Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum χρώμενος [17]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum χρώμενος


000-00-00 Serial Number=0515598655
Paedagogus Ante [Go Back]  
 [01294]  Σώφρων οὐδ' ἂν μελλήσαι ποτὲ γενέσθαι ὁ χρώμενος αὐτῇ, τὸν νοῦν ἐγκατορύξας τῇ κοιλίᾳ, τῷ ἰχθύι τῷ καλουμένῳ ὄνῳ τὰ μάλιστα ἐοικώς, ὃν δή φησιν Ἀριστοτέλης μόνον τῶν ἄλλων ζῴων ἐν τῇ γαστρὶ τὴν καρδίαν ἔχειν.
 [01491]  Ἤσθιεν δὲ καὶ ἔπινεν παρὰ τὰς εὐωχίας, οὐ γῆς ἐξορύττων μέταλλα, οὐδὲ ἀργύρου καὶ χρυσοῦ, τοῦτ' ἔστιν ἰοῦ, προσόζουσιν σκευαρίοις χρώμενος, οἷον ἀναπνεῖ τῆς τετυφωμένης ὕλης ὁ ἰός.
 [02893]  Ἀλλὰ γὰρ μικροῦ δεῖν ἔλαθέν με εἰπεῖν ὁ Πιττακὸς ἐκεῖνος, ὅτι ἤληθεν ὁ Μιτυληναίων βασιλεὺς ἐνεργῷ γυμνασίῳ χρώμενος.
000-00-00 Serial Number=0938414633
Quis dives salvetur Ante [Go Back]  
 [00181]  ἀλλ' ὁ μὲν τῷ δοθέντι σώματι ἁγνῶς καὶ κατὰ θεὸν χρώμενος ζήσεται.
 [00430]  μηδὲ γὰρ τοῦτο εἰς ἀπόγνωσίν σοι καὶ ἀπόνοιαν καταλελείφθω, εἰ καὶ τὸν πλούσιον μάθοις ὅστις ἐστὶν [39.1] ὁ χώραν ἐν οὐρανοῖς οὐκ ἔχων καὶ τίνα τρόπον τοῖς οὖσι χρώμενος ἄν τις τό τε ἐπίρρητον τοῦ πλούτου καὶ χαλεπὸν εἰς ζωὴν δια φύγοι καὶ δύναιτο τῶν αἰωνίων τῶν ἀγαθῶν ἐπαύρασθαι, εἴη δὲ τετυχηκὼς ἢ δι' ἄγνοιαν ἢ δι' ἀσθένειαν ἢ περίστασιν ἀκούσιον μετὰ τὴν σφραγῖδα καὶ τὴν λύτρωσιν περιπετής τισιν ἁμαρτήμασιν ἢ παραπτώμασιν, ὡς ὑπενηνέχθαι τέλεον, ὅτι οὗτος κατεψήφισται [39.2] παντάπασιν ὑπὸ τοῦ θεοῦ.
000-00-00 Serial Number=0046614647
Stromata Ante [Go Back]  
 [00809]  [1.19.91.5] ἐξ ὧν δῆλον ὅτι καὶ ποιητικοῖς χρώμενος παραδείγμασιν ἐκ τῶν Ἀράτου Φαινομένων δοκιμάζει τὰ παρ' Ἕλλησι καλῶς εἰρημένα καὶ διὰ τοῦ ἀγνώστου θεοῦ τιμᾶσθαι μὲν κατὰ περίφρασιν πρὸς τῶν Ἑλλήνων τὸν δημιουργὸν θεὸν ᾐνίξατο, κατ' ἐπίγνωσιν δὲ δεῖν δι' [1.19.92.1] υἱοῦ παραλαβεῖν τε καὶ μαθεῖν.
 [02912]  ὑβρίζει δέ τις ξένος πολίτας καὶ τούτους ἀδικεῖ, οὐχὶ δὲ ὡς παρεπίδημος τοῖς [3.4.31.5] ἀναγκαίοις χρώμενος ἀπρόσκοπος τοῖς πολίταις διαβιοῖ;
 [03242]  ὁ τοίνυν ταῖς κατὰ φύσιν ἐνεργείαις τῆς ψυχῆς ἐν δέοντι χρώμενος ἐπιθυμεῖ μὲν τῶν καταλλήλων, μισεῖ δὲ τὰ βλάπτοντα, καθὼς αἱ ἐντολαὶ προστάττουσιν·
 [03326]  πάλιν τε αὖ περὶ τοῦ νόμου διαλεγόμενος ἀλληγορίᾳ χρώμενος ἡ γὰρ ὕπανδρος γυνὴ φησὶ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ καὶ τὰ ἑξῆς.
 [03380]  καὶ καλὸν μένειν ὡς κἀγώ, ἀλλ' ὅ τε χρώμενος μετ' εὐχαριστίας ὅ τε αὖ μὴ χρώμενος καὶ αὐτὸς μετ' εὐχαριστίας [3.12.86.1] μετά τε ἐγκρατοῦς ἀπολαύσεως βιούτω κατὰ λόγον.
 [03415]  ναὶ μὴν καὶ τὸν τῆς μιᾶς γυναικὸς ἄνδρα πάνυ ἀποδέχεται, κἂν πρεσβύτερος ᾖ κἂν διάκονος κἂν λαϊκός, [3.12.90.2] ἀνεπιλήπτως γάμῳ χρώμενος·
 [03494]  [3.16.101.4] διὰ τοῦτο καὶ ὁ Παῦλος αὐτό μου τὸ σῶμα ὑποπιέζω καὶ δουλαγωγῶ φησίν, ὅτι πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται (ἀντὶ τοῦ εἰς πάντα ἐγκρατεύεται, οὐ πάντων ἀπεχόμενος, ἀλλ' οἷς ἔκρινεν, ἐγκρατῶς χρώμενος), ἐκεῖνοι μὲν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἵνα ἄφθαρτον, νικῶντες ἐν τῇ πάλῃ, οὐχὶ δὲ ἀκονιτὶ [3.16.101.5] στεφανούμενοι.
 [05082]  τὸ δὲ σκᾶνος τοῖς λοιποῖς ὅμοιον, οἷα γεγονὸς ἐκ τᾶς αὐτᾶς ὕλας, ὑπὸ τεχνίτα δὲ εἰργασμένον [5.5.29.3] λῴστω, ὃς ἐτεχνίτευσεν αὐτὸ ἀρχετύπῳ χρώμενος ἑαυτῷ.
 [06656]  ἂν οὖν τις τοῖς μερικοῖς ὡς τοῖς καθολικοῖς χρώμενος τύχῃ καὶ τὸ δοῦλον ὡς κύριον καὶ ἡγεμόνα τιμᾷ, σφάλλεται τῆς ἀληθείας οὐ συνιεὶς τὸ τῷ ∆αβὶδ κατ' ἐξομολόγησιν εἰρημένον·
 [07909]  ὃ δὲ καὶ περιπάτῳ χρώμενος καὶ ὁμιλίᾳ καὶ ἡσυχίᾳ καὶ ἀναγνώσει καὶ τοῖς ἔργοις τοῖς κατὰ λόγον κατὰ πάντα τρόπον εὔχεται·
 [08226]  [7.13.83.3] διὸ καὶ κατὰ τὴν τῶν κοσμικῶν χρῆσιν οὐ μόνον εὐχαριστεῖ καὶ θαυμάζει τὴν κτίσιν, ἀλλὰ καὶ χρώμενος ὡς προσῆκεν ἐπαινεῖται, ἐπεὶ τὸ τέλος αὐτῷ δι' ἐνεργείας γνωστικῆς τῆς κατὰ τὰς ἐντολὰς [7.13.83.4] εἰς θεωρίαν περαιοῦται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»