Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σοφία [91]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σοφία


000-00-00 Serial Number=0856499732
Eclogae propheticae Ante [Go Back]  
 [00156]  ὁ γὰρ τῆς ἀληθείας λόγος τοῖς μὲν μωρία, τοῖς δὲ σκάνδαλον, ὀλίγοις δὲ σοφία οὕτως καὶ δύναμις εὑρίσκεται [27.7] θεοῦ·
 [00174]  [οὕτ]ὡς γὰρ καὶ ὁ μόλιβδος τοῖς τρίβουσιν ἐξανθεῖ λευκὸν ἐκ μέλανος, τὸ ψιμύθιον, οὕτως καὶ ἡ γνῶσις, φέγγος καὶ λαμπρότητα καταχέουσα τῶν πρα γμάτων, ἡ τῷ ὄντι θεία σοφία εἴη ἄν, τὸ φῶς τὸ εἰλικρινές, τὸ φωτίζον τοὺς καθαροὺς τῶν ἀνθρώπων ὡς κόρην ὀφθαλμοῦ εἰς ὄψιν καὶ κατάληψιν τῆς ἀληθείας βεβαίαν.
000-00-00 Serial Number=0442749977
Paedagogus Ante [Go Back]  
 [00046]  ὁ δὲ ἀγαθὸς παιδαγωγός, ἡ σοφία, ὁ λόγος τοῦ πατρός, ὁ δημιουργήσας τὸν ἄνθρωπον, ὅλου κήδεται τοῦ πλάσματος, καὶ σῶμα καὶ ψυχὴν ἀκεῖται αὐτοῦ ὁ πανακὴς τῆς [1.2.6.3] ἀνθρωπότητος ἰατρός.
 [00186]  Βασιλεύς μοι δοκεῖ, Ἀβιμέλεχ ὄνομα αὐτῷ, σοφία τις εἶναι ὑπερκόσμιος, κατασκοποῦσα τῆς παιδιᾶς τὸ μυστήριον·
 [00381]  Εἰ δὲ ἀνθρωπίνη σοφία ἐστίν, ὅπερ ὑπολείπεται νοεῖν, ἡ μεγαλαυχία τῆς γνώσεως, ἄκουε τὸν νόμον τῆς γραφῆς·
 [00712]  [1.8.69.3] Στέφανος ἄρα σοφίας, ᾗ φησιν ἡ σοφία, φόβος κυρίου.
 [00740]  Ἐπὶ τούτου καὶ ἡ σοφία διαρρήδην λέγει ἔλεος γὰρ καὶ ὀργὴ μετ' αὐτοῦ·
 [00766]  Πολλὴ δὲ ἡ σοφία περὶ τὴν παιδαγωγίαν αὐτοῦ, καὶ ὁ τρόπος τῆς οἰκονομίας αὐτοῦ ποικίλος εἰς σωτηρίαν.
 [00773]  παίδευσον αὐτά, ἡ σοφία παραινεῖ, καὶ κάμψον αὐτὰ ἐκ νεότητος αὐτῶν.
 [01013]  σοφὸς δὲ ὁ θεὸς μόνος, ἀφ' οὗ ἡ σοφία, καὶ τέλειος μόνος, διὰ τοῦτο καὶ μόνος [1.10.94.1] ἐπαινετός.
 [01045]  ἐπιστήμῃ μὲν ὅτι σοφία ἐστὶ πατρική, πᾶσα σοφία παρὰ κυρίου καὶ μετ' αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα·
 [01084]  [1.13.102.1] Ἐντεῦθεν καὶ ἡ σοφία λέγει·
 [01155]  Φροντὶς δὲ παιδείας ἀγάπη, ἡ σοφία λέγει, ἀγάπη δὲ τήρησις νόμων αὐτῆς.
 [01171]  Μὴ εὐφρανθῇς δὲ ἐπὶ μικρᾷ τρυφῇ ἡ σοφία λέγει.
 [01347]  Καὶ πρό γε τῆς τραγῳδίας ἡ σοφία κέκραγεν·
 [01354]  Τελεία γὰρ ἡ σοφία θείων οὖσα καὶ ἀνθρωπίνων πραγμάτων ἐπιστήμη ἐμπεριλαβοῦσα τὰ ὅλα, κατ' ἐκεῖνο, καθ' ὃ ἂν ἐπισκοπῇ τὴν ἀνθρώπων ἀγέλην, τέχνη γίνεται περὶ βίον, καὶ ταύτῃ πάντῃ συμπάρεστιν [2.2.25.4] ἐφ' ὅσον βιοῦμεν, ἀεὶ τὸ ἴδιον ἔργον ἐκτελοῦσα, τὴν εὐζωΐαν.
 [01361]  [2.2.27.1] Τοῦτον τὸν βίον, εἰ βίον καλεῖν χρή, ῥᾴθυμον ὄντα καὶ περὶ τὰς ἡδυπαθείας κεκινημένον καὶ περὶ τὴν οἰνοφλυγίαν ἐπτοημένον ἡ θεία σοφία ὑφορωμένη παραγγέλλει τοῖς αὑτῆς τέκνοις·
 [01506]  οὐ γὰρ σπουδάζειν ἔτι περὶ τούτων πάνυ δίκαιον, ἃ καὶ ἐξ ἀγορᾶς τῷ βουλομένῳ ἔξεστιν ὠνήσασθαι, σοφία δὲ οὐκ ὠνητὴ νομίσματι γηΐνῳ οὐδ' ἐν ἀγορᾷ, ἀλλ' ἐν οὐρανῷ πιπράσκεται καὶ πιπράσκεται νομίσματι δικαίῳ, τῷ λόγῳ τῷ ἀφθάρτῳ, τῷ βασιλικῷ χρυσίῳ.
 [01644]  [2.7.54.1] Εὖ γάρ τοι παραγγέλλειν ἡ σοφία φαίνεται·
 [01687]  Νεανίσκε, καὶ σοὶ ἐπιτρέπει ἡ σοφία, λάλησον, εἰ χρεία σου, μόλις δὶς ἐπερωτηθεὶς κεφαλαίωσον λόγον ἐν ὀλίγοις.
 [01700]  Ταύτῃ τοι βιωφελέστατα ἡ σοφία παραινεῖ μὴ ἀδολεσχεῖν ἐν πλήθει πρεσβυτέρων, ἄνωθεν δὲ ἡμῶν τὴν φλυαρίαν ἐκκόπτουσα, θεόθεν ἄρχουσα, μετριάζειν νομοθετοῦσα ὧδέ πως·
 [01928]  Μακάριος ἄνθρωπος, φησὶν ἡ σοφία, ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάσσει, ἀγρυπνῶν ἐπ' ἐμαῖς θύραις καθ' ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων.
 [02677]  [3.4.27.3] Οὐκ ἔσῃ δὲ μετὰ πολλῶν, φησίν, ἐπὶ κακίᾳ, οὐδὲ προσθήσῃ μετὰ πλήθους, ὅτι ἡ σοφία ἐν ὀλίγοις, ἀταξία δὲ ἐν πλήθει καταφαίνεται.
 [02744]  κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι.
 [03254]  Καὶ τοὺς μὲν ἐλεήμονας μακαρίζει, ὅτι αὐτοὶ ἐλεηθήσονται, ὀργὴν δὲ ἡ σοφία ταλανίζει, ὅτι ἄρα [3.12.92.3] ἀπολέσει καὶ φρονίμους.
 [03321]  ∆ιδασκαλεῖον δὲ ἡ ἐκκλησία ἥδε καὶ ὁ νυμφίος ὁ μόνος διδάσκαλος, ἀγαθοῦ πατρὸς ἀγαθὸν βούλημα, σοφία γνήσιος, ἁγίασμα [3.12.98.2] γνώσεως.
 [03345]  Οὐ γὰρ ὑπόκλοπον φορεῖ βροτοῖσι φωνάεντα λόγον ἔσται λόγος σοφία, [3.12.100.3] ὥς φησι Βακχυλίδης.
000-00-00 Serial Number=0639992893
Protrepticus Ante [Go Back]  
 [00055]  ἀμέλει καὶ αὐτὸς ὄργανόν ἐστι τοῦ θεοῦ παναρμόνιον, ἐμμελὲς καὶ ἅγιον, σοφία ὑπερκόσμιος, οὐράνιος λόγος.
 [00732]  Μόνη ἄρα, ὡς ἔοικεν, καταφυγὴ τῷ μέλλοντι ἐπὶ τὰς σωτηρίους ἀφικνεῖσθαι θύρας ὑπολείπεται σοφία θεϊκή·
 [00930]  Ἀποπε σόντας γὰρ ἡμᾶς ἐπὶ τὰ εἴδωλα ἡ σοφία, ἥ ἐστιν ὁ λόγος [8.80.4] αὐτοῦ, ἀνορθοῖ ἐπὶ τὴν ἀλήθειαν.
000-00-00 Serial Number=0117783189
Stromata Ante [Go Back]  
 [00010]  [1.1.1.3] αὐτίκα πατέρας τοὺς κατηχήσαντάς φαμεν, κοινωνικὸν δὲ ἡ σοφία καὶ φιλάνθρωπον.
 [00211]  εἰκότως τοίνυν ὁ ἀπόστολος πολυποίκιλον εἴρηκεν τὴν σοφίαν τοῦ θεοῦ, πολυμερῶς καὶ πολυτρόπως, διὰ τέχνης, διὰ ἐπιστήμης, διὰ πίστεως, διὰ προφητείας, τὴν ἑαυτῆς ἐνδεικνυμένην δύναμιν εἰς τὴν ἡμετέραν εὐεργεσίαν, ὅτι πᾶσα σοφία παρὰ κυρίου καὶ μετ' αὐτοῦ ἐστιν εἰς [1.4.27.2] τὸν αἰῶνα, ᾗ φησιν ἡ τοῦ Ἰησοῦ σοφία.
 [00254]  ἔστι γὰρ ἡ μὲν φιλοσοφία ἐπιτήδευσις <σοφίας>, ἡ σοφία δὲ ἐπιστήμη θείων καὶ ἀνθρωπίνων καὶ τῶν τούτων αἰτίων.
 [00255]  κυρία [1.5.30.2] τοίνυν ἡ σοφία τῆς φιλοσοφίας ὡς ἐκείνη τῆς προπαιδείας.
 [00260]  ἡ σοφία τοίνυν ἡ τῷ πιστῷ σύνοικος (πιστὸς δὲ ἐλογίσθη Ἀβραὰμ καὶ δίκαιος) στεῖρα ἦν ἔτι καὶ ἄτεκνος κατὰ τὴν γενεὰν ἐκείνην, μηδέπω μηδὲν ἐνάρετον ἀποκυήσασα τῷ Ἀβραάμ, ἠξίου δὲ εἰκότως τὸν ἤδη καιρὸν ἔχοντα προκοπῆς τῇ κοσμικῇ παιδείᾳ (Αἴγυπτος δὲ ὁ κόσμος ἀλληγορεῖται) συνευνασθῆναι πρότερον, ὕστερον δὲ καὶ αὑτῇ προσελθόντα κατὰ τὴν θείαν πρόνοιαν γεννῆσαι τὸν Ἰσαάκ.
 [00415]  οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη.
 [00421]  σοφία δὲ ὁμωνύμως τῇ ἀληθείᾳ ἡ [1.10.48.1] σοφιστικὴ λέγεται τέχνη.
 [00440]  [1.11.50.1] Αὕτη οὖν ἡ σοφία τοῦ κόσμου μωρία παρὰ θεῷ ἐστιν, καὶ τούτων τῶν σοφῶν κύριος γινώσκει τοὺς διαλογισμοὺς ὅτι εἰσὶ μάταιοι.
 [00516]  κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς.
 [00708]  ἀπέστειλεν ἡ σοφία τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος [1.17.81.4] ἐπὶ κρατῆρα οἴνου.
 [00744]  πάντα μὲν οὖν οἰκονομεῖται ἄνωθεν εἰς καλόν, ἵνα γνωρισθῇ διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, κατὰ πρόγνωσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ.
 [00776]  αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸς θεοῦ δύναμίς ἐστι καὶ θεοῦ [1.18.89.1] σοφία.
 [00851]  καὶ τοῖς ἐνδεέσι φρενῶν παρακελεύομαι λέγουσα, φησὶν ἡ σοφία, τοῖς ἀμφὶ τὰς αἱρέσεις δηλονότι, ἄρτων κρυφίων ἡδέως ἅψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ, ἄρτον καὶ ὕδωρ οὐκ ἐπ' ἄλλων τινῶν, ἀλλ' ἢ ἐπὶ τῶν ἄρτῳ καὶ ὕδατι κατὰ τὴν προσφορὰν μὴ κατὰ τὸν κανόνα τῆς ἐκκλησίας χρωμένων αἱρέσεων ἐμφανῶς ταττούσης τῆς γραφῆς.
 [00875]  αὐτοτελὴς μὲν οὖν καὶ ἀπροσδεὴς ἡ κατὰ τὸν σωτῆρα διδασκαλία, δύναμις οὖσα καὶ σοφία τοῦ θεοῦ, προσιοῦσα δὲ φιλοσοφία ἡ Ἑλληνικὴ οὐ δυνατωτέραν ποιεῖ τὴν ἀλήθειαν, ἀλλ' ἀδύνατον παρέχουσα τὴν κατ' αὐτῆς σοφιστικὴν ἐπιχεί ρησιν καὶ διακρουομένη τὰς δολερὰς κατὰ τῆς ἀληθείας ἐπιβουλὰς [1.20.100.2] φραγμὸς οἰκείως εἴρηται καὶ θριγκὸς εἶναι τοῦ ἀμπελῶνος.
 [01299]  οὕτω γὰρ τῇ ἀρετῇ χρωμένη φρόνησις ἡ τάττουσά ἐστι, τὰ μὲν θεῖα ἡ σοφία, τὰ ἀνθρώπεια δὲ ἡ [1.24.159.5] πολιτική, σύμπαντα δὲ ἡ βασιλική.
 [01362]  ἡ δὲ χρηστικὴ τοῖς θηρευθεῖσι λόγῳ κατὰ τρόπον σοφία εἴη ἂν νομοθετική·
 [01370]  τούτου καὶ ὁ νόμος τοῦ τὴν ἐπιστήμην ἔχοντος τὸ σωτήριον πρόσταγμα, μᾶλλον δὲ ἐπιστήμης πρόσταγμα ὁ νόμος, [1.26.169.4] δύναμις γὰρ καὶ σοφία ὁ λόγος τοῦ θεοῦ.
 [01403]  ἑνὸς γὰρ κυρίου ἐνέργεια, ὅς ἐστι δύναμις καὶ σοφία τοῦ θεοῦ, ὅ τε νόμος τό τε εὐαγγέλιον, καὶ ὃν ἐγέννησε φόβον ὁ νόμος, ἐλεήμων οὗτος εἰς σωτηρίαν.
 [01484]  ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία.
 [01657]  εἰκότως οὖν εἴρηται παρὰ τῷ Σολομῶντι σοφία ἐν στόματι πιστῶν, ἐπεὶ καὶ Ξενοκράτης ἐν τῷ Περὶ φρονήσεως τὴν σοφίαν ἐπιστήμην τῶν πρώτων αἰτίων καὶ τῆς νοητῆς οὐσίας εἶναί φησι, τὴν φρόνησιν ἡγούμενος διττήν, τὴν μὲν [2.5.24.2] πρακτικήν, τὴν δὲ θεωρητικήν, ἣν δὴ σοφίαν ὑπάρχειν ἀνθρωπίνην.
 [01658]  διόπερ ἡ μὲν σοφία φρόνησις, οὐ μὴν πᾶσα φρόνησις σοφία.
 [01734]  τούτων οὖν, φησί, τὰ πρὸς τὸν κύριον μενόντων ἁγνῶς, συνευφραίνονται αὐτοῖς σοφία, [2.6.31.3] σύνεσις, ἐπιστήμη, γνῶσις.
 [01865]  διὸ καὶ ἡ σοφία δύναμις θεοῦ ἡ διδάξασα τὴν ἀλήθειαν·
 [01932]  [2.11.52.7] φέρε οὖν εἰ ὁ κύριος ἀλήθεια καὶ σοφία καὶ δύναμις θεοῦ, ὥσπερ οὖν ἐστι, δειχθείη ὅτι τῷ ὄντι γνωστικὸς ὁ τοῦτον ἐγνωκὼς καὶ τὸν πατέρα τὸν αὐτοῦ δι' αὐτοῦ·
 [02103]  φόβος δὲ κυρίου παιδεία καὶ σοφία.
 [02182]  ἐγώ, φησί, τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, ἡ σοφία λέγει, οἱ δὲ ἐμὲ ζητοῦντες [2.18.83.3] εὑρήσουσιν εἰρήνην καὶ τὰ ἑξῆς.
 [02252]  [2.18.91.5] καὶ ὁ μὲν ἐλεήμων ἀνὴρ μακροθυμεῖ, ἐν παντί τε μεριμνῶντι ἔνεστι σοφία·
 [02323]  σοφία γὰρ πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῆς, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ.
 [02440]  ὁ λόγος αὐτοῦ τῆς πίστεως, ἡ κλῆσις αὐτοῦ τῆς ἐπαγγελίας, ἡ σοφία τῶν δικαιωμάτων, αἱ ἐντολαὶ τῆς [2.20.117.5] διδαχῆς.
 [02476]  ἡ δὲ ἀληθὴς καὶ οὐκ ἄλογος σοφία οὐ λόγοις ψιλοῖς καὶ θεσπίσμασι πεποιθυῖα, ἀλλὰ σκεπαστηρίοις ἀτρώτοις καὶ ἀμυντηρίοις δραστικοῖς, ταῖς θείαις ἐντολαῖς, ** συγγυμνασίᾳ τε καὶ συνασκήσει μελετῶσα, δύναμιν θείαν κατὰ τὸ ἐμπνεόμενον μέρος αὐτῆς [2.20.122.2] ὑπὸ τοῦ λόγου λαμβάνει.
 [02602]  τὰ ὅμοια τῷ Παύλῳ καὶ ἡ πανάρετος σοφία λέγει·
 [04290]  ἡ θεία σοφία περὶ τῶν μαρτύρων [4.16.103.3] λέγει·
 [04674]  ὁ μὲν οὖν θεὸς ἀναπόδεικτος ὢν οὐκ ἔστιν ἐπιστημονικός, ὁ δὲ υἱὸς σοφία τέ ἐστι καὶ ἐπιστήμη καὶ ἀλήθεια καὶ ὅσα ἄλλα τούτῳ συγγενῆ, καὶ δὴ καὶ ἀπόδειξιν ἔχει καὶ διέξοδον.
 [04723]  σοφία μὲν γὰρ ἐπιστήμη τῶν θείων καὶ τῶν ἀνθρωπίνων, δικαιοσύνη δὲ [4.26.163.5] συμφωνία τῶν τῆς ψυχῆς μερῶν, ὁσιότης δὲ θεραπεία τοῦ θεοῦ.
 [04845]  ὁ γὰρ τοῦ πατρὸς τῶν ὅλων λόγος οὐχ οὗτός ἐστιν ὁ προφορικός, σοφία δὲ καὶ χρηστότης φανερωτάτη τοῦ θεοῦ δύναμίς τε αὖ παγκρατὴς καὶ τῷ ὄντι θεία, οὐδὲ τοῖς μὴ ὁμολογοῦσιν ἀκατανόητος, θέλημα παντοκρατορικόν.
 [05020]  θησαυροὶ δὲ τοῦ θεοῦ καὶ πλοῦτος ἀνεκλιπὴς ἡ δυσθήρατός ἐστι σοφία.
 [05427]  [5.11.68.4] ἦ πανακὲς πάντων φάρμακον <ἁ> σοφία, Καλλίμαχος ἐν τοῖς ἐπιγράμμασι γράφει·
 [05575]  [5.13.83.5] θεόσδοτος τοίνυν ἡ σοφία, δύναμις οὖσα τοῦ πατρός, προτρέπει μὲν ἡμῶν τὸ αὐτεξούσιον, ἀποδέχεται δὲ τὴν πίστιν καὶ ἀμείβεται τὴν [5.13.84.1] ἐπίστασιν τῆς ἐκλογῆς ἄκρᾳ κοινωνίᾳ.
 [06670]  ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν), σοφία δὲ οὗτος εἴρηται πρὸς ἁπάντων τῶν προφητῶν, οὗτός ἐστιν ὁ τῶν γενητῶν ἁπάντων διδάσκαλος, ὁ σύμβουλος τοῦ θεοῦ τοῦ τὰ [6.7.58.2] πάντα προεγνωκότος.
 [06687]  [6.7.61.1] Εἰ τοίνυν αὐτόν τε τὸν Χριστὸν σοφίαν φαμὲν καὶ τὴν ἐνέργειαν αὐτοῦ τὴν διὰ τῶν προφητῶν, δι' ἧς ἔστι τὴν γνωστικὴν παράδοσιν ἐκμανθάνειν, ὡς αὐτὸς κατὰ τὴν παρουσίαν τοὺς ἁγίους ἐδίδαξεν ἀποστόλους, σοφία εἴη ἂν ἡ γνῶσις, ἐπιστήμη οὖσα καὶ κατάληψις τῶν ὄντων τε καὶ ἐσομένων καὶ παρῳχηκότων βεβαία καὶ ἀσφαλής, ὡς ἂν παρὰ τοῦ υἱοῦ τοῦ θεοῦ παραδοθεῖσα καὶ [6.7.61.2] ἀποκαλυφθεῖσα.
 [06912]  τεχνῖτις δὲ σοφία κατεσκεύασεν·
 [06927]  ἤδη δὲ καὶ τὰς τέσσαρας ἀρετὰς ἄντικρυς ἡ παρ' ἡμῖν σοφία ὧδέ πως ἀνακηρύσσει, ὥστε καὶ τούτων τὰς πηγὰς τοῖς Ἕλλησιν παρὰ Ἑβραίων δεδόσθαι.
 [07055]  ὁρᾷς οἷα [6.14.114.1] περὶ τῶν γνωστικῶν διαλέγεται ἡ σοφία.
 [07105]  λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν·
 [07128]  ἡ γοῦν φιλο σοφία, πρόνοιαν καταγγέλλουσα καὶ τοῦ μὲν εὐδαίμονος βίου τὴν ἀμοιβήν, τοῦ δ' αὖ κακοδαίμονος τὴν κόλασιν, περιληπτικῶς θεολογεῖ, τὰ πρὸς ἀκρίβειαν δὲ καὶ τὰ ἐπὶ μέρους οὐκέτι σῴζει.
 [07173]  ἀλλὰ μὴν καὶ σοφία λέγεται, καὶ ὡς ἕτερον αὐτῆς ἡ παιδεία λόγοι τε αὖ φρονήσεως καὶ στροφαὶ λόγων καὶ δικαιοσύνη ἀληθὴς διδασκαλία τε αὖ τοῦ κατευθῦναι κρῖμα καὶ πανουργία ἀκάκοις κατὰ τὴν παιδείαν περιγινομένη [6.15.130.2] αἴσθησίς τε καὶ ἔννοια τῷ νεοκατηχήτῳ γινομένη.
 [07199]  καὶ ἡ κιβωτὸς δὲ ἡ ταῦτα περιειληφυῖα ἡ τῶν θείων τε καὶ ἀνθρωπίνων γνῶσις εἴη ἂν καὶ σοφία.
 [07231]  ἐκ ταύτης τῆς ἡμέρας ἡ πρώτη σοφία καὶ ἡ γνῶσις ἡμῖν ἐλλάμπεται·
 [07300]  κύριος οὖν καὶ πατὴρ ὁ κτίστης πάντων, μήτηρ δὲ οὐχ, ὥς τινες, ἡ οὐσία ἐξ ἧς γεγόναμεν, οὐδ', ὡς ἕτεροι ἐκδεδώκασιν, ἡ ἐκκλησία, ἀλλ' ἡ θεία γνῶσις καὶ ἡ σοφία, ὥς φησι Σολομών, μητέρα δικαίων ἀνακαλῶν τὴν σοφίαν.
 [07371]  πολυμερὴς δὲ οὖσα ἡ φρόνησις, δι' ὅλου τεταμένη τοῦ κόσμου διά τε τῶν ἀνθρωπίνων ἁπάντων, καθ' ἕκαστον αὐτῶν μεταβάλλει τὴν προσηγορίαν, καὶ ἐπειδὰν μὲν ἐπιβάλλῃ τοῖς πρώτοις αἰτίοις, νόησις καλεῖται, ὅταν δὲ ταύτην ἀποδεικτικῷ λόγῳ βεβαιώσηται, γνῶσίς τε καὶ σοφία καὶ ἐπιστήμη ὀνομάζεται, ἐν δὲ τοῖς εἰς εὐλάβειαν συντείνουσι γινομένη καὶ ἄνευ θεωρίας παραδεξαμένη τὸν ἀρχικὸν λόγον κατὰ τὴν ἐν αὐτῇ ἐξεργασίας τήρησιν πίστις λέγεται, κἀν τοῖς αἰσθητοῖς πιστωσαμένη τό γε δοκοῦν, ὡς ἐν τούτοις, ἀληθέστατον, δόξα ὀρθή, ἔν τε αὖ ταῖς μετὰ χειρουργίας πράξεσι τέχνη, ὅπου δ' ἄνευ θεωρίας τῶν πρώτων αἰτίων τηρήσει τῶν ὁμοίων καὶ μεταβάσει ποιήσει τινὰ [6.17.155.4] ὁρμὴν καὶ σύστασιν, ἐμπειρία προσαγορεύεται.
 [07411]  ἥ τε σοφία δύναμις οὖσα οὐκ ἄλλο τί ἐστιν ἢ ἐπιστήμη τῶν θείων καὶ τῶν [6.17.160.3] ἀνθρωπείων ἀγαθῶν.
 [07458]  μόνη τοίνυν ἡ παρ' ἡμῖν θεοδίδακτός ἐστι σοφία, ἀφ' ἧς αἱ πᾶσαι πηγαὶ [6.18.166.5] τῆς σοφίας ἤρτηνται, ὅσαι γε τῆς ἀληθείας στοχάζονται.
 [07529]  αὕτη γὰρ ἦν <ἡ> σοφία ᾗ προσέχαιρεν ὁ παντοκράτωρ θεός·
 [07530]  δύναμις γὰρ τοῦ θεοῦ ὁ υἱός, ἅτε πρὸ πάντων τῶν γενομένων ἀρχικώτατος λόγος τοῦ πατρός, καὶ σοφία αὐτοῦ κυρίως ἂν καὶ διδάσκαλος λεχθείη τῶν δι' αὐτοῦ πλασθέντων.
 [07882]  εἰ γοῦν σοφίαν κέκτηται καὶ θεῖον ἡ σοφία, ὁ ἀνενδεοῦς [7.7.47.6] μετέχων ἀνενδεὴς εἴη ἄν.
 [07955]  ᾗ μὲν γάρ τί ἐστι γνῶσις, ταύτῃ πάντως καὶ σοφία τυγχάνει, ᾗ δέ τι σοφία, οὐ πάντως γνῶσις.
 [08427]  [7.16.105.1]σοφία, φησὶν ὁ Σολομών, ἐνεφυσίωσεν τὰ ἑαυτῆς τέκνα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»