Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παντελῶς [11]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παντελῶς


000-00-00 Serial Number=0536349952
Fragmenta Ante [Go Back]  
 [00131]  καὶ ἐν τισὶ μὲν αὐτῶν ὀρθῶς δοκεῖ λέγειν, ἐν τισὶ δὲ παντελῶς εἰς ἀσεβεῖς καὶ μυθώδεις λόγους ἐκφέρεται.
000-00-00 Serial Number=0243653417
Paedagogus Ante [Go Back]  
 [01192]  Οὐκ ἀφεκτέον οὖν παντελῶς τῶν ποικίλων βρωμάτων, ἀλλ' οὐ περὶ αὐτὰ σπουδαστέον·
 [01282]  μυρίων γὰρ ὅσων ἀφείλατο τὴν χρῆσιν ὁ παιδαγωγὸς αὐτοὺς διὰ Μωσέως, αἰτίας προσάπτων, κεκρυμμένας μὲν τὰς πνευματικάς, ἐμφανεῖς δὲ τὰς σαρκικάς, αἷς καὶ πεπιστεύκασι, τοῖς μὲν ὅτι οὐκ ἔστι δίχηλα, τοῖς δὲ ὅτι τὴν τροφὴν οὐ μηρυκᾶται, τὰ δ' ὅτι ἄρα οὐκ ἔχει μόνα τῶν ἐνύδρων λεπίδας, ὡς ὀλίγα παντελῶς [2.1.17.2] ἀπολείπεσθαι πρὸς τὴν τροφὴν αὐτοῖς ἐπιτήδεια.
 [01591]  Αἰσχρολογίας δὲ παντελῶς αὐτοῖς τε ἡμῖν ἀφεκτέον καὶ τοὺς χρωμένους αὐτῇ ἐπιστομιστέον καὶ ὄψει δριμυτέρᾳ καὶ προσώπου ἀποστροφῇ καὶ τῷ ἀπομυκτηρισμῷ καλουμένῳ, πολλάκις δὲ καὶ λόγῳ τραχυτέρῳ.
 [02902]  Οὔτ' οὖν παντάπασιν ἀργὸν εἶναι χρὴ οὐδὲ μὴν παντελῶς ἐπίπονον.
 [02964]  [3.11.60.3] Εἰ δέ τις καὶ κείραιτό τι τοῦ γενείου, οὐ μέντοι παντελῶς ψιλωτέον αὐτό·
 [03019]  [3.11.69.2] Αἱ δὲ γυναικεῖοι κινήσεις καὶ θρύψεις καὶ χλιδαὶ κολουστέαι παντελῶς·
000-00-00 Serial Number=0340920269
Stromata Ante [Go Back]  
 [00410]  [1.10.47.2] νυνὶ δὲ ἀλλήλων ἕνεκα εὐποροῦμεν καὶ λόγων καὶ ἔργων, τὴν δὲ ἐριστικήν τε καὶ σοφιστικὴν τέχνην παραιτητέον παντελῶς, ἐπεὶ καὶ αἱ λέξεις αὐταὶ τῶν σοφιστῶν οὐ μόνον γοητεύουσι <καὶ> κλέπτουσι τοὺς πολλούς, βιαζόμεναι δὲ ἔσθ' ὅτε Καδμείαν νίκην ἀπηνέγκαντο.
 [02121]  καὶ δὴ ἡ μεγίστη τῆς τοῦ θεοῦ ἀγαθότητος ἔνδειξις αὕτη τυγχάνει, ὅτι οὕτως ἐχόντων ἡμῶν πρὸς αὐτὸν καὶ φύσει [2.16.75.2] ἀπηλλοτριωμένων παντελῶς ὅμως κήδεται.
 [02619]  οὔτε οὖν παντὶ γαμητέον πᾶσαν οὔτε πάντοτε, ἀλλ' οὐδὲ παντελῶς καὶ ἀνέδην, ἀλλὰ τῷ πως ἔχοντι καὶ ὁποίαν καὶ ὁπότε δεῖ, καὶ χάριν παίδων καὶ τὴν κατὰ πάντα ὁμοίαν καὶ μὴ βίᾳ [2.23.138.1] ἢ ἀνάγκῃ στέργουσαν τὸν ἀγαπῶντα ἄνδρα.
 [07589]  οὗτος ὁ τῷ ὄντι μονογενής, ὁ τῆς τοῦ παμβασιλέως καὶ παντοκράτορος πατρὸς δόξης χαρακτήρ, ἐναποσφραγιζόμενος τῷ γνωστικῷ τὴν τελείαν θεωρίαν κατ' εἰκόνα τὴν ἑαυτοῦ, ὡς εἶναι τρίτην ἤδη τὴν θείαν εἰκόνα τὴν ὅση δύναμις ἐξομοιουμένην πρὸς τὸ δεύτερον αἴτιον, πρὸς τὴν ὄντως ζωήν, δι' ἣν ζῶμεν τὴν ἀληθῆ ζωήν, οἷον ἀπογράφοντες τὸν γνωστικὸν <τύπον> γινόμενον ἡμῖν, περὶ τὰ βέβαια καὶ παντελῶς ἀναλλοίωτα ἀναστρεφόμενον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»