Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παρ [251]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παρ


000-00-00 Serial Number=0718775034
Eclogae propheticae Ante [Go Back]  
 [00088]  ὁ μὲν πιστεύσας ἄφεσιν ἁμαρτημάτων ἔλαβεν παρὰ τοῦ κυρίου, ὁ δ' ἐν γνώσει γενό μενος ἅτε μηκέτι ἁμαρτάνων παρ' ἑαυτοῦ τὴν ἄφεσιν τῶν λοιπῶν κομίζεται.
 [00118]  Ἐπεὶ ἐξ ἑαυτῆς κινεῖται ἡ ψυχή, ἡ χάρις ἡ τοῦ θεοῦ, ὃ ἔχει ἡ ψυχή, τὴν προθυμίαν, ἀπαιτεῖ παρ' αὐτῆς, οἷον ἔρανον εἰς σωτηρίαν·
 [00165]  τοῖς δὲ καὶ τὴν προστασίαν ἐπανῃ ρημένοις τοῦ ὠφελεῖν εὔχρηστος ἡ πολυπειρία πρὸς τὸ μὴ διαλαθεῖν τι τῶν δοκούντων παρ' ἄλλοις ἀναγκαίως καὶ πολυμαθῶς ἐπεγνῶσθαι.
000-00-00 Serial Number=0121732175
Excerpta ex Theodoto Ante [Go Back]  
 [00277]  [2.39.1] Ἡ Μήτηρ, προβαλοῦσα τὸν Χριστὸν ὁλόκληρον καὶ ὑπ' αὐτοῦ καταλειφθεῖσα, τοῦ λοιποῦ οὐκέτι οὐδὲν προέβαλεν ὁλόκληρον, ἀλλὰ τὰ δυνατὰ παρ' αὐτῇ κατέσχεν·
 [00278]  ὥστε καὶ τοῦ Τόπου καὶ τῶν κλητῶν οὖν τὰ ἀγγελικὰ αὐτὴ προβαλοῦσα παρ' αὐτῇ κατέχει, τῶν ἐκλεκτῶν τῶν ἀγγελικῶν ὑπὸ τοῦ Ἄρρενος ἔτι πρότερον προβεβλημένων.
000-00-00 Serial Number=0993121982
Fragmenta Ante [Go Back]  
 [00039]  οὗτοί εἰσιν οἱ ταῦτα ποιοῦντες, οἵτινες τὴν σάρκα τοῦ Χριστοῦ, τουτέστι τὸ οἰκεῖον σῶμα (σὰρξ γὰρ Χριστοῦ τὸ ἡμέτερον σῶμα) ἐσταύρωσαν καὶ οἷον ἐνέκρωσαν ἀπὸ τῶν σωμα τικῶν παθῶν, καὶ οὐ μόνον τὸ σῶμα, ὅσον ἧκεν εἰς τὰ πάθη, ἐσταύ ρωσαν, ἀλλὰ καὶ αὐτὰ τὰ πάθη, ὅσον ἧκεν εἰς τὸ ἐπιτελεῖσθαι, παρ' αὐτῶν ἐσταύρωνται.
 [00399]  [61] σαξρα παρ.
000-00-00 Serial Number=0325668871
Paedagogus Ante [Go Back]  
 [00113]  Οὔ μοι δοκεῖς Ἀττικῆς ἐπαΐειν φωνῆς, παρ' ἧς ἔστιν ἐκμαθεῖν τὰς καλὰς καὶ ὡραίας, ἔτι δὲ καὶ ἐλευθέρας νεάνιδας παιδίσκας καλουμένας, παιδισκάρια δὲ τὰς δούλας, καὶ νεάνιδας δὲ καὶ αὐτάς, πρὸς τὸ εὐθαλὲς τῆς [1.5.14.2] παιδικῆς ἡλικίας ὑποκοριστικῶς τιμωμένας.
 [00147]  Ἔχει γὰρ οὕτως τὸ ἀληθές, τὸ μὲν τέλειον εἶναι παρὰ τῷ κυρίῳ τῷ διδάσκοντι ἀεί, τὸ δὲ [1.5.18.1] παιδικὸν καὶ νήπιον παρ' ἡμῖν τοῖς ἀεὶ μανθάνουσιν.
 [00535]  τὸ μὲν γὰρ πάτριον καλούμενον παρ' ἀνθρώποις ἔθος ὅσον οὐδέπω παρέρχεται, ἡ δὲ ἀγωγὴ ἡ θεία [1.7.55.1] κτῆμά ἐστιν εἰς ἀεὶ παραμένον.
 [00813]  Στύμματι δὲ αὐστηροτάτῳ παρ' ἕκαστα προσχρῆται τῷ φόβῳ, ἀναστομῶν ἅμα καὶ ἐπιστρέφων δι' αὐτοῦ πρὸς σωτηρίαν τὸν λαόν, καθάπερ καὶ τὰ βαπτόμενα τῶν ἐρίων προστύφεσθαι φιλεῖ εἰς βεβαίαν εὐτρεπιζόμενα τῆς βαφῆς παραδοχήν.
 [00886]  ∆ιὰ τοῦτό τοι καὶ αὐτὸς ὁ ἀπόστολος ἐπιστύφει παρ' ἕκαστα τὰς ἐκκλησίας κατ' εἰκόνα κυρίου καὶ συναισθόμενος τῆς ἑαυτοῦ παρρησίας καὶ τῆς τῶν ἀκουόντων ἀσθενείας πρὸς τοὺς Γαλάτας λέγει·
 [00888]  Ὡς δὲ οἱ ὑγιαίνοντες οὐ χρῄζουσιν ἰατροῦ, παρ' ὅσον ἔρρωνται, οἱ δὲ νοσοῦντες ἐπιδέονται τῆς τέχνης, οὕτως καὶ ἡμεῖς οἱ ἐν τῷ βίῳ νοσοῦντες περί τε τὰς ἐπιθυμίας τὰς ἐπονειδίστους περί τε τὰς ἀκρασίας τὰς ἐπιψόγους καὶ περὶ τὰς ἄλλας τῶν παθῶν φλεγμονὰς τοῦ σωτῆρος ἐπιδεόμεθα·
 [01064]  λόγος ἐστὶν αὐταῖς ἡ τροφή, ὁ τὴν ἐνδεικτικὴν καὶ παιδευτικὴν ἡγεμονίαν κεκληρωμένος λόγος, παρ' οὗ τὸ εὐτελές τε καὶ ἄτυφον καὶ τὸ ὅλον φιλελεύθερον καὶ φιλάνθρωπον φιλόκαλόν τε ἐκμανθάνομεν, ἑνὶ λόγῳ μετ' [1.12.99.2] οἰκειότητος ἀρετῆς ἐξομοιούμενοι τῷ θεῷ.
 [01104]  [2.1.1.1] Ἐχομένοις τοίνυν τοῦ σκοποῦ καὶ τὰς γραφὰς πρὸς τὸ βιωφελὲς τῆς παιδαγωγίας ἐκλεγομένοις, ὁποῖόν τινα εἶναι χρὴ παρ' ὅλον τὸν βίον τὸν Χριστιανὸν καλούμενον, κεφαλαιωδῶς ὑπογραπτέον.
 [01502]  ηὐξάμην δ' ἂν αὐτοῖς παρ' ὅλον [2.3.39.3] τὸν βίον σκυβάλων ἄξιον κρίνεσθαι τὸ χρυσίον.
 [01722]  Ἀλλ' ἡ μὲν γυνὴ μηδέπω τοῦ λόγου μεταλαβοῦσα ἔτι γὰρ ἦν ἁμαρτωλός , ὅπερ ἡγεῖτο τὸ κάλλιστον εἶναι παρ' αὐτῇ, τὸ μύρον, τούτῳ τετίμηκε τὸν δεσπότην·
 [01766]  [2.8.64.4] Ἐπιτηδεύουσι δὲ καὶ τὸ ἀπὸ κρίνων μύρον καὶ τὸ ἀπὸ τῆς κύπρου, καὶ ἡ νάρδος εὐδοκιμεῖ παρ' αὐτοῖς καὶ τὸ ἀπὸ τῶν ῥόδων ἄλειμμα καὶ τὰ ἄλλα, οἷς ἔτι χρῶνται γυναῖκες, ὑγρά τε καὶ ξηρὰ καὶ τὰ [2.8.64.5] ἐπίπαστα καὶ ὑποθυμιώμενα μύρα·
 [01772]  Χρὴ δὲ καὶ μάλα τοὺς μὲν ἄνδρας τοὺς παρ' ἡμῖν μὴ μύρων, ἀλλὰ καλοκαγαθίας ὄζειν, γυνὴ δὲ ἀποπνείτω Χριστοῦ, τοῦ ἀλείμματος τοῦ βασιλικοῦ, μὴ διαπασμάτων καὶ μύρων, ἀεὶ δὲ τῷ σωφροσύνης ἀμβροσίῳ χρίσματι συναλειφέσθω, ἁγίῳ [2.8.65.3] τερπομένη μύρῳ τῷ πνεύματι.
 [01897]  Οὐδὲ γὰρ † συνέχει ἐπιστρεφομένοις τοῖς εὐναζομένοις ἐν αὐτοῖς διὰ τὴν παρ' ἑκάτερα τοῦ σώματος ὀχθώδη τῆς εὐνῆς ἐπανάστασιν·
 [01966]  τὴν δὲ ὕαιναν ἐναλλὰξ ἀμείβειν τὸ ἄρρεν εἰς τὸ θῆλυ παρ' ἔτος ἕκαστον, αἰνίττεσθαι δὲ μὴ χρῆν ἐπὶ μοιχείας ὁρμᾶν τὸν τῆς ὑαίνης ἀπεχόμενον.
 [02052]  Πολλὴ οὖν ἡμῖν ἐγκατεσπάρθω παρ' ὅλον τὸν βίον ἀξιοπραγία.
 [02084]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστι σεμνὸν παρ' ἐκείνῃ νομισθῆναι, παρ' ᾗ τὸ σεμνὸν οὐκ ἐμμάρτυρον δείκνυται ἐν αὐταῖς ἐκείναις ταῖς ὀξείαις ἡδοναῖς.
 [02094]  Οἶκον δὲ καὶ πόλιν, ἐν ᾗ ἀσελγαίνουσιν, ναὶ μὴν καὶ ἡ παρ' ὑμῖν ποιητικὴ ὀνειδίζουσά πως γράφει·
 [02118]  Ὁ γὰρ ἁμαρτάνων, παρ' ὅσον ἁμαρτάνει, χείρων καὶ ἀτιμότερος αὐτὸς αὑτοῦ·
 [02299]  τὸ δὲ κεκρυμμένον χρυσίον καὶ τοὺς λίθους οἱ τὴν ἐπὶ [2.12.120.2] θανάτῳ κεκριμένοι γεωρυχοῦσι παρ' ἡμῖν.
 [02393]  οὔτε γὰρ θέμις βιάζεσθαι τὴν φύσιν, παρ' ὃ βεβούληται, οὔτε μὴν ἄλλος ἀμείνων ἂν εἴη τῶν ὤτων κόσμος εἰς τοὺς κατὰ φύσιν τῆς [2.12.129.4] ἀκοῆς καταβαίνων πόρους κατηχήσεως ἀληθοῦς.
 [02440]  προπύλαια παρ' αὐτοῖς καὶ προτεμενίσματα ἐξήσκηται, ἄλση τε καὶ ὀργάδες, κίοσίν τε παμπόλλοις ἐστεφάνωνται αἱ αὐλαί·
 [02598]  ἠρίθμηνται δὲ καὶ αἱ ἐπὶ τῷ γενείῳ καὶ μὴν καὶ αἱ παρ' ὅλον τὸ σῶμα.
 [02615]  ἐπὶ τέγους ἑστᾶσι παρ' αὐτοῖς τὴν σάρκα τὴν ἑαυτῶν εἰς ὕβριν ἡδονῆς πιπράσκουσαι γυναῖκες, καὶ παῖδες ἀρνεῖσθαι τὴν φύσιν δεδιδαγμένοι [3.3.21.3] προσποιοῦνται γυναῖκες.
 [02671]  καὶ οἳ μὲν περὶ τὴν γαστριμαργίαν αὐτῶν πονοῦσι δαιτροί τε καὶ καρυκευταὶ καὶ οἱ τῶν πεμμάτων καὶ οἱ τῶν μελιπήκτων καὶ οἱ τῶν ῥοφημάτων συσκευασταί τε καὶ δημιουργοί, οἳ δὲ περὶ τὰς ἐσθῆτας ἀσχολοῦνται τὰς περιττάς, οἳ δὲ χρυσοφυλακοῦσιν ὡς γρῦπες, οἳ δὲ τὸν ἄργυρον φυλάττουσι καὶ σμήχουσιν τὰ ἐκπώματα καὶ τὰς περὶ τὰς ἑστιάσεις παρασκευὰς εὐτρεπίζουσιν, ἄλλοι καταψήχουσι τὰ ὑποζύγια, οἰνοχόων τε ὅμιλος ἀσκεῖται παρ' αὐτοῖς καὶ μειρακίων ὡραίων ἀγέλαι καθάπερ θρεμμάτων, παρ' ὧν ἀμέλγονται τὸ κάλλος.
 [02735]  Ἄριστον γοῦν δογμάτων τοῦτο ᾄδειν παρ' ἕκαστα χρή, ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος ἐν οὐρανῷ θησαυρίζει τὰ χρήματα·
 [02923]  [3.11.55.1] Ὡς οὖν τὰ σημεῖα τὰ ἐγγυτάτω ὄντα τῶν αἰτίων παρόντα σημαίνει, μᾶλλον δὲ δείκνυσι τὴν τοῦ ἀποτελέσαντος ὕπαρξιν, οἷον καπνὸς μὲν πῦρ, εὔχροια δὲ καὶ εὐσφυξία ὑγίειαν, οὕτως καὶ παρ' ἡμῖν ἡ τοιάδε στολὴ τοῦ ἤθους [3.11.55.2] τὴν κατάστασιν ἐνδείκνυται.
 [03043]  Ὃ δὲ οὐκ οἶδεν ἄθλιος ὅτι γηγενεῖς παρ' αὐτῇ ὀλοῦνται, καὶ ἐπὶ πέτευρον Ἅιδου συναντᾷ.
 [03117]  [3.11.80.1] Τοιούτους δὲ ἐχρῆν παρ' ὅλον τὸν βίον φαίνεσθαι καὶ διαπλάττεσθαι τοὺς Χριστῷ τελουμένους οἵους σφᾶς ἐν ἐκκλησίαις ἐπὶ τὸ σεμνότερον σχηματίζουσιν, καὶ εἶναι, μὴ δοκεῖν εἶναι, τοιούτους, οὕτως πραεῖς, οὕτως εὐλαβεῖς, [3.11.80.2] ἀγαπητικοὺς οὕτως·
000-00-00 Serial Number=0925379276
Protrepticus Ante [Go Back]  
 [00071]  παρ' οὗ τὸ εὖ ζῆν ἐκδιδασκόμενοι εἰς ἀίδιον ζωὴν παραπεμπόμεθα.
 [00173]  κῶνος καὶ ῥόμβος καὶ παίγνια καμπεσίγυια, μῆλά τε χρύσεα καλὰ παρ' Ἑσπερίδων λιγυφώνων.
 [00233]  Οὗτος τὸν πολίτην τὸν ἑαυτοῦ, τὴν παρὰ Κυζικηνοῖς Μητρὸς τῶν θεῶν τελετὴν ἀπομιμού μενον παρὰ Σκύθαις τύμπανόν τε ἐπικτυποῦντα καὶ κύμβαλον ἐπηχοῦντα καὶ τοῦ τραχήλου τινὰ μηναγυρτικὰ ἐξηρτημένον, κατετόξευσεν, ὡς ἄνανδρον αὐτόν τε παρ' Ἕλλησι γεγενη μένον καὶ τῆς θηλείας τοῖς ἄλλοις Σκυθῶν διδάσκαλον [2.24.2] νόσου.
 [00326]  [2.32.1] Ἀκούετε δὴ οὖν τῶν παρ' ὑμῖν θεῶν τοὺς ἔρωτας καὶ τὰς παραδόξους τῆς ἀκρασίας μυθολογίας καὶ τραύματα αὐτῶν καὶ δεσμὰ καὶ γέλωτας καὶ μάχας δουλείας τε ἔτι καὶ συμπόσια συμπλοκάς τ' αὖ καὶ δάκρυα καὶ πάθη καὶ [2.32.2] μαχλώσας ἡδονάς.
 [00347]  Οὐδὲ γὰρ οὐδὲ παίδων ἀπέσχοντο οἱ παρ' ὑμῖν θεοί, ὃ μέν τις Ὕλα, ὃ δὲ Ὑακίνθου, ὃ δὲ Πέλοπος, ὃ δὲ Χρυσίππου, ὃ δὲ Γανυμήδους ἐρῶντες.
 [00407]  Ὁ Κρής σοι διηγήσεται, παρ' ᾧ καὶ τέθαπται·
 [00459]  τοιοίδε μέντοι παρ' ὑμῖν οἵ τε δαίμονες καὶ οἱ θεοὶ καὶ εἴ τινες ἡμίθεοι ὥσπερ ἡμίονοι κέκληνται·
 [00466]  [3.42.3] Ταῦροι δὲ τὸ ἔθνος, οἱ περὶ τὴν Ταυρικὴν χερρόνησον κατοικοῦντες, οὓς ἂν τῶν ξένων παρ' αὑτοῖς ἕλωσι, τούτων δὴ τῶν κατὰ θάλατταν ἐπταικότων, αὐτίκα μάλα τῇ Ταυρικῇ καταθύουσιν Ἀρτέμιδι·
 [00548]  Σέσωστρίν φησι τὸν Αἰγύπτιον βασιλέα, τὰ πλεῖστα τῶν παρ' Ἕλλησι παραστησάμενον ἐθνῶν, ἐπανελθόντα εἰς Αἴγυπτον ἐπαγαγέσθαι [4.48.5] τεχνίτας ἱκανούς·
 [00553]  οὗ καὶ τοὔνομα αἰνίττεται τὴν κοινωνίαν τῆς κηδείας καὶ τὴν ἐκ τῆς ταφῆς δημιουργίαν, σύνθετον ἀπό τε Ὀσίριδος καὶ Ἄπιος γενόμενον Ὀσίραπις.4.49.1 Καινὸν δὲ ἄλλον ἐν Αἰγύπτῳ, ὀλίγου δεῖν καὶ παρ' Ἕλλησι, σεβασμίως τεθείακεν θεὸν ὁ βασιλεὺς ὁ Ῥωμαίων τὸν ἐρώμενον ὡραιότατον σφόδρα γενόμενον, Ἀντίνοον, ὃν ἀνιέρωσεν οὕτως ὡς Γανυμήδην ὁ Ζεύς·
 [00569]  [4.50.2] Αὕτη μέντοι ἐρείπια τοὺς νεὼς προσαγορεύει, τὸν μὲν τῆς Ἐφεσίας Ἀρτέμιδος χάσμασι καὶ σεισμοῖς καταποθήσεσθαι προμηνύουσα οὕτως, ὕπτια δ' οἰμῴξει Ἔφεσος κλαίουσα παρ' ὄχθαις καὶ νηὸν ζητοῦσα τὸν οὐκέτι ναιετάοντα·
 [00600]  παρ' ὧν οὐδὲ αὐτῶν τὴν ἀναισθησίαν [4.52.5] τῶν ἀγαλμάτων ἐκμανθάνετε.
 [00639]  [4.55.2] Οἱ προσκυνούμενοι παρ' ὑμῖν, ἄνθρωποι γενόμενοί ποτε, εἶτα μέντοι τεθνᾶσιν·
 [00703]  κἀπὶ τοῦ σκίμποδος κατακείμενοι παρ' αὐτὰς ἔτι τὰς περιπλοκὰς ἀφορῶσιν εἰς τὴν Ἀφροδίτην ἐκείνην τὴν γυμνήν, τὴν ἐπὶ τῇ συμπλοκῇ δεδεμένην, καὶ τῇ Λήδᾳ περιποτώμενον τὸν ὄρνιν τὸν ἐρωτικὸν τῆς θηλύτητος, ἀποδεχόμενοι τὴν γραφήν, ἀποτυποῦσι ταῖς σφενδόναις, σφραγῖδι χρώμενοι καταλλήλῳ τῇ ∆ιὸς ἀκολασίᾳ.
 [00753]  Ὁμολογούντων τοίνυν οἱ φιλόσοφοι τοὺς διδασκάλους τοὺς σφῶν Πέρσας ἢ Σαυρομάτας ἢ Μάγους, παρ' ὧν τὴν ἀθεότητα τῶν σεβασμίων αὐτοῖς μεμαθήκασιν ἀρχῶν, ἄρχοντα τὸν πάντων ποιητὴν καὶ τῶν ἀρχῶν αὐτῶν δημιουργὸν ἀγνοοῦντες, τὸν ἄναρχον θεόν, τὰ δὲ πτωχὰ ταῦτα καὶ ἀσθενῆ, ᾗ φησιν ὁ ἀπόστολος, τὰ εἰς τὴν ἀνθρώπων ὑπηρεσίαν πεποιημένα στοιχεῖα προστρε πόμενοι.
 [00805]  γεωμετρίαν παρ' Αἰγυπτίων μανθάνεις, ἀστρονομίαν παρὰ Βαβυλωνίων, ἐπῳ δὰς τὰς ὑγιεῖς παρὰ Θρᾳκῶν λαμβάνεις, πολλά σε καὶ Ἀσσύριοι πεπαιδεύκασι, νόμους δὲ τοὺς ὅσοι ἀληθεῖς καὶ δόξαν τὴν τοῦ θεοῦ παρ' αὐτῶν ὠφέλησαι τῶν Ἑβραίων, [6.70.2] οἵτινες οὐκ ἀπάτῃσι κεναῖς, οὐδὲ ἔργα ἀνθρώπων χρύσεα καὶ χάλκεα καὶ ἀργύρου ἠδ' ἐλέφαντος καὶ ξυλίνων λιθίνων τε βροτῶν εἴδωλα θανόντων τιμῶσιν, ὅσα πέρ τε βροτοὶ κενεόφρονι βουλῇ·
 [00823]  Ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παρ' ἐκείνης τευξόμενος καλοῦ τινος.
 [01055]  Ἐρέσθαι δὲ ὑμᾶς βούλομαι, εἰ οὐκ ἄτοπον ὑμῖν δοκεῖ πλάσμα ὑμᾶς τοὺς ἀνθρώπους ἐπιγεγονότας τοῦ θεοῦ καὶ παρ' αὐτοῦ τὴν ψυχὴν εἰληφότας καὶ ὄντας ὅλως τοῦ θεοῦ ἑτέρῳ δουλεύειν δεσπότῃ, πρὸς δὲ καὶ θεραπεύειν ἀντὶ μὲν τοῦ βασιλέως τὸν [10.92.3] τύραννον, ἀντὶ δὲ τοῦ ἀγαθοῦ τὸν πονηρόν.
 [01167]  Οὔκουν ἔτ' ἂν εἰκότως ὕπνος καὶ θάνατος θεὼ διδυμάονε παρ' ὑμῖν νομίζοιντο, πάθη ταῦτα περὶ τὰ ζῷα συμβαίνοντα φυσικῶς·
 [01237]  οὐκ ἔστι παρ' αὐτοῖς κολάκων γένη, οὐ δεισιδαι μονοῦσιν ἰχθύες, οὐκ εἰδωλολατρεῖ τὰ ὄρνεα, ἕνα μόνον ἐκπλήττεται τὸν οὐρανόν, ἐπεὶ θεὸν νοῆσαι μὴ δύναται [10.108.2] ἀπηξιωμένα τοῦ λόγου.
 [01390]  Ἐχομένους δὲ ἀπρὶξ τῆς ἀληθείας παντὶ σθένει ἕπεσθαι χρὴ τῷ θεῷ σωφρονοῦντας καὶ πάντα αὐτοῦ νομίζειν, ὥσπερ ἔστι, πρὸς δὲ καὶ ἡμᾶς τὸ κάλλιστον τῶν κτημάτων μεμαθηκότας ὄντας αὐτοῦ, σφᾶς αὐτοὺς ἐπιτρέπειν τῷ θεῷ, ἀγαπῶντας κύριον τὸν θεὸν καὶ τοῦτο [12.122.3] παρ' ὅλον τὸν βίον ἔργον ἡγουμένους.
000-00-00 Serial Number=0021694839
Quis dives salvetur Ante [Go Back]  
 [00072]  κληθεὶς δὲ ἀγαθός, ἀπ' αὐτοῦ πρώτου τοῦ ῥήματος τού του τὸ ἐνδόσιμον λαβὼν ἐντεῦθεν καὶ τῆς διδασκαλίας ἄρχεται, ἐπι στρέφων τὸν μαθητὴν ἐπὶ τὸν θεὸν τὸν ἀγαθὸν καὶ πρῶτον καὶ μόνον ζωῆς αἰωνίου ταμίαν, ἣν ὁ υἱὸς δίδωσιν ἡμῖν παρ' ἐκείνου λαβών.
 [00166]  ὥσπερ οὖν θησαυρὸς οὐχ εἷς παρ' αὐτῷ καθὸ καὶ παρ' ἡμῖν, ὁ τὸ αἰφνίδιον μέγα κέρδος ἐν εὑρήσει διδούς, ἀλλὰ καὶ δεύ τερος, ὁ ἀκερδὴς καὶ ἄζηλος καὶ δύσκτητος καὶ ἐπιζήμιος, οὕτως καὶ πλοῦτος ὃ μέν τις ἀγαθῶν, ὃ δὲ κακῶν, εἴ γε τὸν πλοῦτον καὶ τὸν [17.4] θησαυρὸν οὐκ ἀπηρτημένους ἴσμεν ἀλλήλων τῇ φύσει.
 [00448]  ὃς μόνος τῶν ἁπάντων οἷός τέ ἐστιν ἄπρακτα ποιῆσαι τὰ πεπρα γμένα ἐλέῳ τῷ παρ' αὑτοῦ καὶ δρόσῳ πνεύματος ἀπαλείψας τὰ [40.2] προημαρτημένα.
 [00450]  καὶ παρ' ἕκαστα βοᾷ τὸ τέλος πάντων·
000-00-00 Serial Number=0983907819
Stromata Ante [Go Back]  
 [00026]  σὺ οὖν ἐνδυναμοῦ, καὶ Παῦλος λέγει, ἐν χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων.
 [00091]  ἐν γοῦν τοῖς Νόμοις ὁ ἐξ Ἑβραίων φιλόσοφος Πλάτων κελεύει τοὺς γεωργοὺς μὴ ἐπαρδεῦσαι μηδὲ λαμβάνειν ὕδωρ παρ' ἑτέρων.
 [00092]  ἐὰν μὴ πρότερον ὀρύξαντες παρ' αὑτοῖς [1.1.10.3] ἄχρι τῆς παρθενίου καλουμένης ἄνυδρον εὕρωσι τὴν γῆν.
 [00117]  κἄν τις λέγῃ γεγράφθαι οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθήσεται, οὐδὲ κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, ἀκουσάτω καὶ παρ' ἡμῶν, ὅτι τῷ κρυπτῶς ἐπαίοντι τὸ κρυπτὸν φανερωθήσεσθαι διὰ τοῦδε προεθέσπισεν τοῦ λογίου, καὶ τῷ παρακεκαλυμμένως τὰ παραδιδόμενα οἵῳ τε παραλαμβάνειν δηλωθήσεται τὸ κεκαλυμμένον ὡς ἡ ἀλήθεια, καὶ τὸ τοῖς πολλοῖς κρυπτόν, τοῦτο τοῖς ὀλίγοις φανερὸν [1.1.13.4] γενήσεται·
 [00138]  καθάπερ δὲ οἱ βουλόμενοι δήμῳ προσομιλῆσαι διὰ κήρυκος τοῦτο πολλάκις ποιοῦσιν ὡς μᾶλλον ἐξάκουστα γενέσθαι τὰ λεγόμενα, οὕτω κἀνταῦθα (πρὸς πολλοὺς γὰρ ἡμῖν ὁ λόγος ὁ πρὸ αὐτῆς τῆς παραδόσεως λεγόμενος) τὰς συνήθεις διὸ δὴ παραθετέον δόξας τε καὶ φωνὰς τὰς ἐμβοώσας παρ' ἕκαστα αὐτοῖς δι' ὧν μᾶλλον [1.1.16.3] οἱ ἀκούοντες ἐπιστραφήσονται.
 [00150]  καθάπερ δ' οἱ γεωργοὶ προαρδεύσαντες τὴν γῆν, οὕτω δὴ καὶ ἡμεῖς τῷ ποτίμῳ τῶν παρ' Ἕλλησι λόγων προαρδεύομεν τὸ γεῶδες αὐτῶν, ὡς παραδέξασθαι τὸ καταβαλλόμενον σπέρμα πνευματικὸν καὶ τοῦτο εὐμαρῶς ἐκθρέψαι δύνασθαι.
 [00155]  ἐγὼ δὲ ὅτι μὲν ἡ κακία κακὴν φύσιν ἔχει καὶ οὔποτ' ἂν καλοῦ τινος ὑποσταίη γεωργὸς γενέσθαι, παρ' ὅλους ἐνδείξομαι τοὺς Στρωματεῖς, αἰνισσόμενος ἁμῇ γέ πῃ θείας ἔργον προνοίας καὶ φιλοσοφίαν.
 [00279]  ἣν εὑρόντες, μᾶλλον δὲ εἰληφότες παρ' αὐτῆς τῆς ἀληθείας, ἔχουσιν οἱ μύσται.
 [00292]  τὸ δ' ἄλλους παρ' ἄλλους εὖ πεφυκέναι πρὸς ἀρετὴν ἐπιτηδεύματα μέν τινα τῶν οὕτω πεφυκότων [1.6.34.4] παρὰ τοὺς ἑτέρους ἐνδείκνυται, τελειότητα δὲ κατ' ἀρετὴν οὐδ' ἡντινοῦν τῶν ἄμεινον φύντων κατηγορεῖ, ὁπότε καὶ οἱ κακῶς πεφυκότες πρὸς ἀρετὴν τῆς προσηκούσης παιδείας τυχόντες ὡς ἐπίπαν καλο κἀγαθίας ἤνυσαν, καὶ αὖ τὰ ἐναντία οἱ ἐπιτηδείως φύντες ἀμελείᾳ γεγόνασι κακοί.
 [00318]  [1.7.37.6] φιλοσοφίαν δὲ οὐ τὴν Στωϊκὴν λέγω οὐδὲ τὴν Πλατωνικὴν ἢ τὴν Ἐπικούρειόν τε καὶ Ἀριστοτελικήν, ἀλλ' ὅσα εἴρηται παρ' ἑκάστῃ τῶν αἱρέσεων τούτων καλῶς, δικαιοσύνην μετὰ εὐσεβοῦς ἐπιστήμης ἐκδιδάσκοντα, τοῦτο σύμπαν τὸ ἐκλεκτικὸν φιλοσοφίαν φημί.
 [00323]  διὰ τοῦτο γὰρ Ἑλλήνων φωνῇ ἡρμηνεύθησαν αἱ γραφαί, ὡς μὴ πρόφασιν ἀγνοίας προβάλλεσθαι δυνηθῆναί ποτε αὐτούς, οἵους [1.7.38.4] τε ὄντας ἐπακοῦσαι καὶ τῶν παρ' ἡμῖν, ἢν μόνον ἐθελήσωσιν.
 [00373]  ἄμπελος δὲ ὁ κύριος ἀλληγορεῖται, παρ' οὗ μετ' ἐπιμελείας καὶ τέχνης γεωργικῆς τῆς κατὰ τὸν λόγον τὸν καρπὸν τρυγητέον.
 [00382]  [1.9.44.4] παρ' ἀμφιβολίαν γὰρ ὁ κύριος τὸν διάβολον κατὰ τὸν τοῦ πειρασμοῦ σοφίζεται χρόνον, καὶ οὐκέτι ἔγωγε ἐνταῦθα συνορῶ, ὅπως ποτὲ ὁ τῆς φιλοσοφίας καὶ τῆς διαλεκτικῆς εὑρετής, ὥς τινες ὑπολαμβάνουσιν, παράγεται τῷ κατ' ἀμφιβολίαν ἀπατώμενος τρόπῳ.
 [00512]  περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ' [1.13.58.3] αὐτῆς.
 [00530]  [1.14.60.1] ὡς μὲν οὖν κάτω που τῆς Μωυσέως ἡλικίας οἱ παρ' Ἕλλησι σοφοὶ γεγόνασι, μικρὸν ὕστερον δειχθήσεται·
 [00531]  ὁ δὲ τρόπος τῆς παρ' αὐτοῖς [1.14.60.2] φιλοσοφίας, ὡς Ἑβραϊκὸς καὶ αἰνιγματώδης, ἤδη ἐπισκεπτέος.
 [00570]  [1.14.64.5] Καὶ ἡ μὲν διαδοχὴ τῶν παρ' Ἕλλησι φιλοσόφων ὡς ἐν ἐπιτομῇ ἥδε, οἱ χρόνοι δὲ τῶν προκαταρξάντων τῆς φιλοσοφίας αὐτῶν ἑπομένως λεκτέοι.
 [00580]  [1.15.66.1] Οἵδε μὲν οἱ χρόνοι τῶν παρ' Ἕλλησι πρεσβυτάτων σοφῶν τε καὶ φιλοσόφων.
 [00583]  [1.15.66.2] Θαλῆς δὲ Φοῖνιξ ὢν τὸ γένος καὶ τοῖς Αἰγυπτίων προφήταις συμβεβληκέναι εἴρηται, καθάπερ καὶ ὁ Πυθαγόρας αὐτοῖς γε τούτοις, δι' οὓς καὶ περιετέμετο, ἵνα δὴ καὶ εἰς τὰ ἄδυτα κατελθὼν τὴν μυστικὴν παρ' Αἰγυπτίων ἐκμάθοι φιλοσοφίαν, Χαλδαίων τε καὶ Μάγων τοῖς ἀρίστοις συνεγένετο καὶ τὴν ἐκκλησίαν τὴν νῦν οὕτω [1.15.66.3] καλουμένην τὸ παρ' αὐτῷ ὁμακοεῖον αἰνίττεται.
 [00603]  λέγεται γὰρ τὴν Ἀκικάρου στήλην ἑρμηνευθεῖσαν τοῖς ἰδίοις συντάξαι συγγράμμασι κἄστιν ἐπισημήνασθαι <τὰ> παρ' αὐτοῦ, τάδε λέγει ∆ημόκριτος [1.15.69.5] γράφοντος.
 [00625]  Σκύθης δὲ καὶ Ἀνάχαρσις ἦν, καὶ πολλῶν παρ' [1.15.72.2] Ἕλλησι διαφέρων οὗτος ἀναγράφεται φιλοσόφων.
 [00630]  [1.15.72.4] τούτων ἁπάντων πρεσβύτατον μακρῷ τὸ Ἰουδαίων γένος, καὶ τὴν παρ' αὐτοῖς φιλοσοφίαν ἔγγραπτον γενομένην προκατάρξαι τῆς παρ' Ἕλλησι φιλοσοφίας διὰ πολλῶν ὁ Πυθαγόρειος ὑποδείκνυσι Φίλων, οὐ μὴν ἀλλὰ καὶ Ἀριστόβουλος ὁ Περιπατητικὸς καὶ ἄλλοι πλείους, [1.15.72.5] ἵνα μὴ κατ' ὄνομα ἐπιὼν διατρίβω.
 [00632]  ἅπαντα μέντοι τὰ περὶ φύσεως εἰρημένα παρὰ τοῖς ἀρχαίοις λέγεται καὶ παρὰ τοῖς ἔξω τῆς Ἑλλάδος φιλοσοφοῦσι, τὰ μὲν παρ' Ἰνδοῖς ὑπὸ τῶν Βραχμάνων, τὰ δὲ ἐν τῇ Συρίᾳ ὑπὸ [1.15.73.1] τῶν καλουμένων Ἰουδαίων.
 [00674]  παρεθέμην δὲ αὐτῶν ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβάροις εὑρετικῆς καὶ βιωφελοῦς φύσεως, παρ' ὧν Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέληνται.
 [00676]  οὗτος ἦν ὁ παρ' Ἕλλησι θαυμασθεὶς ὁ φήσας ἐμοὶ περίβλημα χλαῖνα, δεῖπνον γάλα, τυρός.
 [00751]  τάχα δ' ἂν εἶεν κλέπται καὶ λῃσταὶ οἱ παρ' Ἕλλησι φιλόσοφοι καὶ οἱ πρὸ τῆς τοῦ κυρίου παρουσίας παρὰ τῶν Ἑβραϊκῶν προφητῶν μέρη τῆς ἀληθείας οὐ κατ' ἐπίγνωσιν λαβόντες, ἀλλ' ὡς ἴδια σφετερισάμενοι δόγματα, καὶ τὰ μὲν παραχαράξαντες, τὰ δὲ ὑπὸ περιεργίας ἀμαθῶς σοφισάμενοι, τὰ δὲ καὶ [1.17.87.3] ἐξευρόντες·
 [00809]  [1.19.91.5] ἐξ ὧν δῆλον ὅτι καὶ ποιητικοῖς χρώμενος παραδείγμασιν ἐκ τῶν Ἀράτου Φαινομένων δοκιμάζει τὰ παρ' Ἕλλησι καλῶς εἰρημένα καὶ διὰ τοῦ ἀγνώστου θεοῦ τιμᾶσθαι μὲν κατὰ περίφρασιν πρὸς τῶν Ἑλλήνων τὸν δημιουργὸν θεὸν ᾐνίξατο, κατ' ἐπίγνωσιν δὲ δεῖν δι' [1.19.92.1] υἱοῦ παραλαβεῖν τε καὶ μαθεῖν.
 [00835]  καὶ κατ' ἔμφασιν δὲ καὶ διάφασιν οἱ ἀκριβῶς παρ' Ἕλλησι φιλοσοφήσαντες διορῶσι τὸν θεόν·
 [00889]  [1.21.101.1] Καὶ περὶ μὲν τοῦ παρ' Ἑβραίων τὰ τῶν φιλοσόφων ἐσκευωρῆσθαι δόγματα μικρὸν ὕστερον διαληψόμεθα, πρότερον δέ, ὅπερ ἀκόλουθον ἦν, περὶ τῶν κατὰ Μωυσέα χρόνων ἤδη λεκτέον, δι' ὧν δειχθήσεται ἀναμφηρίστως πάσης σοφίας ἀρχαιοτάτη ἡ κατὰ [1.21.101.2] Ἑβραίους φιλοσοφία.
 [00938]  Ὅμηρος δὲ καὶ Ἡσίοδος πολλῷ νεώτεροι τῶνἸλιακῶν, μεθ' οὓς μακρῷ νεώτεροι οἱ παρ' Ἕλλησι νομοθέται, Λυκοῦργός τε καὶ Σόλων, καὶ οἱ ἑπτὰ σοφοί, οἵ τε ἀμφὶ τὸν Σύριον Φερεκύδην καὶ Πυθαγόραν τὸν μέγαν κάτω που περὶ τὰς ὀλυμπιάδας [1.21.107.6] γενόμενοι, ὡς παρεστήσαμεν.
 [00939]  καὶ θεῶν ἄρα τῶν πλείστων παρ' Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωυσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος.
 [01076]  ἀποδείκνυνται τοίνυν οἱ ἐπὶ ∆αρείου τοῦ Ὑστάσπου προφητεύσαντες κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας αὐτοῦ Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ὁ ἐκ τῶν δώδεκα Ἄγγελος κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος προφητεύσαντες πρεσβύτεροι εἶναι Πυθαγόρου τοῦ κατὰ τὴν δευτέραν καὶ ἑξηκοστὴν ὀλυμπιάδα φερομένου καὶ τοῦ πρεσβυτάτου τῶν παρ' Ἕλλησι σοφῶν Θαλοῦ περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα γενομένου.
 [01080]  ῥᾴδιον τοίνυν συνιδεῖν Σολομῶνα τὸν κατὰ Μενέλαον γενόμενον (ὃ δὲ κατὰ τὰ Ἰλιακὰ ἦν) πολλοῖς ἔτεσι πρεσβύτερον τῶν παρ' Ἕλλησι σοφῶν.
 [01096]  ἤδη δὲ καὶ παρ' Ἕλλησι χρησμολόγοι συχνοὶ γεγονέναι φέρονται, ὡς οἱ Βάκιδες (ὃ μὲν [1.21.132.2] Βοιώτιος, ὃ δὲ Ἀρκάς), πολλὰ πολλοῖς προαγορεύσαντες.
 [01103]  ἀλλὰ καὶ τῶν παρ' Αἰγυπτίοις ἀνθρώπων ποτέ, γενομένων δὲ ἀνθρωπίνῃ δόξῃ θεῶν, Ἑρμῆς τε ὁ Θηβαῖος καὶ Ἀσκληπιὸς ὁ Μεμφίτης, Τειρεσίας τε αὖ καὶ Μαντὼ ἐν Θήβαις, ὥς φησιν Εὐριπίδης, Ἕλενος ἤδη καὶ Λαοκόων καὶ Οἰνώνη Κεβρῆνος ἐν [1.21.134.2] Ἰλίῳ·
 [01221]  ἔτι γὰρ Μακεδόνων τὴν Ἀσίαν κατεχόντων φιλοτιμούμενος ὁ βασιλεὺς τὴν ἐν Ἀλεξανδρείᾳ πρὸς αὐτοῦ γενομένην βιβλιοθήκην πάσαις κατακοσμῆσαι γραφαῖς ἠξίωσε καὶ τοὺς Ἱεροσολυμίτας τὰς παρ' [1.22.149.1] αὐτοῖς προφητείας εἰς τὴν Ἑλλάδα διάλεκτον ἑρμηνεῦσαι.
 [01229]  ὥστε εὔδηλον εἶναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλά (γέγονε γὰρ πολυμαθής), καθὼς καὶ Πυθαγόρας πολλὰ τῶν παρ' ἡμῖν μετενέγκας εἰς τὴν ἑαυτοῦ [1.22.150.4] δογματοποιίαν.
 [01255]  οὐ λαθοῦσα δὲ ὑπεξέθηκε, κόσμον ἀμφιθεῖσά μοι, παρ' ἄκρα ποταμοῦ, λάσιον εἰς ἕλος βαθύ.
 [01290]  τοῦ δὲ βασιλικοῦ τὸ μὲν θεῖον μέρος ἐστίν, οἷον τὸ κατὰ τὸν θεὸν καὶ τὸν ἅγιον υἱὸν αὐτοῦ, παρ' ὧν τά τε ἀπὸ γῆς ἀγαθὰ καὶ τὰ ἐκτὸς καὶ ἡ τελεία εὐδαιμονία χορηγεῖται·
 [01322]  στῦλος Θηβαίοισι ∆ιώνυσος πολυγηθής, [1.24.163.5] ἐκ τῆς παρ' Ἑβραίοις ἱστορίας.
 [01376]  [1.26.170.4] οἳ δὲ τὸ ἀξιόπιστον τῆς παρ' Ἕλλησι νομοθεσίας, ὡς οἷόν τε αὐτοῖς, ἐπαίροντες εἰς τὸ θεῖον κατ' εἰκόνα τῆς κατὰ τὸν Μωυσέα προφητείας ἀγνώμονες, οὐκ αὐτόθεν ὁμολογοῦντες τήν τε ἀλήθειαν καὶ τὸ ἀρχέτυπον τῶν παρὰ σφίσιν ἱστορουμένων.
 [01433]  παῖδας δὲ εἴρηκεν αὐτούς γε τοὺς μύθους, ὡς ἂν μικρὸν διορώντων τῶν παρ' Ἕλλησιν οἰησισόφων, αἰνιττόμενος τὸ μάθημα τὸ πολιόν, τὴν παρὰ βαρβάροις προγενεστάτην·
 [01451]  οὐ γὰρ μόνον τὰ παράδοξα τῶν παρ' ἡμῖν ἱστορουμένων ἀπομιμουμένους ἀναγράφειν αὐτοὺς παραστήσομεν, πρὸς δὲ τὰ κυριώτατα τῶν δογμάτων σκευωρουμένους καὶ παραχαράσσοντας, προγενεστέρων οὐσῶν τῶν παρ' ἡμῖν γραφῶν, ὡς ἀπεδείξαμεν, διελέγξομεν ἔν τε τοῖς περὶ πίστεως περί τε σοφίας γνώσεώς τε καὶ ἐπιστήμης ἐλπίδος τε καὶ ἀγάπης περί τε μετανοίας καὶ ἐγκρατείας [2.1.1.2] καὶ δὴ καὶ φόβου θεοῦ (σμῆνος ἀτεχνῶς τῶν ἀληθείας ἀρετῶν)·
 [01544]  τί οὖν ἔτι τὰ τῆς πίστεως ἐκ τῆς παρ' ἡμῖν ἱστορίας ἀναλεγόμενος παρατίθεμαι μαρτύρια;
 [01660]  καὶ γὰρ ἄτοπον, τοὺς μὲν Πυθαγόρου τοῦ Σαμίου ζηλωτὰς τῶν ζητουμένων τὰς ἀποδείξεις παραιτουμένους τὸ αὐτὸς ἔφα πίστιν ἡγεῖσθαι καὶ ταύτῃ ἀρκεῖσθαι μόνῃ τῇ φωνῇ πρὸς τὴν βεβαίωσιν ὧν ἀκηκόασι, τοὺς δὲ τῆς ἀληθείας φιλοθεάμονας, ἀπιστεῖν ἐπιχειροῦντας ἀξιοπίστῳ διδασκάλῳ, τῷ μόνῳ σωτῆρι θεῷ, βασάνους τῶν [2.5.24.4] λεγομένων ἀπαιτεῖν παρ' αὐτοῦ.
 [01700]  πῶς οὖν εἰ τὸ πιστεύειν ὑπολαμβάνειν ἐστί, βέβαια τὰ παρ' αὐτῶν οἱ φιλόσοφοι νομίζουσιν;
 [01720]  ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται, τῆς κατὰ τὴν διαθήκην καὶ τὰς ἐντολάς, ἐπειδὴ δύο αὗται ὀνόματι καὶ χρόνῳ, καθ' ἡλικίαν καὶ προκοπὴν οἰκονομικῶς δεδομέναι, δυνάμει μία οὖσαι, ἣ μὲν [2.6.29.3] παλαιά, ἣ δὲ καινή, διὰ υἱοῦ παρ' ἑνὸς θεοῦ χορηγοῦνται.
 [01775]  καὶ Βαρνάβας ὁ ἀπόστολος οὐαὶ οἱ συνετοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες προτάξας ἐπήγαγεν·
 [01779]  [2.8.36.1] Ἐνταῦθα οἱ ἀμφὶ τὸν Βασιλείδην τοῦτο ἐξηγούμενοι τὸ ῥητὸν αὐτόν φασιν Ἄρχοντα ἐπακούσαντα τὴν φάσιν τοῦ διακονουμένου πνεύματος ἐκπλαγῆναι τῷ τε ἀκούσματι καὶ τῷ θεάματι παρ' ἐλπίδας εὐηγγελισμένον, καὶ τὴν ἔκπληξιν αὐτοῦ φόβον κληθῆναι ἀρχὴν γενόμενον σοφίας φυλοκρινητικῆς τε καὶ διακριτικῆς καὶ τελεωτικῆς καὶ ἀποκαταστατικῆς·
 [01893]  [2.11.48.1] Ἀλλ' ἡ μὲν τῶν οἰησισόφων, εἴτε αἱρέσεις εἶεν βάρβαροι εἴτε οἱ παρ' Ἕλλησι φιλόσοφοι, γνῶσις φυσιοῖ κατὰ τὸν ἀπόστολον·
 [01897]  καὶ μή τι ἡ παρ' ἡμῖν ἀπόδειξις μόνη ἂν εἴη ἀληθής, ἅτε ἐκ θείων χορηγουμένη γραφῶν, τῶν ἱερῶν γραμμάτων [2.11.48.4] καὶ τῆς θεοδιδάκτου σοφίας κατὰ τὸν ἀπόστολον.
 [02081]  ἐντεῦθεν ἀρυσάμενός τις τῶν παρ' Ἕλλησι σοφῶν τὸ ἕπου θεῷ ἀπεφθέγξατο.
 [02088]  ἐντεῦθέν τις τῶν παρ' Ἕλλησι σοφῶν συγγνώμη τιμωρίας κρείσσων ἀπεφθέγξατο, ὥσπερ ἀμέλει καὶ τὸ ἐγγύα, πάρα δ' ἄτα ἀπὸ τῆς Σολομῶντος φωνῆς λεγούσης·
 [02151]  θυσίαι γὰρ ἀνόμων βδέλυγμα κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ' αὐτῷ.
 [02166]  ἀντακολουθοῦσι δὲ ἀλλήλαις αἱ ἀρεταί, καὶ παρ' ᾧ αἱ τῶν ἀρετῶν ἀκολουθίαι, παρ[2.18.80.3] τούτῳ καὶ ἡ σωτηρία, τήρησις οὖσα τοῦ εὖ ἔχοντος.
 [02394]  ἔργον γάρ, οἶμαι, ταῖς κακούργοις δυνάμεσιν ἐνεργεῖν τι τῆς ἰδίας ἕξεως παρ' ἕκαστα πειρᾶσθαι εἰς τὸ καταγωνίσασθαι καὶ ἐξιδιοποιήσασθαι [2.20.110.3] τοὺς ἀπειπαμένους αὐτάς.
 [02422]  ἐὰν γὰρ δῷ μετανοήσασαν αὐτὴν ἑλέσθαι τὰ κρείττω, τοῦτ' ἐκεῖνος ἄκων ἐρεῖ, ὅπερ ἡ παρ' ἡμῖν ἀλήθεια δογματίζει, ἐκ μεταβολῆς πειθηνίου, ἀλλ' οὐκ ἐκ φύσεως [2.20.115.3] <γίγνεσθαι> τὴν σωτηρίαν.
 [02550]  ὅ τε Μητρόδωρος ἐν τῷ Περὶ τοῦ μείζονα εἶναι τὴν παρ' ἡμᾶς αἰτίαν πρὸς εὐδαιμονίαν τῆς ἐκ τῶν πραγμάτων ἀγαθὸν φησὶ ψυχῆς τί ἄλλο ἢ τὸ σαρκὸς εὐσταθὲς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα;
 [02552]  διὸ καὶ Κλεάνθης ἐν τῷ δευτέρῳ Περὶ ἡδονῆς τὸν Σωκράτην φησὶ παρ' ἕκαστα διδάσκειν ὡς ὁ αὐτὸς δίκαιός τε καὶ εὐδαίμων ἀνὴρ καὶ τῷ πρώτῳ διελόντι τὸ δίκαιον ἀπὸ τοῦ συμφέροντος καταρᾶσθαι ὡς ἀσεβές τι πρᾶγμα δεδρακότι·
 [02668]  [2.23.145.1] Καθαρὸν οὖν τὸν γάμον ὥσπερ τι ἱερὸν ἄγαλμα τῶν μιαινόντων φυλακτέον, ἀνεγειρομένοις μὲν ἐκ τῶν ὕπνων μετὰ κυρίου, ἀπιοῦσι δὲ εἰς ὕπνον μετ' εὐχαριστίας καὶ εὐχομένοις, ἠμὲν ὅτ' εὐνάζῃ καὶ ὅτ' ἂν φάος ἱερὸν ἔλθῃ, μαρτυρομένοις τὸν κύριον παρ' ὅλον ἡμῶν τὸν βίον, τὸ μὲν θεοσεβεῖν τῇ ψυχῇ κεκτημένοις, τὸ σῶφρον δὲ μέχρι καὶ τοῦ σώματος [2.23.145.2] ἄγουσιν.
 [02733]  κοινῇ πᾶσιν ἐπ' ἴσης ὀφθαλμὸν εἰς τὸ βλέπειν ὁ ποιητής τε καὶ πατὴρ πάντων δικαιοσύνῃ νομοθετήσας τῇ παρ' αὐτοῦ παρέσχεν, οὐ διακρίνας θήλειαν ἄρρενος, οὐ λογικὸν ἀλόγου, καὶ καθάπαξ οὐδενὸς οὐδέν, ἰσότητι δὲ καὶ κοινότητι μερίσας τὸ βλέπειν [3.2.7.2] ὁμοίως ἑνὶ κελεύσματι πᾶσι κεχάρισται.
 [02761]  τούτους φασὶ καί τινας ἄλλους ζηλωτὰς τῶν ὁμοίων κακῶν εἰς τὰ δεῖπνα ἀθροιζομένους (οὐ γὰρ ἀγάπην εἴποιμ' ἂν ἔγωγε τὴν συνέλευσιν αὐτῶν), ἄνδρας ὁμοῦ καὶ γυναῖκας, μετὰ δὴ τὸ κορεσθῆναι (ἐν πλησμονῇ τοι Κύπρις, ᾗ φασι) τὸ καταισχῦνον αὐτῶν τὴν πορνικὴν ταύτην δικαιοσύνην ἐκποδὼν ποιησαμένους φῶς τῇ τοῦ λύχνου περιτροπῇ, μίγνυσθαι, ὅπως ἐθέλοιεν, αἷς βούλοιντο, μελετήσαντας δὲ ἐν τοιαύτῃ ἀγάπῃ τὴν κοινωνίαν, μεθ' ἡμέραν ἤδη παρ' ὧν ἂν ἐθελήσωσι γυναικῶν ἀπαιτεῖν τὴν τοῦ Καρποκρατείου, οὐ γὰρ θέμις εἰπεῖν θείου, νόμου ὑπακοήν.
 [02771]  οἱ φιλόσοφοι δὲ ὧν ἐμνήσθημεν, παρ' ὧν τὴν γένεσιν κακὴν εἶναι ἀσεβῶς ἐκμαθόντες οἱ ἀπὸ Μαρκίωνος καθάπερ ἰδίῳ δόγματι φρυάττονται, οὐ φύσει κακὴν βούλονται ταύτην [3.3.13.2] εἶναι, ἀλλὰ τῇ ψυχῇ τῇ τὸ ἀληθὲς διιδούσῃ·
 [02877]  [3.4.26.1] πυνθάνομαι δ' ἔγωγε τὸν Νικόλαον μηδεμιᾷ ἑτέρᾳ παρ' ἣν ἔγημεν κεχρῆσθαι γυναικὶ τῶν τ' ἐκείνου τέκνων <τὰς> θηλείας μὲν καταγηρᾶσαι [3.4.26.2] παρθένους, ἄφθορον δὲ διαμεῖναι τὸν υἱόν·
 [02889]  εἰς τὰ χαμαιτυπεῖα μὲν οὖν ἡ τοιάδε εἰσάγει κοινωνία καὶ δὴ συμμέτοχοι εἶεν αὐτοῖς οἱ σύες καὶ οἱ τράγοι, εἶεν δ' ἂν ἐν ταῖς μείζοσι παρ' αὐτοῖς ἐλπίσιν αἱ προεστῶσαι τοῦ τέγους πόρναι ἀνέδην εἰσδεχόμεναι τοὺς βουλομένους ἅπαντας.
 [02964]  ὁ γοῦν λαός, ἐφ' οὗ εἴρηται ἡ περικοπή, παιδευόμενοι ἐφ' οἷς ἥμαρτον βαρέως φέροντες καὶ στένοντες διεγόγγυζον τὴν εἰρημένην λέξιν, ὅτι τὰ μὲν ἄλλα ἔθνη παρανομοῦντα οὐ κολάζεται, αὐτοὶ δὲ μόνοι παρ' ἕκαστα κολούονται, ὡς καὶ Ἱερεμίαν εἰρηκέναι, διὰ τί ὁδὸς ἀσεβῶν εὐοδοῦται;
 [03170]  καταφρονοῦσι δὲ θανάτου καὶ παρ' οὐδὲν ἡγοῦνται τὸ ζῆν·
 [03232]  συνορῶ δ' ὅπως τῇ προφάσει τοῦ γάμου οἳ μὲν ἀπεσχημένοι τούτου μὴ κατὰ τὴν ἁγίαν γνῶσιν εἰς μισανθρωπίαν ὑπερρύησαν καὶ τὸ τῆς ἀγάπης οἴχεται παρ' αὐτοῖς, οἳ δὲ ἐνσχεθέντες καὶ ἡδυπαθήσαντες τῇ τοῦ νόμου συμπεριφορᾷ, ὥς φησιν ὁ προφήτης, παρωμοιώθησαν τοῖς κτήνεσιν.
 [03233]  [3.10.68.1] Τίνες δὲ οἱ δύο καὶ τρεῖς ὑπάρχουσιν ἐν ὀνόματι Χριστοῦ συναγόμενοι, παρ' οἷς μέσος ἐστὶν ὁ κύριος;
 [03600]  ἠλάττωσας αὐτόν, φησί, βραχύ τι παρ' ἀγγέλους·
 [03636]  ὁ τοίνυν ἀπὸ [4.3.12.5] τοῦ σώματος τῆς ψυχῆς χωρισμὸς ὁ παρ' ὅλον τὸν βίον μελετώ μενος τῷ φιλοσόφῳ προθυμίαν κατασκευάζει γνωστικὴν εὐκόλως δύνασθαι φέρειν τὸν τῆς φύσεως θάνατον, διάλυσιν ὄντα τῶν πρὸς [4.3.12.6] τὸ σῶμα τῆς ψυχῆς δεσμῶν·
 [03645]  καὶ οἱ παλαιοὶ δὲ τῶν παρ' Ἕλλησι τῶν ἐν πολέμῳ ἀποθανόντων τὴν τελευτὴν ἐπαινοῦσιν, οὐ τὸ βιαίως ἀποθνῄσκειν συμβουλεύοντες, ἀλλ' ὅτι ὁ κατὰ πόλεμον τελευτῶν ἀδεὴς τοῦ θανεῖν ἀπήλλακται, ἀποτμηθεὶς τοῦ σώματος, καὶ οὐ προκαμὼν τῇ ψυχῇ οὐδὲ καταμαλακισθείς, οἷα περὶ τὰς νόσους πάσχουσιν οἱ ἄνθρωποι·
 [03754]  τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι·
 [03823]  ἐὰν μὴ βδελυσσώμεθα δηλονότι τοὺς διώκοντας καὶ ὑπομένωμεν τὰς παρ' αὐτῶν τιμωρίας, μὴ μισοῦντες αὐτούς, βράδιον ἢ προσεδοκήσαμεν πεπειρᾶσθαι διανοούμενοι, ἀλλὰ κἀκεῖνο γινώσκοντες πρόφασιν εἶναι μαρτυρίου τὸν ὁντινοῦν πειρασμόν.
 [03960]  μεστὴ μὲν οὖν πᾶσα ἡ ἐκκλησία τῶν μελετησάντων τὸν ζωοποιὸν θάνατον εἰς Χριστὸν παρ' ὅλον τὸν βίον καθάπερ ἀνδρῶν οὕτω δὲ καὶ γυναικῶν σωφρόνων.
 [04067]  τὸ δὲ [7ἔμπροσθεν] τῶν ἀνθρώπων,7 καὶ τῶν σῳζομένων καὶ τῶν ἐθνικῶν δὲ ὁμοίως παρ' οἷς μὲν καὶ τῇ πολιτείᾳ, παρ' οἷς δὲ καὶ τῇ φωνῇ.
 [04402]  προλαβούσης ὄναρ τῆς ἐπιθυμίας τὴν παῖδα παρ' ἐλπίδα κορεσθεὶς ἥκουσαν τὴν ἐρωμένην κατὰ τὸ τεταγμένον εἴργει τῆς εἰσόδου, ἣ δὲ ἐκμαθοῦσα τὸ γεγονὸς ἀπῄτει τὸν μισθόν, καὶ τῇδέ πως αὐτὴ τὴν ἐπιθυμίαν τῷ ἐραστῇ πεπληρωκέναι λέγουσα.
 [04424]  σιωπῶ γὰρ Σουσάνναν καὶ τὴν Μωυσέως ἀδελ φήν, ὡς ἣ μὲν συνεστρατήγησεν τῷ προφήτῃ πασῶν ἐξάρχουσα τῶν κατὰ σοφίαν παρ' Ἑβραίοις εὐδοκίμων γυναικῶν, ἣ δὲ σεμνότητος ὑπερβολῇ καὶ μέχρι θανάτου χωροῦσα πρὸς τῶν ἀκολάστων ἐραστῶν κατακρινομένη μάρτυς ἁγνείας ἔμεινεν ἀρρεπής.
 [04445]  ἐπεὶ καὶ ἡ τοῦ Ἀβραὰμ γυνὴ Σάρρα ἡ μακαρία αὐτὴ τοὺς ἐγκρυφίας παρεσκεύασε τοῖς ἀγγέλοις, καὶ βασιλικαὶ κόραι παρὰ τοῖς Ἑβραίοις τὰ πρόβατα ἔνεμον, ὅθεν καὶ ἡ παρ' Ὁμήρῳ Ναυσικάα ἐπὶ τοὺς πλυνοὺς ᾔει.
 [04530]  αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, αἴτημα τὸ βασιλικώτατον διδάσκων αἰτεῖσθαι τὴν τῶν ἀνθρώπων σωτηρίαν ἀμισθί, ἵνα δὴ ἡμεῖς κληρονομήσωμεν καὶ [4.22.136.2] κτησώμεθα τὸν κύριον.
 [04623]  ὅτῳ τοίνυν <τὰ> τῷ ὄντι καλὰ φαίνεται ἥδιστα, παρ' [4.23.149.8] αὑτοῦ πορίζεται ὃν ποθεῖ καρπόν, τὴν τῆς ψυχῆς εὐστάθειαν.
 [04687]  μόνῳ οὖν πατρὶ καὶ μητέρι υἱῷ τε καὶ θυγατρὶ τελευτήσαντι ἐπιτέτραπται ἐπεισιέναι τὸν ἱερέα, ὅτι συγγενεῖς οὗτοι σαρκὸς καὶ σπέρματος μόνοι, παρ' ὧν τὴν προσεχῆ αἰτίαν τῆς εἰς τὸν βίον παρόδου καὶ ὁ ἱερεὺς εἴληφεν.
 [04741]  [4.26.166.1] Ὅσα δὲ τριττὰ εἶναι ἀγαθὰ οἱ Περιπατητικοὶ θέλουσι, χρῆται αὐτοῖς, ἀλλὰ καὶ τῷ σώματι, ὥς τις μακρὰν στελλόμενος ἀποδημίαν πανδοχείοις καὶ ταῖς παρ' ὁδὸν οἰκήσεσιν, ἐπιμελούμενος μὲν καὶ κοσμῶν τὸν τόπον ἔνθα καταλύει, ἀπολείπων δὲ τὴν οἴκησιν καὶ τὴν κτῆσιν καθάπερ καὶ τὴν χρῆσιν ἀπροσπαθῶς, προθύμως τῷ ἀπάγοντι τοῦ βίου συνεπόμενος, οὐδαμῶς ὀπίσω κατ' οὐδεμίαν ἀφορμὴν ἐπιστρεφόμενος, εὐχαριστήσας μὲν ἐπὶ τῇ παροικίᾳ, εὐλογῶν δὲ [4.26.166.2] ἐπὶ τῇ ἐξόδῳ, τὴν μονὴν ἀσπαζόμενος τὴν ἐν οὐρανῷ.
 [04897]  ὅταν δ' αὖ θεοὶ γῆν ὕδασι καθαίροντες κατακλύζωσιν, οἱ μὲν ἐν τοῖς ὄρεσι διασῴζονται, βουκόλοι νομεῖς, οἱ δ' ἐν ταῖς παρ' ἡμῖν πόλεσιν εἰς τὴν θάλασσαν ὑπὸ τῶν ποταμῶν φέρονται.
 [04930]  [5.2.14.1] Περὶ μὲν οὖν πίστεως ἱκανὰ μαρτύρια τῶν παρ' Ἕλλησι γραφῶν παρατεθείμεθα·
 [04975]  οὐ γὰρ πλῆθος ἔχει συνετὴν κρίσιν οὔτε δικαίαν οὔτε καλήν, ὀλίγοις δὲ παρ' ἀνδράσι τοῦτό κεν εὕροις.
 [04984]  ὡς δὲ παρ' ἡμετέρης κέλεται πιστώματα Μούσης, γνῶθι διατμηθέντος ἐνὶ σπλάγχνοισι λόγοιο.
 [04989]  διὸ καὶ τοῖς τὴν σοφίαν αἰτοῦσι τὴν παρ' αὐτοῖς ὀρεκτέον τὰ οἰκεῖα, ὡς ἂν ῥᾷστα διὰ τῶν ἰδίων εἰς πίστιν ἀληθείας [5.3.18.7] εἰκότως ἀφίκοιντο·
 [04994]  [5.4.19.1] Ἀλλ' ἐπεὶ μήτε τῷ ἀγαθῷ δικαίως μήτε τῇ γνώσει εἰς σωτηρίαν πιστεύειν ἐθέλουσιν, ἡμεῖς αὐτοὶ τὰ ἐκείνων ἴδια ἡγούμενοι ὅτι πάντα τοῦ θεοῦ, καὶ μάλιστα ἐπειδὴ τὰ καλὰ παρ' ἡμῶν ὥρμηται τοῖς Ἕλλησιν, ἐγχειρῶμεν αὐτοῖς, ὡς ἀκούειν πεφύκασι·
 [04999]  διὰ τοῦτό τοι τῆς ἐπικρύψεως τὸν τρόπον, θεῖον ὄντα ὡς ἀληθῶς καὶ ἀναγκαιότατον ἡμῖν <διὰ τὸν> ἐν τῷ ἀδύτῳ τῆς ἀληθείας ἀποκείμενον, ἱερὸν ἀτεχνῶς λόγον, Αἰγύπτιοι μὲν διὰ τῶν παρ' αὐτοῖς ἀδύτων καλουμένων, Ἑβραῖοι δὲ διὰ τοῦ παραπε [5.4.19.4] τάσματος ᾐνίξαντο, <δι' οὗ> μόνοις ἐξῆν ἐπιβαίνειν αὐτῶν τοῖς ἱερωμένοις, τουτέστι τοῖς ἀνακειμένοις τῷ θεῷ, τοῖς περιτετμημένοις τὰς τῶν παθῶν ἐπιθυμίας διὰ τὴν πρὸς μόνον τὸ θεῖον ἀγάπην·
 [05004]  [5.4.20.3] Αὐτίκα οἱ παρ' Αἰγυπτίοις παιδευόμενοι πρῶτον μὲν πάντων τὴν Αἰγυπτίων γραμμάτων μέθοδον ἐκμανθάνουσι, τὴν ἐπιστολογραφικὴν καλουμένην·
 [05014]  [5.4.21.4] Πάντες οὖν, ὡς ἔπος εἰπεῖν, οἱ θεολογήσαντες βάρβαροί τε καὶ Ἕλληνες τὰς μὲν ἀρχὰς τῶν πραγμάτων ἀπεκρύψαντο, τὴν δὲ ἀλήθειαν αἰνίγμασι καὶ συμβόλοις ἀλληγορίαις τε αὖ καὶ μεταφοραῖς καὶ τοιούτοις τισὶ τρόποις παραδεδώκασιν, ὁποῖα καὶ παρ' Ἕλλησι τὰ μαντεῖα, καὶ ὅ γε Ἀπόλλων ὁ Πύθιος Λοξίας λέγεται.
 [05015]  [5.4.22.1] Ναὶ μὴν καὶ τῶν παρ' Ἕλλησι σοφῶν καλουμένων τὰ ἀποφθέγματα ὀλίγαις λέξεσι μείζονος πράγματος δήλωσιν ἐμφαίνει, οἷον ἀμέλει τὸ χρόνου φείδου ἤτοι ἐπεὶ ὁ βίος βραχύς, καὶ οὐ δεῖ τὸν χρόνον τοῦτον εἰς μάτην καταναλῶσαι, ἢ κατ' ἐναντιότητα φείσασθαι τῶν ἀναλωμάτων τῶν ἰδιωτικῶν, ἵνα κἂν πολλὰ ἔτη ζήσῃς, φησί, μὴ ἐπιλείπῃ σοι τὰ ἐπιτήδεια.
 [05085]  ὅθεν ἡ μὲν Ἑλληνικὴ φιλοσοφία τῇ ἐκ τῆς θρυαλλίδος ἔοικεν λαμπηδόνι, ἣν ἀνάπτουσιν ἄνθρωποι, παρ' ἡλίου κλέπτοντες ἐντέχνως τὸ φῶς·
 [05109]  αὐτίκα ὁμολογεῖ τὴν ἐπίκρυψιν ἡ περὶ τὸν νεὼν τὸν [5.6.32.2] παλαιὸν τῶν ἑπτὰ περιβόλων πρός τι ἀναφορὰ παρ' Ἑβραίοις ἱστορουμένη ἥ τε κατὰ τὸν ποδήρη διασκευή, διὰ ποικίλων τῶν πρὸς τὰ φαινόμενα συμβόλων τὴν ἀπ' οὐρανοῦ μέχρι γῆς αἰνισσομένη [5.6.32.3] συνθήκην.
 [05189]  ἤδη δὲ κἀν ταῖς καλουμέναις παρ' αὐτοῖς κωμασίαις τῶν θεῶν χρυσᾶ ἀγάλματα, δύο μὲν κύνας, ἕνα δὲ ἱέρακα καὶ ἶβιν μίαν περιφέρουσι καὶ καλοῦσι τὰ [5.7.43.2] τέσσαρα τῶν ἀγαλμάτων εἴδωλα τέσσαρα γράμματα.
 [05261]  οὐχὶ καὶ Ἐπιγένης ἐν τῷ περὶ τῆς Ὀρφέως ποιήσεως τὰ ἰδιάζοντα παρ' Ὀρφεῖ ἐκτιθέμενός φησι κερκίσι καμπυλόχρωσι τοῖς ἀρότροις μηνύεσθαι, στήμοσι δὲ τοῖς αὔλαξι·
 [05334]  [5.9.58.1] Οὐ μόνοι ἄρα οἱ Πυθαγόρειοι καὶ Πλάτων τὰ πολλὰ ἐπεκρύπτοντο, ἀλλὰ καὶ οἱ Ἐπικούρειοί φασί τινα καὶ παρ' αὐτοῦ ἀπόρρητα εἶναι καὶ μὴ πᾶσιν ἐπιτρέπειν ἐντυγχάνειν τούτοις τοῖς γράμμασιν.
 [05449]  [5.11.70.7] οὐκ ἀπεικότως ἄρα καὶ τῶν μυστηρίων τῶν παρ' Ἕλλησιν ἄρχει [5.11.71.1] μὲν τὰ καθάρσια, καθάπερ καὶ τοῖς βαρβάροις τὸ λουτρόν.
 [05457]  διὰ τοῦτο καὶ ὁ Μωυσῆς φησιν ἐμφάνισόν μοι σαυτόν, ἐναργέστατα αἰνισσόμενος μὴ εἶναι διδακτὸν πρὸς ἀνθρώπων μηδὲ ῥητὸν τὸν θεόν, ἀλλ' ἢ μόνῃ τῇ παρ' αὐτοῦ δυνάμει γνωστόν.
 [05458]  ἡ μὲν γὰρ ζήτησις ἀειδὴς καὶ ἀόρατος, ἡ χάρις δὲ τῆς γνώσεως παρ' [5.11.72.1] αὐτοῦ διὰ τοῦ υἱοῦ.
 [05563]  λείπεται δὴ θείᾳ χάριτι καὶ μόνῳ τῷ παρ' αὐτοῦ λόγῳ τὸ ἄγνωστον νοεῖν, καθὸ καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀπομνημονεύει τὸν Παῦλον λέγοντα·
 [05600]  ἔπεισιν οὖν μοι παρ' ἕκαστα θαυμάζειν τὴν θείαν ἐκείνην φωνήν·
 [05629]  νῦν δ' οὖν τὸ παρ' ἡμῶν ὧδε ἐχέτω·
 [05737]  [5.14.99.4] Ἐπί τε τῆς τοῦ ἀνθρώπου ἐκ χοὸς διαπλάσεως ἱστάμενοι γήινον [5.14.99.5] μὲν οἱ φιλόσοφοι παρ' ἕκαστα τὸ σῶμα ἀναγορεύουσιν·
 [05748]  ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος [5.14.100.6] Πάλιν τὸ δυνατὸν ἐν πᾶσι προσάπτουσι καὶ οἱ παρ' Ἕλλησι λογιώτατοι τῷ θεῷ, ὁ μὲν Ἐπίχαρμος (Πυθαγόρειος δὲ ἦν) λέγων·
 [05847]  ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παρ' ἐκείνης τευξόμενος καλοῦ τινος.
 [05884]  φάτις αὐτοῖσιν μαρτυρεῖ παρεόντας ἀπεῖναι, [5.14.115.4] Ἀλλ' ἄντικρυς καὶ μίαν ἀρχὴν καὶ παρ' Ἑλλήνων ἀκοῦσαι ποθεῖς;
 [06062]  [5.14.134.1] πολὺ δὲ πλέον οἱ παρ' Ἕλλησι πολυπράγμονες, οἱ φιλόσοφοι, ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας <τῷ> ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδοσαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλ' οὐδ' αὐτὸν ὅπως νοεῖσθαι πέφυκεν τὸν θεόν, μόνον δ', ὡς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ.
 [06113]  εἰ γὰρ καὶ τὰς λέξεις ἐπίοιμεν αὐτῶν, οὐκ ἂν φθάνοιμεν, πλῆθος ὅσον ὑπομνημάτων συνερανίζοντες, ἐκ τῆς βαρβάρου φιλοσοφίας πᾶσαν φερομένην τὴν παρ' Ἕλλησιν [5.14.140.3] ἐνδεικνύμενοι σοφίαν.
 [06114]  ἧς θεωρίας οὐδὲν ἧττον αὖθις ἐφαψόμεθα κατὰ τὸ ἀναγκαῖον, ὁπηνίκα ἂν τὰς περὶ ἀρχῶν δόξας τὰς παρ' Ἕλλησι [5.14.140.4] φερομένας ἀναλεγώμεθα.
 [06142]  [6.2.4.2] Ἐπεὶ γὰρ παρεστήσαμεν τὸ συμβολικὸν εἶδος ἀρχαῖον εἶναι, κεχρῆσθαι δὲ αὐτῷ οὐ μόνον τοὺς προφήτας τοὺς παρ' ἡμῖν, ἀλλὰ καὶ τῶν Ἑλλήνων τῶν παλαιῶν τοὺς πλείονας καὶ τῶν ἄλλων τῶν κατὰ τὰ ἔθνη βαρβάρων οὐκ ὀλίγους, ἐχρῆν δὲ καὶ τὰ μυστήρια ἐπελθεῖν τῶν τελουμένων·
 [06146]  οἱ γὰρ τὰ οἰκεῖα οὕτως ἄντικρυς παρ' ἀλλήλων ὑφαιρούμενοι βεβαιοῦσι μὲν τὸ κλέπται εἶναι, σφετερίζεσθαι δ' ὅμως καὶ ἄκοντες τὴν παρ' ἡμῶν ἀλήθειαν εἰς τοὺς ὁμοφύλους λάθρᾳ διαδείκνυνται.
 [06392]  οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης καὶ τὰ ἑξῆς κατὰ λέξιν μετενηνοχότα παρ' Ὀρφέως ἐκ τοῦ ∆ιονύσου ἀφανισμοῦ.
 [06402]  σιωπῶ δὲ Ἡράκλειτον τὸν [6.2.27.2] Ἐφέσιον, ὃς παρ' Ὀρφέως τὰ πλεῖστα εἴληφεν.
 [06403]  παρὰ Πυθαγόρου δὲ καὶ τὴν ψυχὴν ἀθάνατον εἶναι Πλάτων ἔσπακεν, ὃ δὲ παρ' [6.2.27.3] Αἰγυπτίων.
 [06407]  ἐπιλείψει γάρ με ὁ βίος, εἰ καθ' ἕκαστον ἐπεξιέναι αἱροίμην τὴν Ἑλληνικὴν διελέγχων φίλαυτον κλοπήν, καὶ ὡς σφετερίζονται τὴν εὕρεσιν τῶν παρ' αὐτοῖς καλλίστων δογμάτων, ἣν παρ' ἡμῶν εἰλήφασιν.
 [06408]  [6.3.28.1] Ἤδη δὲ οὐ μόνον ὑφαιρούμενοι τὰ δόγματα παρὰ τῶν βαρβάρων διελέγχονται, ἀλλὰ καὶ προσέτι ἀπομιμούμενοι τὰ παρ' ἡμῖν ἄνωθεν ἐκ τῆς θείας δυνάμεως διὰ τῶν ἁγίως βεβιωκότων εἰς τὴν ἡμετέραν ἐπιστροφὴν παραδόξως ἐνεργούμενα, Ἑλληνικῇ μυθολογίᾳ [6.3.28.2] τερατευόμενοι.
 [06409]  καὶ δὴ πευσόμεθα παρ' αὐτῶν ἤτοι ἀληθῆ ταῦτα εἶναι ἃ ἱστοροῦσιν ἢ ψευδῆ.
 [06476]  [6.4.35.1] Εὕροιμεν δ' ἂν καὶ ἄλλο μαρτύριον εἰς βεβαίωσιν τοῦ τὰ κάλλιστα τῶν δογμάτων τοὺς ἀρίστους τῶν φιλοσόφων παρ' ἡμῶν σφετερισαμένους ὡς ἴδια αὐχεῖν τὸ καὶ παρὰ τῶν ἄλλων βαρβάρων ἀπηνθίσθαι τῶν εἰς ἑκάστην αἵρεσιν συντεινόντων τινά, μάλιστα δὲ Αἰγυπτίων τά τε ἄλλα καὶ τὸ περὶ τὴν μετενσωμάτωσιν τῆς ψυχῆς [6.4.35.2] δόγμα.
 [06487]  δέκα δέ ἐστι τὰ εἰς τὴν τιμὴν ἀνήκοντα τῶν παρ' αὐτοῖς θεῶν καὶ τὴν Αἰγυπτίαν εὐσέβειαν περιέχοντα, οἷον περὶ θυμάτων, ἀπαρχῶν, ὕμνων, εὐχῶν, πομπῶν ἑορτῶν καὶ τῶν τούτοις ὁμοίων.
 [06521]  ὡς δηλονότι τὸν αὐτὸν ἡμῖν σεβόντων θεὸν καὶ τῶν παρ' Ἕλλησι δοκίμων ἀλλ' οὐ κατ' ἐπίγνωσιν παντελῆ, τὴν δι' υἱοῦ παράδοσιν <μὴ> μεμαθηκότων.
 [06535]  πρὸς δὲ καὶ ὅτι ὁ αὐτὸς θεὸς ἀμφοῖν ταῖν διαθήκαιν χορηγός, ὁ καὶ τῆς Ἑλληνικῆς φιλοσοφίας δοτὴρ τοῖς Ἕλλησιν, δι' ἧς ὁ παντοκράτωρ παρ' Ἕλλησι δοξάζεται, παρέστησεν.
 [06645]  φιλόσοφοι δὲ λέγονται παρ' ἡμῖν μὲν οἱ σοφίας ἐρῶντες τῆς πάντων δημιουργοῦ καὶ διδασκάλου, τουτέστι γνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, παρ' Ἕλλησι δὲ οἱ τῶν περὶ [6.7.55.3] ἀρετῆς λόγων ἀντιλαμβανόμενοι.
 [06646]  εἴη δ' ἂν φιλοσοφία τὰ παρ' ἑκάστῃ τῶν αἱρέσεων (τῶν κατὰ φιλοσοφίαν λέγω) ἀδιάβλητα δόγματα [6.7.55.4] μετὰ τοῦ ὁμολογουμένου βίου εἰς μίαν ἀθροισθέντα ἐκλογήν.
 [06742]  ὅθεν αἵ τε αἱρέσεις παρ' ἡμῖν συνανεφύησαν τῷ γονίμῳ πυρῷ οἵ τε τὴν Ἐπικούρου ἀθεότητα καὶ τὴν ἡδονὴν καὶ ὅσα ἄλλα παρὰ τὸν ὀρθὸν λόγον ἐπέσπαρται τῇ Ἑλληνικῇ φιλοσοφίᾳ κηρύσσοντες νόθοι τῆς [6.8.68.1] θεόθεν δωρηθείσης γεωργίας Ἕλλησιν ὑπάρχουσι καρποί.
 [06772]  παρ' ὃ καὶ οἱ εἰς ἄνθρωπον ἁμαρτάνοντες ἀνόσιοί τε καὶ ἀσεβεῖς.
 [06807]  οὐ γὰρ μόνον τὸ πρῶτον αἴτιον καὶ τὸ ὑπ' αὐτοῦ γεγεν<ν>ημένον αἴτιον κατείληφεν καὶ περὶ τούτων ἐμπέδως ἔχει, μονίμως μονίμους καὶ ἀμεταπτώτους καὶ ἀκινήτους λόγους κεκτημένος, ἀλλὰ καὶ περὶ ἀγαθῶν καὶ περὶ κακῶν περί τε γενέσεως ἁπάσης καὶ συλλήβδην εἰπεῖν, περὶ ὧν ἐλάλησεν ὁ κύριος, τὴν ἀκριβεστάτην ἐκ καταβολῆς κόσμου εἰς τέλος ἀλήθειαν παρ' αὐτῆς ἔχει τῆς ἀληθείας μαθών, οὐκ, εἴ πού τι φανείη πιθανὸν ἢ κατὰ λόγον Ἑλληνικὸν ἀναγκαστικόν, πρὸ αὐτῆς αἱρούμενος τῆς [6.9.78.6] ἀληθείας, τὰ δὲ εἰρημένα ὑπὸ κυρίου σαφῆ καὶ πρόδηλα ἔχει λαβών.
 [06809]  τὰ λόγια δὲ τὰ παρ' ἡμῖν θεσπίζει περί τε τῶν ὄντων ὡς ἔστι, περί τε τῶν μελλόντων ὡς ἔσται, περί τε τῶν γεγονότων ὡς [6.9.79.1] ἐγένετο.
 [06813]  [6.10.80.1] Κατ' ἐπακολούθημα τοίνυν καὶ τοῖς εἰς γνῶσιν γυμνάζουσιν αὐτὸν προσανάκειται, παρ' ἑκάστου μαθήματος τὸ πρόσφορον τῇ [6.10.80.2] ἀληθείᾳ λαμβάνων, τῆς μὲν οὖν μουσικῆς τὴν ἐν τοῖς ἡρμοσμένοις ἀναλογίαν διώκων, ἐν δὲ τῇ ἀριθμητικῇ τὰς αὐξήσεις καὶ μειώσεις τῶν ἀριθμῶν παρασημειούμενος καὶ τὰς πρὸς ἀλλήλους σχέσεις καὶ ὡς τὰ πλεῖστα ἀναλογίᾳ τινὶ ἀριθμῶν ὑποπέπτωκεν, <ἐν δὲ> τῇ γεωμετρικῇ οὐσίαν αὐτὴν ἐφ' ἑαυτῆς θεωρῶν καὶ ἐθιζόμενος συνεχές τι διάστημα νοεῖ<ν> καὶ οὐσίαν ἀμετάβλητον, ἑτέραν τῶνδε τῶν [6.10.80.3] σωμάτων οὖσαν·
 [06818]  εἰ δὲ τοιαύτη παρ' αὐτοῖς ἐστιν ἡ πίστις (οὐ γὰρ ἂν γνῶσιν εἴποιμι), ἵνα λυθῇ πιθανολογίᾳ, λυθήτω, διὰ τούτου μάλιστα ὁμολογούντων οὐχ ἕξειν τὴν ἀλήθειαν·
 [06927]  ἤδη δὲ καὶ τὰς τέσσαρας ἀρετὰς ἄντικρυς ἡ παρ' ἡμῖν σοφία ὧδέ πως ἀνακηρύσσει, ὥστε καὶ τούτων τὰς πηγὰς τοῖς Ἕλλησιν παρὰ Ἑβραίων δεδόσθαι.
 [06935]  ἀκούσονται γὰρ καὶ παρ' ἡμῶν ὅτι τέλειος κατὰ τὴν κατασκευὴν οὐκ ἐγένετο, πρὸς δὲ τὸ ἀναδέξασθαι τὴν ἀρετὴν ἐπιτήδειος·
 [07006]  ἀκόλουθον γὰρ εἶναι μίαν ἀμετάθετον σωτηρίας δόσιν παρ' ἑνὸς θεοῦ δι' ἑνὸς κυρίου πολυτρόπως ὠφελοῦσαν, δι' ἣν αἰτίαν τὸ μεσότοιχον αἴρεται τὸ [6.13.107.1] διορίζον τοῦ Ἰουδαίου τὸν Ἕλληνα εἰς περιούσιον λαόν.
 [07039]  καθάπερ οὖν τοῖς ἀπείροις τοῦ λυρίζειν λύρας οὐχ ἁπτέον οὐδὲ μὴν τοῖς ἀπείροις τοῦ αὐλεῖν αὐλῶν, οὕτως οὐδὲ πραγμάτων ἁπτέον τοῖς μὴ τὴν γνῶσιν εἰληφόσι καὶ [6.14.112.2] εἰδόσιν ὅπως αὐτοῖς παρ' ὅλον τὸν βίον χρηστέον.
 [07122]  τεκμήριον ἄρα τοῦ παρ' ἡμῖν εἶναι τὴν ἀλήθειαν τὸ αὐτὸν διδάξαι τὸν υἱὸν τοῦ θεοῦ·
 [07123]  εἰ γὰρ περὶ πᾶν ζήτημα καθολικὰ ταῦτα εὑρίσκεται πρόσωπόν τε καὶ πρᾶγμα, ἡ ὄντως ἀλήθεια παρ' ἡμῖν δείκνυται μόνοις, ἐπεὶ πρόσωπον μὲν τῆς δεικνυμένης ἀληθείας ὁ υἱὸς τοῦ θεοῦ, τὸ πρᾶγμα δὲ ἡ δύναμις τῆς πίστεως ἡ καὶ παντὸς οὑτινοσοῦν ἐναντιουμένου καὶ αὐτοῦ ὅλου ἐνισταμένου τοῦ κόσμου [6.15.122.3] πλεονάζουσα.
 [07124]  ἀλλ' ἐπεὶ τοῦτο ἀνωμολόγηται βεβαιωθῆναι ἐν αἰωνίοις ἔργοις καὶ λόγοις καὶ πέφηνεν ἤδη κολάσεως, οὐκ ἀντιρρήσεως ἄξιος ἅπας ὁ μὴ νομίζων εἶναι πρόνοιαν καὶ τῷ ὄντι ἄθεος, πρόκειται δ' ἡμῖν, τί ποιοῦντες καὶ τίνα τρόπον βιοῦντες εἰς τὴν ἐπίγνωσιν τοῦ παντοκράτορος θεοῦ ἀφικοίμεθα καὶ πῶς τιμῶντες τὸ θεῖον σφίσιν σωτηρίας αἴτιοι γινοίμεθα, οὐ παρὰ τῶν σοφιστῶν, ἀλλὰ παρ' αὐτοῦ τοῦ θεοῦ γνόντες καὶ μαθόντες τὸ εὐάρεστον αὐτῷ, τὸ [6.15.122.4] δίκαιον καὶ ὅσιον δρᾶν ἐγχειροῦμεν.
 [07158]  ἐπὶ πᾶσί τε τὸ παραβολικὸν εἶδος τῆς γραφῆς, ἀρχαιότατον ὄν, ὡς παρεστήσαμεν, εἰκότως παρὰ τοῖς προφήταις μάλιστα ἐπλεόνασεν, ἵνα δὴ καὶ τοὺς φιλοσόφους τοὺς παρ' Ἕλλησι καὶ τοὺς παρὰ τοῖς ἄλλοις βαρβάροις σοφοὺς ἠγνοηκέναι τὸ ἅγιον ἐπιδείξῃ πνεῦμα τὴν ἐσομένην τοῦ κυρίου παρουσίαν καὶ τὴν ὑπ' αὐτοῦ [6.15.127.4] παραδοθησομένην μυστικὴν διδασκαλίαν.
 [07169]  ταῖς μὲν γὰρ Ἑλληνικαῖς κατ' ἐπιτήδευσιν αἱ καλούμεναι τῶν τρόπων ἐξαλλαγαὶ τὰς ἐπικρύψεις ποιοῦνται κατ' εἰκόνα τῶν παρ' ἡμῖν προφητειῶν ἀναγόμεναι, πλὴν ἑκουσίου τῆς παρατροπῆς παρὰ τὸ ὀρθὸν ἐμμέτρῳ ἢ σχεδίῳ φράσει γινομένης [6.15.129.3] δείκνυται.
 [07175]  εἰ δὲ ἀπὸ Ἕλληνος τοῦ ∆ιὸς τοῦ κατ' ἐπίκλησιν ∆ευκαλίωνος τὰς Ἑλληνικὰς συνέβη κεκλῆσθαι διαλέκτους, ἐκ τῶν χρόνων, ὧν φθάσαντες παρεστήσαμεν, ῥᾴδιον συνιδεῖν ὅσαις γενεαῖς τῆς Ἑβραίων φωνῆς αἱ παρ' Ἕλλησι μεταγενέστεραι διάλεκτοι ὑπάρχουσι.
 [07184]  [6.15.132.1] Ταύτῃ οἱ τῶν παρ' Ἕλλησι λογιώτατοι τῷ Ἑρμῇ, ὃν δὴ λόγον εἶναί φασι, διὰ τὴν ἑρμηνείαν καθιεροῦσι τῆς ῥοιᾶς τὸν καρπόν·
 [07255]  οἱ τούτων αἰσθητοὶ τύποι τὰ παρ' ἡμῖν φωνήεντα [6.16.141.7] στοιχεῖα.
 [07267]  ἑπτὰ μέν εἰσιν οἱ τὴν μεγίστην δύναμιν ἔχοντες πρωτόγονοι ἀγγέλων ἄρχοντες, ἑπτὰ δὲ καὶ οἱ ἀπὸ τῶν μαθημάτων τοὺς πλανήτας εἶναί φασιν ἀστέρας τὴν περίγειον διοίκησιν ἐπιτελοῦντας, ὑφ' ὧν κατὰ συμπάθειαν οἱ Χαλδαῖοι πάντα γίνεσθαι νομίζουσι τὰ περὶ τὸν θνητὸν βίον, παρ' ὃ καὶ περὶ τῶν μελλόντων λέγειν τινὰ ὑπισχνοῦνται, τῶν δὲ ἀπλανῶν ἑπτὰ μὲν αἱ πλειάδες, ἑπτάστεροι δὲ αἱ ἄρκτοι, καθ' ἃς αἱ γεωργίαι καὶ ναυτιλίαι συμπεραιοῦνται, ἡ [6.16.143.2] σελήνη τε δι' ἑπτὰ ἡμερῶν λαμβάνει τοὺς μετασχηματισμούς.
 [07326]  τὰ φιλοσοφούμενα δὲ παρ' αὐτοῖς κατὰ τὸν Ἐμπεδοκλέα ὡς διὰ πολλῶν δὴ γλώσσης ἐλθόντα ματαίως ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων.
 [07348]  ἐπεὶ τοίνυν δύο εἰσὶν ἰδέαι τῆς ἀληθείας, τά τε ὀνόματα καὶ τὰ πράγματα, οἳ μὲν τὰ ὀνόματα λέγουσιν, οἱ περὶ τὰ κάλλη τῶν λόγων διατρίβοντες, οἱ παρ' Ἕλλησι φιλόσοφοι, τὰ πράγματα δὲ [6.17.151.3] παρ' ἡμῖν ἐστι τοῖς βαρβάροις.
 [07413]  αὐτίκα τρεῖς τρόποι πάσης ὠφελείας τε καὶ μεταδόσεως ἄλλῳ παρ' ἄλλου, ὃ μὲν κατὰ παρακολούθησιν ὡς ὁ παιδοτρίβης σχηματίζων τὸν παῖδα, ὃ δὲ καθ' ὁμοίωσιν ὡς ὁ προτρεπόμενος ἕτερον εἰς ἐπίδοσιν τῷ προεπιδοῦναι, καὶ ὃ μὲν συνεργεῖ τῷ μανθάνοντι, ὃ δὲ συνωφελεῖ τὸν λαμβάνοντα.
 [07422]  καὶ μὲν δὴ καὶ τὸ τῆς πρ<οστ>άξεως εἶδος ἐμφανέστατον διά τε τῶν διαθηκῶν τῶν κυριακῶν διά τε τῶν παρ' Ἕλλησι νόμων, ἀλλὰ καὶ τῶν κατὰ τὴν [6.17.161.6] φιλοσοφίαν παρηγγελμένων.
 [07451]  καὶ εἰ τοῦτο, ἤτοι γε παρ' ἑαυτῶν ὀψὲ ἐκμαθόντες, ὥσπερ ἀμέλει καὶ τετυφωμένοι τινὲς αὐτῶν αὐχοῦσιν, ἢ [6.18.165.5] παρ' ἑτέρων τῶν ὁμοίων.
 [07458]  μόνη τοίνυν ἡ παρ' ἡμῖν θεοδίδακτός ἐστι σοφία, ἀφ' ἧς αἱ πᾶσαι πηγαὶ [6.18.166.5] τῆς σοφίας ἤρτηνται, ὅσαι γε τῆς ἀληθείας στοχάζονται.
 [07475]  ἐναργεστέροις δ', οἶμαι, πρὸς τοὺς φιλοσόφους χρῆσθαι προσήκει τοῖς λόγοις, ὡς ἐπαΐειν ἐκ τῆς παρ' αὐτοῖς παιδείας ἤδη γεγυμνασμένους δύνασθαι, καὶ εἰ μηδέπω ἀξίους ἑαυτοὺς μεταλαβεῖν τῆς τοῦ πιστεῦσαι δυνάμεως [7.1.1.3] παρεσχήκασι.
 [07486]  παρ' οὗ ἐκμανθάνειν <ἔστιν> τὸ ἐπέκεινα αἴτιον, τὸν πατέρα τῶν ὅλων, τὸ πρέσβιστον καὶ πάντων εὐεργετικώτατον, οὐκέτι φωνῇ παραδιδόμενον, σεβάσματι δὲ καὶ σιγῇ μετὰ ἐκπλήξεως ἁγίας σεβαστὸν καὶ σεπτὸν κυριώτατα.
 [07515]  οὐ γὰρ βιάζεται τὸν ἐξ αὑτοῦ τὴν σωτηρίαν λαβεῖν διὰ τοῦ ἑλέσθαι καὶ πάντα ἀποπληρῶσαι τὰ παρ' αὑτοῦ πρὸς [7.2.6.4] τὸ λαβέσθαι τῆς ἐλπίδος δυνάμενον.
 [07727]  εἰ δὲ τῷ ὄντι ἡ κνῖσα γέρας ἐστὶ θεῶν τῶν παρ' Ἕλλησιν, οὐκ ἂν φθάνοιεν καὶ τοὺς μαγείρους θεοποιοῦντες, οἳ τῆς ἴσης εὐδαιμονίας ἀξιοῦνται, καὶ τὸν ἰπνὸν αὐτὸν προσκυνοῦντες προσεχέστερον γινόμενον [7.6.31.3] τῇ κνίσῃ τῇ πολυτιμήτῳ.
 [07735]  ἔστι γοῦν τὸ παρ' ἡμῖν θυσια στήριον ἐνταῦθα τὸ ἐπίγειον τὸ ἄθροισμα τῶν ταῖς εὐχαῖς ἀνακειμένων, μίαν ὥσπερ ἔχον φωνὴν τὴν κοινὴν καὶ μίαν γνώμην.
 [07775]  [7.7.35.4] εἰ δὲ ἡ παρουσία τινὸς ἀνδρὸς ἀγαθοῦ διὰ τὴν ἐντροπὴν καὶ τὴν αἰδῶ πρὸς τὸ κρεῖττον ἀεὶ σχηματίζει τὸν ἐντυγχάνοντα, πῶς οὐ μᾶλλον ὁ συμπαρὼν ἀεὶ διὰ τῆς γνώσεως καὶ τοῦ βίου καὶ τῆς εὐχαριστίας ἀδιαλείπτως τῷ θεῷ οὐκ εὐλόγως ἂν ἑαυτοῦ παρ' ἕκαστα κρείττων εἴη εἰς πάντα καὶ τὰ ἔργα καὶ τοὺς λόγους καὶ τὴν [7.7.35.5] διάθεσιν;
 [07807]  [7.7.39.3] ὅθεν εἰκότως ἑνὸς ὄντος τοῦ ἀγαθοῦ θεοῦ παρ' αὐτοῦ μόνου τῶν ἀγαθῶν τὰ μὲν δοθῆναι, τὰ δὲ παραμεῖναι εὐχόμεθα ἡμεῖς τε καὶ οἱ [7.7.39.4] ἄγγελοι, ἀλλ' οὐχ ὁμοίως.
 [07840]  ἐπὰν γὰρ τὸ παρ' ἡμῶν εὐεπίφορον ὁ τῶν ἀγαθῶν λάβῃ δοτήρ, ἀθρόα πάντα τῇ συλλήψει αὐτῇ ἕπεται τὰ ἀγαθά.
 [07895]  [7.7.48.6] Ὧιδε γὰρ καὶ τῷ γνωστικῷ, ἀνεπιλήπτως καὶ εὐσυνειδήτως τὰ παρ' ἑαυτοῦ πάντα ἐκπεπληρωκότι εἴς τε τὴν μάθησιν εἴς τε τὴν συνάσκησιν εἴς τε τὴν εὐποιίαν καὶ εἰς τὴν εὐαρέστησιν τῷ θεῷ, τὸ πᾶν [7.7.48.7] συναίρεται πρὸς τὴν τελειοτάτην σωτηρίαν.
 [07896]  ταῦτ' οὖν ἀπαιτεῖται παρ' ἡμῶν, τὰ ἐφ' ἡμῖν καὶ τῶν πρὸς ἡμᾶς ἀνηκόντων, παρόντων τε καὶ ἀπόντων, αἵρεσίς τε καὶ πόθος καὶ κτῆσις καὶ χρῆσις καὶ διαμονή.
 [08070]  [7.12.69.6] αὐτὸς μὲν γὰρ οὐδενὶ οὐδέποτε κατ' οὐδένα τρόπον ἐχθρὸς ἂν γένοιτο, ἐχθροὶ δὲ εἶναι νοοῖντο αὐτῷ οἱ τὴν ἐναντίαν ὁδὸν [7.12.69.7] τρεπόμενοι ἄλλως τε κἂν ἡ ἕξις ἡ παρ' ἡμῖν μεταδοτικὴ δικαιοσύνη λέγηται·
 [08155]  ἀτεχνῶς ξένος γὰρ καὶ παρεπίδημος ἐν τῷ βίῳ παντὶ πᾶς οὗτος, ὃς πόλιν οἰκῶν τῶν κατὰ τὴν πόλιν κατεφρόνησεν παρ' ἄλλοις θαυμαζομένων, καὶ καθάπερ ἐν ἐρημίᾳ τῇ πόλει βιοῖ, ἵνα μὴ ὁ τόπος αὐτὸν ἀναγκάζῃ, ἀλλ' ἡ [7.12.77.4] προαίρεσις δεικνύῃ δίκαιον.
 [08188]  αὔξων οὖν τὰ παρ' αὐτῷ κατατιθέμενα σπέρματα καθ' ἣν ἐνετείλατο κύριος γεωργίαν, ἀναμάρτητος μὲν μένει, ἐγκρατὴς δὲ γίνεται, καὶ μετὰ τῶν ὁμοίων διάγει τῷ πνεύματι ἐν τοῖς χοροῖς [7.12.80.3] τῶν ἁγίων, κἂν ἐπὶ γῆς ἔτι κατέχηται.
 [08203]  καὶ μή τι τὸν γνωστικὸν τέλειον εἶναι βουλόμενος ὁ σωτὴρ ἡμῶν ὡς τὸν οὐράνιον πατέρα, τουτέστιν ἑαυτόν, ὁ λέγων δεῦτε, τέκνα, ἀκούσατέ μου φόβον κυρίου, οὐ τῆς δι' ἀγγέλων βοηθείας ἐπιδεῆ ἔτι εἶναι βούλεται τοῦτον, παρ' ἑαυτοῦ δὲ ἄξιον γενόμενον λαμβάνειν, καὶ τὴν φρουρὰν ἔχειν παρ' ἑαυτοῦ διὰ τῆς εὐπειθείας;
 [08209]  [7.13.82.1] Λέγουσι δὲ ἐν ταῖς Παραδόσεσι Ματθίαν τὸν ἀπόστολον παρ' ἕκαστα εἰρηκέναι ὅτι ἐὰν ἐκλεκτοῦ γείτων ἁμαρτήσῃ, ἥμαρτεν ὁ ἐκλεκτός·
 [08247]  οὐ γὰρ τὴν κρίσιν μόνην ἄλλοις ἐπιτρέπειν ἀξιοῖ τὸν σπουδαῖον τῶν ἠδικηκότων αὐτόν, ἀλλὰ καὶ παρ' ἐκείνων αἰτεῖσθαι τῶν κριτῶν βούλεται τὸν δίκαιον τὴν ἄφεσιν τῶν ἁμαρτιῶν τοῖς εἰς αὐτὸν πεπλημμεληκόσι, καὶ εἰκότως·
 [08290]  πρὸς οὕς φαμεν ὅτι καὶ παρ' ὑμῖν τοῖς Ἰουδαίοις καὶ παρὰ τοῖς δοκιμωτάτοις τῶν παρ' Ἕλλησι φιλοσόφων πάμπολλαι γεγόνασιν αἱρέσεις, καὶ οὐ δήπου φατὲ δεῖν ὀκνεῖν ἤτοι φιλοσοφεῖν ἢ ἰουδαΐζειν τῆς διαφωνίας ἕνεκα τῆς πρὸς [7.15.89.4] ἀλλήλας τῶν παρ' ὑμῖν αἱρέσεων.
 [08339]  σφάλλεσθαι γὰρ ἀνάγκη μέγιστα τοὺς μεγίστοις ἐγχειροῦντας πράγμασιν, ἢν μὴ τὸν κανόνα τῆς ἀληθείας παρ' αὐτῆς λαβόντες ἔχωσι τῆς [7.16.94.6] ἀληθείας.
 [08349]  εἰκότως τοίνυν πίστει περιλαβόντες ἀναπόδεικτον τὴν ἀρχήν, ἐκ περιουσίας καὶ τὰς ἀποδείξεις παρ' αὐτῆς τῆς ἀρχῆς περὶ τῆς ἀρχῆς λαβόντες, φωνῇ κυρίου παιδευόμεθα πρὸς τὴν [7.16.95.7] ἐπίγνωσιν τῆς ἀληθείας.
 [08363]  ὁρῶντες οὖν τὸν κίνδυνον αὐτοῖς οὐ περὶ ἑνὸς δόγματος, ἀλλὰ περὶ τοῦ τὰς αἱρέσεις διατηρεῖν, οὐ τὴν ἀλήθειαν ἐξευρίσκειν (τοῖς μὲν γὰρ ἐν μέσῳ καὶ προχείροις ἐντυχόντες παρ' ἡμῖν ὡς εὐτελῶν κατεφρόνησαν), ὑπερβῆναι δὲ [7.16.97.4] σπουδάσαντες τὸ κοινὸν τῆς πίστεως, ἐξέβησαν τὴν ἀλήθειαν.
 [08367]  ἡ παρ' ἡμῖν δὲ τῆς ἀληθείας ἐπίγνωσις ἐκ τῶν ἤδη πιστῶν τοῖς οὔπω πιστοῖς [7.16.98.4] ἐκπορίζεται τὴν πίστιν, ἥτις οὐσία ὡς εἰπεῖν ἀποδείξεως καθίσταται.
 [08386]  καταφρονοῦσι γοῦν ἀλλήλων καὶ καταγελῶσιν, καὶ συμβαίνει τὸν αὐτὸν νοῦν παρ' οἷς μὲν ἐντιμότατον εἶναι, παρ' [7.16.101.3] οἷς δὲ παρανοίας ἡλωκέναι.
 [08484]  οἱ μὲν γὰρ νεώτεροι τῶν παρ' Ἕλλησι φιλοσόφων ὑπὸ φιλοτιμίας κενῆς τε καὶ ἀτελοῦς ἐλεγκτικῶς ἅμα καὶ ἐριστικῶς εἰς τὴν ἄχρηστον ἐξάγονται φλυαρίαν, ἔμπαλιν δὲ ἡ βάρβαρος φιλοσοφία τὴν πᾶσαν ἔριν ἐκβάλλουσα ζητεῖτε εἶπεν καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται, αἰτεῖσθε καὶ δοθήσεται ὑμῖν.
 [08619]  [8.5.16.1] Ἔτι εἰ τοῦτο αὐτό ἐστι τὸ ἀληθὲς τὸ μὴ εἰδέναι τὸ ἀληθές, οὐδὲ τὴν ἀρχὴν ἀληθές τι παρ' ἐκείνου δίδοται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»