Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φέρει [21]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φέρει


000-00-00 Serial Number=0697289765
Eclogae propheticae Ante [Go Back]  
 [00166]  [29.3] φέρει δὲ καὶ ἄλλως συγγυμνασίαν ψυχῆς ζητητικῆς ἡ τῆς ἑτεροδόξου διδασκαλίας ἔκθεσις, καὶ ἀνεξαπάτητον τῆς ἀληθοῦς τηρεῖ τὸν μαθη τήν, περισαλπίζεσθαι πάντοθεν ἤδη προμεμελετηκότα τοῖς πολεμι κοῖς ὀργάνοις.
 [00178]  Οἶδα δὲ ἐγὼ ὅτι τὰ τῆς γνώσεως μυστήρια τοῖς μὲν πολλοῖς χλεύην φέρει καὶ μάλιστα μὴ κεκαττυμένα σοφιστικῇ τροπολογίᾳ, τοὺς δὲ ὀλίγους καθάπερ φῶς ἐπεισενεχθὲν ἐξαίφνης συμποσίῳ τινὶ συνηρεφεῖ ἐκπλήξει τὰ πρῶτα, ἔπειτα ἐθίσαντες καὶ συντραφέντες καὶ ἐγγυμνασάμενοι τῷ λογισμῷ ὡς ὑφ' ἡδονῆς εὐφραινόμενοι καὶ [35.2] ἀγαλλιώμενοι * * τὸν κύριον.
000-00-00 Serial Number=0346405268
Paedagogus Ante [Go Back]  
 [00130]  φέρει γὰρ οἶνον ἡ ἄμπελος, ὡς αἷμα ὁ λόγος, ἄμφω δὲ ἀνθρώποις ποτὸν εἰς σωτηρίαν, ὁ μὲν οἶνος τῷ σώματι, τὸ δὲ αἷμα τῷ πνεύματι.
 [01437]  οὐδεὶς γὰρ ψόφος οἰκεῖος ἀνδρὶ λογικῷ, ἔτι δὲ μᾶλλον γυναικί, ᾗ καὶ τὸ συνειδέναι αὐτὴν ἑαυτῇ, ἥτις εἴη, μόνον αἰσχύνην φέρει.
 [02911]  δεινὴ γὰρ ἡ τρυφὴ εἰς κόρον ἐξοκείλασα σκιρτῆσαι καὶ ἀναχαιτίσαι καὶ τὸν ἡνίοχον, καὶ τὸν παιδαγωγόν, ἀποσείσασθαι, ὃς πόρρωθεν ἀνακόπτων τὰς ἡνίας ἄγει καὶ φέρει πρὸς σωτηρίαν τὸν ἵππον τὸν ἀνθρώπειον, τὸ ἄλογον μέρος τῆς ψυχῆς τὸ περὶ ἡδονὰς καὶ ὀρέξεις ἐπιψόγους καὶ λίθους καὶ χρυσίον καὶ ἐσθῆτα ποικίλην καὶ τὴν ἄλλην χλιδὴν [3.11.53.3] ἐκθηριούμενον·
000-00-00 Serial Number=0900950849
Protrepticus Ante [Go Back]  
 [01148]  Εἶθ' ὁ μὲν ἄπυστος τοῦ λόγου συγγνώμην τῆς πλάνης ἔχει τὴν ἄγνοιαν, ὁ δὲ εἰς ὦτα βαλόμενος καὶ τῇ ψυχῇ <παρακούσας> παρὰ τῆς γνώμης φέρει τὴν ἀπείθειαν, καὶ ὅσῳ γε φρονιμώτερος εἶναι δόξει, πρὸς κακοῦ ἡ σύνεσις αὐτῷ, ὅτι τῇ φρονήσει κέχρηται κατηγόρῳ τὸ βέλτιστον οὐχ ἑλόμενος·
000-00-00 Serial Number=0669137836
Quis dives salvetur Ante [Go Back]  
 [00165]  [17.2] Θησαυροὺς δέ γε ὁ κύριος οἶδε διττούς, τὸν μὲν ἀγαθόν, ὁ γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προ φέρει τὸ ἀγαθόν, τὸν δὲ πονηρόν, ὁ γὰρ κακὸς ἐκ τοῦ κακοῦ θησαυροῦ προφέρει τὸ κακόν, ὅτι ἐκ περισσεύματος τῆς καρδίας τὸ [17.3] στόμα λαλεῖ.
000-00-00 Serial Number=0256605685
Stromata Ante [Go Back]  
 [00349]  [1.8.41.1] ἀγλωσσίᾳ δὲ πολλάκις ληφθεὶς ἀνὴρ δίκαια λέξας ἧσσον εὐγλώσσου φέρει.
 [00696]  Ἀντίλοχος δὲ αὖ ὁ τοὺς ἵστορας πραγματευσάμενος ἀπὸ τῆς Πυθαγόρου ἡλικίας ἐπὶ τὴν Ἐπικούρου τελευτήν, ** γαμηλιῶνος δὲ δεκάτῃ ἱσταμένου γενομένην, ἔτη [1.16.80.3] φέρει τὰ πάντα τριακόσια δώδεκα.
 [01005]  Ἐρατοσθένης δὲ μετὰ τὸ ἑκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώσεως [1.21.117.8] τὴν Ὁμήρου ἡλικίαν φέρει.
 [01008]  Σωσίβιος δὲ ὁ Λάκων ἐν χρόνων ἀναγραφῇ κατὰ τὸ ὄγδοον ἔτος τῆς Χαρίλλου τοῦ Πολυδέκτου βασιλείας Ὅμηρον φέρει.
 [01022]  ∆ιευχίδας γὰρ ἐν τετάρτῳ Μεγαρικῶν περὶ τὸ διακοσιοστὸν ἐνενηκοστὸν ἔτος ὕστερον [1.21.119.5] τῆς Ἰλίου ἁλώσεως τὴν ἀκμὴν Λυκούργου φέρει·
 [01089]  Ἑλλάνικος γοῦν τοῦτον ἱστορεῖ κατὰ Μίδαν γεγονέναι, Φανίας δὲ πρὸ Τερπάνδρου τιθεὶς Λέσχην τὸν Λέσβιον Ἀρχιλόχου νεώτερον φέρει τὸν Τέρπανδρον, διημιλλῆσθαι δὲ τὸν Λέσχην Ἀρκτίνῳ καὶ νενικηκέναι·
 [02871]  ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀκολούθει μοι, ἀλλ' ἐκεῖνο σκοπείτωσαν ὡς τὴν ὁμοίαν τῆς σαρκὸς πλάσιν καὶ [3.4.25.4] Φίλιππος φέρει, νεκρὸν οὐκ ἔχων μεμιαμμένον.
 [03589]  εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀναψήσασθαι.
 [03595]  αὐτίκα τὸ μὲν ἀπιστεῖν τῇ ἀληθείᾳ θάνατον φέρει ὡς τὸ πιστεύειν ζωήν, ἔμπαλιν δὲ τὸ πιστεύειν τῷ ψεύδει, ἀπιστεῖν δὲ τῇ [4.3.8.5] ἀληθείᾳ εἰς ἀπώλειαν ὑποσύρει.
 [03992]  [4.8.62.2] οἶδα καὶ τὰς πλησίον τῆς Ἰβηρίας γυναῖκας ἔργῳ καὶ πόνῳ χρωμένας ἀνδρικῷ, κἂν πρὸς τὸ ἀποκυεῖν γένωνται οὐδὲν ἀνιείσας τῶν πρακτέων, ἀλλ' ἐν αὐτῇ πολλάκις τῇ ἁμίλλῃ τῶν πόνων ἡ γυνὴ [4.8.62.3] ἀποκυήσασα τὸ βρέφος ἀνελομένη οἴκαδε φέρει.
 [05918]  ὁ δὲ θεὸς ταύταν φέρει.
 [07935]  [7.9.53.1] Πᾶν ἄρα ὅτιπερ ἂν ἐν νῷ, τοῦτο καὶ ἐπὶ γλώσσης φέρει πρὸς τοὺς ἐπαΐειν ἀξίους ἐκ τῆς συγκαταθέσεως, καὶ ἀπὸ γνώμης λέγων [7.9.53.2] ἅμα καὶ βιούς.
 [08577]  [8.4.12.2] Ἀλλ' εἰ μὲν ἀποκρίνεσθαι ἕλοιτο, πάντων πρῶτον ἐρωτητέον αὐτὸν ἐφ' ὅ τι φέρει πρᾶγμα τὸ ζῷον ὄνομα, κἀπειδὰν τοῦτο ἀποκρίνηται, πάλιν ἐρωτητέον ὅ τι ποτὲ αὐτῷ σημαίνει τὸ κυούμενον ἢ τὸ κατὰ γαστρός, εἰ τὰ <μὴ> διαπεπλασμένα ἤδη καὶ τὰ ζῷα καὶ τὸ σπέρμα αὐτὸ <τὸ> καταβεβλημένον τὸ κατὰ γαστρὸς αὐτῷ σημαίνειν βούλεται ἢ μόνα τὰ διηρθρωμένα τε καὶ ἤδη διαπεπλασμένα, τὰ [8.4.12.3] ἔμβρυα καλούμενα.
 [08627]  ἡ μὲν οὖν ἐπαγωγὴ φέρει τὸ καθόλου καὶ τὸν ὁρισμόν, αἱ δὲ διαιρέσεις τὰ εἴδη καὶ τὸ τί ἦν εἶναι καὶ τὸ ἄτομον, ἡ δὲ θεωρία τοῦ ποσαχῶς τὴν λῆψιν τοῦ οἰκείου, αἱ δὲ διαπορήσεις τὰς κατ' αὐτὰς διαφορὰς καὶ τὰς ἀποδείξεις καὶ ἄλλως τὴν θεωρίαν συναύξουσι τά τε παρεπόμενα αὐτῇ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»