Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πεπεισμένος [14]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πεπεισμένος


000-00-00 Serial Number=0481016457
Stromata Ante [Go Back]  
 [01492]  [2.2.6.1] ὅθεν ὁ Μωσῆς οὔποτε ἀνθρωπίνῃ σοφίᾳ γνωσθήσεσθαι τὸν θεὸν πεπεισμένος, ἐμφάνισόν μοι σεαυτὸν φησὶ καὶ εἰς τὸν γνόφον, οὗ ἦν ἡ φωνὴ τοῦ θεοῦ, εἰσελθεῖν βιάζεται, τουτέστιν εἰς τὰς ἀδύτους καὶ ἀειδεῖς περὶ τοῦ ὄντος ἐννοίας·
 [01500]  τῶνδε γὰρ ἀκούσας σοφός, ὁ ὑπακούειν ταῖς ἐντολαῖς πεπεισμένος, σοφώτερος ἔσται κατὰ τὴν γνῶσιν, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν [2.2.7.3] καὶ αἰνίγματα.
 [03840]  ὁ μὲν γὰρ τοῖς χείλεσιν ἀγαπῶν λαός, τὴν δὲ καρδίαν μακρὰν ἔχων ἀπὸ τοῦ κυρίου ἄλλος ἐστίν, ἄλλῳ πεπεισμένος, καὶ τούτῳ ἑκὼν ἑαυτὸν [4.7.43.4] πέπρακεν·
 [06766]  κἂν γὰρ μετὰ λόγου γινόμενα τὰ προειρημένα ἀγαθά τις ἐκδέχηται, ἀλλ' οὖν γε ἐπὶ τοῦ τελείου οὐ παραδεκτέον, ὃς οὔτε θαρσεῖν ἔχει (οὐδὲ γὰρ ἐν δεινοῖς γίνεται, μηδὲν δεινὸν ἡγούμενος τῶν ἐν τῷ βίῳ, οὐδὲ ἀποστῆσαί τι καὶ τούτου αὐτὸν τῆς πρὸς τὸν θεὸν ἀγάπης δύναται), οὔτε εὐθυμίας χρεία ἐστίν (οὐδὲ γὰρ εἰς λύπην ἐμπίπτει, πάντα καλῶς γίνεσθαι πεπεισμένος) οὐδὲ μὴν θυμοῦται (οὐδὲ γάρ ἐστιν ὅ τι συγκινήσει αὐτὸν πρὸς θυμόν, ἀγαπῶντα ἀεὶ τὸν θεὸν καὶ πρὸς τούτῳ μόνῳ ὅλον τετραμμένον καὶ διὰ τοῦτο μηδὲν τῶν [6.9.71.5] κτισμάτων τοῦ θεοῦ μεμισηκότα)·
 [06797]  αὐτίκα οὐδὲ εὔξεται τυχεῖν τῶν τῇδε ὁ τεύξεσθαι πεπεισμένος τῶν ὄντως ἀγαθῶν, ἔχεσθαι δὲ ἀεὶ τῆς [6.9.77.4] ἐπηβόλου καὶ κατορθωτικῆς πίστεως.
 [07502]  ὁ τοίνυν θεὸν πεπεισμένος εἶναι παντοκράτορα καὶ τὰ θεῖα μυστήρια παρὰ τοῦ μονογενοῦς παιδὸς αὐτοῦ ἐκμαθών, πῶς οὗτος ἄθεος;
 [07629]  διὸ εὐλόγως τοῖς μὲν μοχθηροῖς φαύλας ἔχειν τὰς περὶ θεοῦ διανοήσεις ἀνάγκη, τοῖς δὲ σπουδαίοις ἀρίστας, καὶ διὰ τοῦτο ὁ τῷ ὄντι βασιλικὸς τὴν ψυχὴν καὶ γνωστικὸς οὗτος καὶ θεοσεβὴς καὶ ἀδεισιδαίμων ὤν, τίμιον, σεμνόν, μεγαλοπρεπῆ, εὐποιητικόν, εὐεργετικόν, ἁπάντων ἀρχηγὸν ἀγαθῶν, κακῶν δὲ ἀναίτιον [7.4.22.3] μόνον εἶναι τὸν μόνον θεὸν πεπεισμένος.
 [07776]  τοιοῦτος ὁ πάντῃ παρεῖναι τὸν θεὸν πεπεισμένος, οὐχὶ δὲ ἐν τόποις τισὶν ὡρισμένοις κατακεκλεισμένον ὑπολαβών, ἵνα δὴ χωρὶς αὐτοῦ ποτε οἰηθεὶς εἶναι καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἀκολασταίνῃ.
 [07861]  οὗτος ἡμῖν <ὁ> αὐστηρὸς οὐκ εἰς τὸ ἀδιάφθορον μόνον, ἀλλὰ καὶ εἰς τὸ ἀπείραστον (οὐδαμῇ γὰρ ἐνδόσιμον οὐδὲ ἁλώσιμον ἡδονῇ τε [7.7.45.3] καὶ λύπῃ τὴν ψυχὴν παρίστησιν), δικαστής, ἐὰν ὁ λόγος καλῇ, ἀκλινὴς γενόμενος μηδ' ὁτιοῦν τοῖς πάθεσι χαριζόμενος, ἀμεταστάτως ᾗ πέφυκεν τὸ δίκαιον πορεύεσθαι βαδίζων, πεπεισμένος εὖ μάλα παγκάλως διοικεῖσθαι τὰ πάντα καὶ εἰς τὸ ἄμεινον ἀεὶ τὴν προκοπὴν προϊέναι ταῖς ἀρετὴν ἑλομέναις ψυχαῖς, ἔστ' ἂν ἐπ' αὐτὸ ἀφίκωνται τὸ ἀγαθόν, ἐπὶ προθύροις ὡς εἰπεῖν τοῦ πατρὸς προσεχεῖς τῷ μεγάλῳ ἀρχιερεῖ γενόμεναι.
 [07862]  [7.7.45.4] Οὗτος ἡμῖν ὁ γνωστικὸς ὁ πιστός, ὁ πεπεισμένος ἄριστα διοικεῖσθαι τὰ κατὰ τὸν κόσμον, ἀμέλει πᾶσιν εὐαρεστεῖται τοῖς [7.7.46.1] συμβαίνουσιν.
 [07863]  εὐλόγως οὖν οὐδὲν ἐπιζητεῖ τῶν κατὰ τὸν βίον εἰς τὴν ἀναγκαίαν χρῆσιν εὐθέτων, πεπεισμένος ὡς ὁ τὰ πάντα εἰδὼς θεὸς ὅ τι [7.7.46.2] ἂν συμφέρῃ καὶ οὐκ αἰτουμένοις τοῖς ἀγαθοῖς χορηγεῖ.
 [07880]  [7.7.47.5] τῇ γνώσει οὖν πεπεισμένος καὶ ὡς ἔστιν ἕκαστον τῶν μελλόντων κέκτηται τοῦτο.
 [07930]  πεπεισμένος οὖν πάντῃ τὸν θεὸν εἶναι πάντοτε καὶ αἰδούμενος μὴ ἀληθεύειν ἀνάξιόν τε αὑτοῦ τὸ ψεύδεσθαι γινώσκων, [7.8.51.8] τῇ συνειδήσει τῇ θείᾳ καὶ τῇ ἑαυτοῦ ἀρκεῖται μόναις·
 [08136]  [7.12.74.9] οὗτος δ' ἂν εἴη ὁ γνωστικὸς ἐργάτης, ὁ κρατῶν μὲν τῶν κοσμικῶν ἐπιθυμιῶν ἐν αὐτῇ ἔτι τῇ σαρκὶ ὤν, περὶ δὲ ὧν ἔγνω, τῶν μελλόντων καὶ ἔτι ἀοράτων, πεπεισμένος ἀκριβῶς ὡς μᾶλλον ἡγεῖσθαι τῶν ἐν ποσὶ παρεῖναι ταῦτα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»