Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σωμάτων [22]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σωμάτων


000-00-00 Serial Number=0899737954
Excerpta ex Theodoto Ante [Go Back]  
 [00107]  Ὡς πρὸς τὴν σύγκρισιν τῶν τῇδε σωμάτων (οἷον ἄστρων) ἀσώματα καὶ ἀνείδεα, ἀλλ' ὡς πρὸς τὴν σύγκρισιν τοῦ Υἱοῦ σώματα μεμετρημένα καὶ αἰσθητά·
 [00124]  διὸ καὶ συναίσθησιν κολάσεως ἔχει), ἀλλ' ὡς πρὸς σύγκρισιν τῶν σῳζομένων σωμάτων πνευμα τικῶν σκιὰ ὄντα ἀσώματα εἴρηται.
 [00142]  Ἔστιν Ἰησοῦς καὶ ἡ Ἐκκλησία καὶ ἡ Σοφία δι' ὅλων κρᾶσις τῶν σωμάτων δυνατὴ κατὰ τοὺς Οὐαλεντινιανούς.
 [00491]  [4.81.1] Τοῦ πυρὸς τὸ μὲν σωματικὸν σωμάτων ἅπτεται πάντων·
000-00-00 Serial Number=0023545563
Fragmenta Ante [Go Back]  
 [00239]  Ὥσπερ δυνατὸς ὢν καὶ νῦν ἀνθρώπους πλάττειν ἀνθρώπους κατὰ τὴν προτέραν τοῦ Ἀδὰμ διάπλασιν, οὐκέτι οὕτω ποιεῖ διὰ τὸ ἅπαξ χαρίσασθαι τῷ ἀνθρώπῳ ἀνθρώπους γεννᾶν, εἰπὼν πρὸς τὴν φύσιν ἡμῶν τὸ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, οὕτω, φησί, τῇ παντεξουσίῳ καὶ προνοητικῇ αὐτοῦ δυνάμει καὶ τὴν τῶν σωμάτων διάλυσιν καὶ τελευτὴν φυσικῇ τινι ἀκολουθίᾳ καὶ τάξει τῇ τῶν στοιχείων μεταβολῇ ᾠκονόμησε γίνεσθαι κατὰ τὴν οὐσιώδη αὐτοῦ θεογνωσίαν καὶ κατάληψιν.
000-00-00 Serial Number=0328575373
Paedagogus Ante [Go Back]  
 [01113]  [2.1.2.2] Αἱ μὲν οὖν πολυειδεῖς ποιότητες ἀποπτυστέαι, ποικίλας ἐντίκτουσαι βλάβας, καχεξίας σωμάτων, ἀνατροπὰς στομάχων, ἐκπορνευούσης τῆς γεύσεως διά τινος κακοδαίμονος τέχνης τῆς ὀψαρτυτικῆς καὶ τῆς ἀμφὶ τὰ πέμματα ματαιοτεχνίας.
 [01896]  Πρὸς γὰρ τῷ ἐπιψόγῳ τῆς ἡδυπαθείας ἐπιβλαβὴς ἡ ἐν τοῖς χνοώδεσι τῶν πτίλων ἐγκοίμησις, καθάπερ εἰς ἀχανὲς καταπιπτόντων τῶν σωμάτων διὰ τὴν μαλακίαν τῶν στρωμάτων·
 [01998]  Ὁ δὲ Ἱερεμίας ὁπηνίκα ἂν φῇ, τοῦτ' ἔστι δι' αὐτοῦ τὸ πνεῦμα, σπήλαιον ὑαίνης γέγονεν ὁ οἶκός μου, τὴν ἐκ τῶν νεκρῶν σωμάτων μυσαττόμενος τροφὴν ἀλληγορίᾳ σοφῇ τὴν εἰδωλολατρείαν διαβέβληκε·
 [02057]  Σαφὲς τοῦτο καὶ ἐπὶ τῶν ἀλόγων ζῴων καὶ ἐπὶ τῶν ἐν ἀσκήσει σωμάτων, ὧν οἱ ἀπεχόμενοι ἐν τοῖς ἀγῶσι τῶν ἀντιπάλων περιγίνονται, τὰ δὲ ἀπάγεται τῆς ὀχείας περιελκόμενα, μονονουχὶ συρόμενα, ἰσχύος ἁπάσης καὶ ὀρούσεως τέλεον κεκενωμένα.
 [02232]  ὡς δὲ τὰ εὐτραφῆ τῶν σωμάτων γυμνούμενα φανερωτέραν δείκνυσι τὴν ἀκμήν, οὕτως καὶ τῶν ἠθῶν τὸ κάλλος, μὴ ἐνειλούμενον ἀπειροκάλοις φλυαρίαις, τὸ μεγαλοπρεπὲς ἐνδείκνυται.
 [02715]  ἐνταῦθα γὰρ ἀποδύσασθαι τοῖς θεαταῖς ὥσπερ καπήλοις σωμάτων οὐκ αἰσχύνονται.
000-00-00 Serial Number=0071628034
Protrepticus Ante [Go Back]  
 [00085]  ᾄδει δὲ ἄλλοις, καθάπερ ἰατρὸς ἀγαθὸς τῶν νοσούντων σωμάτων τὰ μὲν καταπλάττων, τὰ δὲ καταλεαίνων, τὰ δὲ καταντλῶν, τὰ δὲ καὶ σιδήρῳ διαιρῶν, ἐπικαίων δὲ ἄλλα, ἔστι δ' οὗ καὶ ἀποπρίων, εἴ πως οἷόν τε [1.8.3] κἂν παρὰ μέρος ἢ μέλος τὸν ἄνθρωπον ὑγιᾶναι.
000-00-00 Serial Number=0805543780
Stromata Ante [Go Back]  
 [00009]  οἱ μέν γε παῖδες σωμάτων, ψυχῆς δὲ ἔγγονοι οἱ λόγοι.
 [00836]  τοιαῦται γὰρ αἱ κατ' ἀδυναμίαν φαντασίαι ἀληθείας, ὡς φαντασία καθορᾷ τὰ ἐν τοῖς ὕδασιν ὁρώμενα καὶ τὰ διὰ [1.19.95.1] τῶν διαφανῶν καὶ διαυγῶν σωμάτων.
 [02350]  οὐ γὰρ αἱ ἡγεμονίαι σωμάτων ποιότησιν, ἀλλὰ διανοίας κρίσεσι κατορθοῦνται·
 [02632]  πλὴν οἱ γάμον δοκιμάζοντες ἡ φύσις ἡμᾶς ἐποίησεν φασὶν εὐθέτους πρὸς γάμον, ὡς δῆλον ἐκ τῆς σωμάτων κατασκευῆς τῶν τε ἀρρένων καὶ τῶν θηλειῶν, καὶ τὸ αὐξάνεσθε καὶ [2.23.139.4] πληθύνεσθε συνεχῶς ἐπιβοῶνται.
 [02660]  ὁ μὲν γὰρ τῶν ἄλλων γάμος ἐφ' ἡδυπαθείᾳ ὁμονοεῖ, ὁ δὲ τῶν φιλοσοφούντων ἐπὶ τὴν κατὰ λόγον ὁμόνοιαν ἄγει, ὁ μὴ τὸ εἶδος, ἀλλὰ τὸ ἦθος ἐπιτρέπων ταῖς γυναιξὶ κοσμεῖσθαι μηδ' ὡς ἐρωμέναις χρῆσθαι ταῖς γαμεταῖς προστάττων τοῖς ἀνδράσι σκοπὸν πεποιημένοις τὴν τῶν σωμάτων ὕβριν, ἀλλ' εἰς βοήθειαν παντὸς τοῦ βίου καὶ τὴν ἀρίστην σωφροσύνην περιποιεῖσθαι [2.23.143.2] τὸν γάμον.
 [03794]  τούτων δὲ [4.6.37.3] αὐτῶν οἱ ἐν φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε σωμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἅπαντα χρόνον, καίτοι σχήματά τινα [4.6.37.4] περιτίθησι ταῖς μὲν ἀέρινα αὐτῶν, ταῖς δὲ καὶ πύρινα.
 [06351]  καὶ φανερὸς γέγονεν οὐ τῶν σωμάτων συγγενὴς ὤν, ἀλλὰ τῶν χρημάτων.
 [06572]  εἰ μὲν οὖν πάντας, σωθήσονται πάντες οἱ πιστεύσαντες, κἂν ἐξ ἐθνῶν ὄντες τύχωσιν, ἐξομολογησάμενοι ἤδη ἐκεῖ, ἐπεὶ σωτήριοι καὶ παιδευτικαὶ αἱ κολάσεις τοῦ θεοῦ εἰς ἐπιστροφὴν ἄγουσαι καὶ τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ μᾶλλον ἢ τὸν θάνατον αἱρούμεναι, καὶ ταῦτα καθαρώτερον διορᾶν δυναμένων τῶν σωμάτων ἀπηλλαγμένων ψυχῶν, κἂν πάθεσιν ἐπισκοτῶνται, διὰ τὸ μηκέτι [6.6.46.4] ἐπιπροσθεῖσθαι σαρκίῳ·
 [06813]  [6.10.80.1] Κατ' ἐπακολούθημα τοίνυν καὶ τοῖς εἰς γνῶσιν γυμνάζουσιν αὐτὸν προσανάκειται, παρ' ἑκάστου μαθήματος τὸ πρόσφορον τῇ [6.10.80.2] ἀληθείᾳ λαμβάνων, τῆς μὲν οὖν μουσικῆς τὴν ἐν τοῖς ἡρμοσμένοις ἀναλογίαν διώκων, ἐν δὲ τῇ ἀριθμητικῇ τὰς αὐξήσεις καὶ μειώσεις τῶν ἀριθμῶν παρασημειούμενος καὶ τὰς πρὸς ἀλλήλους σχέσεις καὶ ὡς τὰ πλεῖστα ἀναλογίᾳ τινὶ ἀριθμῶν ὑποπέπτωκεν, <ἐν δὲ> τῇ γεωμετρικῇ οὐσίαν αὐτὴν ἐφ' ἑαυτῆς θεωρῶν καὶ ἐθιζόμενος συνεχές τι διάστημα νοεῖ<ν> καὶ οὐσίαν ἀμετάβλητον, ἑτέραν τῶνδε τῶν [6.10.80.3] σωμάτων οὖσαν·
 [08708]  [8.9.26.1] Οἳ μὲν οὖν σωμάτων, οἳ δ' ἀσωμάτων φασὶν εἶναι τὰ αἴτια·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»