Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τινὶ [29]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τινὶ


000-00-00 Serial Number=0789677382
Eclogae propheticae Ante [Go Back]  
 [00178]  Οἶδα δὲ ἐγὼ ὅτι τὰ τῆς γνώσεως μυστήρια τοῖς μὲν πολλοῖς χλεύην φέρει καὶ μάλιστα μὴ κεκαττυμένα σοφιστικῇ τροπολογίᾳ, τοὺς δὲ ὀλίγους καθάπερ φῶς ἐπεισενεχθὲν ἐξαίφνης συμποσίῳ τινὶ συνηρεφεῖ ἐκπλήξει τὰ πρῶτα, ἔπειτα ἐθίσαντες καὶ συντραφέντες καὶ ἐγγυμνασάμενοι τῷ λογισμῷ ὡς ὑφ' ἡδονῆς εὐφραινόμενοι καὶ [35.2] ἀγαλλιώμενοι * * τὸν κύριον.
000-00-00 Serial Number=0208341539
Fragmenta Ante [Go Back]  
 [00267]  κείσθω δέ σοι πάντα εἰς θεὸν καὶ ἔργα καὶ λόγοι, καὶ πάντα ἀνάφερε Χριστῷ τὰ σαυτοῦ, καὶ πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιᾶς τε καὶ πράξεως.
000-00-00 Serial Number=0335344672
Paedagogus Ante [Go Back]  
 [01670]  πολλάκις γὰρ οἱ οἰνωμένοι καγχάσαντες ἐπὶ πλεῖστον, εἶτα μέντοι ὑπήχθησαν οὐκ οἶδ' ὅπως παροινίᾳ τινὶ παραπειθόμενοι εἰς δάκρυα·
 [02283]  γίνεται δὲ οὗτος ἐν ὀστρείῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, [2.12.118.5] μέγεθος δὲ ἡλίκος ἰχθύος ὀφθαλμὸς εὐμεγέθης.
 [02971]  [3.11.62.2] Ταῖς γυναιξὶ δὲ ἀπόχρη μαλάσσειν τὰς τρίχας καὶ ἀναδεῖσθαι τὴν κόμην εὐτελῶς περόνῃ τινὶ λιτῇ παρὰ τὸν αὐχένα, ἀφελεῖ θεραπείᾳ συναυξούσαις εἰς κάλλος γνήσιον [3.11.62.3] τὰς σώφρονας κόμας.
000-00-00 Serial Number=0992848456
Protrepticus Ante [Go Back]  
 [00028]  [1.3.1] Ἐμοὶ μὲν οὖν δοκοῦσιν ὁ Θρᾴκιος ἐκεῖνος Ὀρφεὺς καὶ ὁ Θηβαῖος καὶ ὁ Μηθυμναῖος, ἄνδρες τινὲς οὐκ ἄνδρες, ἀπατηλοὶ γεγονέναι, προσχήματι μουσικῆς λυμηνάμενοι τὸν βίον, ἐντέχνῳ τινὶ γοητείᾳ δαιμονῶντες εἰς διαφθοράς, ὕβρεις ὀργιάζοντες, πένθη ἐκθειάζοντες, τοὺς ἀνθρώπους ἐπὶ τὰ εἴδωλα χειραγωγῆσαι πρῶτοι, ναὶ μὴν λίθοις καὶ ξύλοις, τουτέστιν ἀγάλμασι καὶ σκιαγραφίαις, ἀνοικο δομῆσαι τὴν σκαιότητα τοῦ ἔθους, τὴν καλὴν ὄντως ἐκείνην ἐλευθερίαν τῶν ὑπ' οὐρανὸν πεπολιτευμένων ᾠδαῖς καὶ ἐπῳδαῖς ἐσχάτῃ δουλείᾳ καταζεύξαντες.
 [00738]  [5.64.3] Ἄθεοι μὲν δὴ καὶ οὗτοι, σοφίᾳ τινὶ ἀσόφῳ τὴν ὕλην προσκυνήσαντες καὶ λίθους μὲν ἢ ξύλα οὐ τιμήσαντες, γῆν δὲ τὴν τούτων μητέρα ἐκθειάσαντες καὶ Ποσειδῶνα μὲν [5.64.4] οὐκ ἀναπλάττοντες, ὕδωρ δὲ αὐτὸ προστρεπόμενοι.
 [01203]  [10.105.3] ὁ γὰρ τοῦ δικαίου ζηλωτής, ὡς ἂν τοῦ ἀνενδεοῦς ἐραστής, ὀλιγοδεής, οὐκ ἐν ἄλλῳ τινὶ ἢ ἐν αὐτῷ [καὶ] τῷ θεῷ τὸ μακάριον θησαυρίσας, ἔνθα οὐ σής, οὐ λῃστής, οὐ πειρατής, [10.105.4] ἀλλ' ὁ τῶν ἀγαθῶν ἀίδιος δοτήρ.
000-00-00 Serial Number=0342297554
Quis dives salvetur Ante [Go Back]  
 [00244]  εἰ γοῦν ἄθεος εἴη τινὶ πατὴρ ἢ υἱὸς ἢ ἀδελφὸς καὶ κώλυμα τῆς πίστεως γένοιτο καὶ ἐμπόδιον τῆς ἄνω ζωῆς, τούτῳ μὴ συμφερέσθω μηδὲ ὁμονοείτω, ἀλλὰ τὴν σαρκικὴν οἰκειότητα διὰ τὴν πνευματικὴν ἔχθραν διαλυσάτω.
000-00-00 Serial Number=0015568912
Stromata Ante [Go Back]  
 [00931]  τοῦτον δὲ Ἀριστέας ὁ Ἀργεῖος ἐπονομασθῆναί φησι Σάραπιν καὶ τοῦτον [1.21.106.6] εἶναι ὃν Αἰγύπτιοι σέβουσιν, Νυμφόδωρος δὲ ὁ Ἀμφιπολίτης ἐν τρίτῳ Νομίμων Ἀσίας τὸν Ἆπιν τὸν ταῦρον τελευτήσαντα καὶ ταριχευθέντα εἰς σορὸν ἀποτεθεῖσθαι ἐν τῷ ναῷ τοῦ τιμωμένου δαίμονος, κἀντεῦθεν Σορόαπιν κληθῆναι καὶ Σάραπιν συνηθείᾳ τινὶ τῶν [1.21.107.1] ἐγχωρίων ὕστερον.
 [01379]  ἀλλ' ἄρα τῆς μὲν τοῦ σώματος ὑγείας ἕνεκα καὶ τομὰς καὶ καύσεις καὶ φαρμακοποσίας ὑφιστάμεθα καὶ ὁ ταῦτα προσάγων σωτήρ τε καὶ ἰατρὸς τε καλεῖται, οὐ φθόνῳ τινὶ οὐδὲ δυσμενείᾳ τῇ πρὸς τὸν πάσχοντα, ὡς δ' ἂν ὁ τῆς τέχνης ὑπαγορεύοι λόγος, καὶ μέρη τινὰ ἀποτέμνων, ὡς μὴ τὰ ὑγιαίνοντα συνδιαφθείρεσθαι αὐτοῖς, καὶ οὐκ [1.27.171.3] ἄν τις πονηρίας αἰτιάσαιτο τοῦ ἰατροῦ τὴν τέχνην·
 [01389]  ὥστε καὶ ὅταν ἀνηκέστῳ τινὶ κακῷ περιπέσῃ τις ὑπό τε ἀδικίας καὶ πλεονεξίας [1.27.173.3] καταληφθείς, εὐεργετοῖτ' ἂν ὁ ἀποκτειννύμενος·
 [01573]  πιστὴ τοίνυν ἡ γνῶσις, γνωστὴ δὲ ἡ [2.4.16.3] πίστις θείᾳ τινὶ ἀκολουθίᾳ τε καὶ ἀντακολουθίᾳ γίνεται.
 [02441]  οἶδα ἐγὼ αἱρέσει τινὶ ἐντυχών, καὶ ὁ ταύτης προϊστάμενος διὰ τῆς χρήσεως ἔφασκεν τῆς ἡδονῆς ἡδονῇ μάχεσθαι, αὐτομολῶν πρὸς ἡδονὴν διὰ προσποιητοῦ μάχης ὁ γενναῖος οὗτος γνωστικός [2.20.117.6] (ἔφασκε γὰρ δὴ αὑτὸν καὶ γνωστικὸν εἶναι), ἐπεὶ οὐδὲ μέγα ἔλεγεν τὸ ἀπέχεσθαι ἡδονῆς μὴ πεπειραμένον, ἐν αὐτῇ δὲ γενόμενον μὴ [2.20.118.1] κρατεῖσθαι, ὅθεν γυμνάζεσθαι δι' αὐτῆς ἐν αὐτῇ.
 [03579]  δεῖ δὲ καὶ ἡμᾶς τούτοις προσεκπονεῖν καὶ προσεφευρίσκειν ἕτερα, ἐπεὶ καὶ τοῖς ὁδὸν ἀπιοῦσιν [4.2.5.1] ἣν οὐκ ἴσασιν ἀρκεῖ τὴν φέρουσαν ὑποσημῆναι μόνον, βαδιστέον δὲ τὸ μετὰ τοῦτο ἤδη καὶ τὴν λοιπὴν ἑαυτοῖς ἐξευρετέον, ὥσπερ φασὶ καὶ δούλῳ τινὶ χρωμένῳ ποτὲ τί ἂν ποιῶν τὸν δεσπότην ἀρέσαιτο [4.2.5.2] ἀνειπεῖν τὴν Πυθίαν, εὑρήσεις ἐὰν ζητήσῃς.
 [03769]  φυλάσσεσθε τοίνυν ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ τὰ ὑπάρχοντά ἐστιν ἡ ζωὴ αὐτοῦ.
 [04384]  ἢν δὲ καὶ περιπέσῃ ἄκων τοιαύτῃ τινὶ περιστάσει διὰ τὰς [4.18.113.2] παρεμπτώσεις τοῦ ἀντικειμένου, μιμησάμενος τὸν ∆αβὶδ ψαλεῖ·
 [04587]  καὶ ὅ γε Ἐπίκουρος ἀδικεῖν ἐπὶ κέρδει τινὶ βούλεσθαι <οὔ> φησι τὸν κατ' αὐτὸν σοφόν·
 [04641]  οὔτε γὰρ ἂν περιπέσοι τινὶ δεινῷ ἡ τοῦ θεοῦ φύσις οὔτε φεύγει ὁ θεὸς [4.23.151.3] δειλίαν, ὥσπερ οὐδὲ ἐπιθυμήσει, ἵνα καὶ ἄρξῃ ἐπιθυμίας.
 [05960]  [5.14.122.3] ἢν δὲ ὁσίως καὶ δικαίως διαβιώσωμεν, μακάριοι μὲν ἐνταῦθα, μακαριώτεροι δὲ μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, οὐ χρόνῳ τινὶ τὴν εὐδαιμονίαν ἔχοντες, ἀλλὰ ἐν αἰῶνι ἀναπαύεσθαι δυνάμενοι, ἀθανάτοις ἄλλοισιν ὁμέστιοι, ἔν τε τραπέζαις ἐόντες ἀνδρείων ἀχέων ἀπόκληροι, ἀτειρεῖς, [5.14.122.4] ἡ φιλόσοφος Ἐμπεδοκλέους λέγει ποιητική.
 [06359]  [6.2.22.1] Ἀλλὰ καὶ τοῦ ἰατροῦ Ἱπποκράτους ἐπιβλέπειν οὖν δεῖ καὶ ὥρην [6.2.22.2] καὶ χώρην καὶ ἡλικίην καὶ νόσους γράφοντος Εὐριπίδης ἐν ἑξαμέτρῳ τινὶ ῥήσει φησίν·
 [06765]  οἱ δὲ ἀπόστολοι ὀργῆς καὶ φόβου καὶ ἐπιθυμίας διὰ τῆς κυριακῆς διδασκαλίας γνωστικώτερον κρατήσαντες καὶ τὰ δοκοῦντα ἀγαθὰ τῶν παθητικῶν κινημάτων, οἷον θάρσος, ζῆλον, χαράν, εὐθυμίαν, οὐδὲ αὐτὰ ἀνεδέξαντο, ἐμπέδῳ τινὶ τῆς διανοίας καταστάσει μηδὲ καθ' ὁτιοῦν μεταβαλλόμενοι, ἀλλ' ἐν ἕξει ἀσκήσεως ἀεὶ [6.9.71.4] μένοντες ἀναλλοίωτοι μετά γε τὴν τοῦ κυρίου ἀνάστασιν.
 [06769]  οὔτ' οὖν ἐπιθυμίᾳ καὶ ὀρέξει τινὶ περιπίπτει οὔτε ἐνδεής ἐστι κατά γε τὴν ψυχὴν τῶν ἄλλων τινός, συνὼν ἤδη δι' ἀγάπης τῷ ἐραστῷ, ᾧ δὴ ᾠκείωται κατὰ τὴν αἵρεσιν, καὶ τῇ ἐξ ἀσκήσεως ἕξει τούτῳ προσεχέστερον συνεγγίζων, μακάριος ὢν διὰ τὴν τῶν ἀγαθῶν περιουσίαν, ὥστε ἕνεκά γε τούτων ἐξομοιοῦσθαι [6.9.72.2] βιάζεται τῷ διδασκάλῳ εἰς ἀπάθειαν·
 [06813]  [6.10.80.1] Κατ' ἐπακολούθημα τοίνυν καὶ τοῖς εἰς γνῶσιν γυμνάζουσιν αὐτὸν προσανάκειται, παρ' ἑκάστου μαθήματος τὸ πρόσφορον τῇ [6.10.80.2] ἀληθείᾳ λαμβάνων, τῆς μὲν οὖν μουσικῆς τὴν ἐν τοῖς ἡρμοσμένοις ἀναλογίαν διώκων, ἐν δὲ τῇ ἀριθμητικῇ τὰς αὐξήσεις καὶ μειώσεις τῶν ἀριθμῶν παρασημειούμενος καὶ τὰς πρὸς ἀλλήλους σχέσεις καὶ ὡς τὰ πλεῖστα ἀναλογίᾳ τινὶ ἀριθμῶν ὑποπέπτωκεν, <ἐν δὲ> τῇ γεωμετρικῇ οὐσίαν αὐτὴν ἐφ' ἑαυτῆς θεωρῶν καὶ ἐθιζόμενος συνεχές τι διάστημα νοεῖ<ν> καὶ οὐσίαν ἀμετάβλητον, ἑτέραν τῶνδε τῶν [6.10.80.3] σωμάτων οὖσαν·
 [07684]  [7.5.28.1] Ἢ γὰρ οὐ καλῶς καὶ ἀληθῶς οὐκ ἐν τόπῳ τινὶ περιγράφομεν τὸν ἀπερίληπτον οὐδ' ἐν ἱεροῖς καθείργνυμεν χειροποιήτοις τὸ [7.5.28.2] πάντων περιεκτικόν;
 [07750]  εἰ δέ τις τῶν δικαίων οὐκ ἐπιφορτίζει τῇ τῶν κρεῶν βρώσει τὴν ψυχήν, λόγῳ τινὶ εὐλόγῳ χρῆται, οὐχ ᾧ Πυθαγόρας καὶ οἱ [7.6.32.9] ἀπ' αὐτοῦ τὴν μετένδεσιν ὀνειροπολοῦντες τῆς ψυχῆς.
 [07788]  ἀλλὰ καὶ τὸ εὐπαθὲς τοῦ ἀέρος καὶ ἡ ὀξυτάτη συναίσθησις τῶν ἀγγέλων ἥ τε τοῦ συνειδότος ἐπαφωμένη τῆς ψυχῆς δύναμις δυνάμει τινὶ ἀρρήτῳ καὶ [7.7.37.3] ἄνευ τῆς αἰσθητῆς ἀκοῆς ἅμα νοήματι πάντα γινώσκει·
 [08377]  οἱ πολλοὶ δὲ οὐδὲ τοῦτο ἐξητάκασιν, εἰ ἔστι τινὶ ἀκολουθητέον καὶ τίνι τούτῳ [7.16.100.3] καὶ ὅπως.
 [08476]  ἐοίκασι δέ πως οἱ Στρωματεῖς οὐ παραδείσοις ἐξησκημένοις ἐκείνοις τοῖς ἐν στοίχῳ καταπεφυτευμένοις εἰς ἡδονὴν ὄψεως, ὄρει δὲ μᾶλλον συσκίῳ τινὶ καὶ δασεῖ κυπαρίσσοις καὶ πλατάνοις δάφνῃ τε καὶ κισσῷ, μηλέαις τε ὁμοῦ καὶ ἐλαίαις καὶ συκαῖς καταπεφυτευμένῳ, ἐξεπίτηδες ἀναμεμιγμένης τῆς φυτείας καρποφόρων τε ὁμοῦ καὶ ἀκάρπων δένδρων διὰ τοὺς ὑφαιρεῖσθαι καὶ κλέπτειν τολμῶντας τὰ ὥρια, ἐθελούσης [7.18.111.2] λανθάνειν τῆς γραφῆς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»