000-00-00 Serial Number=0908909500
[00141]
|
ἀλλ' ἐπεὶ μὲν τὸ σῳζόμενον σίτῳ ἔοικεν, τὸ δὲ περιπεφυκὸς τῇ ψυχῇ τῷ ἀχύρῳ, καὶ τὸ μὲν ἀσώματον, τὸ δὲ χωριζόμενον ὑλικόν ἐστιν, ἀντέθηκεν τῷ μὲν ἀσωμάτῳ τὸ πνεῦμα, λεπτὸν καὶ καθαρὸν σχεδὸν ὑπὲρ νοῦν, τῷ δὲ ὑλικῷ τὸ πῦρ, οὐ πονηρὸν οὐδὲ κακὸν ὑπάρχον, ἀλλ' ἰσχυρὸν καὶ κακοῦ καθαρτικόν·
|
000-00-00 Serial Number=0455076337
[00266]
|
[2.35.4] σχεδὸν γὰρ ἡμῶν χρείαν ἔχοντες, ἵνα εἰσέλθωσιν, ἐπεὶ ἄνευ ἡμῶν οὐκ ἐπιτρέπεται αὐτοῖς (διὰ τοῦτο γὰρ οὐδὲ ἡ Μήτηρ συνελήλυθεν ἄνευ ἡμῶν, φασίν), εἰκότως ὑπὲρ ἡμῶν δέονται.
|
000-00-00 Serial Number=0719346821
[00490]
|
σχεδὸν γὰρ οὐκ ἔστι τούτων πρὸς τοὺς πολλοὺς καταγελαστότερα ἀκούσματα, οὐδ' αὖ πρὸς τοὺς εὐφυεῖς θαυμασιώτερά τε καὶ [1.12.56.1] ἐνθουσιαστικώτερα.
|
[00643]
|
[1.16.74.1] Οὐ μόνης δὲ φιλοσοφίας, ἀλλὰ καὶ πάσης σχεδὸν τέχνης εὑρεταὶ βάρβαροι.
|
[00870]
|
εἰ δὲ καὶ διαστέλλεσθαι ἡμᾶς διὰ τοὺς φιλεγκλήμονας δεήσει, συναίτιον <τὴν> φιλοσοφίαν καὶ συνεργὸν λέγοντες τῆς ἀληθοῦς καταλήψεως, ζήτησιν οὖσαν ἀληθείας, προπαιδείαν αὐτὴν ὁμολογήσομεν τοῦ γνωστικοῦ, οὐκ αἴτιον τιθέμενοι τὸ συναίτιον οὐδὲ μὴν τὸ συνεργὸν συνεκτικὸν οὐδ' ὡς οὗ οὐκ ἄνευ τὴν φιλοσοφίαν, ἐπεὶ σχεδὸν οἱ πάντες ἄνευ τῆς ἐγκυκλίου παιδείας καὶ φιλοσοφίας τῆς Ἑλληνικῆς, οἳ δὲ καὶ ἄνευ γραμμάτων, τῇ θείᾳ καὶ βαρβάρῳ κινηθέντες φιλοσοφίᾳ, δυνάμει τὸν περὶ θεοῦ διὰ πίστεως [1.20.99.2] παρειλήφαμεν λόγον, αὐτουργῷ σοφίᾳ πεπαιδευμένοι.
|
[01527]
|
[2.2.9.7] αἱ γοῦν τῶν Σειρήνων ἐπικηλήσεις δύναμιν ὑπεράνθρωπον ἐνδεικνύμεναι ἐξέπληττον τοὺς παρατυγχάνοντας πρὸς τὴν τῶν λεγομένων παραδοχὴν σχεδὸν ἄκοντας εὐτρεπίζουσαι.
|
[01644]
|
ὡς εἴ τις διισχυρίζοιτο εἶναι τοὺς δικαίους, ἂν καὶ τυγχάνωσιν ὄντες αἰσχροὶ τὰ σώματα, κατά γε τὸ δικαιότατον ἦθος ταύτῃ παγκάλους εἶναι, σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημμελῶς δόξειεν [2.5.22.8] λέγειν·
|
[03845]
|
καὶ οὔτε τὰς τιμὰς τὰς μετὰ θάνατον τῶν ὁσίως βεβιωκότων οὔτε τὰς κολάσεις τῶν ἀδίκως καὶ ἀσελγῶς πεπολιτευμένων συνεῖναι βούλονται, οὐκ ἐκ τῶν ἡμετέρων μόνον λέγω γραφῶν (σχεδὸν γὰρ πᾶσαι αἱ ἐντολαὶ ταῦτα μηνύουσιν), ἀλλ' οὐδὲ τῶν οἰκείων ἐθέλουσιν ὑπακοῦσαι λόγων.
|
[05107]
|
σχεδὸν γὰρ ἡ πᾶσα ὧδέ πως θεσπίζεται γραφή.
|
[06348]
|
[6.2.20.7] Πάλιν ∆ημοσθένους εἰπόντος ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ περὶ τουτονὶ τὸν ἀγῶνα καὶ παραγγελία γέγονεν, σχεδὸν [6.2.20.8] οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι Φιλῖνος τε ὁμοίως·
|
[06448]
|
[6.3.31.5] αὐτίκα οἱ ἔμπειροι τοῦ λόγου κατὰ τὰς ἱδρύσεις ἐν πολλοῖς τῶν ἱερῶν καὶ σχεδὸν πᾶσι τὰς θήκας τῶν κατοιχομένων ἐνιδρύσαντο, δαίμονας μὲν τὰς τούτων ψυχὰς καλοῦντες, θρῃσκεύεσθαι δὲ πρὸς ἀνθρώπων διδάσκοντες ὡς ἂν ἐξουσίαν λαβούσας διὰ καθαρότητα τοῦ βίου τῇ θείᾳ προνοίᾳ εἰς τὴν ἀνθρώπων λειτουργίαν τὸν περίγειον περιπολεῖν τόπον·
|
[07606]
|
οὔτε γὰρ φύσει τὴν ἀρετὴν γεννώμεθα ἔχοντες, οὔτε γενομένοις, ὥσπερ ἄλλα τινὰ τῶν τοῦ σώματος μερῶν, φυσικῶς ὕστερον ἐπιγίνεται (ἐπεὶ οὐδ' ἂν ἦν ἔθ' ἑκούσιον οὐδὲ ἐπαινετόν) οὐδὲ μὴν ἐκ τῆς τῶν συμβάντων καὶ <τῆς> ἐπιγινομένης συνηθείας, ὃν τρόπον ἡ διάλεκτος, τελειοῦται ἡ ἀρετή [7.3.19.4] (σχεδὸν γὰρ ἡ κακία τοῦτον ἐγγίνεται τὸν τρόπον)·
|
[08047]
|
σχεδὸν οὖν τῷ γνωστικῷ μετὰ γνώσεως ἡ τελειότης τῆς ἀνδρείας ἐκ τῆς τοῦ βίου συνασκήσεως αὔξεται, μελετήσαντος ἀεὶ τῶν παθῶν κρατεῖν.
|
[08355]
|
σχεδὸν γὰρ ἐν πᾶσιν οἷς προσφέρονται ῥητοῖς εὕροις ἂν αὐτοὺς ὡς τοῖς ὀνόμασι μόνοις προσανέχουσι, τὰ σημαινόμενα ὑπαλλάττοντες, οὔθ' ὡς λέγονται γινώσκοντες οὔθ' ὡς ἔχειν [7.16.96.4] πεφύκασι χρώμενοι αἷς καὶ δὴ κομίζουσιν ἐκλογαῖς.
|
[08358]
|
φθάσαντες δὲ ἐξενεγκεῖν εἰς τοὺς ἀνθρώπους δόγματα ψευδῆ, σχεδὸν ἁπάσαις ταῖς γραφαῖς ἐναργῶς μαχόμενοι καὶ ἀεὶ ὑφ' ἡμῶν τῶν ἀντιλεγόντων αὐτοῖς ἐλεγχόμενοι, τὸ λοιπὸν ἔτι καὶ νῦν ὑπομένουσι τὰ μὲν μὴ προσίεσθαι τῶν προφητικῶν, τὰ δὲ ἡμᾶς αὐτοὺς ὡς ἄλλης γεγονότας φύσεως μὴ οἵους τε εἶναι συνεῖναι τὰ οἰκεῖα ἐκείνοις διαβάλλουσιν, ἐνίοτε δὲ καὶ τὰ ἑαυτῶν διελεγχόμενοι ἀρνοῦνται δόγματα, ἄντικρυς ὁμολογεῖν αἰδούμενοι ἃ κατ' ἰδίαν [7.16.97.1] αὐχοῦσι διδάσκοντες οὕτως.
|
[08390]
|
μυρίων γοῦν ὄντων κατ' ἀριθμὸν ἃ πράσσουσιν ἄνθρωποι, σχεδὸν δύο εἰσὶν ἀρχαὶ πάσης ἁμαρτίας, ἄγνοια καὶ ἀσθένεια (ἄμφω δὲ ἐφ' ἡμῖν, τῶν μήτε ἐθελόντων μανθάνειν μήτε αὖ τῆς ἐπιθυμίας κρατεῖν), τούτων δὲ δι' ἣν μὲν οὐ καλῶς κρίνουσι, δι' ἣν δὲ οὐκ ἰσχύουσι τοῖς ὀρθῶς κριθεῖσιν <ἀκολουθεῖν>·
|
[08671]
|
ἐξηγητικὸς οὖν ὁ ὅρος ὢν τῆς τοῦ πράγματος οὐσίας περιλαβεῖν μὲν ἀκριβῶς τὴν φύσιν τοῦ πράγματος ἀδυνατεῖ, διὰ δὲ τῶν κυριωτάτων εἰδῶν τὴν δήλωσιν τῆς οὐσίας ποιεῖται καὶ σχεδὸν ἐν ποιότητι ὁ ὅρος τὴν οὐσίαν ἔχει.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»