Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ποιεῖ [56]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ποιεῖ


000-00-00 Serial Number=0166022837
Eclogae propheticae Ante [Go Back]  
 [00253]  οὐδ' ὄναρ τὰς ἐνεργείας ποιεῖ τὰ ἄστρα, σημαίνει δὲ τά τ' ἐόντα, τά τ' ἐ<σ>σόμενα, πρό τ' ἐόντα.
000-00-00 Serial Number=0973653316
Excerpta ex Theodoto Ante [Go Back]  
 [00330]  [3.48.2] Καὶ ποιεῖ ἐκ τῶν ὑλικῶν τὸ μὲν ἐκ τῆς λύπης, οὐσιωδῶς κτίζων Πνευματικὰ τῆς πονηρίας, πρὸς ἃ ἡ πάλη ἡμῖν (διὸ καὶ λέγει ὁ Ἀπόστολος·
 [00446]  τὰ δὲ ἄστρα, αὐτὰ μὲν οὐδὲν ποιεῖ, δείκνυσι δὲ τὴν ἐνέργειαν τῶν κυρίων δυνάμεων, ὥσπερ καὶ ἡ τῶν ὀρνίθων πτῆσις σημαίνει τι, οὐχὶ ποιεῖ.
000-00-00 Serial Number=0168864906
Fragmenta Ante [Go Back]  
 [00037]  εἶτα, ἵνα μὴ λέγωσι καὶ τίς ταῦτα ποιεῖ;
 [00239]  Ὥσπερ δυνατὸς ὢν καὶ νῦν ἀνθρώπους πλάττειν ἀνθρώπους κατὰ τὴν προτέραν τοῦ Ἀδὰμ διάπλασιν, οὐκέτι οὕτω ποιεῖ διὰ τὸ ἅπαξ χαρίσασθαι τῷ ἀνθρώπῳ ἀνθρώπους γεννᾶν, εἰπὼν πρὸς τὴν φύσιν ἡμῶν τὸ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, οὕτω, φησί, τῇ παντεξουσίῳ καὶ προνοητικῇ αὐτοῦ δυνάμει καὶ τὴν τῶν σωμάτων διάλυσιν καὶ τελευτὴν φυσικῇ τινι ἀκολουθίᾳ καὶ τάξει τῇ τῶν στοιχείων μεταβολῇ ᾠκονόμησε γίνεσθαι κατὰ τὴν οὐσιώδη αὐτοῦ θεογνωσίαν καὶ κατάληψιν.
000-00-00 Serial Number=0666421056
Paedagogus Ante [Go Back]  
 [00644]  Τὸ δὲ ἀγαθόν, ᾗ ἀγαθόν ἐστιν, οὐδὲν ἄλλο ποιεῖ ἢ ὅτι ὠφελεῖ·
 [00970]  Συμβουλεύει δὲ τὰ σωτήρια, ὅτι ἡ συμβουλὴ πρὸς αἵρεσίν ἐστι καὶ φυγὴν ἐπιτήδειος, καθάπερ ποιεῖ διὰ τοῦ ∆αβὶδ λέγων μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν·
 [01333]  Οἶνος γὰρ πρῶτον μὲν αὐτὸν αὑτῷ ἵλεω ποιεῖ τὸν πιόντα μᾶλλον ἢ πρότερον καὶ τοῖς συμπόταις μειλίχιον καὶ τοῖς οἰκέταις πραΰτερον καὶ προσηνέστερον τοῖς φίλοις, παροινηθεὶς δὲ ἀμείβεται τὴν ὕβριν·
 [01806]  ὁ δὲ αὐχμὸς πολιωτέρους ποιεῖ εἴτε γὰρ αὔανσις τριχὸς ἡ πολιὰ εἴτε ἔνδεια θερμοῦ , τῆς ξηρότητος τὴν οἰκείαν τῆς τριχὸς ἐκπινούσης τροφὴν τὴν ὑγρὰν [2.8.69.5] καὶ πολιοὺς ἀποτελούσης.
 [02157]  μετεώρους δὲ ἀπὸ τῆς ἀληθείας ἀλαζονεία καὶ τρυφὴ ποιεῖ, καὶ ἡ εἰς τὰ περιττὰ ἀπασχολοῦσα ἡδυπάθεια ἀπάγει τῆς ἀληθείας·
 [02525]  [3.2.13.1] Ὅτι δὲ ἑταίρας μὲν ποιεῖ τὰς γυναῖκας ὁ καλλωπισμός, ἀνδρογύνους δὲ τοὺς ἄνδρας καὶ μοιχικούς, μάρτυς ἡμῖν ὁ τραγικὸς διηγούμενος ὧδέ πως·
 [02989]  Οὐ γὰρ μόνον τὴν ὑγίειαν ἴσχει τὸ σῶμα ἐκ τούτων, ἀλλὰ καὶ τὸ κάλλος διαφαίνεσθαι [3.11.64.3] ποιεῖ.
 [03330]  Πάντα ὁ λόγος καὶ ποιεῖ καὶ διδάσκει καὶ παιδαγωγεῖ.
000-00-00 Serial Number=0111679852
Protrepticus Ante [Go Back]  
 [00722]  Ἀλλ' ἡ μὲν ἀνθρωπεία τέχνη οἰκίας τε καὶ ναῦς καὶ πόλεις καὶ γραφὰς δημιουργεῖ, θεὸς δὲ πῶς ἂν εἴποιμι ὅσα ποιεῖ;
 [01194]  Τρέφει δὲ ὁ μὲν θυμὸς τὴν κόλασιν ἐπὶ ἁμαρτίᾳ, εὖ ποιεῖ δὲ ἐπὶ μετανοίᾳ ἡ φιλανθρωπία.
000-00-00 Serial Number=0399621725
Stromata Ante [Go Back]  
 [00148]  οὐκ εὐθὺς δ' εἴ τις μὴ προηγουμένως ἐπιτελεῖ, κατὰ περίστασιν αὐτὸ ποιεῖ, ἀλλὰ οἰκονομούμενός τι θεοσόφως καὶ συμπεριφερόμενος ἐνεργήσει.
 [00285]  [1.6.33.4] τροφὴ γὰρ καὶ ἡ παίδευσις ἡ χρηστὴ σῳζομένη φύσεις ἀγαθὰς ποιεῖ, καὶ αἱ φύσεις αἱ χρησταὶ τοιαύτης παιδείας ἀντιλαμβανόμεναι ἔτι βελτίους τῶν πρότερον φύονται εἴς τε τὰ ἄλλα καὶ εἰς τὸ γεννᾶν, [1.6.33.5] ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ζῴοις.
 [00871]  ὃ δὲ μεθ' ἑτέρου ποιεῖ, ἀτελὲς ὂν καθ' αὑτὸ ἐνεργεῖν, συνεργόν φαμεν καὶ συναίτιον ἀπὸ τοῦ σὺν αἰτίῳ αἴτιον ὑπάρχειν <ἢ> ἀπὸ τοῦ ἑτέρῳ συνελθὸν αἴτιον γίγνεσθαι ὠνομασμένον, καθ' ἑαυτὸ δὲ μὴ δύνασθαι τὸ ἀποτέλεσμα [1.20.99.3] τὸ κατ' ἀλήθειαν παρέχειν.
 [00875]  αὐτοτελὴς μὲν οὖν καὶ ἀπροσδεὴς ἡ κατὰ τὸν σωτῆρα διδασκαλία, δύναμις οὖσα καὶ σοφία τοῦ θεοῦ, προσιοῦσα δὲ φιλοσοφία ἡ Ἑλληνικὴ οὐ δυνατωτέραν ποιεῖ τὴν ἀλήθειαν, ἀλλ' ἀδύνατον παρέχουσα τὴν κατ' αὐτῆς σοφιστικὴν ἐπιχεί ρησιν καὶ διακρουομένη τὰς δολερὰς κατὰ τῆς ἀληθείας ἐπιβουλὰς [1.20.100.2] φραγμὸς οἰκείως εἴρηται καὶ θριγκὸς εἶναι τοῦ ἀμπελῶνος.
 [01578]  ὁ μαθὼν δὲ ἤδη [2.4.17.2] κατάληψιν ποιεῖ τὴν πρόληψιν.
 [01728]  ἡ μὲν γὰρ ἀγάπη τῇ πρὸς τὴν πίστιν φιλίᾳ τοὺς πιστοὺς ποιεῖ, ἡ δὲ πίστις ἕδρασμα ἀγάπης ἀντεπάγουσα τὴν εὐποιίαν, ὅτε καὶ <ὁ> τοῦ νόμου παιδαγωγὸς φόβος ἀφ' ὧν [2.6.30.4] πιστεύεται, καὶ φόβος εἶναι πιστεύεται.
 [01770]  μετάνοιαν δὲ ἐντολὴ ποιεῖ, κωλυτικὴ μὲν τῶν μὴ ποιητέων, [2.7.35.4] ἐπαγγελτικὴ δὲ τῶν εὐεργεσιῶν.
 [01969]  μετανοῶν γὰρ ἐφ' οἷς ἔδρασεν οὐκέτι ποιεῖ ἢ λέγει, βασανίζων δὲ ἐφ' οἷς ἥμαρτεν τὴν ἑαυτοῦ ψυχὴν ἀγαθοεργεῖ.
 [02190]  φόβος γὰρ κυρίου ζωὴν ποιεῖ.
 [02220]  πρόσταγμα κυρίου πηγὴ ζωῆς, ὡς ἀληθῶς, ποιεῖ ἐκκλίνειν ἐκ παγίδος θανάτου.
 [02312]  [2.19.100.2] πάλιν τε αὖ βασιλέα τὸν σοφὸν διδάσκων τοὺς μὴ ὁμοφύλους ποιεῖ λέγοντας αὐτῷ·
 [02386]  [2.20.108.2] καὶ γὰρ τῶν σεμνῶν οἰομένων εἶναι τοὺς θυμοὺς ἡ ἡδονὴ κηρίνους ποιεῖ κατὰ Πλάτωνα, ὅτι ἑκάστη ἡδονή τε καὶ λύπη προσπασσαλοῖ τῷ σώματι τὴν ψυχὴν τοῦ γε μὴ ἀφορίζοντος καὶ ἀποσταυροῦντος [2.20.108.3] ἑαυτὸν τῶν παθῶν.
 [02658]  [2.23.143.1] πατέρα δὲ γάμος ποιεῖ ὡς μητέρα ἀνήρ.
 [02710]  ὁ τοιοῦτος διὰ φόβον οὐ [3.1.3.2] ποιεῖ ὃ θέλει, ἵνα μὴ ἡ κόλασις αὐτῷ ἐλλογισθῇ·
 [02866]  ταύτῃ μυστικῶς ἀπαγορεύουσι κυάμοις χρῆσθαι, οὐχ ὅτι πνευματοποιὸν καὶ δύσπεπτον καὶ τοὺς ὀνείρους τεταραγμένους ποιεῖ τὸ ὄσπριον, οὐδὲ μὴν ὅτι ἀνθρώπου κεφαλῇ ἀπείκασται κύαμος κατὰ τὸ ἐπύλλιον ἐκεῖνο, ἶσόν τοι κυάμους τρώγειν κεφαλάς τε τοκήων, μᾶλλον δὲ ὅτι κύαμοι ἐσθιόμενοι ἀτόκους ἐργάζονται τὰς γυναῖκας.
 [03042]  ὥστε ὁ ἀπολύων τὴν [3.6.47.3] γυναῖκα χωρὶς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι.
 [03696]  βλέποντας παραλαβὼν τυφλοὺς ποιεῖ.
 [04369]  [7ἀγάπη] καλύπτει πλῆθος [7,] ἁμαρτιῶνἀγάπη πάντα ἀνέχεται, πάντα μακροθυμεῖ, ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ, πάντα ποιεῖ ἐν ὁμονοίᾳ·
 [04617]  ὥστε καὶ ὁ γαμίζων τὴν παρθένον αὐτοῦ καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιεῖ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ [4.23.149.3] κυρίῳ ἀπερισπάστως.
 [04620]  καὶ γὰρ ἡ διδαχὴ μεταρυθμίζει τὸν ἄνθρωπον, μεταρυθμοῦσα δὲ φύσις ποιεῖ, καὶ διήνεγκεν οὐδὲν ἢ φύσει πλασθῆναι τοιόνδε ἢ χρόνῳ καὶ μαθήσει [4.23.149.5] μετατυπωθῆναι.
 [04639]  καὶ ἡ μὲν τοῦ ἀνθρώπου ἀνδρεία ἐμπαθοῦς ὄντος, φασί, κατὰ τὴν οὐσίαν ἄφοβον καὶ ἀήττητον τὸν μετέχοντα αὐτῆς ποιεῖ, καὶ ἔστι δορυφόρος τοῦ νοῦ ὁ θυμὸς ἐν ὑπομονῇ καὶ καρτερίᾳ καὶ τοῖς ὁμοίοις, ἐπὶ δὲ τῇ ἐπιθυμίᾳ τάττεται καὶ ἡ σωφροσύνη καὶ ἡ σωτήριος φρόνησις, θεὸς δὲ [4.23.151.2] ἀπαθὴς ἄθυμός τε καὶ ἀνεπιθύμητος·
 [04769]  τί πρὸς ταύτην ἔτι φθέγγονται τὴν φωνὴν αἱ αἱρέσεις, ἀγαθὸν θεὸν τὸν παντοκράτορα κηρυττούσης τῆς γραφῆς καὶ ἀναίτιον κακίας τε καὶ ἀδικίας, εἴ γε ἡ μὲν ἄγνοια διὰ τὸ μὴ γινώσκειν φύεται, ὁ θεὸς δὲ οὐδὲν ἄτοπον [4.26.170.3] ποιεῖ;
 [05780]  ἀλλ' ὅτι μὲν ἀίδιον τὸν ἐξ ἁπάσης τῆς οὐσίας ἰδίως ποιὸν κόσμον ᾔδει, φανερὸν ποιεῖ λέγων οὕτως·
 [06217]  Ζᾶς ποιεῖ φᾶρος μέγα τε καὶ καλὸν καὶ ἐν αὐτῷ ποικίλλει γῆν καὶ Ὠγηνὸν καὶ τὰ Ὠγηνοῦ δώματα.
 [06251]  σοὶ δ' ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται, [6.2.12.2] Εὐριπίδης ποιεῖ·
 [06254]  γαστέρα δ' οὔ πως ἔστιν ἀποπλῆσαι μεμαυῖαν, οὐλομένην, ἣ πολλὰ κάκ' ἀνθρώποισι δίδωσιν, [6.2.12.4] Εὐριπίδης ποιεῖ·
 [06395]  [6.2.26.3] Ἡσίοδός τε ἐπὶ τοῦ Μελάμποδος ποιεῖ·
 [07089]  ὁ γάρ τοι ἐγκεντρισμὸς τὰς ἀχρείους εὐγενεῖς ποιεῖ καὶ τὰς ἀφόρους φορίμους γίνεσθαι βιάζεται τέχνῃ τῇ γεωργικῇ καὶ ἐπιστήμῃ τῇ γνωστικῇ.
 [07114]  ἀρχὴ γὰρ αὐτῆς ἀληθεστάτη παιδείας ἐπιθυμία (τουτέστι τῆς γνώσεως), φροντὶς δὲ παιδείας ἀγάπη, ἀγάπη δὲ τήρησις νόμων αὐτῆς, προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ.
 [07116]  διδάσκει γάρ, οἶμαι, ὡς ἀληθινὴ παιδεία ἐπιθυμία τίς ἐστι γνώσεως, ἄσκησις δὲ παιδείας συνίσταται δι' ἀγάπην γνώσεως, καὶ ἡ μὲν ἀγάπη τήρησις τῶν εἰς γνῶσιν ἀναγουσῶν ἐντολῶν, ἡ τήρησις δὲ αὐτῶν βεβαίωσις τῶν ἐντολῶν, δι' ἣν ἡ ἀφθαρσία ἐπισυμβαίνει, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ.
 [07117]  εἰ ἄρα ἀγάπη τῆς γνώσεως ἄφθαρτον ποιεῖ καὶ ἐγγὺς θεοῦ βασιλέως τὸν βασιλικὸν [6.15.121.4] ἀνάγει, ζητεῖν ἄρα δεῖ τὴν γνῶσιν εἰς εὕρεσιν.
 [07586]  <ὧν> ὑπεράνω καθάπερ θηρίων διὰ μαθήσεως ὁ γνωστικὸς γενόμενος, τὴν θείαν προαίρεσιν μιμούμενος, εὖ ποιεῖ τοὺς ἐθέλοντας τῶν [7.3.16.4] ἀνθρώπων κατὰ δύναμιν·
 [07835]  οὔκουν ὁ θεὸς ἀνάγκῃ ἀγαθοποιεῖ, κατὰ προαίρεσιν δὲ εὖ ποιεῖ τοὺς ἐξ αὑτῶν [7.7.42.7] ἐπιστρέφοντας.
 [07931]  καὶ ταύτῃ οὐ ψεύδεται οὐδὲ παρὰ τὰς συνθήκας τι ποιεῖ, ταύτῃ δὲ οὐδὲ ὄμνυσιν ὅρκον ἀπαιτηθεὶς οὐδὲ ἔξαρνός ποτε γίνεται, ἵνα μὴ ψεύσηται, κἂν ἐναποθνήσκῃ ταῖς βασάνοις.
 [07946]  εἰ δὴ καθηκόντως ταῦτα ποιεῖ καὶ κατὰ λόγον τὸν ὀρθόν, εὐσεβῶς ποιεῖ καὶ δικαίως.
 [08148]  οὗτος ἐντολὴν τὴν κατὰ τὸ εὐαγγέλιον διαπραξάμενος κυριακὴν ἐκείνην τὴν ἡμέραν ποιεῖ, ὅταν ἀποβάλλῃ φαῦλον νόημα καὶ γνωστικὸν [7.12.76.5] προσλάβῃ, τὴν ἐν αὑτῷ τοῦ κυρίου ἀνάστασιν δοξάζων.
 [08167]  [7.12.78.5] διὸ καὶ ἐσθίων καὶ πίνων καὶ γαμῶν, ἐὰν ὁ λόγος αἱρῇ, ἀλλὰ καὶ ὀνείρους βλέπων τὰ ἅγια ποιεῖ καὶ νοεῖ·
 [08663]  τῷ γοῦν τοῦ ἀνθρώπου ὅρῳ τὸ γελαστικὸν προστεθὲν ποιεῖ τὸ ὅλον ζῷον λογικόν, θνητόν, χερσαῖον, πεζόν, γελαστικόν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»