000-00-00 Serial Number=0671392024
[00111]
|
ἀδελφοί μου γάρ, φησὶν ὁ κύριος, καὶ συγκληρονόμοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου.
|
[00215]
|
αὐτίκα ὁ Πέτρος ἐν τῇ Ἀποκαλύψει φησὶν τὰ βρέφη ἐξαμβλωθέντα τῆς ἀμείνονος ἐσόμενα μοίρας, ταῦτα ἀγγέλῳ τημελούχῳ παρα δίδοσθαι, ἵνα γνώσεως μεταλαβόντα τῆς ἀμείνονος τύχῃ μονῆς, [48.2] παθόντα ἃ ἂν ἔπαθεν καὶ ἐν σώματι γενόμενα.
|
[00217]
|
[49.1] Τὸ δὲ γάλα τῶν γυναικῶν, ῥέον ἀπὸ τῶν μαστῶν καὶ πηγνύ μενον, φησὶν ὁ Πέτρος ἐν τῇ Ἀποκαλύψει, γεννήσει θηρία λεπτὰ σαρκοφάγα καὶ ἀνατρέχοντα εἰς αὐτὰς κατεσθίει, διὰ τὰς ἁμαρτίας [49.2] γίνεσθαι τὰς κολάσεις διδάσκων.
|
000-00-00 Serial Number=0299342632
[00235]
|
Ὃ γὰρ συνεπάθησεν ὁ Πατήρ, στερεὸς ὢν τῇ φύσει, φησὶν ὁ Θεόδοτος, καὶ ἀνένδοτος, ἐνδόσιμον ἑαυτὸν παρασχών, ἵνα ἡ Σιγὴ τοῦτο καταλάβῃ, [2.30.2] πάθος ἐστίν.
|
[00436]
|
Ὅτε ἦμεν ἐν τῇ σαρκί, φησὶν ὁ Ἀπόστολος, ὥσπερ ἔξω τοῦ σώματος ἤδη λαλῶν.
|
000-00-00 Serial Number=0666406333
[00186]
|
Ὁ Κλήμης φησὶν εἰς τὸν ἐν τῷ πάσχα λόγον, ὅτι διά χυσις λέπρας ἐστὶν ὡσανεὶ βάδισις καὶ πορεία ῥευστική.
|
[00243]
|
[00243] Ἔνθεν φησὶν ὁ Ῥωμαῖος Κλήμης ἐν τῷ Περὶ προνοίας λόγῳ·
|
000-00-00 Serial Number=0749968648
[00265]
|
Αὐτοὶ γὰρ ὑμεῖς, φησὶν ὁ [1.6.27.3] ἀπόστολος, θεοδίδακτοί ἐστε.
|
[00371]
|
Τὸ αἷμά μου γάρ, φησὶν ὁ κύριος, ἀληθής ἐστι πόσις.
|
[00454]
|
Ἐγώ, φησὶν ὁ κύριος, βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε·
|
[00513]
|
ἀλλὰ καὶ τὴν γέννησιν τοῦ παιδίου ὁ προφητεύων βούτυρον φησὶν ἔδεται καὶ μέλι.
|
[00684]
|
Ἐντεῦθεν καλῶς καὶ ὁ Πλάτων μαθὼν πάντες μὲν γὰρ φησὶν ὡς ἀληθῶς ἀγαθὰ πάσχουσιν οἱ δίκην διδόντες·
|
[00701]
|
φόβος γὰρ κυρίου ἀπωθεῖται ἁμαρτήματα, ἄφοβος δ' οὐ δυνήσεται δικαιωθῆναι, φησὶν ἡ γραφή.
|
[00720]
|
Ἴδε οὖν, φησὶν ὁ Παῦλος, χρηστότητα καὶ ἀποτομίαν θεοῦ·
|
[00746]
|
ἐπὶ τούτοις αὖθις ὁ πατήρ μου φησὶν ἐπιλάμπει τὸν ἥλιον [1.8.72.3] τὸν αὑτοῦ ἐπὶ πάντας.
|
[00784]
|
[1.9.76.3] Ἀλλὰ καὶ τῷ Μωυσεῖ πορεύου φησὶν καὶ εἰπὲ τῷ Φαραῴ, ἵνα ἐξαποστείλῃ τὸν λαόν, ἐγὼ δὲ οἶδα ὅτι οὐ μὴ ἐξαποστείλῃ αὐτούς.
|
[00797]
|
[1.9.77.2] Καὶ πάλιν διὰ Ὠσηὲ οὐκ ἐπισκέψομαι φησὶν αὐτούς;
|
[00848]
|
Κέχρηται δὲ τῇ λοιδορίᾳ ἐν φαρμάκου μοίρᾳ διὰ Ἡσαΐου λέγων οὐαὶ ἔθνος ἁμαρτωλόν, υἱοὶ ἄνομοι, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν κἀν τῷ εὐαγγελίῳ διὰ Ἰωάννου ὄφεις φησὶν γεννήματα ἐχιδνῶν.
|
[01124]
|
Μηδὲ ἐπιθύμει, φησὶν ἡ γραφή, τῶν ἐδεσμάτων τῶν πλουσίων·
|
[01126]
|
Οἳ μὲν γὰρ ἐξέχονται τῶν ὄψων, ἃ μετ' ὀλίγον ἐκδέχεται κοπρών, ἡμῖν δὲ τοῖς θηρωμένοις τὴν βρῶσιν τὴν ἐπουράνιον ἄρχειν ἀνάγκη τῆς ὑπὸ τὸν οὐρανὸν γαστρὸς ἔτι τε μᾶλλον καὶ τῶν ταύτῃ προσφιλῶν, ἃ ὁ θεὸς καταργήσει, φησὶν ὁ ἀπόστολος, εἰκότως ἐπικαταρώμενος λαιμάργοις ἐπιθυμίαις.
|
[01152]
|
Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, φησὶν ὁ ἀπόστολος, ἵνα τὸ ἐφήμερον ἄριστον νοηθῇ, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ.
|
[01181]
|
Μὴ γὰρ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν, φησὶν ὁ ἀπόστολος, καὶ γυναῖκας περιάγεσθαι;
|
[01255]
|
καὶ φαγὼν ἐνώπιον αὐτῶν εἶπεν αὐτοῖς, [2.1.15.3] φησὶν ὁ Λουκᾶς, ὅσα εἶπεν.
|
[01299]
|
Οἴνῳ δὲ ὀλίγῳ χρῶ, τῷ Τιμοθέῳ ὑδροποτοῦντι, διὰ τὸν στόμαχόν σου, φησὶν ὁ ἀπόστολος, παγκάλως νοσηλευομένῳ καὶ πλαδῶντι σώματι κατάλληλον τὸ ἐπιστῦφον βοήθημα προσφέρων, ὀλίγον δὲ ἐγκρίνων τοῦτο, μὴ λάθῃ τὸ βοήθημα διὰ [2.2.19.2] πλῆθος ἄλλης θεραπείας δεόμενον.
|
[01391]
|
Μυστικὸν ἄρα σύμβολον ἡ γραφὴ αἵματος ἁγίου οἶνον ὠνόμασεν, τὴν δὲ ἐκ τοῦ οἴνου ἑωλοκρασίαν διελέγχουσα ἀκόλαστον οἶνος φησὶν καὶ [2.2.29.2] ὑβριστικὸν μέθη.
|
[01539]
|
Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις, φησὶν ἡ προφητεία, ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ, ᾄσατε αὐτῷ ᾆσμα καινόν.
|
[01575]
|
Μωρὸς δὲ ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ, φησὶν ἡ γραφή, ἀνὴρ δὲ πανοῦργος μόγις ἡσυχῇ μειδιάσει.
|
[01595]
|
Ταύτην ἀποκρουόμενος τὴν αἰσχρολογίαν ὁ ἀπόστολος πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν φησὶν μὴ ἐκπορευέσθω, ἀλλ' εἴ τις ἀγαθός.
|
[01606]
|
Γενναιότερον δὲ ὁ ἀπόστολος γίνεσθε φησὶν ἀποστυγοῦντες τὸ πονηρὸν κολλώμενοι τῷ ἀγαθῷ·
|
[01634]
|
ἐκ στόματος γὰρ ἀφρόνων, φησὶν ἡ γραφή, βακτηρία ὕβρεως, ἐπιβάθραν ὕβρεως βακτηρίαν λέγουσα, ᾗ ἐπερείδεται [2.7.53.3] καὶ ἐπαναπαύεται ἡ ὕβρις.
|
[01799]
|
Τίμα δὲ ἰατρὸν πρὸς χρείαν αὐτοῦ, φησὶν ἡ γραφή·
|
[01928]
|
Μακάριος ἄνθρωπος, φησὶν ἡ σοφία, ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάσσει, ἀγρυπνῶν ἐπ' ἐμαῖς θύραις καθ' ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων.
|
[01929]
|
[2.9.80.1] Ἄρ' οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν, φησὶν ἡ γραφή, καὶ νήφωμεν.
|
[02025]
|
∆ιὸ καὶ μὴ εἰς πέτρας τε καὶ λίθους σπείρειν, φησὶν ὁ ἐκ Μωυσέως φιλόσοφος, ὅτι μήποτε φύσιν τὴν αὑτοῦ ῥιζωθὲν λήψεται γόνιμον.
|
[02107]
|
Οὐ γὰρ γινώσκει, φησὶν ἡ γραφή, ὅτι ὀφθαλμοὶ κυρίου ὑψίστου μυριοπλασίως ἡλίου φωτεινότεροί εἰσιν, οἳ ἐπιβλέπουσι πάσας ὁδοὺς [2.10.99.5] ἀνθρώπων καὶ κατανοοῦσιν εἰς ἀπόκρυφα μέρη.
|
[02206]
|
Τί γὰρ ἂν φρόνιμον γυναῖκες ἐργάσαιντο ἢ λαμπρόν, αἳ καθήμεθα, φησὶν ἡ κωμῳδία, ἐξηνθισμέναι, κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι;
|
[02302]
|
Εἰ δὲ καὶ πάντα ὑμῖν δεδώρηται καὶ εἰ πάντα ὑμῖν συγκεχώρηται καὶ εἰ πάντα ἡμῖν ἔξεστι, φησὶν ὁ ἀπόστολος, ἀλλ' οὐ πάντα [2.12.120.3] συμφέρει.
|
[02421]
|
ὅτι γὰρ δούλου μορφὴ τὸ σαρκικόν, ἐπὶ τοῦ κυρίου φησὶν ὁ ἀπόστολος·
|
[02555]
|
Ἐπ' οὐχ ὁσίοις δὲ τόλμαις ζῶντες οἱ παλίμβολοι ῥέζουσιν ἀτάσθαλα καὶ κακὰ ἔργα, [3.3.15.3] φησὶν ἡ Σίβυλλα.
|
[02570]
|
Οὐδεὶς δὲ ἄλλος, φησὶν ὁ κύριος, δύναται ποιῆσαι [3.3.17.1] τρίχα λευκὴν ἢ μέλαιναν.
|
[02572]
|
Στέφανος δὲ γερόντων πολυπειρία, φησὶν ἡ γραφή, καὶ τοῦ προσώπου αὐτῶν ἡ πολιὰ ἄνθος πολυπειρίας·
|
[02597]
|
[3.3.19.4] Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠριθμημέναι, φησὶν ὁ κύριος·
|
[02600]
|
Εἰ μή τι οὐκ ἐπιγιγνώσκετε ἑαυτούς, φησὶν ὁ ἀπόστολος, ὅτι Χριστὸς Ἰησοῦς ἐν ὑμῖν, ὃν εἰ ἐνοικοῦντα ᾔδειμεν, [3.3.20.2] οὐκ οἶδ' ὅπως ἂν αὐτὸν λωβᾶσθαι τετολμήκειμεν.
|
[02688]
|
ἀλλαχοῦ δὲ ἄνδρες δίκαιοι φησὶν ἔστωσαν σύνδειπνοί σου, καὶ ἐν φόβῳ κυρίου τὸ καύχημά σου διαμενεῖ.
|
[02690]
|
εὖ γὰρ τοῦτο ἴστε, φησὶν ὁ ἀπόστολος, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν [3.4.29.2] ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
|
[02777]
|
Ἐλεημοσύναι δὲ καὶ πίστεις μὴ ἐκλειπέτωσάν σε, φησὶν ἡ γραφή.
|
[02811]
|
φησὶν ἡ τραγῳδία, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε Τηλέμαχος·
|
[02836]
|
Εἰδέναι γὰρ ὑμᾶς, φησὶν ὁ Ἰούδας, βούλομαι, ὅτι ὁ θεὸς ἅπαξ ἐκ γῆς Αἰγύπτου λαὸν σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν, ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀιδίοις ὑπὸ ζόφον ἀγρίων ἀγγέλων τετήρηκεν.
|
[02864]
|
Οὐαὶ γὰρ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, φησὶν ὁ κύριος, ὅτι ὅμοιοί ἐστε τάφοις κεκονιαμένοις·
|
[03021]
|
Ἡ κωμῳδία φησὶν τὰ ἴχνη τὰ ἑταιρικὰ ὥραν ἀπολείπειν [3.11.69.3] καὶ τρυφήν.
|
[03031]
|
Λύχνος γὰρ τοῦ σώματός ἐστιν ὁ ὀφθαλ μός, φησὶν ἡ γραφή, δι' οὗ καταφαίνεται τὰ ἔνδον φωτὶ τῷ φαινομένῳ καταυγαζόμενα.
|
[03042]
|
[3.11.72.1] Ἐντεῦθεν ὠφελημένος ὁ Βοιώτιος Πίνδαρος γλυκύ τι φησὶν κλεπτόμενον μέλημα Κύπριδος.
|
[03059]
|
Ὡς γάρ τοι ἐκείνοις παραγγέλλεται παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς ὑποτάσσεσθαι, φησὶν ὁ Πέτρος, οὕτως ἡ ἰσότης καὶ ἡ μακροθυμία καὶ ἡ φιλανθρωπία τοῖς δεσπόταις εὐάρμοστος.
|
[03136]
|
Αὕτη δέ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ, φησὶν Ἰωάννης, ἵνα τὰς ἐντολὰς τηρήσωμεν, οὐχ ἵνα σαίνωμεν ἀλλήλους ἐν τῷ στόματι, καὶ αἱ [3.11.82.2] ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν.
|
[03149]
|
Ἀπόστρεψον δὲ τὸν ὀφθαλμὸν ἀπὸ γυναικὸς κεχαριτωμένης, καὶ μὴ καταμάνθανε [3.11.83.4] κάλλος ἀλλότριον, φησὶν ἡ γραφή.
|
[03166]
|
[3.12.86.1] Ταῦτα, εἰ καὶ τραχύτερον προσηνέχθην οἰκονομούμενος τῆς ἐπανορθώσεως τὴν σωτηρίαν, ἐμοὶ μὲν λελέχθων, φησὶν ὁ παιδαγωγός, ἐπειδὴ ὁ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ, ὑμεῖς δὲ εἰ μὲν ἀκούσεσθέ μου, σωθήσεσθε, εἰ δ' οὐ προσέξετε τοῖς εἰρημένοις, οὔ μοι μέλει·
|
[03318]
|
Ἀλλ' οὐκ ἐμόν, φησὶν ὁ παιδαγωγός, διδάσκειν ἔτι ταῦτα, διδασκάλου δὲ εἰς τὴν ἐξήγησιν τῶν ἁγίων ἐκείνων λόγων χρῄζομεν, πρὸς ὃν ἡμῖν βαδιστέον.
|
000-00-00 Serial Number=0132521451
[00289]
|
Τοῦτον δὲ Ὅμηρος δεδέσθαι φησὶν ἐπὶ μῆνας τρισκαίδεκα·
|
[00351]
|
θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη, φησὶν Ὅμηρος, αἰδούμεναι αἱ θεαὶ διὰ σεμνότητα Ἀφροδίτην [2.33.8] ἰδεῖν μεμοιχευμένην.
|
[00371]
|
εἰ μὴ γὰρ ∆ιονύσῳ πομπὴν ἐποιοῦντο καὶ ὕμνεον ᾆσμα αἰδοίοισιν, ἀναιδέστατα εἴργαστ' ἄν, φησὶν Ἡράκλειτος, ωὑτὸς δὲ Ἅιδης καὶ ∆ιόνυσος, ὅτεῳ μαίνονται καὶ ληναΐζουσιν, οὐ διὰ τὴν μέθην τοῦ σώματος, ὡς ἐγὼ οἶμαι, τοσοῦτον ὅσον διὰ τὴν ἐπονείδιστον τῆς ἀσελγείας ἱεροφαντίαν.
|
[00715]
|
Οὐ γὰρ ποιήσεις, φησὶν ὁ προφήτης, παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ [4.62.3] γῇ κάτω.
|
[00894]
|
Βούλει καὶ περὶ τῶν εἰδώλων ἀκοῦσαι τί φησὶν προφή της οὗτος;
|
[00904]
|
Τί φησὶν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον διὰ Ὠσηέ;
|
[01205]
|
Θυμὸς γὰρ αὐτοῖς, φησὶν ἡ γραφή, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾳδόντων.
|
[01297]
|
Ὅτι πάντες εἴσονται τὸν θεὸν ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἵλεως, φησὶν ὁ θεός, ἔσομαι αὐτοῖς καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ.
|
000-00-00 Serial Number=0522643805
[00021]
|
διὰ τοῦτο, φησὶν ὁ κύριος, ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ ἀκούουσι καὶ οὐ συνιᾶσι, τὴν ἄγνοιαν αὐτοῖς ὡς μὴ παρέχοντος τοῦ κυρίου (μὴ γὰρ οὐ θεμιτὸν οὕτω φρονεῖν), ἀλλὰ τὴν ὑπάρχουσαν διελέγξαντος προφητικῶς καὶ ἀσυνέτους τῶν λεγομένων ἐσομένους μηνύσαντος.
|
[00040]
|
διαμαρτύρομαι δέ, τῷ Τιμοθέῳ φησὶν ἐπιστέλλων, ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.
|
[00047]
|
οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, φησὶν ὁ ἀπόστολος, οὔτε προφάσει πλεονεξίας, θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν οὔτε ἀπ' ἄλλων.
|
[00058]
|
ἐργάζεσθε, φησὶν ὁ κύριος, μὴ τὴν ἀπολλυμένην βρῶσιν, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, τροφὴ δὲ καὶ ἡ διὰ σιτίων καὶ ἡ διὰ λόγων λαμβάνεται.
|
[00196]
|
∆ανιὴλ δὲ ὁ προφήτης τὸ μυστήριον φησὶν ὃ ὁ βασιλεὺς ἐρωτᾷ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, Γαζαρηνῶν δύναμις τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ, ἀλλ' ἔστι θεὸς ἐν οὐρανῷ [1.4.25.4] ἀποκαλύπτων.
|
[00216]
|
[1.5.28.1] Ἦν μὲν οὖν πρὸ τῆς τοῦ κυρίου παρουσίας εἰς δικαιοσύνην Ἕλλησιν ἀναγκαία φιλοσοφία, νυνὶ δὲ χρησίμη πρὸς θεοσέβειαν γίνεται, προπαιδεία τις οὖσα τοῖς τὴν πίστιν δι' ἀποδείξεως καρπουμένοις, ὅτι ὁ πούς σου φησὶν οὐ μὴ προσκόψῃ, ἐπὶ τὴν πρόνοιαν τὰ [1.5.28.2] καλὰ ἀναφέροντος, ἐάν τε Ἑλληνικὰ ᾖ ἐάν τε ἡμέτερα.
|
[00300]
|
μῖσος μὲν γάρ, φησὶν ὁ Σολομών, ἐγείρει νεῖκος, ὁδοὺς δὲ ζωῆς φυλάσσει παιδεία, ὡς μὴ ἀπατηθῆναι, ὡς μὴ κλαπῆναι [1.6.35.6] πρὸς τῶν ἐπὶ βλάβῃ τῶν ἀκροωμένων κακοτεχνίαν ἠσκηκότων.
|
[00328]
|
ἀνοίξατε οὖν, φησὶν ἡ γραφή, πύλας δικαιοσύνης, ἵνα ἐν αὐταῖς εἰσελθὼν [1.7.38.6] ἐξομολογήσωμαι τῷ κυρίῳ.
|
[00351]
|
τοιοῦτοι δὲ οἱ ἐριστικοὶ οὗτοι εἴτε αἱρέσεις μετίοιεν εἴτε καὶ διαλεκτικὰ συνασκοῖεν τεχνύδρια, οὗτοι οἱ τὰ κατάρτια κατασπῶντες καὶ μηθὲν ὑφαίνοντες, φησὶν ἡ γραφή, ματαιοπονίαν ἐζηλωκότες, ἣν κυβείαν ἀνθρώπων ὁ ἀπόστολος ἐκάλεσεν καὶ [1.8.41.3] πανουργίαν, πρὸς τὴν μεθοδείαν τῆς πλάνης ἐπιτήδειον.
|
[00363]
|
μὴ γινώμεθα κενόδοξοι, φησὶν ὁ ἀπόστολος, ἀλλήλους [1.8.42.1] προκαλούμενοι, ἀλλήλους φθονοῦντες.
|
[00425]
|
κἂν φυλάξῃς, φησὶν ὁ Πυθαγόρειος ἐν τῷ Πλάτωνος Πολιτικῷ, τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος εἰς [1.10.48.3] γῆρας ἀναφανήσῃ φρονήσεως.
|
[00462]
|
τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ, φησὶν ὁ ἀπόστολος, διακρίνειν δηλονότι τὰ ὑπ' αὐτοῦ λεγόμενα μεμαθηκόσι [1.11.52.1] καὶ ἀπαντᾶν πρὸς τὰ ἐπιφερόμενα δεδιδαγμένοις.
|
[00470]
|
ἐπεὶ ὅτε ἦμεν νήπιοι, φησὶν ὁ αὐτὸς ἀπόστολος, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.
|
[00493]
|
ἀλλ' ὃ ἀκούετε εἰς τὸ οὖς, φησὶν ὁ κύριος, κηρύξατε ἐπὶ τῶν δωμάτων, τὰς ἀποκρύφους τῆς ἀληθοῦς γνώσεως παραδόσεις ὑψηλῶς καὶ ἐξόχως ἑρμηνευομένας ἐκδέχεσθαι κελεύων, καὶ καθάπερ ἠκούσαμεν εἰς τὸ οὖς, οὕτω καὶ παραδιδόναι οἷς δέον, οὐχὶ δὲ πᾶσιν ἀνέδην ἐκδιδόναι τὰ ἐν [1.12.56.3] παραβολαῖς εἰρημένα πρὸς αὐτοὺς παραγγέλλων.
|
[00556]
|
Ἑλλήνων ἐπαοιδός, ὁ Τίμων φησὶν ἐν τοῖς Σίλλοις διὰ τὸ ἀποκεκλικέναι ἀπὸ τῶν [1.14.63.4] φυσικῶν ἐπὶ τὰ ἠθικά.
|
[00675]
|
[1.16.77.3] Εἰ δέ τις τὴν φωνὴν διαβάλλει τὴν βάρβαρον, ἐμοὶ δέ, φησὶν [1.16.77.4] ὁ Ἀνάχαρσις, πάντες Ἕλληνες σκυθίζουσιν.
|
[00678]
|
[1.16.78.1] ὁ δὲ ἀπόστολος οὕτω φησὶν καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον;
|
[00755]
|
ἐπὶ μὲν γὰρ τῶν προφητῶν πάντες φησὶν ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν, δηλονότι τοῦ Χριστοῦ.
|
[00851]
|
καὶ τοῖς ἐνδεέσι φρενῶν παρακελεύομαι λέγουσα, φησὶν ἡ σοφία, τοῖς ἀμφὶ τὰς αἱρέσεις δηλονότι, ἄρτων κρυφίων ἡδέως ἅψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ, ἄρτον καὶ ὕδωρ οὐκ ἐπ' ἄλλων τινῶν, ἀλλ' ἢ ἐπὶ τῶν ἄρτῳ καὶ ὕδατι κατὰ τὴν προσφορὰν μὴ κατὰ τὸν κανόνα τῆς ἐκκλησίας χρωμένων αἱρέσεων ἐμφανῶς ταττούσης τῆς γραφῆς.
|
[00880]
|
καὶ ὁ μὲν ἀφ' ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, φησὶν ὁ κύριος, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν ἀληθής ἐστι [1.20.100.4] καὶ ἀδικία οὐκ ἔστιν ἐν αὐτῷ.
|
[00910]
|
κατὰ δὲ Σθένελον ἥ τε Ἀμφικτύονος βασιλεία καὶ ἡ εἰς Πελοπόννησον ∆αναοῦ παρουσία καὶ <ἡ> ὑπὸ ∆αρδάνου τῆς ∆αρδανίας κτίσις, ὃν πρῶτον, φησὶν Ὅμηρος, τέκετο νεφεληγερέτα Ζεύς, ἥ τε [1.21.103.4] <τῆς Εὐρώπης> εἰς Κρήτην ἐκ Φοινίκης ἀνακομιδή.
|
[00914]
|
κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον ἑάλω, ∆ημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι τῷ πρώτῳ ἔτει, θαργηλιῶνος μηνὸς δευτέρᾳ [1.21.104.2] ἐπὶ δέκα, ὥς φησι ∆ιονύσιος ὁ Ἀργεῖος, Ἀγίας δὲ καὶ ∆ερκύλος ἐν τῇ τρίτῃ μηνὸς πανήμου ὀγδόῃ φθίνοντος, Ἑλλάνικος γὰρ δωδεκάτῃ θαργηλιῶνος μηνός, καί τινες τῶν τὰ Ἀττικὰ συγγραψαμένων ὀγδόῃ φθίνοντος, βασιλεύοντος τὸ τελευταῖον ἔτος Μενεσθέως, πληθυούσης σελήνης̣ νὺξ μὲν ἔην, φησὶν ὁ τὴν μικρὰν Ἰλιάδα πεποιηκώς, μεσάτα, λαμπρὰ δὲ ἐπέτελλε σελάνα·
|
[01101]
|
ἔστι γάρ μοι, φησὶν ἐν τῷ Θεάγει, ἐκ παιδὸς ἀρξάμενον θείᾳ μοίρᾳ παραγινόμενον δαιμόνιον σημεῖον, τοῦτο δέ ἐστι φωνή, ἣ ὅταν γένηται, ἐπίσχει τοῦτο ὃ μέλλω [1.21.133.4] πράττειν, προτρέπει δὲ οὐδέποτε.
|
[01160]
|
ἔτι δὲ καὶ Εὐπόλεμος ἐν τῇ ὁμοίᾳ πραγματείᾳ τὰ πάντα ἔτη φησὶν ἀπὸ Ἀδὰμ ἄχρι τοῦ πέμπτου ἔτους ∆ημητρίου βασιλείας Πτολεμαίου τὸ δωδέκατον βασιλεύοντος Αἰγύπτου συνάγεσθαι [1.21.141.5] ἔτη #22ερμθʹ.
|
[01215]
|
Φλαύιος δὲ Ἰώσηπος ὁ Ἰουδαῖος ὁ τὰς Ἰουδαϊκὰς συντάξας ἱστορίαςκαταγαγὼν τοὺς χρόνους φησὶν ἀπὸ Μωυσέως ἕως ∆αβὶδ ἔτη γίγνεσθαι [1.21.147.3] φπεʹ, ἀπὸ δὲ ∆αβὶδ ἕως Οὐεσπεσιανοῦ δευτέρου ἔτους #22αροθʹ.
|
[01270]
|
[1.23.156.1] ἔπειτα τὴν διαμάχην τοῦ θ' Ἑβραίου καὶ τοῦ Αἰγυπτίου διηγησάμενος καὶ τὴν ταφὴν τὴν ἐν τῇ ψάμμῳ τοῦ Αἰγυπτίου, ἐπὶ τῆς ἑτέρας μάχης φησὶν οὕτως·
|
[01344]
|
ὁ ὢν δὲ ἐξαπέσταλκέν με, [1.25.166.5] φησὶν ὁ Μωυσῆς.
|
[01382]
|
κρινόμενοι δὲ ὑπὸ τοῦ κυρίου, φησὶν ὁ ἀπόστολος, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ [1.27.172.2] κατακριθῶμεν.
|
[01409]
|
οἳ δὲ θέλοντες εἶναι νομοδιδάσκαλοι οὐ νοοῦσι, φησὶν ὁ ἀπόστολος, οὔτε ἃ λέγουσιν οὔτε περὶ τίνων διαβεβαιοῦνται, τὸ δὲ τέλος τῆς παραγγελίας ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου.
|
[01420]
|
εἰκότως ἄρα ὁ ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωκέναι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ [1.28.179.2] Χριστοῦ.
|
[01541]
|
πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι, φησὶν ὁ ἀπόστολος πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάιν προσήνεγκε, δι' ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτῷ τοῦ θεοῦ·
|
[01668]
|
ἡ μὲν γὰρ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ, φησὶν ὁ [2.6.25.2] ἀπόστολος.
|
[01732]
|
εἰκότως οὖν ὁ ἀπόστολος Βαρνάβας ἀφ' οὗ φησὶν ἔλαβον, μέρος ἐσπούδασα κατὰ μικρὸν ὑμῖν πέμψαι, ἵνα μετὰ τῆς πίστεως ὑμῶν τελείαν ἔχητε καὶ τὴν γνῶσιν.
|
[01829]
|
μὴ συσχηματίζεσθε, φησὶν ὁ ἀπόστολος, τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ [2.9.41.5] εὐάρεστον καὶ τέλειον.
|
[01831]
|
φίλε κασίγνητε φησὶν Ὅμηρος.
|
[01837]
|
καὶ ἡ ἀγάπη φησὶν ἀνυπόκριτος ἔστω ἡμῖν, αὐτοί τε ἀποστυγοῦντες τὸ πονηρὸν γινώμεθα, κολλώμενοι τῷ ἀγαθῷ τῇ φιλαδελφίᾳ τε καὶ τὰ ἑξῆς ἕως εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.
|
[02031]
|
[2.15.64.2] τὸν γὰρ κωμικὸν ἐκεῖνον Θρασωνίδην ἄλλη σκηνὴ παιδισκάριόν με φησὶν εὐτελὲς καταδεδούλωκεν.
|
[02046]
|
ἀφίησί τε [2.15.66.2] τὰς ἁμαρτίας ὁ φωτίζων λόγος καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, φησὶν ὁ κύριος, ζητήσουσιν τὴν ἀδικίαν Ἰσραήλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ἰούδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι τίς ὥσπερ ἐγώ;
|
[02082]
|
οἱ δὲ εὐσεβεῖς φησὶν [2.15.70.2] Ἡσαΐας συνετὰ ἐβουλεύσαντο.
|
[02241]
|
ἐλεᾶτε, φησὶν ὁ κύριος, ἵνα ἐλεηθῆτε·
|
[02319]
|
γίνεσθε, φησὶν ὁ κύριος, ἐλεήμονες καὶ οἰκτίρμονες, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων [2.19.101.1] ἐστίν.
|
[02387]
|
ὁ ἀπολέσας τὴν ψυχὴν τὴν ἑαυτοῦ, φησὶν ὁ κύριος, σώσει αὐτήν, ἤτοι ῥιψοκινδύνως ὑπὲρ τοῦ σωτῆρος αὐτὴν ἐπιδιδούς, ὡς αὐτὸς ὑπὲρ ἡμῶν πεποίηκεν, ἢ ἀπολύσας αὐτὴν ἐκ τῆς [2.20.108.4] πρὸς τὸν συνήθη βίον κοινωνίας.
|
[02575]
|
Σπεύσιππός τε ὁ Πλάτωνος ἀδελφιδοῦς τὴν εὐδαιμονίαν φησὶν ἕξιν εἶναι τελείαν ἐν τοῖς κατὰ φύσιν ἔχουσιν ἢ ἕξιν ἀγαθῶν, ἧς δὴ καταστάσεως ἅπαντας μὲν ἀνθρώπους ὄρεξιν ἔχειν, στοχάζεσθαι δὲ τοὺς ἀγαθοὺς τῆς ἀοχλησίας.
|
[02615]
|
ὁ γοῦν κωμικὸς Μένανδρος παίδων (φησὶν) ἐπ' ἀρότῳ γνησίων δίδωμί σοί γε τὴν ἐμαυτοῦ θυγατέρα.
|
[02722]
|
περὶ δὲ τοῦ δευτέρου γάμου εἰ πυροῖ φησὶν ὁ ἀπόστολος, γάμησον.
|
[02764]
|
Ξάνθος δὲ ἐν τοῖς ἐπιγραφομένοις Μαγικοῖς † μίγνυνται δὲ φησὶν οἱ Μάγοι μητράσι καὶ θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι θεμιτὸν εἶναι κοινάς τε εἶναι τὰς γυναῖκας οὐ βίᾳ καὶ λάθρᾳ, ἀλλὰ συναινούντων ἀμφοτέρων, ὅταν [3.2.11.2] θέλῃ γῆμαι ὁ ἕτερος τὴν τοῦ ἑτέρου.
|
[02917]
|
καὶ ἐὰν εἴπωμεν, φησὶν ὁ Ἰωάννης ἐν τῇ ἐπιστολῇ, ὅτι κοινωνίαν ἔχομεν μετ' αὐτοῦ, τουτέστι μετὰ τοῦ θεοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν·
|
[02982]
|
πάντα μὲν γὰρ ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει, φησὶν ὁ ἀπόστολος.
|
[03101]
|
ἀλλὰ καὶ ὁ κύριος περὶ ἑαυτοῦ λέγων ἦλθεν φησὶν Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι·
|
[03162]
|
[3.7.59.3] Οὐαλεντῖνος δὲ ἐν τῇ πρὸς Ἀγαθόποδα ἐπιστολῇ πάντα φησὶν ὑπομείνας ἐγκρατὴς ἦν·
|
[03215]
|
καὶ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως, φησὶν ὁ ἀπόστολος·
|
[03235]
|
ἀλλὰ κἂν εὔζωνός τις εἶναι θέλῃ, οὐχ αἱρούμενος τὴν παιδοποιίαν διὰ τὴν ἐν παιδοποιίᾳ ἀσχολίαν, μενέτω φησὶν ὁ [3.10.68.3] ἀπόστολος ἄγαμος ὡς κἀγώ.
|
[03324]
|
αὐτίκα φησὶν ἐπισκόπους δεῖν καθίστασθαι τοὺς ἐκ τοῦ ἰδίου οἴκου καὶ τῆς [3.12.79.7] ἐκκλησίας ἁπάσης προΐστασθαι μελετήσαντας.
|
[03382]
|
καὶ ἦν ἡ γῆ τοῦ Ἰακὼβ ἐπαινουμένη παρὰ πᾶσαν τὴν γῆν, φησὶν ὁ προφήτης, [3.12.86.3] τὸ σκεῦος τοῦ πνεύματος αὐτοῦ δοξάζων.
|
[03420]
|
κἂν ἐκεῖνο προκομίσωσιν αὖθις, ὡς καὶ ὁ προφήτης φησὶν ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου, ἐχθροὺς τὰς ἁμαρτίας ἀκουέτωσαν·
|
[03509]
|
δένδρον γὰρ ζωῆς, φησὶν ὁ προφήτης, ἐν ἐπιθυμίᾳ ἀγαθῇ γίνεται, διδάσκων ἐπιθυμίας [3.17.104.1] ἀστείους καὶ καθαρὰς τὰς ἐν τῷ ζῶντι κυρίῳ.
|
[03537]
|
[3.18.107.2] οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, φησὶν ὁ κύριος·
|
[03541]
|
ὅθεν γενναίως ὁ ἀπόστολος ἔγραψα ὑμῖν φησὶν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις ἕως τὸ δὲ σῶμα οὐ [3.18.107.4] τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι.
|
[03576]
|
χρυσὸν γὰρ οἱ διζήμενοι, φησὶν Ἡράκλειτος, γῆν [4.2.4.2] πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον, οἱ δὲ τοῦ χρυσοῦ ὄντως γένους τὸ συγγενὲς μεταλλεύοντες εὑρήσουσι τὸ πολὺ ἐν ὀλίγῳ·
|
[03583]
|
εἰκότως οὖν πολὺ τὸ γόνιμον ἐν ὀλίγῳ σπέρμα<τι> τῶν ἐμπεριεχομένων τῇδε τῇ πραγματείᾳ δογμάτων, ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ, φησὶν ἡ [4.2.6.2] γραφή.
|
[03616]
|
καλῶς οὖν Ἡράκλειτος δίκης ὄνομα φησὶν οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν, Σωκράτης [4.3.10.2] δὲ νόμον ἕνεκα ἀγαθῶν οὐκ ἂν γενέσθαι.
|
[03620]
|
[7] ταύτῃ που ἀγα πήσεις κύριον τὸν θεόν σου φησὶν ἐξ ὅλης καρδίας σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
|
[03625]
|
ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, φησὶν ὁ ἀπόστολος, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.
|
[03698]
|
[4.5.24.2] καί οἱ γείνατο κοῦρον, ὃς οὐκ ἠλέκτορα εἶδεν, φησὶν ὁ Χαλκιδεὺς Εὐφορίων.
|
[03785]
|
ὅτι δὲ πάντα ἐπὶ τὴν παίδευσιν τῆς ψυχῆς ἀνήγαγεν, μακάριοι φησὶν οἱ πραεῖς, ὅτι αὐτοὶ [4.6.36.2] κληρονομήσουσι τὴν γῆν.
|
[03792]
|
οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι προσκεκλῆσθαι, φησὶν ὁ Πλάτων, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς καθαρὰν οἴκησιν [4.6.37.3] ἀφικνούμενοι·
|
[03872]
|
ἀλλ' εἰ καὶ πάσχομεν διὰ δικαιοσύνην, μακάριοι, φησὶν ὁ Πέτρος.
|
[03937]
|
πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ, φησὶν ὁ ἀπόστολος.
|
[03975]
|
θέλω γὰρ ὑμᾶς, φησὶν ὁ ἀπόστολος, εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ.
|
[04052]
|
[4.9.71.1] Τοῦτον ἐξηγούμενος τὸν τόπον Ἡρακλέων ὁ τῆς Οὐαλεντίνου σχολῆς δοκιμώτατος κατὰ λέξιν φησὶν ὁμολογίαν εἶναι τὴν μὲν ἐν [4.9.71.2] πίστει καὶ πολιτείᾳ, τὴν δὲ ἐν φωνῇ.
|
[04190]
|
ἀλλ' ἡμῖν γε ὁ ἀπόστολος εἰς τὴν τῶν θλίψεων ὑπομονὴν γράφων καὶ τοῦτο φησὶν ἀπὸ θεοῦ·
|
[04195]
|
ὁμοίως καὶ περὶ Τιμοθέου καὶ ἑαυτοῦ γράφων οὐδένα γὰρ ἔχω φησὶν ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει·
|
[04256]
|
τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ γλώσσῃ, <φησὶν> Ἰωάννης τελείους εἶναι διδάσκων, ἀλλ' ἐν ἔργῳ [4.16.100.5] καὶ ἀληθείᾳ.
|
[04463]
|
[4.20.126.3] οὐδεμίαν, φησὶν ἡ τραγῳδία, ὤνησε κάλλος εἰς πόσιν ξυνάορον, ἁρετὴ δὲ ὤνησε πολλάς·
|
[04655]
|
τούτῳ φησὶν ἡ γραφή·
|
[04829]
|
αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι καὶ οὐκ ἴσασιν εἰρήνην φησὶν ὁ προφήτης·
|
[04932]
|
καὶ γὰρ καὶ ἐν τῷ Φαίδρῳ αὐτὴν καθ' αὑτὴν γενομένην τὴν ψυχὴν λέγων μόνην δύνασθαι τῆς ἀληθινῆς σοφίας καὶ κρείττονος τῆς ἀνθρωπίνης δυνάμεως μεταλαβεῖν, ὅταν αὐτὴν ὁ ἐνθένδε ἔρως εἰς οὐρανὸν πτερώσῃ, διὰ τῆς φιλοσόφου ἀγάπης εἰς τὸ τῆς ἐλπίδος τέλος ἀφικομένην φησὶν ἄλλου βίου [5.2.15.1] ἀιδίου ἀρχὴν λαμβάνειν.
|
[04970]
|
καὶ οὐκ ἐν πᾶσι φησὶν ὁ ἀπόστολος ἡ γνῶσις.
|
[04985]
|
τοῖς μὲν γὰρ κακοῖς τοῦτο σύνηθες, φησὶν ὁ Ἐμπεδοκλῆς, τὸ ἐθέλειν [5.3.18.5] κρατεῖν τῶν ἀληθῶν διὰ τοῦ ἀπιστεῖν.
|
[04988]
|
ὅτι <ἀποκρίνου> φησὶν ὁ Σολομὼν τῷ μωρῷ ἐκ τῆς [5.3.18.6] μωρίας αὐτοῦ.
|
[05059]
|
χελιδὼν γὰρ καὶ τρυγών, ἀγροῦ στρουθία, ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, φησὶν ἡ γραφή, καὶ οὐ [5.5.27.3] χρή ποτε φλυαρίᾳ συνοικεῖν.
|
[05069]
|
ἥλιος δὲ ὑμῖν τῇ ὀργῇ, φησὶν ἡ γραφή, μὴ ἐπιδυέτω·
|
[05118]
|
ἄθρει δὴ περισκοπῶν, φησὶν ὁ Πλάτων, μή τις τῶν ἀμυήτων ἐπακούῃ.
|
[05216]
|
σοφοῦ γὰρ τὸ χρῆσθαι τῇ συμβολικῇ φράσει δεξιῶς, φησὶν ὁ γραμματικὸς ∆ίδυμος, καὶ τὸ γνωρίσαι τὸ διὰ ταύτης δηλούμενον.
|
[05274]
|
ἔμπαλιν δὲ ἐπιτρέπει διχηλοῦν καὶ μαρυκώμενον ἐσθίειν, μηνύων, φησὶν ὁ Βαρνάβας, κολλᾶσθαι δεῖν μετὰ τῶν φοβουμένων τὸν κύριον καὶ μετὰ τῶν μελετώντων ὃ ἔλαβον διάσταλμα ῥήματος ἐν τῇ καρδίᾳ, μετὰ τῶν λαλούντων δικαιώματα κυρίου καὶ τηρούντων, μετὰ τῶν εἰδότων ὅτι ἡ μελέτη [5.8.51.5] ἐστὶν ἔργον εὐφροσύνης καὶ ἀναμαρυκωμένων τὸν λόγον κυρίου.
|
[05306]
|
ὃ δέ, καίτοι φανερώτερον λαλήσας ὡς ἂν μηκέτι προφητεύων, ἀλλὰ δεικνύων ἤδη παρόντα τὸν ἐξ ἀρχῆς καταγγελλόμενον συμβολικῶς, ὅμως οὔκ εἰμι φησὶν ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι [5.8.55.2] κυρίου·
|
[05348]
|
[5.10.60.1] Εἰκότως ἄρα ὁ θεσπέσιος ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυ στηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ [5.10.60.2] καὶ προφήταις.
|
[05351]
|
καὶ πάλιν κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι φησὶν εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ὃ νῦν ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι, τί τὸ πλοῦτος τῆς δόξης τοῦ [5.10.61.1] μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν.
|
[05366]
|
[5.10.63.1] Ἀλλὰ καὶ Βαρνάβας ὁ καὶ αὐτὸς συγκηρύξας τῷ ἀποστόλῳ κατὰ τὴν διακονίαν τῶν ἐθνῶν τὸν λόγον ἁπλούστερον φησὶν ὑμῖν [5.10.63.2] γράφω, ἵνα συνιῆτε.
|
[05494]
|
[5.11.75.3] οὐ γὰρ χρείας ἕνεκεν ὁ θεὸς πεποίηκεν τὸν κόσμον, ἵνα τιμὰς πρός τε ἀνθρώπων καὶ πρὸς θεῶν τῶν ἄλλων καὶ δαιμόνων, φησὶν ὁ Πλάτων, καρποῖτο, οἷον πρόσοδόν τινα ἀπὸ τῆς γενέσεως ἀρνύμενος, παρὰ μὲν ἡμῶν καπνούς, παρὰ δὲ θεῶν καὶ δαιμόνων τὰς [5.11.75.4] οἰκείας λειτουργίας.
|
[05507]
|
εἰκότως οὖν ἐν τῇ μεγάλῃ ἐπιστολῇ ῥητὸν γὰρ φησὶν οὐδαμῶς ἐστιν ὡς τὰ ἄλλα μαθήματα, ἀλλ' <ἐκ> πολλῆς ξυνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ γενόμενον [5.11.77.2] αὐτὸ ἑαυτὸ ἤδη τρέφει.
|
[05583]
|
πιστὸς δὲ ὁ τὰ οἰκεῖα καταγγέλλων, ἐπεὶ μηδεὶς φησὶν ὁ κύριος [5.13.85.1] τὸν πατέρα ἔγνω, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ.
|
[05585]
|
ἐὰν γὰρ μὴ πιστεύσητε, φησὶν ὁ κύριος, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν·
|
[05858]
|
ἄντικρυς δὲ ὁ μὲν Ἡράκλειτος τοῦ λόγου τοῦδ' ἐόντος αἰεὶ φησὶν ἀξύνετοι γίγνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον.
|
[05905]
|
φησὶν ἡ [5.14.117.4] γραφή.
|
[05936]
|
[5.14.120.3] ἔτι σοῦ λαλοῦντος, φησὶν ἡ γραφή, ἐρῶ·
|
[06063]
|
[5.14.134.2] εἰκότως οὖν ὁ ἀπόστολος ἢ Ἰουδαίων μόνων φησὶν ὁ θεός;
|
[06139]
|
χρηστὸς ἀνήρ, φησὶν ὁ ∆αβίδ, ὁ οἰκτίρμων τῶν παραπολλυμένων τῇ πλάνῃ καὶ κιχρῶν ἐκ μεταδόσεως τοῦ λόγου τῆς ἀληθείας, οὐχ ὡς ἔτυχεν, ἀλλὰ γὰρ οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ἐπιλογισμῷ βαθεῖ·
|
[06553]
|
εἰ γὰρ δέσμιοι μὲν Ἰουδαῖοι, ἐφ' ὧν καὶ ὁ κύριος ἐξέλθετε εἶπεν ἐκ τῶν δεσμῶν οἱ θέλοντες, τοὺς ἑκουσίως δεδεμένους καὶ τὰ δυσβάστακτα φορτία (φησὶν) αὑτοῖς διὰ τῆς ἀνθρωπίνης παρεγχειρήσεως ἐπαναθεμένους λέγων, δῆλον ὡς οἱ ἐν σκότει οὗτοι ἂν εἶεν οἱ ἐν τῇ [6.6.44.4] εἰδωλολατρείᾳ κατορωρυγμένον ἔχοντες τὸ ἡγεμονικόν.
|
[06613]
|
αὐτίκα φησὶν ὁ προφήτης·
|
[06733]
|
[6.8.66.1] Ναὶ μὴν οἱ λέγοντες τὴν φιλοσοφίαν ἐκ τοῦ διαβόλου ὁρμᾶσθαι κἀκεῖνο ἐπιστησάτωσαν, ὅτι φησὶν ἡ γραφὴ μετασχηματίζεσθαι τὸν διάβολον εἰς ἄγγελον φωτός, τί ποιήσοντα;
|
[06976]
|
αἴτησαι, φησὶν ἡ γραφή, καὶ ποιήσω·
|
[06989]
|
διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν φησὶν ὁ ἀπόστολος παραπέμπεσθαι τὸν δίκαιον εἰς κληρονομίαν τὴν ἄκραν, ὑπὸ μὲν τῶν πεφραγμένον, τοῖς [6.12.103.4] δὲ καὶ ἐνεργοῦντα.
|
[07012]
|
ἔστιν δὲ καὶ ἄλλα, φησὶν ὁ κύριος, πρόβατα, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, ἄλλης αὐλῆς [6.14.108.3] καὶ μονῆς ἀναλόγως τῆς πίστεως κατηξιωμένα.
|
[07031]
|
ἐπειδὴ γὰρ ᾔδει ὁ θεός, ἅτε προγνώστης ὤν, μὴ πιστεύσοντα τοῦτον, οὐδὲν ἧττον, ὅπως τήν γε καθ' ἑαυτὸν ἀναδέξηται τελείωσιν, ἔδωκεν μὲν φιλοσοφίαν αὐτῷ, ἀλλὰ πρὸ τῆς πίστεως, ἔδωκεν δὲ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὰ ἄστρα εἰς θρῃσκείαν, ἃ ἐποίησεν ὁ θεὸς τοῖς ἔθνεσιν, φησὶν ὁ νόμος, ἵνα μὴ [6.14.110.4] τέλεον ἄθεοι γενόμενοι τελέως καὶ διαφθαρῶσιν.
|
[07072]
|
διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, φησὶν ὁ προφήτης, δηλῶν μόνον δύνασθαι τὸν γνωστικὸν τὰ [6.15.115.6] ἐπικεκρυμμένως πρὸς τοῦ πνεύματος εἰρημένα νοήσειν τε καὶ διασαφήσειν·
|
[07073]
|
καὶ ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, λέγει ἡ γραφή, δηλονότι πρὸς τοὺς ἀναξίους ἐξειπεῖν, ὅτι φησὶν ὁ κύριος·
|
[07143]
|
πλὴν ἅπαντα ὀρθὰ ἐνώπιον τῶν συνιέντων, φησὶν ἡ γραφή, τουτέστι τῶν ὅσοι ὑπ' αὐτοῦ σαφηνισθεῖσαν <τὴν> τῶν γραφῶν ἐξήγησιν κατὰ τὸν ἐκκλησιαστικὸν [6.15.125.3] κανόνα ἐκδεχόμενοι διασῴζουσι·
|
[07366]
|
ταύτῃ φησὶν ἡ γραφὴ πνεῦμα αἰσθήσεως δεδόσθαι τοῖς τεχνίταις ἐκ τοῦ θεοῦ, τὸ δὲ οὐδὲν ἀλλ' ἢ φρόνησίς ἐστι, δύναμις ψυχῆς θεωρητικὴ τῶν ὄντων καὶ τοῦ ἀκολούθου ὁμοίου τε καὶ ἀνομοίου διακριτική τε αὖ καὶ συνθετικὴ καὶ προστακτικὴ καὶ ἀπαγορευτικὴ τῶν τε μελλόντων καταστοχαστική.
|
[07423]
|
καὶ συνελόντι φάναι πᾶσα ὠφέλεια βιωτικὴ κατὰ μὲν τὸν ἀνωτάτω λόγον ἀπὸ τοῦ παντοκράτορος θεοῦ τοῦ πάντων ἐξηγουμένου πατρὸς δι' υἱοῦ ἐπιτελεῖται, ὃς καὶ διὰ τοῦτο σωτὴρ πάντων ἀνθρώπων, φησὶν ὁ ἀπόστολος, μάλιστα δὲ πιστῶν, κατὰ δὲ τὸ προσεχὲς ὑπὸ τῶν προσεχῶν ἑκάστοις κατὰ τὴν τοῦ προσεχοῦς τῷ πρώτῳ αἰτίῳ κυρίου ἐπίταξίν τε καὶ πρόσταξιν.
|
[07488]
|
τῶν τὰ αἰσθητήρια φησὶν ὁ ἀπόστολος συγγεγυμνασμένων.
|
[07647]
|
[7.4.24.5] Τί δὲ καὶ θαυμαστόν, εἰ ὁ μῦς, φησὶν ὁ Βίων, τὸν θύλακον διέτραγεν, οὐχ εὑρὼν ὅ τι φάγῃ;
|
[07759]
|
διὸ καὶ Κλεάνθης φησὶν ἀνθ' ἁλῶν αὐτοὺς ἔχειν τὴν [7.6.33.4] ψυχήν, ἵνα μὴ σαπῇ τὰ κρέα.
|
[07765]
|
οἶνος γάρ, φησὶν Ἀνδροκύδης, καὶ σαρκῶν ἐμφορήσεις σῶμα μὲν ῥωμαλέον ἀπεργάζονται, ψυχὴν δὲ νωχαλεστέραν.
|
[08212]
|
ἢ οὐκ οἴδατε, φησὶν ὁ ἀπόστολος, ὅτι ναός ἐστε τοῦ θεοῦ;
|
[08300]
|
ναὶ μὴν διὰ τοὺς δοκίμους φησὶν αἱ αἱρέσεις.
|
[08335]
|
τέτοκεν καὶ οὐ τέτοκεν, φησὶν ἡ γραφή, ὡς ἂν ἐξ αὑτῆς, [7.16.94.3] οὐκ ἐκ συνδυασμοῦ συλλαβοῦσα.
|
[08415]
|
οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, φησὶν ὁ ἀπόστολος, ὅτι πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πνευματικοῦ βρώματός τε καὶ πόματος μετέλαβον, κατασκευάζων σαφῶς μὴ πάντας τοὺς ἀκούοντας τὸν λόγον κεχωρηκέναι τὸ μέγεθος [7.16.104.4] τῆς γνώσεως ἔργῳ τε καὶ λόγῳ.
|
[08427]
|
[7.16.105.1] Ἡ σοφία, φησὶν ὁ Σολομών, ἐνεφυσίωσεν τὰ ἑαυτῆς τέκνα.
|
[08429]
|
αὐτίκα φησὶν ὁ ἀπόστολος·
|
[08473]
|
[7.18.110.2] ὑμεῖς δ', ὦ Μεγαρεῖς, φησὶν ὁ Θέογνις, οὔτε τρίτοι οὔτε τέταρτοι οὔτε δυωδέκατοι οὔτ' ἐν λόγῳ οὔτ' ἐν ἀριθμῷ.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»