000-00-00 Serial Number=0448534846
[00104]
|
Τοῦτό τοι καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ μυωπίζει τοὺς γνωρίμους, προσέχειν αὐτῷ παρορμῶν ὡς ἤδη σπεύδων πρὸς τὸν πατέρα, ὀρεκτικωτέρους παρασκευάζων τοὺς ἀκροατὰς μετ' ὀλίγον ἀπεῖναι προμηνύων, ὡς δέον αὐτοῖς ἀποκαρπίζεσθαι τῆς ἀληθείας ἀφειδέστερον δηλῶν ὅσον [1.5.13.3] οὐδέπω ἀπαίροντος εἰς οὐρανὸν τοῦ λόγου.
|
[02443]
|
ἀλλ' ἢν παρεισέλθῃς εἰς τὸ βάθος τοῦ περιβόλου σπεύδων ἐπὶ τὴν θέαν τοῦ κρείττονος, ζητήσῃς δὲ τὸ ἄγαλμα τὸ ἔνοικον τοῦ νεώ, παστοφόρος δὲ ἤ τις ἄλλος τῶν ἱεροποιούντων περὶ τὸ τέμενος σεμνὸν δεδορκώς, παιᾶνα τῇ Αἰγυπτίων ᾄδων γλώττῃ, ὀλίγον ἐπαναστείλας τοῦ καταπετάσματος, ὡς δείξων τὸν θεόν, πλατὺν ἡμῖν [3.2.4.4] ἐνδίδωσι γέλωτα τοῦ σεβάσματος.
|
000-00-00 Serial Number=0974078715
[00621]
|
ἐβούλετο δὲ καὶ Ἀλέξανδρος Ἄμμωνος υἱὸς εἶναι δοκεῖν καὶ κερασφόρος ἀναπλάττεσθαι πρὸς τῶν ἀγαλματοποιῶν, τὸ καλὸν ἀνθρώπου πρόσωπον [4.54.3] ὑβρίσαι σπεύδων κέρατι.
|
[00733]
|
ἐντεῦθεν ὥσπερ ἐξ ἱεροῦ τινος ἀσύλου οὐδενὶ οὐκέτι ἀγώγιμος τῶν δαιμόνων ὁ ἄνθρωπος γίνεται σπεύδων εἰς σωτηρίαν.
|
[01383]
|
καὶ τῶν ἀνθρώπων τὴν συνωρίδα καταζεύξας, εἰς ἀθανασίαν κατιθύνει τὸ ἅρμα, σπεύδων πρὸς τὸν θεὸν πληρῶσαι ἐναργῶς ὃ ᾐνίξατο, πρότε ρον μὲν εἰς Ἱερουσαλήμ, νῦν δὲ εἰσελαύνων οὐρανούς, [12.121.2] κάλλιστον θέαμα τῷ πατρὶ υἱὸς ἀίδιος νικηφόρος.
|
000-00-00 Serial Number=0936204433
[00083]
|
οὐ γὰρ ὁ μὲν καυχησάμενος εὐποιίαν τὴν ἀμοιβὴν ἀπείληφεν δι' εὐδοξίας, ὁ δὲ τῶν προσηκόντων δι' ἀντιμισθίαν πράσσων τι, ἤτοι ὡς εὐεργὸς σπεύδων ἀπολαβεῖν ἢ ὡς κακοεργὸς τὴν ἀμοιβὴν περιιστάμενος, οὐχὶ τῇ κοσμικῇ ἐνέχεται συνηθείᾳ·
|
[03724]
|
καταφρονήσας οὖν, φησί, τῶν ὑπαρχόντων, ἃ ὁ θεὸς μερίζει, διὰ τῆς σῆς μεγαλειότητος, ἕπου τοῖς ὑπ' ἐμοῦ λεγομένοις, σπεύδων πρὸς τὴν τοῦ πνεύματος ἄνοδον, οὐκ ἀποχῇ κακῶν μόνον δικαιωθείς, πρὸς δὲ καὶ τῇ [4.6.29.3] κυριακῇ τελειωθεὶς εὐποιίᾳ.
|
[04950]
|
ὁ τοίνυν δίκαιος ζητήσει εὕρεσιν ἀγαπητικήν, εἰς ἣν σπεύδων εὐτυχεῖ·
|
[04958]
|
ἀγνοήσας τις ἐζήτησεν, καὶ ζητήσας εὑρίσκει τὸν διδάσκαλον εὑρών τε ἐπίστευσεν καὶ πιστεύσας ἤλπισεν ἀγαπήσας τε ἐντεῦθεν ἐξομοιοῦται τῷ ἠγαπημένῳ, τοῦτ' εἶναι σπεύδων ὃ φθάσας [5.3.17.2] ἠγάπησεν, τοιαύτην τινὰ μέθοδον Σωκράτης ὑποδείκνυσιν Ἀλκιβιάδῃ ὧδε πυνθανομένῳ·
|
[07816]
|
εἰ δέ τινες καὶ ὥρας τακτὰς ἀπονέμουσιν εὐχῇ, ὡς τρίτην φέρε καὶ ἕκτην καὶ ἐνάτην, ἀλλ' οὖν γε ὁ γνωστικὸς παρὰ ὅλον εὔχεται τὸν βίον, δι' εὐχῆς συνεῖναι μὲν σπεύδων θεῷ, καταλελοιπέναι δέ, συνελόντι εἰπεῖν, πάντα ὅσα μὴ χρησιμεύει γενομένῳ ἐκεῖ, ὡς ἂν ἐνθένδε ἤδη τὴν τελείωσιν [7.7.40.4] ἀπειληφὼς τοῦ κατὰ ἀγάπην <ἠν>δρωμένου.
|
[08181]
|
οὕτως ὀξέως ἑπόμενος τῷ καλοῦντι κατὰ τὴν ἔξοδον ὡς ἐκεῖνος καλεῖ, προάγων ὡς εἰπεῖν διὰ τὴν ἀγαθὴν συνείδησιν, σπεύδων ἐπὶ τὸ εὐχαριστῆσαι κἀκεῖ, σὺν Χριστῷ γενόμενος, ἄξιον ἑαυτὸν παρασχὼν διὰ καθαρότητα, κατὰ ἀνάκρασιν ἔχειν τὴν δύναμιν τοῦ θεοῦ τὴν διὰ τοῦ Χριστοῦ [7.12.79.5] χορηγουμένην.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»