αὖ ἐν [1.8.66.3] μέρει προτρέπειν ἐπιχειρεῖ τοὺς αὐτούς.
|
[00690]
|
∆ιὰ τοῦτο μόνος οὗτος οἷός τε ἀφιέναι τὰ πλημμελήματα, ὑπὸ τοῦ πατρὸς τῶν ὅλων ὁ ταχθεὶς παιδαγωγὸς ἡμῶν, μόνος ὁ τῆς ὑπακοῆς διακρῖναι τὴν παρακοὴν δυνάμενος.
|
[00780]
|
Τοιοῦτος ὁ παιδαγωγὸς νουθετῶν, ὡς κἀν τῷ εὐαγγελίῳ λέγων ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ οὐκ ἠθελήσατε.
|
[00810]
|
[1.9.78.1] Ἐπίπληξις δέ ἐστιν ἐπιτίμησις ἐπιπληκτικὴ ἢ ψόγος πληκτικός, κέχρηται δὲ καὶ ταύτῃ τῇ θεραπείᾳ ὁ παιδαγωγὸς διὰ Ἡσαΐου λέγων·
|
[00860]
|
Καὶ τούτῳ κέχρηται τῷ βοηθήματι ὁ θεῖος παιδαγωγὸς διὰ Ἱερεμίου λέγων·
|
[00895]
|
ἔστι δὲ παιδαγωγὸς νηπίων.
|
[00965]
|
περὶ ἃ καταγίνεται μάλιστα ὁ παιδαγωγὸς ὁ δίκαιος ὁ τοῦ ἡμετέρου [1.10.89.4] συμφέροντος ἐστοχασμένος.
|
[00967]
|
[1.10.90.1] Τῇ μὲν οὖν ἐπὶ τὰ συμφέροντα προτροπῇ ὁ παιδαγωγὸς διὰ Σολομῶντος ὧδέ πως χρῆται·
|
[00999]
|
Τὸ ἐπιτίμιον τῶν ἁμαρτωλῶν καὶ τὸ εὐδιαφόρητον αὐτῶν καὶ τὸ ὑπηνέμιον δείξας ὁ παιδαγωγὸς ἀπετρέψατο τῆς αἰτίας διὰ τῆς ἐπιτιμίας, καὶ τὴν κόλασιν ἐπανατεινάμενος τὴν κατ' ἀξίαν, τῆς εὐεργεσίας ἐνεδείξατο τὴν εὐποιίαν, τεχνικώτατα ἐπὶ τὴν χρῆσιν ἡμᾶς καὶ τὴν κτῆσιν τῶν καλῶν [1.10.92.3] διὰ ταύτης καλῶν.
|
[01044]
|
Ἀξιόπιστος ὁ θεῖος παιδαγωγὸς τρισὶ τοῖς καλλίστοις κεκοσμημένος, ἐπιστήμῃ, εὐνοίᾳ, παρρησίᾳ·
|
[01049]
|
[1.12.t.1] Ὅτι ἀναλόγως τῇ πατρικῇ διαθέσει κέχρηται ὁ παιδαγωγὸς αὐστηρίᾳ καὶ χρηστότητι.
|
[01109]
|
[2.1.1.4] Οἱ μὲν δὴ ἄλλοι ἄνθρωποι ζῶσιν, ἵνα ἐσθίωσιν, ὥσπερ ἀμέλει καὶ τὰ ἄλογα ζῷα, οἷς οὐδὲν ἀλλ' ἢ γαστήρ ἐστιν ὁ βίος, ἡμῖν δὲ ὁ παιδαγωγὸς ἐσθίειν παραγγέλλει, ἵνα ζῶμεν.
|
[01282]
|
μυρίων γὰρ ὅσων ἀφείλατο τὴν χρῆσιν ὁ παιδαγωγὸς αὐτοὺς διὰ Μωσέως, αἰτίας προσάπτων, κεκρυμμένας μὲν τὰς πνευματικάς, ἐμφανεῖς δὲ τὰς σαρκικάς, αἷς καὶ πεπιστεύκασι, τοῖς μὲν ὅτι οὐκ ἔστι δίχηλα, τοῖς δὲ ὅτι τὴν τροφὴν οὐ μηρυκᾶται, τὰ δ' ὅτι ἄρα οὐκ ἔχει μόνα τῶν ἐνύδρων λεπίδας, ὡς ὀλίγα παντελῶς [2.1.17.2] ἀπολείπεσθαι πρὸς τὴν τροφὴν αὐτοῖς ἐπιτήδεια.
|
[01379]
|
[2.2.28.1] Εἰκότως οὖν στερρότατα ὁ παιδαγωγὸς ἀπαγορεύει τῆς ἡμετέρας κηδόμενος σωτηρίας·
|
[01593]
|
[2.6.49.2] Πρὸς δὲ τὴν ἀκοὴν τῶν αἰσχρῶν καὶ τὴν θέαν τῶν ὁμοίως ἐχόντων ὁ θεῖος παιδαγωγὸς κατὰ τὰ αὐτὰ τοῖς παλαίουσι τῶν παιδίων, ὡς μὴ τὰ ὦτα θραύοιτο αὐτῶν, τοὺς σώφρονας περιτίθησι λόγους καθάπερ ἀντωτίδας, ὡς μὴ δύνασθαι ἐξικνεῖσθαι εἰς θραῦσιν τῆς ψυχῆς τὸ κροῦμα τῆς πορνείας·
|
[01611]
|
Ταύτῃ μοι δοκεῖ ὁ παιδαγωγὸς μηδὲ φθέγξασθαί τι τῶν τῆς ἀσχημοσύνης ἐφιέναι ἡμῖν, πόρρωθεν διαβάλλων πρὸς τὴν ἀκολασίαν.
|
[01614]
|
Ὁμοίως οὖν κἀνταῦθα ὁ παιδαγωγὸς τὴν ἀδεᾶ τῶν ὀνομάτων χρῆσιν διαβέβληκεν, τὴν ἀδεᾶ τῆς ἀκολασίας ἐπιμιξίαν ἐκκόπτων.
|
[02071]
|
∆υσωπείτω δὲ ἡμᾶς ὁ παιδαγωγὸς δι' Ἰεζεκιὴλ βοῶν περιτέμνεσθε τὴν πορνείαν ὑμῶν.
|
[02108]
|
Ταύτῃ τε πάλιν ὁ παιδαγωγὸς αὐτοῖς ἀπειλεῖ διὰ Ἡσαΐου λέγων·
|
[02129]
|
Ἡμῖν δὲ ὁ παιδαγωγὸς παραινεῖ σαφέστατα·
|
[02531]
|
Οὐκ ἦν παιδαγωγὸς αὐτοῖς ἀνακόπτων τὰς ἐπιθυμίας οὐδὲ μὴν ὁ λέγων·
|
[02825]
|
πολυτρόπως δὲ ὅμως ὠφελῶν ὁ παιδαγωγὸς ὁ φιλάνθρωπος τὰ μὲν παρῄνεσεν, τὰ δὲ καὶ ὠνείδισεν, τὸ δὲ καὶ ἄλλων ἁμαρτανόντων τὸ αἶσχος αὐτῶν ὑπέδειξεν ἡμῖν καὶ τὴν ἐπὶ τούτῳ τιμωρίαν ψυχαγωγῶν τε ἅμα καὶ νουθετῶν ἐφανέρωσε, φιλάνθρωπον ἀποτροπὴν τῆς κακίας μηχανώμενος διὰ τῆς τῶν [3.8.43.3] προπεπονθότων ἐνδείξεως·
|
[02882]
|
τὴν τοιαύτην γυναῖκα ὁ παιδαγωγὸς ἀποδέχεται, ἣ τοὺς πήχεις ἐκτενεῖ εἰς τὰ χρήσιμα, τὰς χεῖρας δὲ αὐτῆς ἐρείδεται εἰς ἄτρακτον·
|
[02913]
|
[3.11.53.4] ∆ίδωσιν οὖν ἡμῖν ὁ παιδαγωγὸς ἐσθῆτι χρῆσθαι τῇ λιτῇ, χρόᾳ δὲ τῇ λευκῇ, ὡς προειρήκαμεν, ἵνα μὴ τέχνῃ ποικιλλομένῃ, φύσει δὲ γεννωμένῃ οἰκειούμενοι, πᾶν ὅσον ἀπατηλὸν καὶ τῆς ἀληθείας καταψευδόμενον παρωσάμενοι τὸ μονότροπον καὶ μονοπρόσωπον τῆς ἀληθείας ἀσπασώμεθα.
|
[03002]
|
Προσιέναι δὲ αὐτὰς ὁ παιδαγωγὸς κελεύει ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ὡς καὶ εἴ τινες ἀπειθοῖεν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, ἐποπτεύσαντες φησὶ τὴν ἐν λόγῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν·
|
[03074]
|
Ἔμπαλιν γοῦν τὴν μετὰ τῶν φαύλων συνδιαίτησιν ἀνθρώπων ὑώδη γνωρίζων ὁ πάνσοφος διὰ Μωυσέως παιδαγωγὸς χοιρείων ἀπηγόρευσεν μεταλαμβάνειν τῷ λαῷ τῷ πρεσβυτέρῳ, ἐμφαίνων μὴ δεῖν τοὺς θεὸν ἐπιβοωμένους ἀκαθάρτοις ἀναμίγνυσθαι ἀνθρώποις, οἳ δίκην ὑῶν ἡδοναῖς σωματικαῖς καὶ δεισαλέαις τροφαῖς καὶ γαργαλισμοῖς ἀσελγέσι κνηστιῶντες πρὸς ἀφροδίτην [3.11.75.4] κακόχαρτον ἡδονὴν χαίρουσιν.
|
[03081]
|
[3.11.76.3] Οὐκοῦν οὐδὲ ἐπὶ τὰς θέας ὁ παιδαγωγὸς ἄξει ἡμᾶς, οὐδὲ ἀπεικότως τὰ στάδια καὶ τὰ θέατρα καθέδραν λοιμῶν προσείποι τις ἄν·
|
[03169]
|
Ἢν δὲ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ὁ παιδαγωγὸς πάλιν λέγει, γῆς ἀγαθὰ τὰ ἀνθρώπεια ὀνομάζων καλά, τὸ κάλλος, τὸν πλοῦτον, τὴν ὑγίειαν καὶ τὴν ἰσχύν, τὴν τροφήν·
|
[03173]
|
[3.12.87.1] Ὅσα μὲν οὖν οἴκοι παραφυλακτέον καὶ ὡς τὸν βίον ἐπανορθωτέον, ὁ παιδαγωγὸς ἡμῖν ἅδην διείλεκται·
|
[03272]
|
Αὐτὸς ἐρεῖ πάλιν ὁ παιδαγωγὸς τὴν εὐποιίαν καὶ τῶν ἀδελφῶν ἀγαπητικῶς εἰς ἑαυτὸν μετατρέπων καὶ λέγων·
|
[03315]
|
[3.12.97.1] Ὀλίγα ταῦτα ἐκ πολλῶν δείγματος χάριν ἀπ' αὐτῶν διεξελθὼν τῶν θείων γραφῶν ὁ παιδαγωγὸς τοῖς αὑτοῦ παρατίθεται παισίν, δι' ὧν, ὡς ἔπος εἰπεῖν, ἄρδην [3.12.97.2] ἐκκόπτεται κακία καὶ περιγράφεται ἀδικία.
|
[03343]
|
Τοσοῦτος ὁ λόγος οὗτος ὁ παιδαγωγὸς ὁ τοῦ κόσμου καὶ τοῦ ἀνθρώπου δημιουργὸς καὶ δι' αὐτὸν ἤδη καὶ τοῦ κόσμου παιδαγωγός·
|
[03354]
|
[3.12.101.3] Ἐπεὶ δὲ εἰς τὴν ἐκκλησίαν ἡμᾶς καταστήσας ὁ παιδαγωγὸς αὐτὸς ἑαυτῷ παρακατέθετο τῷ διδασκαλικῷ καὶ πανεπισκόπῳ λόγῳ, καλῶς ἂν ἔχοι ἡμᾶς ἐνταῦθα γενομένους μισθὸν εὐχαριστίας δικαίας κατάλληλον ἀστείου παιδαγωγίας αἶνον ἀναπέμψαι κυρίῳ.
|