Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σοφίαν [84]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σοφίαν


000-00-00 Serial Number=0120930135
Fragmenta Ante [Go Back]  
 [00260]  μάνθανε δὲ ἀσμένως, καὶ ἀφθόνως δίδασκε, μηδὲ ὑπὸ φθόνου ποτὲ σοφίαν ἀπο κρύπτου πρὸς τοὺς ἑτέρους, μηδὲ μαθήσεως ἀφίστασο δι' αἰδῶ.
000-00-00 Serial Number=0721114039
Paedagogus Ante [Go Back]  
 [00138]  Οὐκ ἄρ' ἔτι κυλιόμεθα οἱ νήπιοι χαμαὶ οὐδὲ ἕρπομεν ὡς τὸ πρόσθεν ἐπὶ γῆς ὄφεων δίκην, ὅλῳ τῷ σώματι περὶ τὰς ἀνοήτους ἐπιθυμίας ἰλυσπώμενοι, ἀνατεινόμενοι δὲ ἄνω τῇ ἐννοίᾳ, κόσμῳ καὶ ἁμαρτίαις ἀποτεταγμένοι, ὀλίγῳ ποδὶ ἐφαπτόμενοι τῆς γῆς, ὅσον ἐν κόσμῳ εἶναι δοκεῖν, σοφίαν μεταδιώκομεν ἁγίαν·
 [00617]  Ὅρα καὶ τὴν ἐπιμέλειαν καὶ τὴν σοφίαν καὶ τὴν δύναμιν τοῦ παιδαγωγοῦ·
 [00894]  Ἐξὸν δέ, εἰ βούλεσθε, τοῦ παναγίου ποιμένος καὶ παιδαγωγοῦ, τοῦ παντοκράτορος καὶ πατρικοῦ λόγου, τὴν ἄκραν σοφίαν καταμανθάνειν ἡμῖν, ἔνθα ἀλληγορεῖ, ποιμένα ἑαυτὸν προβάτων [1.9.84.2] λέγων·
 [00987]  μακάριος ἄνθρωπος, ὃς εὗρεν σοφίαν, καὶ θνητός, ὃς εὗρεν φρόνησιν.
 [01363]  [2.2.27.2] Ὑπνώδης γὰρ πᾶς ὁ μὴ εἰς σοφίαν ἐγρηγορῶν, ἀλλὰ ὑπὸ μέθης βαπτιζόμενος εἰς ὕπνον.
 [02020]  Εἰ γὰρ οὐδὲ τὸν δάκτυλον ὡς ἔτυχε σαλεύειν τῷ σοφῷ ὁ λόγος ἐπιτρέπει, ὡς ὁμολογοῦσιν οἱ Στωϊκοί, πῶς οὐχὶ πολὺ πλέον τοῦ συνουσιαστικοῦ ἐπικρατητέον μορίου τοῖς σοφίαν διώκουσιν;
 [02390]  Μακάριος ἄνθρωπος, ὃς εὗρεν σοφίαν, καὶ θνητός, ὃς εἶδεν φρόνησιν, διὰ Σολομῶντος τὸ πνεῦμα λέγει, κρεῖσσον γὰρ αὐτὴν ἐμπορευθῆναι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς, τιμιωτέρα δέ ἐστι λίθων [2.12.129.3] πολυτελῶν.
 [03159]  Ταῦτα τῆς δικαιοσύνης τὰ παραγγέλματα καὶ παρὰ τοῖς τὴν κοσμικὴν μετιοῦσι σοφίαν ἐκφωνηθέντα οὐ παραιτητέον.
000-00-00 Serial Number=0964934886
Protrepticus Ante [Go Back]  
 [00925]  Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, καὶ Κύριος δίδωσι σοφίαν [8.80.2] καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις.
 [01090]  Τί δὲ οὐχ αἱρούμεθα τὰ βελτίονα, θεὸν ἀντὶ τοῦ πονηροῦ, καὶ σοφίαν εἰδωλολατρείας προκρίνομεν, καὶ ζωὴν ἀντικαταλλασσόμενοι θανάτου;
 [01200]  οὐδέ τις τὴν ὄντως ἀληθῆ σοφίαν χαλκῷ δῃώσας μεταλλάξαι εὔχεται οὐδὲ σιδήρῳ·
 [01233]  Ταύτας, οἶμαι, τὰς θείας γραφὰς ἐναποσφραγισαμένους χρὴ τῇ ψυχῇ καλὸν ἀφετήριον σοφίαν ἡγεῖσθαι τοῖς ἐφ' ὁτιοῦν τοῦ βίου τραπεῖσι μέρος, ὅρμον τε τὴν αὐτὴν ἀκύμονα σωτηρίας σοφίαν νομίζειν·
 [01267]  Οὐ γὰρ δὴ μύθῳ μὲν ἐπιστεύετε ποιητικῷ τὸν Μίνω τὸν Κρῆτα τοῦ ∆ιὸς ὀαριστὴν ἀναγράφοντι, ἡμᾶς δὲ ἀπιστή σετε μαθητὰς θεοῦ γεγονότας, τὴν ὄντως ἀληθῆ σοφίαν ἐπανῃρημένους, ἣν φιλοσοφίας ἄκροι μόνον ᾐνίξαντο, οἱ δὲ [11.112.3] τοῦ Χριστοῦ μαθηταὶ καὶ κατειλήφασι καὶ ἀνεκήρυξαν.
000-00-00 Serial Number=0537854671
Stromata Ante [Go Back]  
 [00106]  ἀνδρὸς δὲ [1.1.12.2] φιλοῦντος σοφίαν εὐφρανθήσεται πατήρ.
 [00168]  Ἑβραῖοι μὲν γὰρ σημεῖα αἰτοῦσιν, ᾗ φησιν ὁ ἀπόστολος, Ἕλληνες δὲ σοφίαν ζητοῦσι.
 [00192]  ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.
 [00198]  ὅτι δὲ σοφίαν ὁμωνύμως καλεῖ ἡ γραφὴ πάσαν τὴν κοσμικὴν εἴτε ἐπιστήμην εἴτε τέχνην, πολλαὶ δέ εἰσιν αἱ κατ' ἐπισύνθεσιν ἀνθρωπίνῳ λογισμῷ ἐπινενοημέναι, καὶ ὡς θεόθεν ἡ τεχνικὴ καὶ ἡ σοφὴ ἐπίνοια, σαφὲς [1.4.25.5] ἔσται παραθεμένοις τήνδε τὴν λέξιν·
 [00211]  εἰκότως τοίνυν ὁ ἀπόστολος πολυποίκιλον εἴρηκεν τὴν σοφίαν τοῦ θεοῦ, πολυμερῶς καὶ πολυτρόπως, διὰ τέχνης, διὰ ἐπιστήμης, διὰ πίστεως, διὰ προφητείας, τὴν ἑαυτῆς ἐνδεικνυμένην δύναμιν εἰς τὴν ἡμετέραν εὐεργεσίαν, ὅτι πᾶσα σοφία παρὰ κυρίου καὶ μετ' αὐτοῦ ἐστιν εἰς [1.4.27.2] τὸν αἰῶνα, ᾗ φησιν ἡ τοῦ Ἰησοῦ σοφία.
 [00214]  ὁ γὰρ θεὸς δίδωσι σοφίαν ἐκ τοῦ ἑαυτοῦ στόματος αἴσθησίν τε ἅμα καὶ φρόνησιν, καὶ θησαυρίζει δικαίοις βοήθειαν·
 [00221]  αὐτίκα τὴν σοφίαν ὁ Σολομὼν περιχαράκωσον φησίν, καὶ ὑπερυψώσει σε·
 [00237]  πολύτροπον μὲν οὖν τὴν σοφίαν ἡ ποσάκις ἐνδείκνυται λέξις, καὶ καθ' ἕνα ἕκαστον τρόπον ποιότητός τε καὶ ποσότητος πάντως σῴζει τινὰς ἔν τε τῷ χρόνῳ ἔν τε τῷ [1.5.29.6] αἰῶνι, ὅτι πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην.
 [00263]  ἔνεστιν οὖν προπαιδευθέντα ἐπὶ τὴν ἀρχικωτάτην σοφίαν ἐλθεῖν, ἀφ' ἧς τὸ [1.5.31.2] Ἰσραηλιτικὸν γένος αὔξεται.
 [00264]  ἐξ ὧν δείκνυται διδακτικὴν εἶναι τὴν σοφίαν.
 [00338]  ἄντικρυς γοῦν ὁ Πλάτων κακοτεχνίαν προσεῖπεν τὴν σοφιστικὴν ὅ τε Ἀριστοτέλης ἑπόμενος κλεπτικήν τινα αὐτὴν ἀποφαίνεται, ἅτε τὸ ὅλον τῆς σοφίας ἔργον πιθανῶς ὑφαιρουμένην καὶ ἐπαγγελλομένην σοφίαν ἣν οὐκ ἐμελέτησεν.
 [00417]  ζητήσεις οὖν σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις.
 [00420]  στόμα δικαίου φήσει σοι ἀποστάξει σοφίαν.
 [00486]  [1.12.55.1] Ἐπεὶ δὲ μὴ κοινὴ ἡ παράδοσις καὶ πάνδημος τῷ γε αἰσθομένῳ τῆς μεγαλειότητος τοῦ λόγου, ἐπικρυπτέον οὖν τὴν ἐν [1.12.55.2] μυστηρίῳ λαλουμένην σοφίαν, ἣν ἐδίδαξεν ὁ υἱὸς τοῦ θεοῦ.
 [00507]  καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν, οἳ δὴ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ·
 [00508]  καὶ ἡ καρδία μου εἶδεν πολλά, σοφίαν καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμην ἔγνων.
 [00761]  [1.18.88.1] Καὶ τούτων, φησίν, ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.
 [00767]  οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου;
 [00771]  [1.18.88.4] ἐπειδὴ Ἰουδαῖοι, φησί, σημεῖα αἰτοῦσι πρὸς πίστιν, Ἕλληνες δὲ σοφίαν ζητοῦσι, τοὺς ἀναγκαστικοὺς καλουμένους λόγους καὶ τοὺς ἄλλους συλλογισμοὺς δηλονότι, ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον διὰ τὸ εἰδότας τὴν [1.18.88.5] προφητείαν μὴ πιστεύειν τῇ ἐκβάσει, Ἕλλησι δὲ μωρίαν·
 [00777]  μή τι οὖν, ὅπερ καὶ ἄμεινον, ἀποφατικὸν ἡγητέον τὸ οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου ἐπ' ἴσης τῷ οὐκ ἐμώρανεν, ἵνα μὴ ἡ αἰτία τῆς σκληροκαρδίας αὐτοῖς παρὰ τοῦ θεοῦ φαίνηται γενομένη, τοῦ μωράναντος τὴν σοφίαν;
 [00780]  ἀλλὰ καὶ τῷ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν τῇ τῆς καταφρονουμένης <καὶ> ὑπερορωμένης βαρβάρου φιλοσοφίας ἀντιπαραθέσει καταλάμψαι φησίν, ὡς καὶ ὁ λύχνος ὑπὸ τοῦ ἡλίου καταλαμπόμενος ἀπολωλέναι λέγεται [1.18.89.3] τῷ μὴ τὴν ἴσην ἐκτελεῖν ἐνέργειαν.
 [00788]  θεοῦ δὲ <σοφίαν> εἴρηκεν ὁ ἀπόστολος τὴν κατὰ τὸν κύριον διδασκαλίαν, σοφίαν ἵνα [1.18.90.2] δείξῃ τὴν ἀληθῆ φιλοσοφίαν δι' υἱοῦ παραδιδομένην.
 [01246]  τὴν δὲ ἄλλην ἐγκύκλιον παιδείαν Ἕλληνες ἐδίδασκον ἐν Αἰγύπτῳ, ὡς ἂν βασιλικὸν παιδίον, ᾗ φησι Φίλων ἐν [1.23.153.3] τῷ Μωυσέως βίῳ, προσεμάνθανε δὲ τὰ Ἀσσυρίων γράμματα καὶ τὴν τῶν οὐρανίων ἐπιστήμην παρά τε Χαλδαίων παρά τε Αἰγυπτίων, ὅθεν ἐν ταῖς Πράξεσι πᾶσαν σοφίαν Αἰγυπτίων πεπαιδεῦσθαι [1.23.153.4] φέρεται.
 [01402]  μακάριος δὲ ἀνὴρ ὃς εὗρεν σοφίαν, καὶ θνητὸς ὃς εἶδεν φρόνησιν, ἐκ δὲ τοῦ στόματος αὐτῆς, τῆς σοφίας δηλονότι, δικαιοσύνη ἐκπορεύεται, νόμον δὲ καὶ [1.27.174.3] ἔλεον ἐπὶ γλώσσης φορεῖ.
 [01417]  διὸ καὶ μόνη αὕτη ἐπὶ τὴν ἀληθῆ σοφίαν χειραγωγεῖ, ἥτις ἐστὶ δύναμις θεία, τῶν ὄντων ὡς ὄντων γνωστική, τὸ τέλειον ἔχουσα, παντὸς πάθους ἀπηλλαγμένη, οὐκ ἄνευ τοῦ σωτῆρος τοῦ καταγαγόντος ἡμῶν τῷ θείῳ λόγῳ τοῦ ὁρατικοῦ τῆς ψυχῆς τὴν ἐπιχυθεῖσαν ἐκ φαύλης ἀναστροφῆς ἄγνοιαν ἀχλυώδη καὶ τὸ βέλτιστον ἀποδεδωκότος, ὄφρ' εὖ γινώσκοιμεν ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
 [01499]  πῶς δ' οὐχὶ ἀποδοχῆς ἄξιοι οἵ τε μαθεῖν ἐθέλοντες οἵ τε δυνάμενοι κατὰ τὸν Σολομῶντα γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ (ὡς οὔσης καὶ ἑτέρας τῆς μὴ κατὰ τὴν ἀλήθειαν διδασκομένης πρὸς τῶν νόμων τῶν Ἑλληνικῶν καὶ τῶν ἄλλων τῶν [2.2.7.2] φιλοσόφων) καὶ κρίματα, φησίν, εὐθῦναι, οὐ τὰ δικαστικά, ἀλλὰ τὸ κριτήριον τὸ ἐν ἡμῖν ὑγιὲς καὶ ἀπλανὲς ἔχειν δεῖν μηνύει, ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν.
 [01593]  καὶ μή τι ταύτην σοφίαν βασιλικὴν ἐν Εὐθυδήμῳ ἐπικεκρυμμένως λέγει.
 [01657]  εἰκότως οὖν εἴρηται παρὰ τῷ Σολομῶντι σοφία ἐν στόματι πιστῶν, ἐπεὶ καὶ Ξενοκράτης ἐν τῷ Περὶ φρονήσεως τὴν σοφίαν ἐπιστήμην τῶν πρώτων αἰτίων καὶ τῆς νοητῆς οὐσίας εἶναί φησι, τὴν φρόνησιν ἡγούμενος διττήν, τὴν μὲν [2.5.24.2] πρακτικήν, τὴν δὲ θεωρητικήν, ἣν δὴ σοφίαν ὑπάρχειν ἀνθρωπίνην.
 [01752]  τὴν σοφίας [2.7.33.3] λέγει ποίησιν, ἥ ἐστι φόβος θεοῦ ὁδοποιῶν εἰς σοφίαν.
 [01756]  σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν, λέγει ἡ γραφή.
 [02147]  ὁ θεὸς δεδίδαχέν με σοφίαν καὶ γνῶσιν ἁγίων ἔγνωκα.
 [02160]  [2.18.79.3] δικαιοσύνη δὲ δολία εἴρηται ἡ τῶν αἱρέσεων ἐπαγγελία, καὶ γλῶσσα μὲν ἀδίκων ἐξολεῖται, στόμα δὲ δικαίων ἀποστάζει σοφίαν.
 [02192]  ἀμέλει μυστικῶς ὁ Βαρνάβας ὁ δὲ θεός, ὁ τοῦ παντὸς κόσμου κυριεύων, φησί, δῴη καὶ ὑμῖν σοφίαν καὶ σύνεσιν, ἐπιστήμην, γνῶσιν τῶν δικαιωμάτων αὐτοῦ, ὑπομονήν.
 [03602]  οὔκουν ἄλλο τι σοφίαν παρὰ τὴν ἐπιστήμην λέγω, ἐπεὶ μὴ διαφέρει ζωή·
 [03701]  ἡ πενία σοφίαν ἔλαχε διὰ τὸ συγγενές.
 [03717]  τὴν δὲ μεταστροφὴν τὴν ἐπὶ τὰ θεῖα οἱ μὲν Στωϊκοὶ ἐκ μεταβολῆς φασι γενέσθαι μεταβαλούσης τῆς ψυχῆς εἰς σοφίαν, [4.6.28.2] Πλάτων δὲ τῆς ψυχῆς ἐπὶ τὰ ἀμείνω περιαγωγὴν λαβούσης καὶ [4.6.28.3] μεταστροφὴν ἐκ νυκτερινῆς τινος ἡμέρας.
 [04364]  ὁ σοφὸς τοίνυν ἐνδεικνύσθω τὴν σοφίαν αὐτοῦ μὴ λόγοις μόνον, ἀλλ' ἐν ἔργοις ἀγαθοῖς·
 [04424]  σιωπῶ γὰρ Σουσάνναν καὶ τὴν Μωυσέως ἀδελ φήν, ὡς ἣ μὲν συνεστρατήγησεν τῷ προφήτῃ πασῶν ἐξάρχουσα τῶν κατὰ σοφίαν παρ' Ἑβραίοις εὐδοκίμων γυναικῶν, ἣ δὲ σεμνότητος ὑπερβολῇ καὶ μέχρι θανάτου χωροῦσα πρὸς τῶν ἀκολάστων ἐραστῶν κατακρινομένη μάρτυς ἁγνείας ἔμεινεν ἀρρεπής.
 [04593]  τὴν δὲ ἐλπίδα τὴν μετὰ θάνατον οὐ μόνον οἱ τὴν βάρβαρον σοφίαν μετιόντες ἴσασι τοῖς μὲν ἀγαθοῖς καλήν, τοῖς δὲ φαύλοις ἔμπαλιν, ἀλλὰ καὶ οἱ Πυθαγόρειοι·
 [04868]  οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;
 [04871]  ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω, τῶν [5.1.8.2] δοκησισόφων καὶ ἐριστικῶν τούτων δηλονότι.
 [04989]  διὸ καὶ τοῖς τὴν σοφίαν αἰτοῦσι τὴν παρ' αὐτοῖς ὀρεκτέον τὰ οἰκεῖα, ὡς ἂν ῥᾷστα διὰ τῶν ἰδίων εἰς πίστιν ἀληθείας [5.3.18.7] εἰκότως ἀφίκοιντο·
 [05031]  σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων·
 [05032]  ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν·
 [05378]  εὐλογητὸς <ὁ> κύριος ἡμῶν, ἀδελφοί, ὁ σοφίαν καὶ νοῦν θέμενος ἐν ἡμῖν [5.10.63.6] τῶν κρυφίων αὐτοῦ.
 [05402]  σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων·
 [05403]  ἀλλὰ [5.10.66.1] λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην.
 [05460]  φρόνησις ἀνθρώπου οὐκ ἔστιν ἐν ἐμοί, θεὸς δὲ δίδωσί [5.11.72.2] μοι σοφίαν·
 [05531]  σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων·
 [05532]  ἀλλὰ [5.12.80.5] λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην.
 [06021]  τί ἔλπεαι σοφίαν;
 [06113]  εἰ γὰρ καὶ τὰς λέξεις ἐπίοιμεν αὐτῶν, οὐκ ἂν φθάνοιμεν, πλῆθος ὅσον ὑπομνημάτων συνερανίζοντες, ἐκ τῆς βαρβάρου φιλοσοφίας πᾶσαν φερομένην τὴν παρ' Ἕλλησιν [5.14.140.3] ἐνδεικνύμενοι σοφίαν.
 [06640]  [6.7.54.1] * * ὡς πάλαι παρεσημειωσάμεθα, οὐ τὴν κατὰ ἑκάστην αἵρεσιν ἀγωγήν φαμεν, ἀλλ', ὅπερ ὄντως ἐστὶ φιλοσοφία, † ὀρθῶς σοφίαν τεχνικήν, τὴν ἐμπειρίαν παρέχουσαν τῶν περὶ τὸν βίον, τὴν δὲ σοφίαν ἔμπεδον γνῶσιν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, κατάληψίν τινα βεβαίαν οὖσαν καὶ ἀμετάπτωτον, συνειληφυῖαν τά τε ὄντα καὶ τὰ παρῳχηκότα καὶ τὰ μέλλοντα, ἣν ἐδιδάξατο ἡμᾶς διά τε τῆς παρουσίας διά τε τῶν προφητῶν ὁ κύριος.
 [06644]  [6.7.55.1] Ταύτης οὖν τῆς σοφίας ἐπιθυμεῖ ἡ φιλοσοφία, * * τῆς ψυχῆς καὶ τῆς ὀρθότητος τοῦ λόγου καὶ τῆς τοῦ βίου καθαρότητος, ἀγαπητικῶς καὶ φιλητικῶς διατεθεῖσα πρὸς τὴν σοφίαν καὶ πάντα [6.7.55.2] πράττουσα ἕνεκα τοῦ τυχεῖν αὐτῆς.
 [06687]  [6.7.61.1] Εἰ τοίνυν αὐτόν τε τὸν Χριστὸν σοφίαν φαμὲν καὶ τὴν ἐνέργειαν αὐτοῦ τὴν διὰ τῶν προφητῶν, δι' ἧς ἔστι τὴν γνωστικὴν παράδοσιν ἐκμανθάνειν, ὡς αὐτὸς κατὰ τὴν παρουσίαν τοὺς ἁγίους ἐδίδαξεν ἀποστόλους, σοφία εἴη ἂν ἡ γνῶσις, ἐπιστήμη οὖσα καὶ κατάληψις τῶν ὄντων τε καὶ ἐσομένων καὶ παρῳχηκότων βεβαία καὶ ἀσφαλής, ὡς ἂν παρὰ τοῦ υἱοῦ τοῦ θεοῦ παραδοθεῖσα καὶ [6.7.61.2] ἀποκαλυφθεῖσα.
 [06691]  Ἐντεῦθεν δὲ ἄρα γνῶσιν εἴτε σοφίαν συνασκηθῆναι χρὴ εἰς ἕξιν θεωρίας ἀίδιον καὶ ἀναλλοίωτον·
 [06743]  ταύτην σοφίαν τοῦ αἰῶνος τούτου τὴν φιλήδονον καὶ φίλαυτον ὁ ἀπόστολος λέγει, ὡς ἂν τὰ τοῦ κόσμου τοῦδε καὶ τὰ περὶ αὐτὸν μόνον διδάσκουσαν ὑποκειμένην τε ἀκολούθως κατὰ προστασίαν τοῖς τῇδε ἄρχουσι·
 [06900]  βουλὴν γάρ σου, φησί, τίς ἔγνω, εἰ μὴ σὺ δέδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὑψίστων;
 [07157]  διανοιχθεῖσαι δὲ αἱ γραφαὶ καὶ τοῖς ὦτα ἔχουσιν ἐμφήνασαι τὸ ἀληθὲς αὐτὸ ἐκεῖνο, ὃ πέπονθεν ἡ σάρξ, ἣν ἀνείληφεν ὁ κύριος, δύναμιν θεοῦ καὶ σοφίαν [6.15.127.3] καταγγέλλουσιν.
 [07234]  διὸ καὶ Σολομὼν πρὸ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ὄντων τῷ παντοκράτορι γεγονέναι τὴν σοφίαν λέγει, ἧς ἡ μέθεξις (ἡ κατὰ δύναμιν, οὐ κατ' οὐσίαν λέγω) θείων καὶ [6.16.138.5] ἀνθρωπίνων καταληπτικῶς ἐπιστήμονα εἶναι διδάσκει.
 [07300]  κύριος οὖν καὶ πατὴρ ὁ κτίστης πάντων, μήτηρ δὲ οὐχ, ὥς τινες, ἡ οὐσία ἐξ ἧς γεγόναμεν, οὐδ', ὡς ἕτεροι ἐκδεδώκασιν, ἡ ἐκκλησία, ἀλλ' ἡ θεία γνῶσις καὶ ἡ σοφία, ὥς φησι Σολομών, μητέρα δικαίων ἀνακαλῶν τὴν σοφίαν.
 [07882]  εἰ γοῦν σοφίαν κέκτηται καὶ θεῖον ἡ σοφία, ὁ ἀνενδεοῦς [7.7.47.6] μετέχων ἀνενδεὴς εἴη ἄν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»