Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σώματος [151]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σώματος


000-00-00 Serial Number=0242948234
Eclogae propheticae Ante [Go Back]  
 [00051]  καὶ τὸ μὲν ἐπίγειον ὕδωρ τὸ σῶμα ἀπορρύπτει, τὸ δὲ ἐπου ράνιον ὕδωρ διὰ τὸ εἶναι νοητὸν καὶ ἀόρατον πνεῦμα ἀλληγορεῖται ἅγιον, τῶν ἀοράτων καθαρτικόν, οἷον τοῦ πνεύματος ὕδωρ ὥσπερ ἐκεῖνο τοῦ σώματος.
 [00060]  φοβητέον ἄρα οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλὰ τὰ ἁμαρτήματα, δι' ἃ ἡ νόσος, καὶ νόσον ψυχῆς, οὐ σώματος, ὅτι πᾶσα σὰρξ χόρτος, τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καλὰ πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.
 [00122]  [23.1] Ὥσπερ διὰ τοῦ σώματος ὁ σωτὴρ ἐλάλει καὶ ἰᾶτο, οὕτως καὶ πρότερον μὲν διὰ τῶν προφητῶν, νῦν δὲ διὰ τῶν ἀποστόλων καὶ [23.2] τῶν διδασκάλων·
 [00144]  ὡς γὰρ τὸ πῦρ ἰσχυρότατον τῶν στοιχείων καὶ πάντων κρατοῦν, οὕτω καὶ ὁ θεὸς παντοδύναμος καὶ παντοκράτωρ, ὁ δυνάμενος κρατῆσαι, κτί σαι, ποιῆσαι, τρέφειν, αὔξειν, σῴζειν, σώματος καὶ ψυχῆς ἐξουσίαν ἔχων.
 [00270]  μετὰ τῶν μεθ' ἡλίου ἀγγέλων, φησί, ταγήσονται (ἓν ὥσπερ κεφαλὴ σώματος, ὄντος ἑνός, ὁ ἥλιος), ἐσόμενοί ποτε κατά τινα περίοδ<ον> καὶ αὐτοὶ ἄρχοντες ἡμερῶν, ὡς ἐκεῖνος ὁ ἐπὶ τοῦ ἡλίου ἐπὶ τὸ μεῖζον <ἐλεύσεται>, ἐφ' ὃ μετῆλθεν <ὁ> πρὸ α<ὐ>το<ῦ> ἐν τῷ αὐτῷ.
 [00281]  εἶτα οἱ μὲν διδάξαντες μετατίθενται εἰς ἀρχαγγελικὴν ἐξουσίαν, οἱ μαθόντες δὲ τοὺς ἐξ ἀνθρώπων αὖθις μεθισταμένους εἰς ἀγγέλους μαθητεύουσιν, ἔπειτα οὕτως περιόδοις ῥηταῖς ἀποκαθίστανται τῇ οἰκεία τοῦ σώματος ἀγγελοθεσία.
000-00-00 Serial Number=0711749196
Excerpta ex Theodoto Ante [Go Back]  
 [00007]  [1.2.1] Οἱ δ' ἀπὸ Οὐαλεντίνου, πλασθέντος φασὶ τοῦ ψυχικοῦ σώματος, τῇ ἐκλεκτῇ ψυχῇ οὔσῃ ἐν ὕπνῳ ἐντεθῆναι ὑπὸ τοῦ Λόγου σπέρμα ἀρρενικόν, ὅπερ ἐστὶν ἀπόρροια τοῦ ἀγγελικοῦ, ἵνα μὴ ὑστέρημα ᾖ.
 [00222]  δεικνὺς τὴν ἀπόθεσιν τοῦ σώματος τοῦ καθάπερ πετάλου χρυσοῦ καθαροῦ γενομένου καὶ κούφου διὰ τὴν κάθαρσιν τοῦ ὥσπερ σώματος τῆς ψυχῆς ἀπόθεσιν, ἐν ᾧ ἐγκεχάρακτο τὸ γάνωμα τῆς θεοσεβείας δι' οὗ ταῖς Ἀρχαῖς καὶ ταῖς Ἐξουσίαις ἐγινώσκετο τὸ Ὄνομα περι κείμενος.
 [00395]  ἔδει δὲ τὸν εἰς κόσμον ἀφικνούμενον, ἐφ' ᾧτε ὀφθῆναι, κρατηθῆναι, πολιτεύσασθαι, καὶ [3.59.4] αἰσθητοῦ σώματος ἀνέχεσθαι.
 [00398]  Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, τὴν τοῦ σώματος τοῦ Κυρίου γένεσιν λέγει·
 [00417]  ἀποθανόντος γὰρ τοῦ σώματος καὶ κρατήσαν τος αὐτὸ τοῦ θανάτου, ἀναστείλας τὴν ἐπελθοῦσαν ἀκτῖνα τῆς δυνάμεως, ὁ Σωτὴρ ἀπώλεσε μὲν τὸν θάνατον, τὸ δὲ θνητὸν σῶμα, ἀποβαλὼν πάθη, ἀνέστησεν.
 [00426]  [3.62.3] Αὐτὴ γὰρ ἡ ψυχὴ τοῦ Χριστοῦ, πάσχοντος τοῦ σώματος, ἑαυτὴν εἰς τὰς χεῖρας τοῦ Πατρὸς παρακα τέθετο·
 [00436]  Ὅτε ἦμεν ἐν τῇ σαρκί, φησὶν ὁ Ἀπόστολος, ὥσπερ ἔξω τοῦ σώματος ἤδη λαλῶν.
 [00456]  ∆ιὰ δὴ τοὺς ἀντικειμένους οἵ, διὰ τοῦ σώματος καὶ τῶν ἐκτός, ἐπιβατεύουσι τῆς ψυχῆς καὶ ἐνεχυράζουσιν εἰς δουλείαν, οἱ δὲ δεξιοὶ οὔκ εἰσιν ἱκανοὶ παρακο [4.73.2] λουθοῦντες σῴζειν καὶ φυλάσσειν ἡμᾶς.
000-00-00 Serial Number=0172961056
Fragmenta Ante [Go Back]  
 [00198]  ἐπὶ δὲ τοῦ σώματος, ὃ κατὰ περιγραφὴν τόπον ἔνθεον ἑαυτῷ καθιέρωσεν ἐπὶ γῆς, ὁ κύριος λύσατε εἶπε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
 [00201]  ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
 [00279]  καὶ τὰς πολλὰς περὶ σώματος ἀνίει μερίμνας τεθαρσηκὼς ἐλπίσι ταῖς πρὸς θεόν, ὅτι σοί γε τὰ ἀναγκαῖα παρέξει διαρκῆ τροφήν τε τὴν εἰς ζωὴν καὶ κάλυμμα σώματος καὶ χειμερινοῦ ψύχους ἀλεξητήρια.
000-00-00 Serial Number=0623981237
Paedagogus Ante [Go Back]  
 [00041]  Κυρίως μὲν γὰρ ἡ τῶν τοῦ σώματος νοσημάτων βοήθεια ἰατρικὴ καλεῖται, τέχνη ἀνθρωπίνῃ σοφίᾳ διδακτή.
 [00045]  Ἰατρικὴ μὲν γὰρ κατὰ ∆ημόκριτον σώματος νόσους ἀκέεται, σοφίη δὲ ψυχὴν παθῶν ἀφαιρεῖται·
 [00153]  ταῦτα λέγων εἰς οἰκοδομὴν τοῦ σώματος Χριστοῦ, ὅς ἐστι κεφαλή καὶ ἀνὴρ ὁ μόνος ἐν δικαιοσύνῃ τέλειος.
 [00391]  δι' ὧν ἡ ἐκκλησία, καθάπερ ἄνθρωπος ἐκ πολλῶν συνεστηκυῖα μελῶν, ἄρδεταί τε καὶ αὔξεται συγκροτεῖταί τε καὶ συμπήγνυται ἐξ ἀμφοῖν, σώματος μὲν τῆς πίστεως, ψυχῆς δὲ τῆς ἐλπίδος, ὥσπερ καὶ ὁ κύριος ἐκ σαρκὸς καὶ αἵματος.
 [00483]  [1.6.49.1] Συμφανὲς τοίνυν ἐκ τούτων ἁπάντων αἷμα εἶναι τοῦ ἀνθρωπίνου σώματος τὴν οὐσίαν.
 [01095]  καὶ ἔστιν ἡ μὲν πρᾶξις ἡ τοῦ Χριστιανοῦ ψυχῆς ἐνέργεια λογικῆς κατὰ κρίσιν ἀστείαν καὶ ὄρεξιν ἀληθείας διὰ τοῦ συμφυοῦς καὶ συναγωνιστοῦ σώματος [1.13.102.4] ἐκτελουμένη·
 [01107]  ὁπόταν γάρ τις ἀπὸ τῶν ἐκτὸς καὶ αὐτῆς ἔτι τῆς τοῦ σώματος ἀγωγῆς ἐπὶ τὴν διάνοιαν ἀχθεὶς ὑπὸ τοῦ λόγου τὴν θεωρίαν τῶν κατὰ τὸν ἄνθρωπον συμβαινόντων κατὰ φύσιν ἀκριβῶς ἐκμάθῃ, εἴσεται μὴ σπουδάζειν μὲν περὶ τὰ ἐκτός, τό τε ἴδιον τοῦ ἀνθρώπου, τὸ ὄμμα τῆς ψυχῆς, [2.1.1.3] ἐκκαθαίρειν, ἁγνίζειν δὲ καὶ τὴν σάρκα αὐτήν.
 [01112]  τὸ δὲ ἐκ δυεῖν, τὸ ζῆν τοῦτο, ὑγείας τε καὶ ἰσχύος σύγκειται, οἷς μάλιστα κατάλληλον τῆς τροφῆς τὸ εὔκολον, εἴς τε τὰς ἀναδόσεις καὶ τοῦ σώματος τὴν κουφότητα χρησιμεῦον, ἐξ ὧν αὔξησίς τε καὶ ὑγεία καὶ ἰσχὺς δικαία, οὐχὶ δὲ ἄδικος ἢ σφαλερὰ καὶ ἀθλία ὡς ἡ τῶν ἀθλητῶν ἐξ ἀναγκοφαγίας, περιγίνεται.
 [01312]  οὐ γὰρ κατάλληλον ζεούσῃ ἡλικίᾳ τῶν ὑγρῶν τὸ θερμότατον ἐπεγχεῖν, τὸν οἶνον, οἱονεὶ πῦρ ἐποχετεύοντας πυρί, ἐξ οὗ ὁρμαί τε ἄγριαι καὶ φλεγμαίνουσαι ἐπιθυ μίαι καὶ διάπυρον ἦθος ἐκκαίεται, προπετεῖς τε οἱ νέοι ἔνδοθεν χλιαινόμενοι ἐπὶ τὰς ὀρέξεις γίνονται, ὡς δὴ προὖπτον αὐτῶν τὴν βλάβην ἐλέγχεσθαι διὰ τοῦ σώματος, πεπαινομένων θᾶττον ἢ [2.2.20.4] προσῆκεν τῶν τῆς ἐπιθυμίας μελῶν.
 [01445]  Κατ' οὐδένα δὲ τρόπον ταῖς γυναιξὶν ἐπιτρεπτέον παραγυμνούσας τι τοῦ σώματος καταφαίνεσθαι, μὴ σφαλεῖεν ἄμφω, οἳ μὲν ἐρεθιζόμενοι κατασκοπεῖν, αἳ δὲ τῶν ἀνδρῶν ἐφ' ἑαυτὰς ἐπισπώμεναι τὰς ὄψεις.
 [01608]  [2.6.51.1] Πάντῃ οὖν ἀφεκτέον τῶν αἰσχρῶν ἀκουσμάτων καὶ ῥημάτων καὶ θεαμάτων, πολὺ δὲ μᾶλλον ἔργων αἰσχρῶν καθαρευτέον, τοῦτο μὲν ἐν ἐπιδείξεσι καὶ παραγυμνώσεσι μερῶν τινων τοῦ σώματος, ὧν οὐ χρή, τοῦτο δὲ ἐν ταῖς ἐπιθεωρήσεσι τῶν ἀπορρητοτέρων μερῶν·
 [01723]  ἀμέλει καὶ τῷ κόσμῳ τοῦ σώματος, ταῖς θριξὶ ταῖς ἑαυτῆς, ἀπεψᾶτο τὸ περιττὸν τοῦ μύρου, [2.8.61.3] ἐπισπένδουσα τῷ κυρίῳ μετανοίας δάκρυα.
 [01784]  [2.8.67.2] Αὔταρκες μὲν οὖν τὸ ἔλαιον αὐτὸ λιπᾶναί τε τὴν ἐπιφάνειαν καὶ ἀνεῖναι τὸ νευρῶδες καί τινα τοῦ σώματος ὀσμὴν ἀναστεῖλαι βαρυτέραν, εἰ καὶ πρὸς τοῦτο τοῦ ἐλαίου δεοίμεθα·
 [01870]  Ναὶ μὴν καὶ σύμβολόν ἐστι δεσποτικοῦ κατορθώματος, βαστάσαντος αὐτοῦ τῇ κεφαλῇ καὶ τῷ ἡγεμονικῷ τοῦ σώματος πάντα ἡμῶν τὰ πονηρά, δι' ὧν ἐκεντούμεθα·
 [01884]  μύρσινον δὲ τὸ ἐκ μύρτων καὶ μυρρίνης στυπτικόν, παρακατέχον τὰς ἀπὸ τοῦ σώματος ἀποφοράς·
 [01897]  Οὐδὲ γὰρ † συνέχει ἐπιστρεφομένοις τοῖς εὐναζομένοις ἐν αὐτοῖς διὰ τὴν παρ' ἑκάτερα τοῦ σώματος ὀχθώδη τῆς εὐνῆς ἐπανάστασιν·
 [01901]  Ἔτι γε μὴν οἱ ἀργυρόποδες σκίμποδες πολλῆς ἀλαζονείας εἰσὶν κατήγοροι, καὶ ὁ ἐν τοῖς κλινιδίοις ἐλέφας ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἁγίοις ἀνθρώποις ἀναπαύσεως τέχνασμα βλακικόν.
 [01915]  Οὐ γὰρ ἔκλυσιν χρὴ τοῦ σώματος εἶναι παντελῆ τὸν ὕπνον, ἀλλὰ ἄνεσιν.
 [01949]  ᾗ καὶ τῶν ὀνείρων οἱ ἀληθεῖς ὀρθῶς λογιζομένῳ νηφούσης εἰσὶ ψυχῆς λογισμοὶ ἀπερισπάστου τὸ τηνικάδε οὔσης περὶ τὰς τοῦ σώματος συμπαθείας καὶ αὐτῆς αὑτῇ τὰ κράτιστα συμβουλευούσης·
 [02021]  ταύτῃ μοι δοκεῖ καὶ ὠνομάσθαι αἰδοῖον, ὅτι χρὴ παντὸς μᾶλλον τούτῳ τοῦ σώματος τῷ [2.10.90.3] μέρει χρῆσθαι μετὰ αἰδοῦς·
 [02036]  Οὐ γάρ πω εὔλογον τῷ ἀποκαθάρματι τοῦ σώματος τὸ γονιμώτατον τοῦ σπέρματος καὶ μετ' ὀλίγον ἄνθρωπον ὂν μολύνειν οὐδὲ μὴν ἀποκλύζειν τῷ ῥυπαρῷ τῆς ὕλης ῥεύματι καὶ ἀποκαθάρματι σπέρμα δὲ γενέσεως εὐφυοῦς τῶν τῆς μήτρας ἀποστερούμενον αὐλάκων.
 [02067]  Ἀλλὰ καὶ τῆς ὕλης ὁ βρασμὸς ἐκταράττει καὶ συγκρούει τὴν ἁρμονίαν τοῦ σώματος.
 [02182]  Φημὶ τοίνυν οὐκ ἄλλου τινὸς ἕνεκα δεηθῆναι ὑφασμάτων τὸν ἄνθρωπον ἢ σκέπης σώματος, πρὸς ἀπαλέξησιν κρυμῶν τε ὑπερβολῆς καὶ καυμάτων ἐπιτάσεως, μή τι ἡμᾶς παραλυποίη τοῦ περιέχοντος ἡ ἀμετρία.
 [02191]  [2.10βις.107.5] τὰ γὰρ περιττὰ ταῦτα καὶ διαφανῆ ἔλεγχός ἐστι διανοίας οὐκ ἐρρωμένης, ὀλίγῳ παραπετάσματι τὴν αἰσχύνην τοῦ σώματος προαγωγεύοντα.
 [02193]  προσπίπτουσα γὰρ ἡ τοιαύτη ἐσθὴς τῷ σώματι προστυποῦται αὐτῷ ὑγρότερον καὶ προσαναπλάττεται σαρκικῶς ἐμφῦσα τῷ σχήματι, καὶ τὸν τύπον ἐκμάττεται τῆς γυναικός, ὥστ' οὐχ ὁρῶντι τὴν ὅλην τοῦ σώματος εἶναι φανερὰν διάθεσιν.
 [02245]  Οὐ γὰρ ὅσιον εἶναι θήρατρον ἀνθρώπων τὸ κάλλος [2.10βις.114.4] τοῦ σώματος·
 [02254]  ∆εῖ δὲ τὴν σκέπην, οἶμαι, αὐτὸ αὑτῆς κρεῖττον ἀποφαίνειν τὸ σκεπόμενον, ὡς τὸ ἄγαλμα τοῦ νεὼ καὶ τὴν ψυχὴν τοῦ σώματος καὶ τῆς ἐσθῆτος τὸ [2.10βις.115.4] σῶμα.
 [02323]  ∆ιὸ καὶ μόνος ὁ σπουδαῖος καλὸς κἀγαθὸς ὄντως ἐστίν, καὶ μόνον τὸ καλὸν ἀγαθὸν δογματίζεται, ἡ δὲ ἀρετὴ μόνη καὶ διὰ καλοῦ τοῦ σώματος καταφαίνεται καὶ ἐπανθεῖ τῇ σαρκί, τὸ ὡραῖον τῆς σωφροσύνης ἀξιέραστον [2.12.121.4] δεικνύουσα, ὅταν οἱονεὶ φέγγος ἐπιλάμπῃ τῇ μορφῇ τὸ ἦθος.
 [02328]  [2.12.122.1] Ἀλλὰ γὰρ τὴν μὲν φιλοκοσμίαν ἥκιστα ἀρετῆς ἐπιμελουμένην, σώματος δὲ ἀντιποιουμένην, ἐκτραπέντος τοῦ φιλοκάλου περὶ τὴν κενοδοξίαν, ἄρδην ἐκβλητέον.
 [02398]  ἀνενδεὴς δὲ μόνος ὁ θεὸς καὶ χαίρει μάλιστα μὲν καθαρεύοντας ἡμᾶς ὁρῶν τῷ τῆς διανοίας κόσμῳ, ἔπειτα δὲ καὶ τῷ τοῦ σώματος, ἁγνὴν στολήν, σωφροσύνην, περιβεβλημένους.
 [02435]  ἀλλ' οὐ τὸ κάλλος τῆς σαρκὸς τὸ φαντασιαστικόν, τὸ δὲ ἀληθινὸν καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἐνεδείξατο κάλλος, τῆς μὲν τὸ εὐεργετικόν, τὸ δὲ ἀθάνατον τῆς σαρκός.
 [02518]  Εἰ οὖν τὸ φυσικὸν τοῦ σώματος κάλλος ἔλαττον τοῦ ψυχικοῦ λογίζεται κύριος, τί περὶ τοῦ νόθου φρονεῖ, ἅπαν τὸ ψεῦσμα ἄρδην ἐκβαλών;
 [02636]  ἀνδρόγυνον ἐμίσησαν ἐπιτήδευσιν οὗτοι, καὶ τοῦ σώματος τὴν πρὸς τὸ θῆλυ κοινωνίαν παρὰ τὸν τῆς φύσεως νόμον ὀρύγματος [3.3.23.2] κατηξίωσαν κατὰ τὸν τῆς δικαιοσύνης νόμον.
 [02723]  καὶ γὰρ δι' αὐτοῦ καταφαίνεται μάλιστα τοῦ σώματος τὸ μάχλον τῆς ἐπιθυμίας, καθάπερ τοῖς ὑδεριῶσιν τὸ περιστεγόμενον τῆς ἐπιφανείας ὑγρόν·
 [02742]  πολλοῦ δὲ ἄξια οὐ λίθος, οὐκ ἄργυρος, οὐκ ἐσθής, οὐ κάλλος σώματος, ἀλλ' ἡ ἀρετή, ὅς ἐστι λόγος [3.6.35.3] διὰ τοῦ παιδαγωγοῦ παραδιδόμενος εἰς ἄσκησιν·
 [02788]  τὸ δὲ περιττόν, ἃ δή φασι κόσμια, καὶ τὰ ἔπιπλα τῶν πλουσίων ἄχθος ἐστίν, [3.7.39.2] οὐ κόσμος τοῦ σώματος.
 [02851]  Τρόπον γάρ τινα πίνει τὰ σώματα, ὥσπερ τὰ δένδρα, οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τῇ δι' ὅλου τοῦ σώματος κατὰ τὸ λουτρόν, ὥς φασι, ποροποιίᾳ.
 [02858]  ναὶ μὴν κατὰ τὴν τοῦ σώματος ἡλικίαν καὶ τοῦ ἔτους τὴν ὥραν·
 [02873]  Τὸ δὲ τοῦ σώματος τὸ σαρκικὸν καὶ διὰ μόνου ὕδατος ἀποπληροῦται, καθάπερ ἐν ἀγροῖς γίνεται πολλάκις, ὅπου βαλανεῖον οὐκ ἔστιν.
 [02918]  Τὸν γοῦν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων, ὅλον δὲ λευκωθέντα δι' ὅλων ἀπὸ κεφαλῆς ἄκρας ἄχρι ποδῶν ἐσχάτων καθαρὸν εἶναι ἐθέλει, ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλτον καὶ ἀνενδοίαστον [3.11.54.2] τῆς ἀληθείας ἁπλοῦν ἀγαπήσωμεν χρῶμα.
 [02992]  ἣ μὲν γὰρ ἔνδον τοῦ σώματος ἐργάζεται, τὸ δὲ εἰς τὸ ἐκτὸς τοῦ σώματος ἐξανθῆσαν φανερὰν ἐνδείκνυται τὴν [3.11.65.1] εὔχροιαν.
 [03027]  Πρὸ γὰρ τοῦ παντὸς σώματος διαφθείρονται οἱ ὀφθαλμοί.
 [03056]  Ἀνδρὸς δὲ γενναίου σημεῖον οὐδὲν εἶναι δεῖ περιφανὲς ἐν τῷ προσώπῳ μαλακίας, ἀλλ' οὐδὲ ἐν ἑτέρῳ μέρει τοῦ σώματος.
 [03062]  ἔστω, φησί, καθαρὸν τὸ πρόσωπον, ὀφρὺς μὴ καθειμένη, μηδὲ ὄμμα ἀναπεπταμένον μηδὲ διακεκλασμένον, μὴ ὕπτιος ὁ τράχηλος, μηδὲ ἀνιέμενα τὰ τοῦ σώματος μέλη, ἀλλὰ τὰ μετέωρα ἐντόνοις ὅμοια, ὀρθόνους πρὸς τὸν λόγον ὀξύτης, καὶ κατοκωχὴ τῶν ὀρθῶς εἰρημένων, καὶ σχηματισμοὶ καὶ κινήσεις μηδὲν ἐνδιδοῦσαι [3.11.74.4] τοῖς ἀκολάστοις ἐλπίδος.
000-00-00 Serial Number=0454453409
Protrepticus Ante [Go Back]  
 [00203]  ὣς εἰποῦσα πέπλους ἀνεσύρατο, δεῖξε δὲ πάντα σώματος οὐδὲ πρέποντα τύπον·
 [00314]  Ἡρακλέα οὖν καὶ αὐτὸς Ὅμηρος θνητὸν οἶδεν ἄνθρωπον, Ἱερώνυμος δὲ ὁ φιλόσοφος καὶ τὴν σχέσιν αὐτοῦ ὑφηγεῖται τοῦ σώματος, μικρόν, φριξότριχα, ῥωστικόν·
 [00371]  εἰ μὴ γὰρ ∆ιονύσῳ πομπὴν ἐποιοῦντο καὶ ὕμνεον ᾆσμα αἰδοίοισιν, ἀναιδέστατα εἴργαστ' ἄν, φησὶν Ἡράκλειτος, ωὑτὸς δὲ Ἅιδης καὶ ∆ιόνυσος, ὅτεῳ μαίνονται καὶ ληναΐζουσιν, οὐ διὰ τὴν μέθην τοῦ σώματος, ὡς ἐγὼ οἶμαι, τοσοῦτον ὅσον διὰ τὴν ἐπονείδιστον τῆς ἀσελγείας ἱεροφαντίαν.
000-00-00 Serial Number=0349938750
Quis dives salvetur Ante [Go Back]  
 [00180]  οὐδὲ γὰρ διὰ κάλλος σώματος ζήσεταί τις ἢ τοὐναντίον ἀπολεῖται·
 [00184]  οὐδὲ ἰσχὺς καὶ μέγεθος σώματος ζωοποιεῖ οὐδὲ τῶν μελῶν οὐδενία ἀπολλύει, ἀλλ' ἡ τούτοις ψυχὴ χρωμένη [18.4] τὴν αἰτίαν ἐφ' ἑκάτερα παρέχεται.
000-00-00 Serial Number=0690277159
Stromata Ante [Go Back]  
 [00044]  ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον καὶ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου.
 [00121]  δέδωκεν δὲ ὁ θεὸς τῇ ἐκκλησίᾳ τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ.
 [00246]  εἶτα μεταμελήσει σοι ἐπὶ γήρως, ἡνίκα ἂν κατατριβῶσί σου σάρκες σώματος.
 [00429]  ἡ μὲν γὰρ λέξις οἷον ἐσθὴς ἐπὶ σώματος, τὰ δὲ πράγματα σάρκες εἰσὶ καὶ νεῦρα.
 [00430]  οὐ χρὴ τοίνυν τῆς ἐσθῆτος πρὸ τῆς [1.10.48.5] τοῦ σώματος σωτηρίας κήδεσθαι.
 [00614]  Σαραπίων δὲ ἐν τοῖς ἔπεσι μηδὲ ἀποθανοῦσαν λῆξαι μαντικῆς φησι τὴν Σίβυλλαν, καὶ τὸ μὲν εἰς ἀέρα χωρῆσαν αὐτῆς μετὰ τελευτήν, τοῦτ' εἶναι τὸ ἐν φήμαις καὶ κληδόσι μαντευόμενον, <ἐκ> δὲ τοῦ εἰς γῆν μεταβαλόντος σώματος πόας ὡς εἰκὸς ἀναφυείσης, ὅσα ἂν αὐτὴν ἐπινεμηθῇ θρέμματᾳ κατ' ἐκεῖνον δήπουθεν γενόμενα τὸν τόπον, ἀκριβῆ τὴν διὰ τῶν σπλάγχνων τοῖς ἀνθρώποις προφαίνειν τοῦ μέλλοντος δήλωσιν γράφει, τὴν δὲ ψυχὴν αὐτῆς εἶναι τὸ ἐν τῇ σελήνῃ φαινόμενον πρόσωπον οἴεται.
 [01378]  οὐ γὰρ ὁ μὲν τὴν τοῦ σώματος νόσον ἀπάγων εὐεργέτης δόξει, ψυχὴν δὲ ἀδικίας ὁ πειρώμενος ἀπαλλάττειν [1.27.171.2] οὐ μᾶλλον ἂν εἴη κηδεμών, ὅσῳπερ ψυχὴ σώματος ἐντιμότερον.
 [01379]  ἀλλ' ἄρα τῆς μὲν τοῦ σώματος ὑγείας ἕνεκα καὶ τομὰς καὶ καύσεις καὶ φαρμακοποσίας ὑφιστάμεθα καὶ ὁ ταῦτα προσάγων σωτήρ τε καὶ ἰατρὸς τε καλεῖται, οὐ φθόνῳ τινὶ οὐδὲ δυσμενείᾳ τῇ πρὸς τὸν πάσχοντα, ὡς δ' ἂν ὁ τῆς τέχνης ὑπαγορεύοι λόγος, καὶ μέρη τινὰ ἀποτέμνων, ὡς μὴ τὰ ὑγιαίνοντα συνδιαφθείρεσθαι αὐτοῖς, καὶ οὐκ [1.27.171.3] ἄν τις πονηρίας αἰτιάσαιτο τοῦ ἰατροῦ τὴν τέχνην·
 [01381]  ὁ γὰρ νόμος κηδόμενος τῶν ὑπηκόων πρὸς μὲν τὴν θεοσέβειαν παιδεύει καὶ ὑπαγορεύει τὰ ποιητέα εἴργει τε ἕκαστον τῶν ἁμαρτημάτων, δίκας ἐπιτιθεὶς τοῖς μετρίοις αὐτῶν, ὅταν δέ τινα οὕτως ἔχοντα κατίδῃ ὡς ἀνίατον δοκεῖν εἰς ἔσχατον ἀδικίας ἐλαύνοντα, τότε ἤδη τῶν ἄλλων κηδόμενος ὅπως ἂν μὴ διαφθείρωνται πρὸς αὐτοῦ, ὥσπερ μέρος τι τοῦ παντὸς σώματος ἀποτεμὼν [1.27.172.1] οὕτω που τὸν τοιοῦτον ὑγιέστατα ἀποκτείννυσι.
 [01685]  ἔργον δὲ τὸ μὲν [2.6.26.5] βούλεσθαι ψυχῆς, τὸ πράττειν δὲ οὐκ ἄνευ σώματος.
 [01759]  ἡμῖν δὲ ὁ δοθεὶς νόμος τὰ τῷ ὄντι κακὰ ἀπο φεύγειν προστάττει, μοιχείαν, ἀσέλγειαν, παιδεραστίαν, ἄγνοιαν, ἀδικίαν, νόσον ψυχῆς, θάνατον, οὐ τὸν διαλύοντα ψυχὴν ἀπὸ σώματος, ἀλλὰ τὸν διαλύοντα ψυχὴν ἀπὸ ἀληθείας·
 [02019]  [2.15.62.3] τὸ δὲ ἁμαρτάνειν ἐκ τοῦ ἀγνοεῖν κρίνειν ὅ τι χρὴ ποιεῖν συνίσταται, ἢ τοῦ ἀδυνατεῖν ποιεῖν, ὥσπερ ἀμέλει καὶ βόθρῳ περιπίπτει τις [2.15.62.4] ἤτοι ἀγνοήσας ἢ ἀδυνατήσας ὑπερβῆναι δι' ἀσθένειαν σώματος.
 [02269]  μὴ γὰρ γινέσθω ἡ τοῦ ζῶντος τροφὴ ἥδυσμα τοῦ ἀναιρεθέντος ζῴου, φησίν <ἡ σάρξ>, μηδὲ τὸ τῆς ζωῆς αἴτιον συνεργὸν τῇ τοῦ σώματος καταναλώσει γινέσθω.
 [02507]  γίνεται δὲ ἡ ἄσκησις κατὰ τὸν Κῷον Ἱπποκράτην οὐ μόνον τοῦ σώματος, ἀλλὰ καὶ τῆς ψυχῆς ὑγιείης ἀοκνίη πόνων, ἀκορίη τροφῆς.
 [02668]  [2.23.145.1] Καθαρὸν οὖν τὸν γάμον ὥσπερ τι ἱερὸν ἄγαλμα τῶν μιαινόντων φυλακτέον, ἀνεγειρομένοις μὲν ἐκ τῶν ὕπνων μετὰ κυρίου, ἀπιοῦσι δὲ εἰς ὕπνον μετ' εὐχαριστίας καὶ εὐχομένοις, ἠμὲν ὅτ' εὐνάζῃ καὶ ὅτ' ἂν φάος ἱερὸν ἔλθῃ, μαρτυρομένοις τὸν κύριον παρ' ὅλον ἡμῶν τὸν βίον, τὸ μὲν θεοσεβεῖν τῇ ψυχῇ κεκτημένοις, τὸ σῶφρον δὲ μέχρι καὶ τοῦ σώματος [2.23.145.2] ἄγουσιν.
 [02716]  ἐγκράτεια τοίνυν σώματος ὑπεροψία κατὰ τὴν πρὸς θεὸν ὁμολογίαν.
 [02818]  ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;
 [02986]  ὁ μὲν γὰρ εἰς ἡδονὰς ἐξοκείλας σώματι χαρίζεται, ὁ δὲ σώφρων τὴν [3.5.41.3] κυρίαν τοῦ σώματος ψυχὴν ἐλευθεροῖ τῶν παθῶν.
 [02991]  πῶς δέ ἐστι δυνατὸν ἡττηθέντα τῶν τοῦ σώματος ἡδονῶν ἐξομοιοῦσθαι τῷ κυρίῳ ἢ γνῶσιν ἔχειν θεοῦ;
 [03001]  παντάπασι γὰρ ἀδύνατον ἅμα τε καὶ ἐπιστή μονα εἶναι καὶ τὴν τοῦ σώματος κολακείαν <μὴ> ἐπαισχύνεσθαι·
 [03003]  ἐν Χριστῷ δὲ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, [3.5.43.4] ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ.
 [03053]  ὡς δὲ ἡ ταπεινοφροσύνη πραότης ἐστίν, οὐχὶ δὲ κακουχία σώματος, οὕτω καὶ ἡ ἐγκράτεια ψυχῆς ἀρετὴ ἡ οὐκ ἐν φανερῷ, ἀλλ' ἐν ἀποκρύφῳ.
 [03085]  μηδεὶς ὑμᾶς καταβραβευέτω ἐν ἐθελοθρησκείᾳ ταπεινοφροσύνης καὶ ἀφειδίᾳ σώματος.
 [03154]  ἔνθα δέ ἐστιν ἐπιθυμία ἐγκαθεζομένη, μόνη τυγχάνουσα, κἂν τῇ ἐνεργείᾳ ἡσυχάζῃ τῇ διὰ τοῦ σώματος, τῇ μνήμῃ συνουσιάζει πρὸς τὸ μὴ [3.7.58.1] παρόν.
 [03185]  οὐ συνιᾶσιν οὖν, ὡς ἔοικεν, ὅτι τοὺς πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν, ἵνα ἃ διὰ τοῦ σώματος ἔπραξέν τις [3.8.62.2] ἀπολάβῃ.
 [03216]  φυσικῇ δὲ ἀνάγκῃ θείας οἰκονομίας γενέσει θάνατος ἕπεται, καὶ συνόδῳ ψυχῆς καὶ [3.9.64.3] σώματος ἡ τούτων διάλυσις ἀκολουθεῖ.
 [03226]  ἐνεδείξατο γάρ, οἶμαι, διὰ τούτων σαφῶς τῆς μὲν ἐξόδου τοῦ σώματος τὴν πρὸς θεὸν ἀγάπην τελείωσιν εἶναι, τῆς δὲ ἐν σαρκὶ παρουσίας [3.9.66.1] τὴν εὐχάριστον διὰ τοὺς σωθῆναι δεομένους ὑπομονήν.
 [03294]  [3.11.77.2] τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;
 [03310]  εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.
 [03364]  ἡμεῖς δ' ἐθανατώθημεν τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ἡμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, τῷ ὑπὸ τοῦ νόμου [3.12.84.1] προφητευθέντι, ἵνα καρποφορήσωμεν τῷ θεῷ.
 [03373]  καὶ ὑμεῖς οὖν ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι·
 [03486]  ἀπολείπεται δὲ αὐτοῖς, ὡς ἔοικεν, ἀκολούθως λέγειν τὴν γένεσιν εἶναι κακήν, οὐ τὴν [3.16.100.7] τοῦ σώματος μόνην, ἀλλὰ καὶ τὴν τῆς ψυχῆς δι' ἣν καὶ τὸ σῶμα.
 [03507]  πῶς δ' ἄνευ τοῦ σώματος ἡ κατὰ τὴν ἐκκλησίαν καθ' ἡμᾶς οἰκονομία τέλος ἐλάμβανεν;
 [03611]  ἔοικεν δ' οἶμαι, κενταύρῳ, Θετταλικῷ πλάσματι, ἐκ λογικοῦ καὶ ἀλόγου συγκείμενος, ψυχῆς καὶ σώματος, ἀλλὰ τὸ μὲν σῶμα γῆν τε ἐργάζεται [4.3.9.5] καὶ σπεύδει εἰς γῆν, τέταται δὲ ἡ ψυχὴ πρὸς τὸν θεόν, ἥ γε διὰ φιλοσοφίας τῆς ἀληθοῦς παιδευομένη πρὸς τοὺς ἄνω σπεύδειν συγγενεῖς, ἀποστραφεῖσα τῶν τοῦ σώματος ἐπιθυμιῶν πρός τε ταύταις πόνου τε καὶ φόβου·
 [03624]  δεῖ δή, ὡς ἔοικε, τήν γε τοῦ σώματος φύσιν καὶ τὴν τῆς ψυχῆς οὐσίαν πολυπραγμονήσαντας τὸ ἑκατέρου τέλος [4.3.11.3] καταλαβέσθαι καὶ μὴ τὸν θάνατον ἡγεῖσθαι κακόν·
 [03636]  ὁ τοίνυν ἀπὸ [4.3.12.5] τοῦ σώματος τῆς ψυχῆς χωρισμὸς ὁ παρ' ὅλον τὸν βίον μελετώ μενος τῷ φιλοσόφῳ προθυμίαν κατασκευάζει γνωστικὴν εὐκόλως δύνασθαι φέρειν τὸν τῆς φύσεως θάνατον, διάλυσιν ὄντα τῶν πρὸς [4.3.12.6] τὸ σῶμα τῆς ψυχῆς δεσμῶν·
 [03645]  καὶ οἱ παλαιοὶ δὲ τῶν παρ' Ἕλλησι τῶν ἐν πολέμῳ ἀποθανόντων τὴν τελευτὴν ἐπαινοῦσιν, οὐ τὸ βιαίως ἀποθνῄσκειν συμβουλεύοντες, ἀλλ' ὅτι ὁ κατὰ πόλεμον τελευτῶν ἀδεὴς τοῦ θανεῖν ἀπήλλακται, ἀποτμηθεὶς τοῦ σώματος, καὶ οὐ προκαμὼν τῇ ψυχῇ οὐδὲ καταμαλακισθείς, οἷα περὶ τὰς νόσους πάσχουσιν οἱ ἄνθρωποι·
 [03649]  εἰ τοίνυν ἡ πρὸς θεὸν ὁμολογία μαρτυρία ἐστί, πᾶσα ἡ καθαρῶς πολιτευσαμένη ψυχὴ μετ' ἐπιγνώσεως τοῦ θεοῦ, ἡ ταῖς ἐντολαῖς ὑπακηκουῖα, μάρτυς ἐστὶ καὶ βίῳ καὶ λόγῳ, ὅπως ποτὲ τοῦ σώματος ἀπαλλάττεται, οἷον αἷμα τὴν πίστιν ἀνὰ [4.4.15.4] τὸν βίον ἅπαντα, πρὸς δὲ καὶ τὴν ἔξοδον, προχέουσα.
 [03666]  ἐπεὶ δ' οἱ ψευδώνυμοι οὗτοι τὸ σῶμα διαβάλλουσι, μαθέτωσαν ὅτι καὶ ἡ τοῦ σώματος εὐαρμοστία συμβάλλεται [4.4.18.1] τῇ διανοίᾳ πρὸς τὴν εὐφυΐαν.
 [03667]  δι' ὃ ἐν τῷ τρίτῳ τῆς Πολιτείας ὁ Πλάτων εἶπεν, ὃν μάλιστα ἐπιβοῶνται μάρτυρα τὴν γένεσιν κακίζοντες, ἐπιμελεῖσθαι σώματος δεῖν ψυχῆς ἕνεκα ἁρμονίας, δι' οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν καταγγέλλοντα τῆς ἀληθείας τὸ κήρυγμα·
 [03670]  ἐν γοῦν τῷ ζῆν τὸ εὖ ζῆν κατορθοῦται, καὶ εἰς ἕξιν ἀιδιότητος παραπέμπεται ὁ διὰ σώματος μελετήσας εὐζωίαν.
 [03671]  [4.5.19.1] Θαυμάζειν δὲ ἄξιον καὶ τῶν Στωϊκῶν οἵτινές φασι μηδὲν τὴν ψυχὴν ὑπὸ τοῦ σώματος διατίθεσθαι μήτε πρὸς κακίαν ὑπὸ τῆς νόσου μήτε πρὸς ἀρετὴν ὑπὸ τῆς ὑγιείας·
 [03683]  τούτων οὖν ἀνθεκτέον οὐ δι' αὐτά, ἀλλὰ διὰ τὸ σῶμα, ἡ δὲ τοῦ σώματος ἐπιμέλεια διὰ τὴν ψυχὴν γίνεται, [4.5.22.2] ἐφ' ἣν ἡ ἀναφορά.
 [03712]  καὶ ὅλως ἡ κυριακὴ ἄσκησις ἀπάγει τὴν ψυχὴν τοῦ σώματος εὐχαρίστως, [4.6.27.2] εἴ γε καὶ αὐτὴ αὑτὴν κατὰ μετάθεσιν ἀποσπᾷ.
 [03912]  [4.7.50.3] τοῦ σώματος γὰρ οὕνεκα οἱ πολλοὶ πόνοι, τοῦδ' οὕνεκα οἶκον στεγανὸν ἐξευρήκαμεν λευκόν τε ὀρύττειν ἄργυρον σπείρειν τε γῆν, τά τε ἄλλα ὅσα ἡμεῖς ὀνόμασι<ν> γινώσκομεν.
 [03974]  ᾗ δὲ διάφορον, κατὰ τὴν τοῦ σώματος ἰδιότητα, ἐπὶ τὰς κυήσεις καὶ [4.8.60.2] τὴν οἰκουρίαν.
 [04005]  αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ, ὅτι ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς ὁ σωτὴρ τοῦ σώματος.
 [04405]  [4.18.116.1] Ὀνειρώττει μὲν οὖν τις συγκαταθεμένης τῇ φαντασίᾳ τῆς ψυχῆς, ὕπαρ δὲ ὀνειρώττει ὁ πρὸς ἐπιθυμίαν βλέπων, οὐ μόνον ὡς ἐκεῖνος ἔλεγεν ὁ δῆθεν γνωστικός, ἐὰν ἅμα τῇ ὄψει τῆς γυναικὸς συλλάβῃ κατ' ἔννοιαν τὴν ὁμιλίαν (τοῦτο γὰρ ἤδη ἔργον ἐστὶν ἐπιθυμίας ὡς ἐπιθυμίας), ἀλλ' ἐὰν εἰς κάλλος σώματος βλέψῃ τις, ὁ λόγος φησί, καὶ αὐτῷ ἡ σὰρξ εἶναι κατ' ἐπιθυμίαν δόξῃ καλή, σαρκικῶς ἰδὼν καὶ [4.18.116.2] ἁμαρτητικῶς δι' οὗ τεθαύμακεν κρίνεται·
 [04505]  ἐπεὶ δὲ ὁ παντοκράτωρ θεὸς αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, σπευστέον ἀπανδροῦσθαι γνωστικῶς καὶ τελειοῦσθαι ὡς ὅτι μάλιστα ἔτι ἐν σαρκὶ καταμένοντας, ἐκ τῆς τελείας ἐνθένδε ὁμοφροσύνης μελετήσαντας συνδραμεῖν τῷ θελήματι τοῦ θεοῦ εἰς τὴν ἀποκατάστασιν τῆς τῷ ὄντι τελείας εὐγενείας τε καὶ συγγενείας εἰς τὸ πλήρωμα [4.21.132.2] τοῦ Χριστοῦ τὸ ἐκ καταρτισμοῦ τελείως ἀπηρτισμένον.
 [04560]  διὰ ταῦτ' οὖν καὶ αἱ τελεταὶ γίνονται νυκτὸς μάλιστα, σημαίνουσαι τὴν ἐν [4.22.140.3] νυκτὶ τῆς ψυχῆς συστολὴν ἀπὸ τοῦ σώματος.
 [04686]  ὅθεν μηδὲ ἅπτεσθαι νεκρῶν αὐτοὺς κελεύει μηδ' ἐπεισιέναι κατοιχομένοις, οὐχ ὡς μιαροῦ τοῦ σώματος ὄντος, ἀλλ' ὡς τῆς ἁμαρτίας καὶ ἀπειθείας σαρκικῆς τε οὔσης καὶ [4.25.158.3] ἐνσωμάτου καὶ νεκρᾶς καὶ διὰ τοῦτο βδελυκτῆς.
 [04697]  ναὶ μὴν τὴν κατά τε σῶμα κατά τε ψυχὴν ἁγνείαν, ἣν μέτεισιν ὁ γνωστικός, ὁ πάνσοφος Μωυσῆς ἐκπρεπῶς τῇ ἐπαναλήψει χρησάμενος ἐμήνυσεν, τὸ ἀδιάφθορον τοῦ τε σώματος τῆς τε ψυχῆς διαγράφων ἐπὶ τῆς Ῥεβέκκας ὧδέ πως·
 [04721]  ὅθεν ἐπιδεκτικὸν γίνεται τῆς τιμιωτάτης τῷ θεῷ ψυχῆς τὸ οἰκητήριον τοῦτο καὶ πνεύματος ἁγίου κατὰ τὸν τῆς ψυχῆς τε καὶ σώματος ἁγιασμὸν καταξιοῦται τῷ τοῦ [4.26.163.3] σωτῆρος καταρτισμῷ τελειούμενον.
 [04745]  εὐδοκοῦμεν δὲ μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν θεόν.
 [04851]  ἐνδεδεμένοι γὰρ τῷ γεώδει σώματι τῶν μὲν αἰσθητῶν διὰ σώματος ἀντιλαμβανόμεθα, [5.1.7.5] τῶν δὲ νοητῶν δι' αὐτῆς τῆς λογικῆς ἐφαπτόμεθα δυνάμεως.
 [05153]  εἶεν δ' ἂν καὶ ἄλλως λίθοι ποικίλοι σωτηρίας τρόποι, οἳ μὲν ἐν τοῖς ὑπεραναβεβηκόσιν, οἳ δ' ἐν τοῖς ὑποβεβηκόσιν [5.6.37.4] ἱδρυμένοι παντὸς τοῦ σῳζομένου σώματος.
 [05307]  μὴ γὰρ ἄξιος εἶναι ὁμολογεῖ τὴν τοσαύτην βαπτίσαι δύναμιν, χρῆναι γὰρ τοὺς καθαροποιοῦντας ἀπολύειν τοῦ σώματος καὶ τῶν τούτου ἁμαρτημάτων τὴν ψυχὴν ὥσπερ τοῦ δεσμοῦ τὸν πόδα.
 [05358]  ἡ εὐχαριστία δὲ οὐκ ἐπὶ ψυχῆς μόνον καὶ τῶν πνευματικῶν ἀγαθῶν, ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος γίνεται καὶ [5.10.62.1] τῶν τοῦ σώματος ἀγαθῶν.
 [05451]  λάβοιμεν δ' ἂν τὸν μὲν καθαρτικὸν τρόπον ὁμολογίᾳ, τὸν δὲ ἐποπτικὸν ἀναλύσει ἐπὶ τὴν πρώτην νόησιν προχωροῦντες, δι' ἀναλύσεως ἐκ τῶν ὑποκειμένων αὐτῷ τὴν ἀρχὴν ποιούμενοι, ἀφελόντες μὲν τοῦ σώματος τὰς φυσικὰς ποιότητας, περιελόντες δὲ τὴν εἰς τὸ βάθος διάστασιν, εἶτα τὴν εἰς τὸ πλάτος, καὶ ἐπὶ τούτοις τὴν εἰς τὸ μῆκος·
 [05504]  ἐλέφας δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημα·
 [05795]  γρηγορεῖτε, οἷον μελετᾶτε ζῆν καὶ χωρίζειν τὴν ψυχὴν τοῦ σώματος [5.14.106.2] πειρᾶσθε.
 [06492]  ὧν τὰς μὲν τριάκοντα ἓξ τὴν πᾶσαν Αἰγυπτίων περιεχούσας φιλοσοφίαν οἱ προειρημένοι ἐκμανθάνουσι, τὰς δὲ λοιπὰς ἓξ οἱ παστοφόροι ἰατρικὰς οὔσας περί τε τῆς τοῦ σώματος κατασκευῆς καὶ περὶ νόσων καὶ περὶ ὀργάνων καὶ φαρμάκων καὶ περὶ ὀφθαλμ<ι>ῶν καὶ τὸ τελευταῖον περὶ τῶν γυναικείων.
 [06761]  [6.9.71.1] Τοιοῦτος γὰρ ὁ γνωστικός, ὡς μόνοις τοῖς διὰ τὴν <δια>μονὴν τοῦ σώματος γινομένοις πάθεσι περιπίπτειν, οἷον πείνῃ, δίψει καὶ [6.9.71.2] τοῖς ὁμοίοις.
 [06883]  [6.11.90.1] ἀμέλει καὶ παρὰ πότον <τὸ> ψάλλειν ἀλλήλοις προπίνομεν, κατεπᾴδοντες ἡμῶν τὸ ἐπιθυμητικὸν καὶ τὸν θεὸν δοξάζοντες ἐπὶ τῇ ἀφθόνῳ τῶν ἀνθρωπείων ἀπολαύσεων δωρεᾷ τῶν τε εἰς τὴν τοῦ σώματος τῶν τε εἰς τὴν τῆς ψυχῆς αὔξησιν τροφῶν ἀιδίως [6.11.90.2] ἐπιχορηγηθεισῶν.
 [07035]  οἱ δὲ μὴ ἐπὶ τούτοις θελήσαντες ἐπιμεῖναι τοῖς δοθεῖσιν αὐτοῖς ἀστράσιν, ἀλλὰ καὶ τούτων ἀποπεσόντες εἰς λίθους καὶ ξύλα, ὡς χνοῦς, φησίν, ἐλογίσθησαν καὶ ὡς σταγὼν ἀπὸ κάδου, [6.14.111.3] περισσοὶ εἰς σωτηρίαν, οἱ ἀπορριπτόμενοι τοῦ σώματος.
 [07210]  αὐτίκα τὴν μὲν ζωτικὴν δύναμιν, ᾗ ἐμπεριέχεται τὸ θρεπτικόν τε καὶ αὐξητικὸν καὶ καθ' ὅλου κινητικόν, τὸ πνεῦμα εἴληχεν τὸ σαρκικόν, ὀξυκίνητον ὂν καὶ πάντῃ διά τε τῶν αἰσθήσεων καὶ τοῦ λοιποῦ σώματος [6.16.135.4] πορευόμενόν τε καὶ πρωτοπαθοῦν διὰ σώματος·
 [07218]  καὶ τὰ τῶν αἰσθήσεων κινήματα κατά τε τὴν διάνοιαν ἀποτυποῦνται κατά τε τὴν ἀπὸ τοῦ σώματος ἐνέργειαν φανεροῦνται·
 [07349]  αὐτίκα ὁ κύριος οὐ μάτην ἠθέλησεν εὐτελεῖ χρήσασθαι σώματος μορφῇ, ἵνα μή τις τὸ ὡραῖον ἐπαινῶν καὶ τὸ κάλλος θαυμάζων ἀφιστῆται τῶν λεγομένων καὶ τοῖς [6.17.151.4] καταλειπομένοις προσανέχων ἀποτέμνηται τῶν νοητῶν.
 [07362]  αὐτίκα, φησίν, ἡ πρόνοια ἄνωθεν ἐκ τῶν προηγουμένων καθάπερ κεφαλῆς εἰς πάντας διήκει, ὡς τὸ μύρον, φησί, τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα τὸν Ἀαρὼν καὶ ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ (τουτέστι τοῦ μεγάλου ἀρχιερέως, δι' οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν), οὐκ εἰς τὸν τοῦ σώματος [6.17.154.1] κόσμον, ἔξωθεν δὲ τοῦ λαοῦ φιλοσοφία καθάπερ ἐσθής.
 [07444]  οὕτως τις κατὰ τὸ ἡγεμονοῦν τοῦ οἰκείου σώματος, τὴν κεφαλήν, ταγείς, ἐπὶ τὴν ἀκρότητα τῆς πίστεως χωρήσας, τὴν γνῶσιν αὐτήν, περὶ ἣν πάντα ἐστὶ τὰ [6.18.164.4] αἰοθητήρια, ἀκροτάτης ὁμοίως τεύξεται τῆς κληρονομίας.
 [07491]  ἰατρικὴ μὲν σώματος, φιλοσοφία δὲ ψυχῆς βελτιωτική.
 [07606]  οὔτε γὰρ φύσει τὴν ἀρετὴν γεννώμεθα ἔχοντες, οὔτε γενομένοις, ὥσπερ ἄλλα τινὰ τῶν τοῦ σώματος μερῶν, φυσικῶς ὕστερον ἐπιγίνεται (ἐπεὶ οὐδ' ἂν ἦν ἔθ' ἑκούσιον οὐδὲ ἐπαινετόν) οὐδὲ μὴν ἐκ τῆς τῶν συμβάντων καὶ <τῆς> ἐπιγινομένης συνηθείας, ὃν τρόπον ἡ διάλεκτος, τελειοῦται ἡ ἀρετή [7.3.19.4] (σχεδὸν γὰρ ἡ κακία τοῦτον ἐγγίνεται τὸν τρόπον)·
 [07732]  φασὶ γοῦν ταῦτα εἴτε ὑπὸ τῆς κατὰ τὸν ἀέρα παχύτητος εἴτ' αὖ καὶ ἐξ αὐτῆς τῆς [7.6.31.6] τοῦ οἰκείου σώματος ἀναθυμιάσεως τρεφόμενα ἀβλαβῶς αὔξειν.
 [08090]  αὐτίκα ὡς ὁ θάνατος χωρισμὸς ψυχῆς ἀπὸ σώματος, οὕτως ἡ γνῶσις οἷον ὁ λογικὸς θάνατος, ἀπὸ τῶν παθῶν ἀπάγων καὶ χωρίζων τὴν ψυχὴν καὶ προάγων εἰς τὴν τῆς εὐποιίας ζωήν, ἵνα τότε εἴπῃ μετὰ παρρησίας πρὸς τὸν θεόν·
 [08192]  τοιοῦτος γὰρ καὶ ὁ Ἰώβ, ὃς καὶ τοῦ ἀφαιρεθῆναι τὰ ἐκτὸς σὺν καὶ τῇ τοῦ σώματος ὑγιείᾳ προαπέθετο πάντα διὰ τῆς πρὸς τὸν κύριον ἀγάπης.
 [08270]  καὶ μή τι οἷον σάρκας εἶναι τοῦ ἁγίου σώματος τούτους φησί;
 [08604]  τὸ μὲν οὖν πρῶτον εἶδος τῆς τῶν ζητουμένων διαφορᾶς τριῶν ὄντων ἐδείχθη, λέγω δὲ τὸ (τῆς οὐσίας γινωσκομένης) ἀγνοεῖσθαί τι τῶν ἔργων ἢ παθῶν αὐτῆς, δευτέρα δ' ἦν διαφορὰ προβλημάτων ἐφ' οὗ τὰ μὲν ἔργα καὶ πάθη γινώσκομεν ἅπαντες, ἀγνοοῦμεν δὲ τὴν οὐσίαν, οἷον ἐν τίνι τοῦ σώματος μορίῳ τὸ ἡγεμονικόν ἐστι τῆς ψυχῆς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»