Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προσήκει [20]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum προσήκει


000-00-00 Serial Number=0527104497
Paedagogus Ante [Go Back]  
 [01058]  ᾧ μόνῳ προσήκει σκοπεῖν καὶ δὴ μέλει πῶς καὶ τίνα τρόπον [1.12.98.4] ὑγιεινότερος ἂν ὁ τῶν ἀνθρώπων βίος γένοιτο.
 [02365]  Ταῖς δὲ ὑπὸ Χριστοῦ παιδαγωγουμέναις οὐ χρυσίῳ κοσμεῖσθαι προσήκει, ἀλλὰ τῷ λόγῳ, δι' οὗ μόνου κατα [2.12.126.2] φαίνεται τὸ χρυσίον.
000-00-00 Serial Number=0056973279
Stromata Ante [Go Back]  
 [00052]  εἰ δέ τις οὐ δοκεῖν δίκαιος, ἀλλ' εἶναι θέλει, συνειδέναι τὰ κάλλιστα τοῦτον αὑτῷ προσήκει.
 [00487]  ἤδη γοῦν καὶ Ἡσαΐας ὁ προφήτης πυρὶ καθαίρεται τὴν γλῶτταν, ὡς εἰπεῖν δυνηθῆναι τὴν ὅρασιν, καὶ οὐδὲ τὴν γλῶτταν μόνον, ἀλλὰ καὶ τὰς ἀκοὰς ἁγνίζεσθαι προσήκει ἡμῖν, εἴ γε τῆς ἀληθείας μεθεκτικοὶ εἶναι [1.12.55.3] πειρώμεθα.
 [01503]  οὐ γάρ ποτε ἐγκιρνάναι προσήκει φθονεροῖς καὶ τεταραγμένοις ἀπίστοις τε ἔτι ἤθεσιν, εἰς ὑλακὴν ζητήσεως ἀναιδέσι, τοῦ θείου καὶ καθαροῦ νάματος, τοῦ ζῶντος [2.2.8.1] ὕδατος.
 [02618]  οὔτε γὰρ παντὶ γαμητέον οὔτε πάντοτε, ἀλλὰ καὶ χρόνος ἐστὶν ἐν ᾧ καθήκει, καὶ πρόσωπον ᾧ προσήκει, καὶ ἡλικία [2.23.137.4] μέχρι τίνος.
 [02772]  κατάγουσι γὰρ ἐνταῦθα τὴν ψυχὴν θείαν οὖσαν καθάπερ εἰς κολαστήριον τὸν κόσμον, ἀποκαθαίρεσθαι δὲ ταῖς ἐνσωματουμέναις ψυχαῖς προσήκει κατ' [3.3.13.3] αὐτούς.
 [03159]  [3.7.59.1] ἀλλὰ γὰρ οὐ μόνον περί τι ἓν εἶδος τὴν ἐγκράτειαν συνορᾶν προσήκει, τουτέστι τὰ ἀφροδίσια, ἀλλὰ γὰρ καὶ περὶ τὰ ἄλλα ὅσα σπαταλῶσα ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν, οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις, [3.7.59.2] περιεργαζομένη δὲ τὴν χλιδήν.
 [03966]  εἰ δὲ ἀνδρὸς ἀρετὴ σωφροσύνη δήπουθεν καὶ δικαιοσύνη καὶ ὅσαι ταύταις ἀκόλουθοι νομίζονται, <ἆρ'> ἀνδρὶ μόνῳ ἐναρέτῳ εἶναι προσήκει, γυναικὶ δὲ ἀκολάστῳ καὶ ἀδίκῳ;
 [04234]  μάλιστα δὲ τοὺς τηλικαύτην οἰκονομίαν πεπιστευμένους ὑπόδειγμα τοῖς μανθάνουσιν [4.15.98.1] ἄχραντον ἐκκεῖσθαι προσήκει.
 [05286]  κολλᾶσθαι οὖν τοῖς ἁγίοις προσήκει, ὅτι οἱ κολλώμενοι αὐτοῖς [5.8.52.4] ἁγιασθήσονται.
 [06873]  προσήκει δὲ εὖ μάλα τὸ ἐναρμόνιον γένος τῇ δωριστὶ ἁρμονίᾳ καὶ τῇ φρυγιστὶ τὸ διάτονον, [6.11.88.2] ὥς φησιν Ἀριστόξενος.
 [07475]  ἐναργεστέροις δ', οἶμαι, πρὸς τοὺς φιλοσόφους χρῆσθαι προσήκει τοῖς λόγοις, ὡς ἐπαΐειν ἐκ τῆς παρ' αὐτοῖς παιδείας ἤδη γεγυμνασμένους δύνασθαι, καὶ εἰ μηδέπω ἀξίους ἑαυτοὺς μεταλαβεῖν τῆς τοῦ πιστεῦσαι δυνάμεως [7.1.1.3] παρεσχήκασι.
 [07539]  προσήκει γοῦν ἀεὶ τῷ κρείττονι κατὰ φύσιν ἡγεῖσθαι τοῦ χείρονος, καὶ τῷ δυναμένῳ καλῶς τι διέπειν ἀποδεδόσθαι τὴν ἐκείνου διοίκησιν.
 [07594]  ἐν δὲ αὖ τοῖς ἀνθρωπίνοις τί τε αὐτός ἐστιν ὁ ἄνθρωπος καὶ τί αὐτῷ κατὰ φύσιν ἢ παρὰ φύσιν ἐστίν, πῶς τε αὖ ποιεῖν ἢ πάσχειν προσήκει, τίνες τε ἀρεταὶ τούτου καὶ κακίαι τίνες, περί τε ἀγαθῶν καὶ κακῶν καὶ τῶν μέσων, ὅσα τε περὶ ἀνδρείας καὶ φρονήσεως καὶ σωφροσύνης τῆς τε [7.3.17.4] ἐπὶ πᾶσι παντελοῦς ἀρετῆς δικαιοσύνης.
 [07805]  διὸ καὶ τούτοις μάλιστα προσήκει εὔχεσθαι τοῖς εἰδόσι τε τὸ θεῖον ὡς χρὴ καὶ τὴν πρόσφορον ἀρετὴν ἔχουσιν αὐτῷ, οἳ ἴσασι τίνα τὰ ὄντως ἀγαθὰ καὶ τίνα αἰτητέον καὶ πότε καὶ πῶς ἕκαστα.
 [08294]  ἀλλ' ὡς ἀψευδεῖν χρὴ τὸν ἐπιεικῆ καὶ μηδὲν ὧν ὑπέσχηται ἀκυροῦν, κἂν ἄλλοι τινὲς παραβαίνωσι συνθήκας, οὕτως καὶ ἡμᾶς κατὰ μηδένα τρόπον τὸν ἐκκλησιαστικὸν παραβαίνειν προσήκει κανόνα·
 [08378]  οἷος γὰρ ὁ λόγος, τοιόσδε καὶ ὁ βίος εἶναι τῷ πιστῷ προσήκει, ὡς ἕπεσθαι δύνασθαι τῷ θεῷ, ἐξ ἀρχῆς τὰ πάντα [7.16.100.4] εὐθεῖαν περαίνοντι.
 [08439]  οὐ γὰρ χρή ποτε, καθάπερ οἱ τὰς αἱρέσεις μετιόντες [7.16.105.5] ποιοῦσι, μοιχεύειν τὴν ἀλήθειαν οὐδὲ μὴν κλέπτειν τὸν κανόνα τῆς ἐκκλησίας, ταῖς ἰδίαις ἐπιθυμίαις καὶ φιλοδοξίαις χαριζομένους ἐπὶ τῇ τῶν πλησίον ἀπάτῃ, οὓς παντὸς μᾶλλον ἀγαπῶντας τῆς [7.16.105.6] ἀληθείας αὐτῆς ἀντέχεσθαι διδάσκειν προσήκει.
 [08541]  [8.3.8.4] Περὶ παντὸς τοῦ ζητουμένου καθ' ἕκαστον πρόβλημα διαφόρων μὲν δεῖ τῶν λημμάτων, οἰκείων δὲ τῷ προβληθέντι, καὶ <τὸ> προβληθὲν αὐτὸ εἰς λόγον μεταλαμβάνειν ἀναγκαῖον, τόν τε λόγον [8.3.8.5] τοῦτον ὁμολογούμενον ἅπασιν εἶναι προσήκει·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»