Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum σωτῆρος [51]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum σωτῆρος


000-00-00 Serial Number=0827967227
Eclogae propheticae Ante [Go Back]  
 [00039]  καὶ μή τι αὐτὸ τὸ βάπτισμα ἀναγεννήσεως ὑπάρχον σημεῖον τῆς ὕλης ἐστὶν ἔκβασις διὰ τῆς τοῦ σωτῆρος διδασκαλίας, μεγάλου καὶ σφοδροῦ [5.3] ῥεύματος ἀεὶ φερομένου καὶ παραφέροντος ἡμᾶς.
 [00043]  θατέρῳ μέν γε τῶν στρατηγῶν καὶ τοὔνομα τοῦ σωτῆρος ἡμῶν ἐπεβέβλητο.
000-00-00 Serial Number=0553249836
Fragmenta Ante [Go Back]  
 [00022]  Τῶν γε μὴν τοῦ σωτῆρος ἀποστόλων παντί τῳ σαφὴς ἐκ τῶν εὐαγγελίων ἡ πρόσρησις·
 [00068]  Πέτρον γάρ φησιν καὶ Ἰάκωβον καὶ Ἰωάννην μετὰ τὴν ἀνάληψιν τοῦσωτῆρος, ὡς ἂν καὶ ὑπὸ τοῦ σωτῆρος προτετιμημένους, μὴ ἐπιδικά ζεσθαι δόξης, ἀλλὰ Ἰάκωβον τὸν δίκαιον ἐπίσκοπον τῶν Ἱεροσολύμων ἑλέσθαι.
 [00267]  κείσθω δέ σοι πάντα εἰς θεὸν καὶ ἔργα καὶ λόγοι, καὶ πάντα ἀνάφερε Χριστῷ τὰ σαυτοῦ, καὶ πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιᾶς τε καὶ πράξεως.
 [00454]  Μετὰ δὲ ἔτη τέσσαρα τῆς ἀναστάσεως καὶ ἀναλήψεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπὶ τῆς βασιλείας τοῦ αὐτοῦ Τιβερίου Καίσαρος, μετὰ τὸ ἐξελθεῖν τὸν ἅγιον Παῦλον ἀπὸ Ἀντιοχείας τῆς μεγάλης, κηρύξαντα ἐκεῖ πρῶτον τὸν λόγον ἐν τῇ ῥύμῃ τῇ πλησίον τοῦ Πανθέου τῇ καλουμένῃ τῶν Σίγγωνος ἅμα Βαρνάβᾳ.
000-00-00 Serial Number=0733786285
Paedagogus Ante [Go Back]  
 [00266]  Οὐκ ἄρα θεμιτὸν ἡμῖν ἀτελὲς τὸ ὑπ' αὐτοῦ διδασκόμενον νοεῖν, τὸ δὲ μάθημα ἀίδιος σωτηρία ἀιδίου σωτῆρος, ᾧ ἡ χάρις εἰς τοὺς αἰῶνας, ἀμήν.
 [00888]  Ὡς δὲ οἱ ὑγιαίνοντες οὐ χρῄζουσιν ἰατροῦ, παρ' ὅσον ἔρρωνται, οἱ δὲ νοσοῦντες ἐπιδέονται τῆς τέχνης, οὕτως καὶ ἡμεῖς οἱ ἐν τῷ βίῳ νοσοῦντες περί τε τὰς ἐπιθυμίας τὰς ἐπονειδίστους περί τε τὰς ἀκρασίας τὰς ἐπιψόγους καὶ περὶ τὰς ἄλλας τῶν παθῶν φλεγμονὰς τοῦ σωτῆρος ἐπιδεόμεθα·
 [00892]  [1.9.83.3] Εἰκότως ἄρα σωτῆρος μὲν οἱ νοσοῦντες δεόμεθα, οἱ πεπλανημένοι δὲ τοῦ καθηγησομένου καὶ οἱ τυφλοὶ τοῦ φωταγωγήσοντος καὶ οἱ διψῶντες τῆς πηγῆς τῆς ζωτικῆς, ἀφ' ἧς οἱ μεταλαβόντες οὐκέτι διψήσουσιν, καὶ οἱ νεκροὶ δὲ τῆς ζωῆς ἐνδεεῖς καὶ τοῦ ποιμένος τὰ πρόβατα καὶ οἱ παῖδες τοῦ παιδαγωγοῦ, ἀλλὰ καὶ πᾶσα ἡ ἀνθρωπότης Ἰησοῦ, ἵνα μὴ ἀνάγωγοι καὶ ἁμαρτωλοὶ εἰς τέλος τῆς καταδίκης ἐκπέσωμεν, διακριθῶμεν δὲ τῶν ἀχυρμιῶν καὶ εἰς τὴν πατρῴαν ἀποθήκην σωρευθῶμεν·
 [01056]  Ἡμεῖς δέ, ὦ παῖδες ἀγαθοῦ πατρός, ἀγαθοῦ παιδαγωγοῦ θρέμματα, πληρώσωμεν τὸ θέλημα τοῦ πατρός, ἀκούωμεν τοῦ λόγου καὶ τὸν σωτήριον ὄντως ἀναμαξώμεθα τοῦ σωτῆρος ἡμῶν βίον·
000-00-00 Serial Number=0060524106
Protrepticus Ante [Go Back]  
 [00041]  ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς.
 [00072]  [1.7.2] Κατὰ γὰρ τὸν θεσπέσιον ἐκεῖνον τοῦ κυρίου ἀπόστολον ἡ χάρις ἡ τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις ἐπεφάνη, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ [1.7.3] σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
000-00-00 Serial Number=0662769139
Quis dives salvetur Ante [Go Back]  
 [00012]  ἅπαντα τὸν δυνατὸν τρό πον, τοῦτο μὲν ἐξαιτουμένους παρὰ θεοῦ τοῦ βεβαίως καὶ ἡδέως τοῖς ἑαυτοῦ τέκνοις τὰ τοιαῦτα προϊεμένου, τοῦτο δὲ λόγῳ διὰ τῆς χάριτος τοῦ σωτῆρος ἰωμένους τὰς ψυχὰς αὐτῶν, φωτίζοντας καὶ προσάγοντας ἐπὶ τὴν τῆς ἀληθείας κτῆσιν, ἧς ὁ τυχὼν καὶ ἔργοις ἀγαθοῖς ἐλλαμπρυνόμενος μόνος τὸ βραβεῖον τῆς αἰωνίου ζωῆς [1.5] ἀναιρήσεται.
 [00013]  δεῖται δὲ καὶ ἡ εὐχὴ ψυχῆς εὐρώστου καὶ λιπαροῦς ἄχρι τῆς ἐσχάτης ἡμέρας τοῦ βίου συμμεμετρημένης καὶ ἡ πολιτεία δια θέσεως χρηστῆς καὶ μονίμου καὶ πάσαις ταῖς ἐντολαῖς τοῦ σωτῆρος ἐπεκτεινομένης.
 [00017]  λέγω δὲ ταῦτα ἑκάτερα περὶ τῶν πλουσίων τῶν καὶ τῆς δυνάμεως τοῦ σωτῆρος καὶ τῆς ἐπιφανοῦς σωτηρίας ᾐσθημένων, τῶν δὲ ἀμυήτων τῆς ἀλη θείας ὀλίγον μοι μέλει.
 [00023]  οὕτως τις καὶ τὴν ἐπίγειον ταύτην περιβεβλημένος περιβολὴν μήτε τὴν ἀρχὴν ἑαυτὸν τῶν ἄθλων τοῦ σωτῆρος ἐκκηρυσσέτω, πιστός γε ὢν καὶ τὸ μεγαλεῖον συνο ρῶν τῆς τοῦ θεοῦ φιλανθρωπίας, μήτε μὴν αὖθις ἀνάσκητος καὶ ἀναγώνιστος μείνας ἀκονιτὶ κἀνιδρωτὶ τῶν στεφάνων τῆς ἀφθαρσίας [3.6] ἐλπιζέτω μεταλαβεῖν·
 [00077]  [8.1] Τοῦτον οὖν πρῶτον ἐπιγνῶναι τῷ ζησομένῳ τὴν ὄντως ζωὴν παρακελεύεται, ὃν οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ, ἔπειτα τὸ μέγεθος τοῦ σωτῆρος μετ' ἐκεῖνον καὶ τὴν καινότητα τῆς χάριτος μαθεῖν, ὅτι δὴ κατὰ τὸν ἀπόστολον ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ·
 [00100]  ἀμέλει ὁ πάντα τὰ τοῦ νόμου πληρώσας ἐκ νεότητος καὶ τὰ ὑπέρογκα φρυαξάμενος τὸ ἓν τοῦτο προσθεῖναι τοῖς ὅλοις οὐ δεδύνηται, τὸ τοῦ σωτῆρος ἐξαίρετον, ἵνα λάβῃ ζωὴν αἰώνιον, ἣν ποθεῖ·
 [00111]  [11.3] οὔτε γὰρ μέγα καὶ ζηλωτὸν τὸ τηνάλλως ἀπορεῖν χρημάτων μὴ οὐκ ἐπὶ λόγῳ ζωῆς (οὕτω μέν γ' ἂν ἦσαν οἱ μηδὲν ἔχοντες μηδαμῇ, ἀλλὰ ἔρημοι καὶ μεταῖται τῶν ἐφ' ἡμέραν, οἱ κατὰ τὰς ὁδοὺς ἐρριμμένοι πτωχοί, ἀγνοοῦντες δὲ θεὸν καὶ δικαιοσύνην θεοῦ, κατ' αὐτὸ μόνον τὸ ἄκρως ἀπορεῖν καὶ ἀμηχανεῖν βίου καὶ τῶν ἐλαχίστων σπανίζειν μακαριώτατοι καὶ θεοφιλέστατοι καὶ μόνοι ζωὴν ἔχοντες [11.4] αἰώνιον) οὔτε καινὸν τὸ ἀπείπασθαι πλοῦτον καὶ χαρίσασθαι πτωχοῖς ἢ πατρίσιν, ὃ πολλοὶ πρὸ τῆς τοῦ σωτῆρος καθόδου πεποιήκασιν, οἳ μὲν τῆς εἰς λόγους σχολῆς καὶ νεκρᾶς σοφίας ἕνεκεν, οἳ δὲ φήμης κενῆς καὶ κενοδοξίας, Ἀναξαγόραι καὶ ∆ημόκριτοι καὶ Κράτητες.
 [00114]  τοῦτο γὰρ ἴδιον μὲν τοῦ πιστοῦ [12.2] τὸ μάθημα, ἄξιον δὲ τοῦ σωτῆρος τὸ δίδαγμα.
 [00158]  οὗ δεῖ καθαρεύουσαν, τουτέστι πτωχεύουσαν καὶ γυμνήν, τὴν ψυχὴν παρασχό μενον οὕτως ἤδη τοῦ σωτῆρος ἀκοῦσαι λέγοντος·
 [00213]  ἐπειδὴ δὲ συνῄδεσαν ἑαυτοῖς μήπω τὰ πάθη τέλεον ἀποτεθειμένοις (ἀρτιμαθεῖς γὰρ ἦσαν καὶ νεωστὶ πρὸς τοῦ σωτῆρος ἠνδρολογημένοι), περισσῶς ἐξεπλήσσοντο καὶ ἀπεγίνωσκον ἑαυτοὺς οὐδέν τι ἧττον ἐκείνου τοῦ πολυχρημάτου καὶ δεινῶς τῆς κτήσεως περιεχομένου, ἥν γε προέκρινεν [20.6] ζωῆς αἰωνίου.
 [00291]  σημαινέτω μὲν οὖν τι καὶ ὑψηλότερον ἡ κάμηλος διὰ στενῆς ὁδοῦ καὶ τεθλιμμένης φθάνουσα τὸν πλούσιον, ὅπερ ἐν τῇ περὶ ἀρ χῶν καὶ θεολογίας ἐξηγήσει μυστήριον τοῦ σωτῆρος ὑπάρχει μαθεῖν·
 [00349]  [31.7] Ὅρα πρῶτον μὲν ὡς οὐκ ἀπαιτεῖσθαί σε κεκέλευκεν οὐδὲ ἐνο χλεῖσθαι περιμένειν, ἀλλὰ αὐτὸν ζητεῖν τοὺς εὖ πεισομένους ἀξίους [31.8] τε ὄντας τοῦ σωτῆρος μαθητάς.
 [00511]  ὃ δὲ ἐγγυώμενος, ἐπομνύμενος ὡς ἄφεσιν αὐτῷ παρὰ τοῦ σωτῆρος εὕρηται, δεόμενος, γονυπετῶν, αὐτὴν τὴν δεξιὰν ὡς ὑπὸ τῆς μετανοίας κεκαθαρμένην καταφιλῶν, ἐπὶ τὴν ἐκκλησίαν ἐπανήγαγε, καὶ δαψιλέσι μὲν εὐχαῖς ἐξαιτούμενος, συνεχέσι δὲ νηστείαις συναγωνιζόμενος, ποικίλαις δὲ σειρῆσι λόγων κατεπᾴδων αὐτοῦ τὴν γνώμην, οὐ πρότερον ἀπῆλθεν, ὥς φασι, πρὶν αὐτὸν ἐπιστῆσαι τῇ ἐκκλησίᾳ, διδοὺς μέγα παράδειγμα μετανοίας ἀληθινῆς καὶ μέγα γνώρισμα παλιγγενεσίας, τρόπαιον ἀναστάσεως βλεπομένης.
 [00518]  εἰ δέ τις αἱρεῖται μένειν ἐπεξαμαρτάνων ἑκάστοτε ἐπὶ ταῖς ἡδοναῖς καὶ τὴν ἐνταῦθα τρυφὴν τῆς αἰωνίου ζωῆς προτιμᾷ καὶ διδόντος τοῦ σωτῆρος ἄφεσιν ἀποστρέφεται, μήτε τὸν θεὸν ἔτι μήτε τὸν πλοῦτον μήτε τὸ προπεσεῖν αἰτιάσθω, τὴν [42.19] δὲ ἑαυτοῦ ψυχὴν ἑκουσίως ἀπολουμένην.
000-00-00 Serial Number=0546158552
Stromata Ante [Go Back]  
 [00620]  προέστησαν δ' αὐτῆς Αἰγυπτίων τε οἱ προφῆται καὶ Ἀσσυρίων οἱ Χαλδαῖοι καὶ Γαλατῶν οἱ ∆ρυΐδαι καὶ Σαμαναῖοι Βάκτρων καὶ Κελτῶν οἱ φιλοσοφήσαντες καὶ Περσῶν οἱ Μάγοι (οἳ μαγείᾳ καὶ τοῦ σωτῆρος προεμήνυσαν τὴν γένεσιν, ἀστέρος αὐτοῖς καθηγουμένου εἰς τὴν Ἰουδαίαν ἀφικνούμενοι γῆν) Ἰνδῶν τε οἱ [1.15.71.5] γυμνοσοφισταί, ἄλλοι γε φιλόσοφοι βάρβαροι.
 [00774]  ἡ γὰρ παρουσία τοῦ σωτῆρος οὐ μωροὺς ἐποίησεν καὶ σκληροκαρδίους καὶ ἀπίστους, ἀλλὰ [1.18.88.7] συνετοὺς καὶ εὐπειθεῖς καὶ πρὸς ἔτι πιστούς.
 [01177]  [1.21.144.1] Οὐδὲν δὲ οἶμαι ἐπὶ τούτοις χεῖρον καὶ τοὺς χρόνους τῶν Ῥωμαϊκῶν βασιλέων παραθέσθαι εἰς ἐπίδειξιν τῆς τοῦ σωτῆρος γενέσεως·
 [01196]  εἰσὶ δὲ οἱ περιεργότερον τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν οὐ μόνον τὸ ἔτος, ἀλλὰ καὶ τὴν ἡμέραν προστιθέντες, ἥν φασιν ἔτους κηʹ Αὐγούστου ἐν πέμπτῃ Παχὼν καὶ εἰκάδι.
 [01417]  διὸ καὶ μόνη αὕτη ἐπὶ τὴν ἀληθῆ σοφίαν χειραγωγεῖ, ἥτις ἐστὶ δύναμις θεία, τῶν ὄντων ὡς ὄντων γνωστική, τὸ τέλειον ἔχουσα, παντὸς πάθους ἀπηλλαγμένη, οὐκ ἄνευ τοῦ σωτῆρος τοῦ καταγαγόντος ἡμῶν τῷ θείῳ λόγῳ τοῦ ὁρατικοῦ τῆς ψυχῆς τὴν ἐπιχυθεῖσαν ἐκ φαύλης ἀναστροφῆς ἄγνοιαν ἀχλυώδη καὶ τὸ βέλτιστον ἀποδεδωκότος, ὄφρ' εὖ γινώσκοιμεν ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
 [02360]  οὗτος τὸν σταυρὸν τοῦ σωτῆρος περιφέρων ἕπεται κυρίῳ μετ' ἴχνιον ὥστε θεοῖο, ἅγιος ἁγίων γενόμενος.
 [02387]  ὁ ἀπολέσας τὴν ψυχὴν τὴν ἑαυτοῦ, φησὶν ὁ κύριος, σώσει αὐτήν, ἤτοι ῥιψοκινδύνως ὑπὲρ τοῦ σωτῆρος αὐτὴν ἐπιδιδούς, ὡς αὐτὸς ὑπὲρ ἡμῶν πεποίηκεν, ἢ ἀπολύσας αὐτὴν ἐκ τῆς [2.20.108.4] πρὸς τὸν συνήθη βίον κοινωνίας.
 [02875]  ὡραίαν, φασί, γυναῖκα ἔχων οὗτος, μετὰ τὴν ἀνάληψιν τὴν τοῦ σωτῆρος πρὸς τῶν ἀποστόλων ὀνειδισθεὶς ζηλοτυπίαν, εἰς μέσον ἀγαγὼν τὴν γυναῖκα γῆμαι [3.4.25.7] τῷ βουλομένῳ ἐπέτρεψεν.
 [02879]  οὐ γάρ, οἶμαι, ἐβούλετο κατὰ τὴν τοῦ σωτῆρος ἐντολὴν δυσὶ κυρίοις δουλεύειν, ἡδονῇ [3.4.26.3] καὶ θεῷ.
 [03643]  εὐθαρσήσας τοίνυν πρὸς φίλον τὸν κύριον, ὑπὲρ οὗ καὶ τὸ σῶμα ἑκὼν ἐπιδέδωκεν, πρὸς δὲ καὶ τὴν ψυχήν, ὡς οἱ δικασταὶ προσεδόκησαν, ἔρχεται, φίλε κασίγνητε ποιητικῶς τε ἀκούσας πρὸς τοῦ σωτῆρος [4.4.14.3] ἡμῶν διὰ τὴν τοῦ βίου ὁμοιότητα.
 [03841]  ὅσοι δὲ τὰς ἐντολὰς τοῦ σωτῆρος ἐπιτελοῦσιν, καθ' ἑκάστην πρᾶξιν μαρτυροῦσι, ποιοῦντες μὲν ὃ θέλει, ἀκολούθως δὲ ὀνομάζοντες τὸν κύριον καὶ δι' ἔργου μαρτυροῦντες ᾧ πείθονται εἶναι, οἱ τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις καὶ τοῖς παθήμασι σταυρώσαντες.
 [04721]  ὅθεν ἐπιδεκτικὸν γίνεται τῆς τιμιωτάτης τῷ θεῷ ψυχῆς τὸ οἰκητήριον τοῦτο καὶ πνεύματος ἁγίου κατὰ τὸν τῆς ψυχῆς τε καὶ σώματος ἁγιασμὸν καταξιοῦται τῷ τοῦ [4.26.163.3] σωτῆρος καταρτισμῷ τελειούμενον.
 [04818]  ἦν δ' ἂν καὶ δίχα τῆς τοῦ σωτῆρος παρουσίας χρόνῳ ποτὲ [5.1.3.4] ἀναλάμψαι δύνασθαι τὴν φύσιν.
 [05116]  ταύτῃ τοι μυστικώτατα πέντε ἄρτοι πρὸς τοῦ σωτῆρος κατακλῶνται καὶ πληθύνουσι τῷ ὄχλῳ τῶν ἀκροωμένων.
 [05154]  οἵ τε τριακόσιοι ἑξήκοντα κώδωνες οἱ ἀπηρτημένοι τοῦ ποδήρους χρόνος ἐστὶν ἐνιαύσιος, ἐνιαυτὸς κυρίου δεκτός, κηρύσσων καὶ κατηχῶν τὴν μεγίστην τοῦ [5.6.37.5] σωτῆρος ἐπιφάνειαν.
 [05308]  [5.8.55.3] τάχα δὲ καὶ τὴν τελευταίαν τοῦ σωτῆρος εἰς ἡμᾶς ἐνέργειαν, τὴν προσεχῆ, λέγει, τὴν διὰ τῆς παρουσίας, ἐπικρυπτομένην τῷ τῆς προφητείας αἰνίγματι·
 [05790]  καὶ μή τι τοῦτο ἐπὶ τοῦ σωτῆρος προεθέσπισεν τὸ πνεῦμα διὰ τοῦ ∆αβὶδ λέγον·
 [06101]  πρῶτα μὲν εὔβουλον Θέμιν οὐρανίαν χρυσέαισιν ἵπποισιν Ὠκεανοῦ παρὰ παγᾶν Μοῖραι ποτὶ κλίμακα σεμνὰν ἆγον Ὀλύμπου λιπαρὰν καθ' ὁδόν, σωτῆρος ἀρχαίαν ἄλοχον ∆ιὸς ἔμμεν·
 [06573]  εἰ δὲ Ἰουδαίους μόνον εὐηγγελίσατο, οἷς ἔλειπεν ἡ διὰ τοῦ σωτῆρος ἐπίγνωσίς τε καὶ πίστις, δῆλόν που ὡς ἄρα ἀπροσωπολήπτου ὄντος τοῦ θεοῦ καὶ οἱ ἀπόστολοι, καθάπερ ἐνταῦθα, οὕτως κἀκεῖ τοὺς ἐξ ἐθνῶν ἐπιτηδείους εἰς ἐπιστροφὴν [6.6.46.5] εὐηγγελίσαντο, καὶ καλῶς εἴρηται τῷ Ποιμένι·
 [06577]  γέγονεν ἄρα τις καθολικὴ κίνησις καὶ μετάθεσις κατὰ τὴν οἰκονομίαν τοῦ [6.6.47.2] σωτῆρος.
 [06762]  ἀλλ' ἐπὶ μὲν τοῦ σωτῆρος τὸ σῶμα ἀπαιτεῖν ὡς σῶμα τὰς ἀναγκαίας ὑπηρεσίας εἰς διαμονήν, γέλως ἂν εἴη·
 [07183]  αὐτίκα διδάξαντος τοῦ σωτῆρος τοὺς ἀποστόλους ἡ τῆς ἐγγράφου ἄγραφος ἤδη καὶ εἰς ἡμᾶς διαδίδοται παράδοσις, καρδίαις καιναῖς κατὰ τὴν ἀνακαίνωσιν τοῦ βιβλίου τῇ δυνάμει τοῦ θεοῦ ἐγγεγραμμένη.
 [07505]  [7.2.5.1] Πίστις οὖν τοῦ εἰδέναι θεὸν ἡ πρώτη μετὰ τῆς τοῦ σωτῆρος διδασκαλίας τὴν πεποίθησιν τὸ κατὰ μηδένα τρόπον ἄδικα δρᾶν, [7.2.5.2] τοῦτ' εἶναι πρέπον ἡγεῖσθαι τῇ ἐπιγνώσει τοῦ θεοῦ.
 [07979]  οὗτος λήψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ.
 [08421]  τουτέστι τὴν διδασκαλίαν τοῦ σωτῆρος, ἥτις ἐστὶ βρῶμα ἡμῶν πνευματικὸν καὶ πόμα δίψαν [7.16.104.5] οὐκ ἐπιστάμενον, ὕδωρ ζωῆς γνωστικῆς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»