Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τούτῳ [107]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τούτῳ


000-00-00 Serial Number=0310174286
Eclogae propheticae Ante [Go Back]  
 [00128]  τούτῳ οὖν τὰ χοϊκὰ ἀποδοτέον, ἃ πεφορέκαμεν ἐν τῇ εἰκόνι τοῦ χοϊκοῦ, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ·
000-00-00 Serial Number=0601501703
Paedagogus Ante [Go Back]  
 [00022]  οὗτος ἡμῖν εἰκὼν ἡ ἀκηλίδωτος, τούτῳ παντὶ σθένει πειρατέον ἐξομοιοῦν τὴν ψυχήν·
 [00063]  Ὁ ἄνθρω πος ἄρα ὃν πεποίηκεν ὁ θεός, δι' αὑτὸ αἱρετόν ἐστιν, τὸ δὲ δι' αὑτὸ αἱρετὸν οἰκεῖόν ἐστιν ὅτῳπερ ἂν ᾖ δι' αὑτὸ αἱρετόν, τούτῳ δὲ καὶ ἀσμενιστὸν καὶ φιλητόν.
 [00081]  Ἐν γὰρ τῷ αἰῶνι τούτῳ, φησίν, γαμοῦσι καὶ γαμίσκονται, ἐν ᾧ δὴ μόνῳ τὸ θῆλυ τοῦ ἄρρενος διακρίνεται, ἐν ἐκείνῳ δὲ οὐκέτι, ἔνθα τοῦ κοινωνικοῦ καὶ ἁγίου τούτου βίου τοῦ ἐκ συζυγίας τὰ ἔπαθλα οὐκ ἄρρενι καὶ θηλείᾳ, ἀνθρώπῳ δὲ ἀπόκειται ἐπιθυμίας διχαζούσης αὐτὸν κεχωρισμένῳ.
 [00401]  εἴτε αὖ ἀπὸ τῶν ἐν μαστοῖς παρακειμένων φλεβῶν ἀναστομουμένων κατὰ τὰς διατάσεις τῆς κυήσεως τὸ αἷμα μεταχεῖται εἰς τὰς φυσικὰς τῶν μαστῶν σήραγγας, τούτῳ δὲ ἀνακιρνάμενον τὸ ἀπὸ τῶν γειτνιωσῶν καταπεμπόμενον ἀρτηριῶν πνεῦμα, μενούσης ἔτι τῆς ὑποκειμένης ἀκεραίου τοῦ αἵματος οὐσίας, ἐκκυμαινόμενον λευκαίνεται καὶ τῇ τοιαύτῃ ἀνακοπῇ κατ' ἐξαφρισμὸν μεταβάλλεται, παραπλήσιόν τι πεπονθὸς τῇ θαλάττῃ, ἣν δὴ κατὰ τὰς ἐμβολὰς τῶν πνευμάτων οἱ ποιηταί φασιν [1.6.40.1] ἀποπτύειν ἁλὸς ἄχνην·
 [00407]  Πάντῃ δὲ ἔοικεν τούτῳ ἡ πνευματικὴ τροφή, γλυκεῖα μὲν διὰ τὴν χάριν ὑπάρχουσα, τρόφιμος δὲ ὡς ζωή, λευκὴ δὲ ὡς ἡμέρα Χριστοῦ, καὶ τὸ αἷμα [1.6.41.1] τοῦ λόγου πεφανέρωται ὡς γάλα.
 [00478]  ἡ γὰρ ἐν τούτῳ δύναμις, θρομβοῦσα τοῦ αἵματος τὴν φύσιν, ὃν τρόπον ἡ πυτία συνίστησι τὸ γάλα, οὐσίαν ἐργάζεται μορφώσεως·
 [00613]  Ἐπιφέρει γοῦν, τὸ λυσιτελὲς τῷ λαῷ συμβουλεύων, αὐτοῦ ἀκούσεσθε λέγων, καὶ ὁ ἄνθρωπος, ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου τούτου, τούτῳ ἀπειλεῖ.
 [00803]  Κέχρηται τῷ τρόπῳ τούτῳ τῆς παιδαγωγίας διὰ Ἡσαΐου λέγων·
 [00818]  ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλείω ἡ γῆ·
 [00838]  Κέχρηται τῷ εἴδει [1.9.79.2] τούτῳ ἐν εὐαγγελίῳ·
 [00860]  Καὶ τούτῳ κέχρηται τῷ βοηθήματι ὁ θεῖος παιδαγωγὸς διὰ Ἱερεμίου λέγων·
 [01205]  Ταύτῃ τοι ὁ ἀπόστολος εὐλαβούμενος περὶ ἡμῶν τὰ δεῖπνα διακρίνει μὴ συναναμίγνυσθαι φάσκων, εἴ τις ἀδελφὸς λεγόμενος εὑρίσκοιτο πόρνος ἢ μοιχὸς ἢ εἰδωλολάτρης, τούτῳ μηδὲ συνεσθίειν, ἢ τὸν λόγον ἢ τὸ ὄψον, ὑποπτεύων τὸν μολυσμὸν τὸν ἐντεῦθεν, καθάπερ καὶ τῶν δαιμονίων τὰς τραπέζας.
 [01290]  Ἐλθόντα δέ με, φησίν, ὁ ταύτῃ λεγόμενος αὖ βίος εὐδαίμων, Ἰταλικῶν τε καὶ Συρακουσσίων τραπεζῶν πλήρης, οὐδαμῶς ἤρεσεν, δὶς τῆς ἡμέρας ἐμπιμπλάμενον ζῆν καὶ μηδέποτε μόνον κοιμώμενον νύκτωρ, καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ·
 [01372]  Ὁρᾶτε ὅλον διερρωγότα τὸν φίλοινον, ὃς παρορᾷ μὲν τὸν λόγον αὐτόν, ἔκδοτον δὲ αὑτὸν συνεχώρησεν τῇ μέθῃ, ὅσα τούτῳ ἠπείλησεν ἡ γραφή·
 [01722]  Ἀλλ' ἡ μὲν γυνὴ μηδέπω τοῦ λόγου μεταλαβοῦσα ἔτι γὰρ ἦν ἁμαρτωλός , ὅπερ ἡγεῖτο τὸ κάλλιστον εἶναι παρ' αὐτῇ, τὸ μύρον, τούτῳ τετίμηκε τὸν δεσπότην·
 [01890]  πολυωρεῖ γὰρ τὸν ἄνθρωπον ὁ πατὴρ καὶ τὴν ἰδίαν αὐτοῦ τέχνην τούτῳ παρέχει μόνῳ.
 [01987]  οὐ γὰρ συνεχεῖς αἱ κυήσεις τῷ ζῴῳ γίγνονται τούτῳ πλεοναζούσης [2.10.86.2] ἐν αὐτοῖς ἀδεῶς τῆς παρὰ φύσιν σπορᾶς.
 [02021]  ταύτῃ μοι δοκεῖ καὶ ὠνομάσθαι αἰδοῖον, ὅτι χρὴ παντὸς μᾶλλον τούτῳ τοῦ σώματος τῷ [2.10.90.3] μέρει χρῆσθαι μετὰ αἰδοῦς·
 [02125]  Ἐν γὰρ τῷ αἰῶνι τούτῳ γαμοῦσι καὶ γαμίσκονται, καταργήσαντες δὲ τὰ τῆς σαρκὸς ἔργα, αὐτῇ καθαρᾷ τῇ σαρκὶ ἐπενδυσάμενοι τὴν ἀφθαρ [2.10.100.4] σίαν τὸ πρὸς μέτρον τῶν ἀγγέλων διώκομεν.
 [02333]  οἵ τε καθετῆρες καλούμενοι ἁλύσεων ἐπέχοντες τρόπον καὶ παρὰ τοῖς Ἀττικοῖς αὐτῷ τούτῳ τῷ ὀνόματι ἁλύσεις [2.12.122.4] κέκληνται.
 [02366]  Μακάριοι μεντἂν ἦσαν οἱ παλαιοὶ τῶν Ἑβραίων, εἰ περιελόμενοι τὸν κόσμον τῶν γυναικῶν ἔρριψαν ἢ ἐχώνευσαν μόνον, νυνὶ δὲ εἰς βοῦν χρυσοχοήσαντες καὶ τούτῳ εἰδωλολατρήσαντες αὐτοὶ μὲν οὐκ ὤναντο οὔτε τῆς τέχνης οὔτε τῆς ἐπιβολῆς, ἐδίδαξαν δὲ ἡμῶν τὰς γυναῖκας τυπικώτατα κοσμίων ἀποσχέσθαι.
 [02589]  τούτῳ πρέπειν ἐδικαίωσε τὸ λάσιον ὁ θεός, καὶ διέσπειρεν παρὰ πᾶν τὸ σῶμα τοῦ ἀνδρὸς τὰς τρίχας, τὸ δὲ ὅσον λεῖον αὐτοῦ καὶ μαλθακὸν ἀφείλετο τῆς πλευρᾶς εἰς ὑποδοχὴν σπέρματος εὐαφῆ τὴν Εὔαν δημιουργήσας γυναῖκα βοηθὸν οὖσαν γενέσεως [3.3.19.2] καὶ οἰκουρίας.
 [02713]  καὶ γὰρ ἐκπλήττουσαι τούτῳ τοὺς ἀπειροκάλους θαυμάζειν σφᾶς τεχνῶνται τοὺς ἐραστάς, οἳ μετ' ὀλίγον αὐταῖς ἐνυβρίζουσι γυμναῖς.
 [02825]  πολυτρόπως δὲ ὅμως ὠφελῶν ὁ παιδαγωγὸς ὁ φιλάνθρωπος τὰ μὲν παρῄνεσεν, τὰ δὲ καὶ ὠνείδισεν, τὸ δὲ καὶ ἄλλων ἁμαρτανόντων τὸ αἶσχος αὐτῶν ὑπέδειξεν ἡμῖν καὶ τὴν ἐπὶ τούτῳ τιμωρίαν ψυχαγωγῶν τε ἅμα καὶ νουθετῶν ἐφανέρωσε, φιλάνθρωπον ἀποτροπὴν τῆς κακίας μηχανώμενος διὰ τῆς τῶν [3.8.43.3] προπεπονθότων ἐνδείξεως·
 [02919]  Ὁ δὲ καὶ ἐν τούτῳ ἄρα ζηλωτὴς Μωυσέως, ὁ πάντα ἄριστος Πλάτων, ὑφὴν ἐκείνην ἀποδέχεται, ᾗ μὴ πλέον ἔργον πρόσεστι γυναικὸς σώφρονος·
 [03323]  Καὶ ἐν τούτῳ γιγνώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, [3.12.98.3] ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
 [03324]  Ὁ λέγων ὅτι ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν·
 [03325]  ὃς δ' ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται.
 [03326]  Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν·
000-00-00 Serial Number=0854411542
Protrepticus Ante [Go Back]  
 [00696]  ἡμεῖς γάρ, ἡμεῖς ἐσμεν οἱ τὴν εἰκόνα τοῦ θεοῦ περιφέροντες ἐν τῷ ζῶντι καὶ κινουμένῳ τούτῳ ἀγάλματι, τῷ ἀνθρώπῳ, σύνοικον εἰκόνα, σύμβουλον, συνόμιλον, συνέστιον, συμπαθῆ, ὑπερπαθῆ·
 [00844]  Εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος·
 [01042]  Τί δὲ τῷ δαλῷ τῷ θανατηφόρῳ τούτῳ προσπεφεύγασιν, μεθ' οὗ καταφλεχθήσονται, ἐξὸν βιῶναι καλῶς κατὰ τὸν θεόν, οὐ [10.90.3] κατὰ τὸ ἔθος;
 [01104]  Μόνον δ' ἄρα εἰ θεοσεβητέον, ζητεῖτε, καὶ εἰ τῷ σοφῷ τούτῳ [δὴ] τῷ θεῷ καὶ τῷ Χριστῷ κατακολουθητέον, τοῦτο δὴ βουλῆς καὶ σκέψεως ἀξιοῦτε, οὐδ' ὃ πρέπει θεῷ, ὅ τι ποτέ ἐστι, νενοηκότες.
 [01280]  Καὶ γὰρ ὥσπερ ἡλίου μὴ ὄντος ἕνεκα τῶν ἄλλων ἄστρων νὺξ ἂν ἦν τὰ πάντα, οὕτως εἰ μὴ τὸν λόγον ἔγνωμεν καὶ τούτῳ κατηυγάσθημεν, οὐδὲν ἂν τῶν σιτευο μένων ὀρνίθων ἐλειπόμεθα, ἐν σκότει πιαινόμενοι καὶ θανάτῳ [11.113.4] τρεφόμενοι.
000-00-00 Serial Number=0652505755
Quis dives salvetur Ante [Go Back]  
 [00058]  νῦν ἐν τῷ καιρῷ τούτῳ ἀγροὺς καὶ χρήματα καὶ οἰκίας καὶ ἀδελφοὺς ἔχειν μετὰ διωγμῶν εἰς ποῦ;
 [00129]  σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ.
 [00204]  δύσκολον γὰρ ἦν μὴ περιάγεσθαι μηδὲ καταστράπτεσθαι τὴν ψυχὴν ὑπὸ τῶν προσόντων ἁβρῶν τῷ προδήλῳ πλούτῳ καὶ ἀνθηρῶν γοητευμάτων, οὐκ ἀδύνατον δὲ τὸ καὶ ἐν τούτῳ λαβέσθαι σωτηρίας, εἴ τις ἑαυτὸν ἀπὸ τοῦ αἰσθητοῦ πλούτου ἐπὶ τὸν νοητὸν καὶ θεοδίδακτον μεταγάγοι καὶ μάθοι τοῖς ἀδιαφόροις χρῆσθαι καλῶς καὶ ἰδίως καὶ ὡς ἂν εἰς ζωὴν αἰώνιον [20.3] ὁρμήσαι.
 [00242]  ἐν ἐκείνῳ μὲν γὰρ τῷ λόγῳ μῖσος ἐκκό πτει καὶ κακοποιίαν, ἐν τούτῳ δὲ τὴν πρὸς τὰ σύντροφα δυσωπίαν.
 [00244]  εἰ γοῦν ἄθεος εἴη τινὶ πατὴρ ἢ υἱὸς ἢ ἀδελφὸς καὶ κώλυμα τῆς πίστεως γένοιτο καὶ ἐμπόδιον τῆς ἄνω ζωῆς, τούτῳ μὴ συμφερέσθω μηδὲ ὁμονοείτω, ἀλλὰ τὴν σαρκικὴν οἰκειότητα διὰ τὴν πνευματικὴν ἔχθραν διαλυσάτω.
 [00269]  νῦν δὲ ἐν τῷ καιρῷ τούτῳ ἀγροὺς καὶ χρήματα καὶ οἰκίας καὶ ἀδελφοὺς [25.2] ἔχειν μετὰ διωγμῶν εἰς ποῦ;
 [00382]  ᾧ μέτρῳ μετρεῖς, τούτῳ καὶ ἀντιμετρηθήσεταί σοι·
000-00-00 Serial Number=0775251925
Stromata Ante [Go Back]  
 [00108]  καὶ τὸν σίδηρον ἡ χρῆσις καθαρώτερον φυλάσσει, ἡ δὲ ἀχρηστία ἰοῦ τούτῳ γεννητική.
 [00443]  μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιέναι καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις [1.11.50.3] τὸ θέλημά μου, λέγει κύριος.
 [00638]  [1.15.73.4] παρὰ τούτῳ Ἀχιλλεὺς παιδεύεται ὁ ἐπ' Ἴλιον στρατεύσας, Ἱππὼ δὲἡ θυγάτηρ τοῦ Κενταύρου συνοικήσασα Αἰόλῳ ἐδιδάξατο αὐτὸν τὴν [1.15.73.5] φυσικὴν θεωρίαν, τὴν πάτριον ἐπιστήμην.
 [00641]  [1.15.73.6] παρὰ τῷ Αἰόλῳ τούτῳ Ὀδυσσεὺς μετὰ τὴν Ἰλίου ἅλωσιν ξενίζεται.
 [00714]  ᾧ γὰρ κωλῦσαι δύναμις ἦν, τούτῳ καὶ ἡ αἰτία τοῦ συμβαίνοντος [1.17.82.3] προσάπτεται.
 [00995]  ἡ δὲ ἀδελφὴ Ὀζίου Ἰωσαβαία ἐξέκλεψε τὸν υἱὸν Ὀζίου Ἰωὰν καὶ τούτῳ [1.21.116.2] περιέθηκεὕστερον τὴν βασιλείαν.
 [01019]  τούτῳ δι' ὁσιότητα πρὸς τῷ τέλει τοῦ βίου γενομένῳ διὰ Ἡσαΐου δωρεῖται ὁ θεὸς ἄλλα ἔτη βιῶσαι πεντεκαίδεκα δι' [1.21.119.3] ἀναποδισμοῦ ἡλίου.
 [01829]  μὴ συσχηματίζεσθε, φησὶν ὁ ἀπόστολος, τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ [2.9.41.5] εὐάρεστον καὶ τέλειον.
 [02166]  ἀντακολουθοῦσι δὲ ἀλλήλαις αἱ ἀρεταί, καὶ παρ' ᾧ αἱ τῶν ἀρετῶν ἀκολουθίαι, παρὰ [2.18.80.3] τούτῳ καὶ ἡ σωτηρία, τήρησις οὖσα τοῦ εὖ ἔχοντος.
 [02359]  ὁ κόσμος τούτῳ, φησίν, ἐσταύρωται καὶ αὐτὸς τῷ κόσμῳ.
 [02388]  ἐὰν γὰρ ἀπολῦσαι καὶ ἀποστῆσαι καὶ ἀφορίσαι (τοῦτο γὰρ ὁ σταυρὸς σημαίνει) τὴν ψυχὴν ἐθελήσῃς τῆς ἐν τούτῳ τῷ ζῆν τέρψεώς τε καὶ ἡδονῆς, ἕξεις αὐτὴν ἐν τῇ [2.20.109.1] ἐλπίδι τῇ προσδοκωμένῃ εὑρημένην καὶ ἀναπεπαυμένην.
 [02678]  πρὸς ἀναστολὴν τῆς εὐεπιφορίας τῶν παθῶν ἀναιρεῖσθαι προστάττει τὴν μοιχευθεῖσαν καὶ ἐπὶ τούτῳ ἐλεγχθεῖσαν·
 [02800]  καὶ διότι τούτῳ σημαίνει ἃ ἂν σημαίνῃ ἡ ψυχή, καὶ ταύτῃ σῆμα ὀρθῶς καλεῖσθαι.
 [02804]  μαρτυρέονται δὲ καὶ οἱ παλαιοὶ θεολόγοι τε καὶ μάντιες, ὡς διά τινας τιμωρίας ἁ ψυχὰ τῷ σώματι συνέζευκται [3.3.17.2] καὶ καθάπερ ἐν σήματι τούτῳ τέθαπται.
 [02936]  διὸ δὴ καὶ αὐτοὶ ἀντιτασσόμεθα τούτῳ εἰς ἐκδικίαν τοῦ πατρός, ἀντιπράσσοντες τῷ βουλήματι τοῦ δευτέρου.
 [02945]  ἢ τοίνυν καὶ τὴν Χριστοῦ παραίνεσιν ἀρνήσονται ἀντιτασσόμενοι τῷ ἀντιτεταγμένῳ, ἢ φίλοι [3.4.36.3] γινόμενοι τούτῳ οὐκ ἀντιδικήσουσιν.
 [02965]  ὅμοιον τούτῳ τὸ παρὰ τῷ Μαλαχίᾳ, τὸ προειρημένον, [3.4.38.5] ἀντέστησαν θεῷ καὶ ἐσώθησαν·
 [03015]  ὁ λέγων, ἔγνωκα τὸν κύριον, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν, Ἰωάννης λέγει.
 [03393]  τὸ δὲ οἱ υἱοὶ τοῦ αἰῶνος τούτου οὐ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλου τινὸς αἰῶνος υἱῶν εἴρηκεν, ἀλλ' ἐπ' ἴσης τῷ οἱ ἐν τούτῳ γενόμενοι τῷ αἰῶνι, διὰ τὴν γένεσιν υἱοὶ ὄντες, γεννῶσι καὶ γεννῶνται, ἐπεὶ μὴ ἄνευ γενέσεώς τις <εἰς> τόνδε τὸν βίον παρελεύσεται, ἀλλ' ἥδε ἡ γένεσις τὴν ὁμοίαν ἐπιδεχομένη φθορὰν οὐκέτι ἀναμένει τὸν [3.12.87.4] ἅπαξ τοῦδε τοῦ βίου κεχωρισμένον.
 [03419]  ὁ δὲ εἰπὼν γυναῖκα ἔγημα καὶ οὐ δύναμαι ἐλθεῖν εἰς τὸ δεῖπνον τὸ θεῖον ὑπόδειγμα ἦν εἰς ἔλεγχον τῶν διὰ ἡδονὰς ἀφισταμένων τῆς θείας ἐντολῆς, ἐπεὶ τούτῳ τῷ λόγῳ οὔθ' οἱ πρὸ τῆς παρουσίας δίκαιοι οὔθ' οἱ μετὰ τὴν παρουσίαν γεγαμηκότες κἂν ἀπόστολοι ὦσι [3.12.90.5] σωθήσονται.
 [03618]  τὸ γὰρ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ μόνῳ ἀνακεφαλαιοῦται τῷ λόγῳ, [4.3.10.3] τῷ·
 [03621]  εἰ δὴ ὁ τὸν πλησίον ἀγαπῶν κακὸν οὐκ ἐργάζεται καὶ πᾶσα ἐντολὴ ἐν τούτῳ ἀνακεφαλαιοῦται, τῷ ἀγαπᾶν τὸν πλησίον, αἱ τὸν φόβον ἐπαρτῶσαι ἐντολαὶ ἀγάπην, [4.3.11.1] οὐ μῖσος κατασκευάζουσιν.
 [03669]  [4.4.18.2] ᾧ δὲ οὐδὲ τὸ τυχὸν προσελθεῖν ἔστιν εἰς ὕψος ἄνευ τοῦ ἐν τοῖς ἀναγκαίοις εἶναι καὶ δι' αὐτῶν πάντα ποιεῖν τὰ πρὸς τὴν γνῶσιν [4.4.18.3] συντείνοντα, τὸ εὖ ζῆν τούτῳ πῶς οὐχ αἱρετέον;
 [03685]  τούτῳ τῷ λόγῳ [4.5.22.3] ἀναφαίνεται τὸ ἀγαθὸν κακὸν καὶ τὸ κακὸν ἀγαθόν.
 [03840]  ὁ μὲν γὰρ τοῖς χείλεσιν ἀγαπῶν λαός, τὴν δὲ καρδίαν μακρὰν ἔχων ἀπὸ τοῦ κυρίου ἄλλος ἐστίν, ἄλλῳ πεπεισμένος, καὶ τούτῳ ἑκὼν ἑαυτὸν [4.7.43.4] πέπρακεν·
 [04029]  ναὶ μὴν καὶ ἐλεύθερος, κἂν <πρὸς> τυράννου θάνατος ἀπειλῆται τούτῳ, κἂν ἐπὶ δικαστήρια ἄγηται καὶ εἰς κινδύνους ἐσχάτους περιέλκηται περί τε τῆς κτήσεως ἁπάσης κινδυνεύσῃ, οὐκ ἀφέξεται τῆς θεοσεβείας οὐδ' ὁπωστιοῦν·
 [04213]  ἀντίδικος δὲ οὐ τὸ σῶμα, ὥς τινες βούλονται, ἀλλ' ὁ διάβολος (καὶ οἱ τούτῳ ἐξομοιούμενοι), ὁ συνοδεύων ἡμῖν δι' ἀνθρώπων τῶν ζηλούντων τὰ [4.14.95.3] ἔργα αὐτοῦ ἐν τῷ ἐπιγείῳ τῷδε βίῳ.
 [04257]  ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν.
 [04333]  [7] [4.17.107.6] καὶ ὅσῳ τις δικαιοπραγῶν γνωστικώτερος γίνεται, προσεχέστερον [4.17.107.7] τούτῳ τὸ πνεῦμα τὸ φωτεινόν.
 [04367]  [4.18.111.1] Ἡ σεμνὴ οὖν τῆς φιλανθρωπίας ἡμῶν καὶ ἁγνὴ ἀγωγὴ κατὰ τὸν Κλήμεντα τὸ κοινωφελὲς ζητεῖ, ἐάν τε μαρτυρῇ ἐάν τε καὶ παιδεύῃ ἔργῳ τε καὶ λόγῳ, διττῷ δὲ τούτῳ, ἀγράφῳ τε καὶ ἐγγράφῳ.
 [04418]  μηδαμῶς, κύριε, ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ, ἢ κἀμὲ ἐξάλειψον ἐκ βίβλου ζώντων.
 [04541]  τούτῳ τέθνηκεν ἡ σάρξ.
 [04595]  συνᾴδειν τούτῳ καὶ ὁ Ἡράκλειτος φαίνεται δι' ὧν φησι περὶ τῶν ἀνθρώπων διαλεγόμενος·
 [04626]  τούτῳ δυνατὸν τῷ τρόπῳ τὸν γνωστικὸν ἤδη γενέσθαι θεόν·
 [04655]  τούτῳ φησὶν ἡ γραφή·
 [04674]  ὁ μὲν οὖν θεὸς ἀναπόδεικτος ὢν οὐκ ἔστιν ἐπιστημονικός, ὁ δὲ υἱὸς σοφία τέ ἐστι καὶ ἐπιστήμη καὶ ἀλήθεια καὶ ὅσα ἄλλα τούτῳ συγγενῆ, καὶ δὴ καὶ ἀπόδειξιν ἔχει καὶ διέξοδον.
 [04743]  καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα·
 [05267]  ὁμοία τούτῳ τῷ βιβλίῳ καὶ ἡ Φερεκύδους θεολογία τοῦ Συρίου.
 [05276]  ὅτι ὁ δίκαιος καὶ ἐν τούτῳ τῷ κόσμῳ περιπατεῖ [5.8.51.6] καὶ τὸν ἅγιον αἰῶνα ἐκδέχεται.
 [05463]  ἐν τούτῳ καὶ ὁ λόγος ἤνθησέν τε καὶ ἐκαρποφόρησεν σὰρξ γενόμενος καὶ τοὺς γευσαμένους τῆς χρηστότητος αὐτοῦ ἐζωοποίησεν, ἐπεὶ μηδὲ ἄνευ τοῦ ξύλου εἰς γνῶσιν ἡμῖν [5.11.72.4] ἀφῖκται·
 [05574]  εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παραγιγνόμενον, οὐκ ἄνευ νοῦ, οἷς ἂν παραγίγνηται.
 [05584]  πιστευτέον ἄρα τούτῳ καὶ κατὰ Πλάτωνα, κἂν ἄνευ γε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων διά τε τῆς παλαιᾶς διά τε τῆς νέας διαθήκης κηρύσσηται καὶ λέγηται.
 [05604]  τούτῳ ὁ θυρωρὸς ἀνοίγει.
 [05788]  παραπλήσια τούτῳ καὶ οἱ ἐλλογιμώτατοι τῶν Στωϊκῶν δογματίζουσι περί τε ἐκπυρώσεως διαλαμβάνοντες καὶ κόσμου διοικήσεως καὶ τοῦ ἰδίως ποιοῦ κόσμου τε καὶ ἀνθρώπου [5.14.105.2] καὶ τῆς τῶν ἡμετέρων ψυχῶν ἐπιδιαμονῆς.
 [05963]  εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος·
 [06684]  καὶ ὅτῳ δὴ ἡ ἐπίτασις τῆς δικαιοσύνης εἰς ἀγαθοποιίαν ἐπιδέδωκεν, τούτῳ ἡ τελείωσις ἐν ἀμεταβόλῳ ἕξει εὐποιίας καθ' ὁμοίωσιν τοῦ θεοῦ διαμένει·
 [06766]  κἂν γὰρ μετὰ λόγου γινόμενα τὰ προειρημένα ἀγαθά τις ἐκδέχηται, ἀλλ' οὖν γε ἐπὶ τοῦ τελείου οὐ παραδεκτέον, ὃς οὔτε θαρσεῖν ἔχει (οὐδὲ γὰρ ἐν δεινοῖς γίνεται, μηδὲν δεινὸν ἡγούμενος τῶν ἐν τῷ βίῳ, οὐδὲ ἀποστῆσαί τι καὶ τούτου αὐτὸν τῆς πρὸς τὸν θεὸν ἀγάπης δύναται), οὔτε εὐθυμίας χρεία ἐστίν (οὐδὲ γὰρ εἰς λύπην ἐμπίπτει, πάντα καλῶς γίνεσθαι πεπεισμένος) οὐδὲ μὴν θυμοῦται (οὐδὲ γάρ ἐστιν ὅ τι συγκινήσει αὐτὸν πρὸς θυμόν, ἀγαπῶντα ἀεὶ τὸν θεὸν καὶ πρὸς τούτῳ μόνῳ ὅλον τετραμμένον καὶ διὰ τοῦτο μηδὲν τῶν [6.9.71.5] κτισμάτων τοῦ θεοῦ μεμισηκότα)·
 [06769]  οὔτ' οὖν ἐπιθυμίᾳ καὶ ὀρέξει τινὶ περιπίπτει οὔτε ἐνδεής ἐστι κατά γε τὴν ψυχὴν τῶν ἄλλων τινός, συνὼν ἤδη δι' ἀγάπης τῷ ἐραστῷ, ᾧ δὴ ᾠκείωται κατὰ τὴν αἵρεσιν, καὶ τῇ ἐξ ἀσκήσεως ἕξει τούτῳ προσεχέστερον συνεγγίζων, μακάριος ὢν διὰ τὴν τῶν ἀγαθῶν περιουσίαν, ὥστε ἕνεκά γε τούτων ἐξομοιοῦσθαι [6.9.72.2] βιάζεται τῷ διδασκάλῳ εἰς ἀπάθειαν·
 [06780]  θάρσους τε καὶ ἐπιθυμίας τίς ἔτι τούτῳ χρεία, τὴν ἐκ τῆς ἀγάπης οἰκείωσιν πρὸς τὸν ἀπαθῆ θεὸν ἀπειληφότι καὶ διὰ τῆς ἀγάπης ἑαυτὸν εἰς τοὺς [6.9.74.1] φίλους ἐγγεγραφότι;
 [06786]  τίς γὰρ ὑπολείπεται ἔτι τούτῳ εὔλογος αἰτία ἐπὶ τὰ κοσμικὰ παλινδρομεῖν ἀγαθὰ τῷ τὸ ἀπρόσιτον ἀπειληφότι φῶς, κἂν μηδέπω κατὰ τὸν χρόνον καὶ τὸν τόπον, ἀλλ' ἐκείνῃ γε τῇ γνωστικῇ ἀγάπῃ, δι' ἣν καὶ ἡ κληρονομία καὶ ἡ παντελὴς ἕπεται ἀποκατάστασις, βεβαιοῦντος δι' ἔργων τοῦ μισθαποδότου, ὃ διὰ τοῦ ἑλέσθαι γνωστικῶς διὰ τῆς ἀγάπης φθάσας [6.9.75.3] προείληφεν ὁ γνωστικός;
 [06788]  [6.9.76.1] Πῶς οὖν ἔτι τούτῳ τῆς ἀνδρείας χρεία, μὴ γινομένῳ ἐν δεινοῖς, [6.9.76.2] τῷ γε μὴ παρόντι, ὅλως δὲ ἤδη συνόντι τῷ ἐραστῷ;
 [06969]  ἀδελφὴ δὲ τούτῳ ἡ γυνὴ μετὰ τὴν παιδοποιίαν, ὡς καὶ ὁμοπατρία, κρίνεται, τότε μόνον τοῦ ἀνδρὸς ἀναμιμνῃσκομένη, ὁπηνίκα ἂν τοῖς τέκνοις προσβλέπῃ, ὡς ἂν ἀδελφὴ τῷ ὄντι ἐσομένη καὶ μετὰ τὴν ἀπόθεσιν τῆς σαρκὸς τῆς διαχωριζούσης καὶ διοριζούσης τὴν γνῶσιν τῶν πνευματικῶν τῇ ἰδιότητι τῶν σχημάτων.
 [07303]  [6.16.146.3] Ἕπεται τούτῳ ὁ περὶ μοιχείας λόγος.
 [07510]  τούτῳ πᾶσα ὑποτέτακται στρατιὰ ἀγγέλων τε καὶ θεῶν, τῷ λόγῳ τῷ πατρικῷ τὴν ἁγίαν οἰκονομίαν ἀναδεδεγμένῳ διὰ τὸν ὑποτάξαντα, δι' ὃν καὶ πάντες αὐτοῦ οἱ ἄνθρωποι, ἀλλ' οἳ μὲν κατ' ἐπίγνωσιν, οἳ δὲ οὐδέπω, καὶ οἳ μὲν ὡς φίλοι, οἳ δὲ ὡς οἰκέται πιστοί, οἳ δὲ ὡς ἁπλῶς οἰκέται.
 [07914]  ὁ δὲ ἅπαξ πιστὸς πῶς ἂν ἑαυτὸν ἄπιστον παράσχοι, ὡς καὶ ὅρκου δεῖσθαι, [7.8.50.3] οὐχὶ δὲ ἐμπέδως καὶ καθωρισμένως ὅρκον εἶναι τούτῳ τὸν βίον;
 [07942]  ἀδούλωτος οὗτος ἐν φόβῳ, ἀληθὴς ἐν λόγῳ, καρτερικὸς ἐν πόνῳ, μηδὲ ἐν τῷ προφορικῷ λόγῳ ψεύσασθαι θέλων ποτὲ κἀν τούτῳ τὸ ἀναμάρτητον πάντοτε κατορθῶν, ἐπεὶ τὸ ψεῦδος αὐτό, ἅτε μετά τινος δόλου εἰρημένον, οὐκ ἀργός ἐστι [7.9.54.1] λόγος, ἀλλ' εἰς κακίαν ἐνεργεῖ.
 [08032]  τούτῳ πάντα εἰς [7.11.65.5] ἑαυτὸν ἀνήρτηται πρὸς τὴν τοῦ τέλους κτῆσιν.
 [08094]  τερπνὰ τοίνυν τούτῳ πῶς ἔτι ἂν εἴη τὰ περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ ἀφροδίσιον ἡδονήν.
 [08144]  τούτῳ καὶ οἱ πειρασμοὶ προσάγονται οὐκ εἰς τὴν ἀποκάθαρσιν, ἀλλ' εἰς τὴν τῶν πέλας, ὡς ἔφαμεν, ὠφέλειαν, εἰ πεῖραν λαβὼν πόνων καὶ ἀλγηδόνων κατεφρόνησεν καὶ παρεπέμψατο.
 [08160]  κἂν ἐκ τῆς ἑαυτοῦ ἐνδείας παρεχόμενος δι' εὐποιίαν πάθῃ τι δύσκολον, οὐ δυσχεραίνει ἐπὶ τούτῳ, προσαύξει δὲ ἔτι μᾶλλον τὴν εὐεργεσίαν.
 [08377]  οἱ πολλοὶ δὲ οὐδὲ τοῦτο ἐξητάκασιν, εἰ ἔστι τινὶ ἀκολουθητέον καὶ τίνι τούτῳ [7.16.100.3] καὶ ὅπως.
 [08437]  τὸ οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ·
 [08612]  ἐν ᾧ γὰρ ψευδὴς δείκνυται ἡ ἀναιροῦσα ἐποχή, ἐν τούτῳ τὰ ἀναιρούμενα ἀληθῆ δείκνυται, ὡς ὁ ὄνειρος ὁ λέγων ψευδεῖς εἶναι [8.5.15.6] πάντας τοὺς ὀνείρους.
 [08620]  εἰ δὲ καὶ τοῦτο ἀμφισβητήσιμον ἐρεῖ τὸ ἀγνοεῖν τἀληθές, ἐν αὐτῷ τούτῳ δίδωσιν εἶναι τὸ ἀληθὲς γνώριμον, ἐν ᾧ τὴν περὶ αὐτοῦ ἐποχὴν φαίνεται μὴ βεβαιῶν.
 [08770]  αἴτιος μὲν γὰρ αὐτῷ θανάτου ἐγένετο, οὐχ ὁ θάνατος δὲ τούτῳ πάλιν τὴν θανασίμην ἀντεπέθηκεν πληγήν, ἀλλ' αὐτὸς ὁ τρωθείς, ὥστ' ἄλλου μὲν αὐτὸς γέγονεν αἴτιος, ἄλλον δὲ ἔσχεν αἴτιον, καὶ ὁ ἀδικήσας ἄλλῳ μὲν αἴτιος καθίσταται τοῦ ἀδικηθέντος, ὁ δὲ ἀντιτιμωρεῖσθαι κελεύων νόμος οὐκ ἀδικήματος, ἀλλὰ τῷ μὲν ἐκδικίας, τῷ δὲ παιδείας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»