Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φασὶν [20]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φασὶν


000-00-00 Serial Number=0499677896
Excerpta ex Theodoto Ante [Go Back]  
 [00179]  Τῷ κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτούς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς τὴν προβολὴν τὴν ἀρίστην φασὶν οἱ Οὐαλεντινιανοὶ τῆς Σοφίας λέγεσθαι, ἀφ' ἧς τὰ μὲν ἀρρενικὰ ἡ ἐκλογή, τὰ δὲ θηλυκὰ ἡ κλῆσις.
 [00230]  Θεὸς ἀποδιδοὺς ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς ἀπειθοῦσι, φασὶν οἱ ἀπὸ Βασιλείδου κατὰ τὰς ἐνσωματώσεις.
 [00492]  τὸ δὲ καθαρὸν καὶ ἀσώματον ἀσωμάτων φασὶν ἅπτεσθαι, οἷον ∆αιμόνων, Ἀγγέλων τῆς πονηρίας, αὐτοῦ τοῦ ∆ιαβόλου.
000-00-00 Serial Number=0986054838
Fragmenta Ante [Go Back]  
 [00063]  ἣν καὶ συντάξαι φασὶν ἐπ' αὐτῆς Ῥώμης.
000-00-00 Serial Number=0779060245
Paedagogus Ante [Go Back]  
 [00379]  Πῶς δέ, εἰ ἐκείνη ὄντως ἐστὶν ἡ ἐπαγγελία μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, ἣν ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ ἐπὶ νοῦν ἀνθρώπου οὐκ ἀνέβη, εἰδέναι φασὶν οὐ πνεύματι ἐννενοηκότες, ἀλλὰ ἐκ μαθήσεως παρειληφότες ὃ οὖς οὐκ ἤκουσέν ποτε ἢ μόνον ἐκεῖνο τὸ ἐν τρίτῳ ἁρπασθὲν οὐρανῷ;
 [01847]  [2.8.72.4] κρίνῳ δὲ ἥδεσθαι τὴν Ἥραν φασὶν καὶ τὴν Ἄρτεμιν μυρρίνῃ.
 [02330]  Αἳ δὲ ἀμαυροῦσι τὸ κάλλος τὸ ἀληθινὸν ἐπισκιάζουσαι χρυσίῳ, καὶ οὐκ ἴσασι τὸ πλημμέλημα οἷόν ἐστι, δεσμὰ ἑαυταῖς περιθεῖσαι πλούσια μυρία, καθάπερ καὶ παρὰ τοῖς βαρβάροις φασὶν δεδέσθαι τοὺς κακούργους χρυσίῳ.
 [03053]  Οἵα γὰρ δέσποινα, φασὶν οἱ παροιμιαζόμενοι, τοιάδε χἀ κύων.
 [03118]  νυνὶ δὲ οὐκ οἶδ' ὅπως συμμεταβάλλονται τοῖς τόποις καὶ τὰ σχήματα καὶ τοὺς τρόπους, καθάπερ καὶ τοὺς πολύποδας ταῖς πέτραις φασὶν ἐξομοιουμένους, αἷς ἂν προσομιλῶσιν, τοιούτους φαίνεσθαι καὶ [3.11.80.3] τὴν χροιάν.
000-00-00 Serial Number=0831135333
Protrepticus Ante [Go Back]  
 [00145]  Μελάμποδα δὲ τὸν Ἀμυθάονος ἄλλοι φασὶν ἐξ Αἰγύπτου μετακομίσαι τῇ Ἑλλάδι τὰς ∆ηοῦς ἑορτάς, πένθος ὑμνούμενον.
000-00-00 Serial Number=0819136143
Stromata Ante [Go Back]  
 [00569]  τούτου φασὶν ἔνιοι μαθητὴν Ἐπίκουρον γενέσθαι.
 [01530]  ἔτι φασὶν οἱ ἀπὸ Βασιλείδου πίστιν ἅμα καὶ ἐκλογὴν οἰκείαν εἶναι καθ' ἕκαστον διάστημα, κατ' ἐπακολούθημα δ' αὖ τῆς ἐκλογῆς τῆς ὑπερκοσμίου τὴν κοσμικὴν ἁπάσης φύσεως συνέπεσθαι πίστιν κατάλληλόν τε εἶναι τῇ [2.3.11.1] ἑκάστου ἐλπίδι καὶ τῆς πίστεως τὴν δωρεάν.
 [02371]  ταύτῃ δουλεύοντα τὸν Μενέλεων μετὰ τὴν Ἰλίου ἅλωσιν φασὶν ὁρμήσαντα τὴν Ἑλένην ἀνελεῖν ὡς κακῶν τοσούτων αἰτίαν γενομένην, ὅμως οὐ κατισχῦσαι πρᾶξαι ἡττηθέντα τῷ κάλλει, δι' [2.20.107.1] οὗ ἐπὶ τὴν ἀνάμνησιν τῆς ἡδονῆς ἀφίκετο.
 [02632]  πλὴν οἱ γάμον δοκιμάζοντες ἡ φύσις ἡμᾶς ἐποίησεν φασὶν εὐθέτους πρὸς γάμον, ὡς δῆλον ἐκ τῆς σωμάτων κατασκευῆς τῶν τε ἀρρένων καὶ τῶν θηλειῶν, καὶ τὸ αὐξάνεσθε καὶ [2.23.139.4] πληθύνεσθε συνεχῶς ἐπιβοῶνται.
 [04907]  πάντα τὰ ζητούμενα δεῖσθαι μερίμνης φασὶν οἱ σοφώτατοι.
 [06846]  φασὶν οὖν εἶναι τοῦ μὲν κυριακοῦ σημείου τύπον κατὰ τὸ σχῆμα τὸ τριακοσιοστὸν στοιχεῖον, τὸ δὲ ἰῶτα καὶ τὸ ἦτα τοὔνομα [6.11.84.4] σημαίνειν τὸ σωτήριον·
 [07009]  ἐπεὶ καὶ αἱ ἐνταῦθα κατὰ τὴν ἐκκλησίαν προκοπαὶ ἐπισκόπων, πρεσβυτέρων, διακόνων μιμήματα, οἶμαι, ἀγγελικῆς δόξης κἀκείνης τῆς οἰκονομίας τυγχάνουσιν, ἣν ἀναμένειν φασὶν αἱ γραφαὶ τοὺς κατ' ἴχνος τῶν ἀποστόλων ἐν τελειώσει δικαιοσύνης κατὰ τὸ [6.13.107.3] εὐαγγέλιον βεβιωκότας.
 [08505]  φασὶν οὖν οἱ Στωϊκοὶ τοῦτ' εἶναι ἄναμμα νοερὸν ἐκ θαλαττίων ὑδάτων.
 [08606]  φασὶν οὖν τινες μὴ ἐγχωρεῖν πλείους ἀρχὰς ἑνὸς εἶναι ζῴου.
 [08708]  [8.9.26.1] Οἳ μὲν οὖν σωμάτων, οἳ δ' ἀσωμάτων φασὶν εἶναι τὰ αἴτια·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»