Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ψυχῇ [73]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ψυχῇ


000-00-00 Serial Number=0568865776
Eclogae propheticae Ante [Go Back]  
 [00048]  σημεῖον γοῦν τοῦ καὶ τὰ ἀόρατα ἡμῶν ἁγιάζε σθαι τὸ καὶ πνεύματα ἀκάθαρτα συμπεπλεγμένα τῇ ψυχῇ διυλίζεσθαι ἀπὸ τῆς γενέσεως τῆς καινῆς τε καὶ πνευματικῆς.
 [00121]  διὰ τοῦτο [ἐπὶ] τῇ ψυχῇ ὁ θεὸς τὴν αἵρεσιν δέδωκεν, ἵνα αὐτὸς μὲν μηνύσῃ τὸ δέον, ἣ δὲ ἑλομένη δέξηται καὶ κατάσχῃ.
 [00141]  ἀλλ' ἐπεὶ μὲν τὸ σῳζόμενον σίτῳ ἔοικεν, τὸ δὲ περιπεφυκὸς τῇ ψυχῇ τῷ ἀχύρῳ, καὶ τὸ μὲν ἀσώματον, τὸ δὲ χωριζόμενον ὑλικόν ἐστιν, ἀντέθηκεν τῷ μὲν ἀσωμάτῳ τὸ πνεῦμα, λεπτὸν καὶ καθαρὸν σχεδὸν ὑπὲρ νοῦν, τῷ δὲ ὑλικῷ τὸ πῦρ, οὐ πονηρὸν οὐδὲ κακὸν ὑπάρχον, ἀλλ' ἰσχυρὸν καὶ κακοῦ καθαρτικόν·
 [00210]  λέγεται τὰ πάθη τὰ ἐν τῇ ψυχῇ οὐκ ἐξ οὐσίας πνεύματα, ἐπεὶ ἔσται ἐμπαθὴς ἄνθρωπος λεγεὼν δαιμόνων, ἀλλὰ [46.2] κατὰ τὴν προτροπήν.
000-00-00 Serial Number=0310473621
Excerpta ex Theodoto Ante [Go Back]  
 [00007]  [1.2.1] Οἱ δ' ἀπὸ Οὐαλεντίνου, πλασθέντος φασὶ τοῦ ψυχικοῦ σώματος, τῇ ἐκλεκτῇ ψυχῇ οὔσῃ ἐν ὕπνῳ ἐντεθῆναι ὑπὸ τοῦ Λόγου σπέρμα ἀρρενικόν, ὅπερ ἐστὶν ἀπόρροια τοῦ ἀγγελικοῦ, ἵνα μὴ ὑστέρημα ᾖ.
 [00009]  Ὕπνος δὲ ἦν Ἀδὰμ ἡ λήθη τῆς ψυχῆς, ἣν συνεῖχε μὴ διαλυθῆναι *τὸ σπέρμα* τὸ πνευματικόν, ὅπερ ἐνέθηκεν τῇ ψυχῇ ὁ Σωτήρ.
 [00065]  καὶ ἀνταποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν, εἰς τὴν ἔννοιαν αὐτῶν τὴν ἐν τῇ ψυχῇ, ἀφ' ἧς πρώτης ἐνεργεῖται Πρωτότοκος πάσης κτίσεως.
 [00150]  παράκειται δὲ τὸ Πνεῦμα τῷ πνεύματι, ὡς τὸ πνεῦμα τῇ ψυχῇ.
 [00225]  [1.27.4] Ποῦ δὲ ἔτι γραφῆς καὶ μαθήσεως κατόρθωμα τῇ ψυχῇ ἐκείνῃ τῇ καθαρᾷ γενομένῃ, ὅπου καὶ ἀξιοῦται πρόσωπον πρὸς πρόσωπον Θεὸν [1.27.5] ὁρᾶν;
 [00347]  Ἐκεῖ γὰρ χοϊκὴ σὰρξ οὐκ ἀναβαίνει, ἀλλ' ἦν τῇ ψυχῇ τῇ θείᾳ οἷον σὰρξ ἡ ὑλική.
 [00352]  καὶ δῆσαι παραινεῖ καὶ ἁρπάσαι ὡς ἰσχυροῦ τὰ σκεύη, τοῦ ἀντιπολεμοῦντος τῇ οὐρανίῳ ψυχῇ, ὁ Σωτήρ·
 [00355]  Τοῦτο ζιζάνιον ὀνομάζεται συμ φυὲς τῇ ψυχῇ, τῷ χρηστῷ σπέρματι·
000-00-00 Serial Number=0959856629
Paedagogus Ante [Go Back]  
 [00389]  Οὐ μὴν ἀλλὰ καὶ τῇδε ἐκλαμβάνουσιν ἡμῖν γάλα νοεῖσθαι τὸ κήρυγμα δύναται τὸ ἐπὶ πλεῖστον κεχυμένον, βρῶμα δὲ ἡ πίστις εἰς θεμέλιον ἐκ κατηχήσεως συνεστραμμένη, ἣ δὴ στερεμνιωτέρα τῆς ἀκοῆς ὑπάρχουσα βρώματι ἀπεικάζεται, ἐν [1.6.38.2] αὐτῇ σωματοποιουμένη τῇ ψυχῇ.
 [01207]  θηρίων γὰρ μᾶλλον τοῦτό γε, καὶ ἡ ἀπ' αὐτῶν ἀναθυμίασις θολωδεστέρα οὖσα ἐπισκοτεῖ τῇ ψυχῇ.
 [01246]  ∆ίκαιος γάρ, φησίν, ἐσθίων ἐμπίμπλαται τῇ ψυχῇ, κοιλίαι δὲ ἀσεβῶν ἐνδεεῖς, ἀκαταπαύστου λιχνείας ὀρεγόμεναι.
 [01286]  Ἀνθρώποις δὲ τὰ μὲν πολλὰ βλάβην καὶ λύπην ἐνεγέννησεν ἡδονή, δυσπάθειαν δὲ καὶ λήθην καὶ ἀφροσύνην ἡ πολυτροφία ἐντίκτει τῇ ψυχῇ.
 [01309]  καὶ γὰρ ὡς ἀληθῶς μὲν τὸ πνεῦμα ᾠκείωται τῇ ὑπ' αὐτοῦ φερομένῃ ψυχῇ, ἡ δὲ σὰρξ [2.2.20.2] τῷ λόγῳ, δι' ἣν ὁ λόγος γέγονεν σάρξ.
 [01589]  [2.5.48.3] Μάλιστα γοῦν ἐν οἴνῳ καθορᾶσθαι τὰ ἤθη τῶν ὑπούλων συμβέβηκεν τῆς ὑποκρίσεως ἀπογυμνούμενα διὰ τὴν ἀνελεύθερον παρρησίαν τῆς παροινίας, δι' ἣν κατακοιμίζεται μὲν ὁ λόγος ἐν αὐτῇ τῇ ψυχῇ καρηβαρήσας τῇ μέθῃ, τὰ δὲ ἐκτράπελα ἐπεγείρεται πάθη καταδυναστεύοντα τῆς ἀσθενείας τοῦ λογισμοῦ.
 [02081]  Οὐ μὴν οὐδ' ὡς ἐν σκότῳ νύκτωρ ἀκολαστητέον, ἀλλ' ἐγκαθειρκτέον [2.10.97.2] τῇ ψυχῇ τὸ αἰδῆμον οἱονεὶ φῶς τοῦ λογισμοῦ·
 [02101]  Ὁ ἄνθρωπος ὁ ἀναβαίνων ἐπὶ τῆς κλίνης αὐτοῦ, ὁ λέγων ἐν τῇ ψυχῇ·
 [02137]  Αὐτὸς γοῦν ὁ κύριος διαιρῶν τὰς ὑποθήκας εἴς τε ψυχὴν καὶ σῶμα καὶ τρίτον τὰ ἐκτός, διὰ μὲν τὸ σῶμα τὰ ἐκτὸς πορίζεσθαι συμβουλεύει, διοικεῖν δὲ τὸ σῶμα τῇ ψυχῇ, παιδαγωγεῖ δὲ τὴν ψυχήν, μὴ μεριμνᾶτε λέγων τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε·
 [02322]  ἐν μόνῃ γὰρ τῇ ψυχῇ καταφαίνεται καὶ [2.12.121.3] τὸ κάλλος καὶ τὸ αἶσχος.
 [02753]  ἐν ψυχῇ ἄρα τὸ πλούσιον.
 [03186]  Ἀγαπήσεις τὸν θεόν σου ἐν ὅλῃ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύι σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν.
000-00-00 Serial Number=0576587975
Protrepticus Ante [Go Back]  
 [00797]  τὰ μὲν γὰρ ἄδικα καὶ ἄνισα εἴδωλα οἴκοι ἐν τῷ μαρσίππῳ καὶ ἐν τῇ ὡς ἔπος εἰπεῖν ῥυπώσῃ ψυχῇ κατακέκρυπται·
 [01148]  Εἶθ' ὁ μὲν ἄπυστος τοῦ λόγου συγγνώμην τῆς πλάνης ἔχει τὴν ἄγνοιαν, ὁ δὲ εἰς ὦτα βαλόμενος καὶ τῇ ψυχῇ <παρακούσας> παρὰ τῆς γνώμης φέρει τὴν ἀπείθειαν, καὶ ὅσῳ γε φρονιμώτερος εἶναι δόξει, πρὸς κακοῦ ἡ σύνεσις αὐτῷ, ὅτι τῇ φρονήσει κέχρηται κατηγόρῳ τὸ βέλτιστον οὐχ ἑλόμενος·
 [01229]  Ποῦ γὰρ ἀλλαχόθι ἢ ἐν σώφρονι ψυχῇ δικαιοσύνην ἐγγραπτέον;
 [01233]  Ταύτας, οἶμαι, τὰς θείας γραφὰς ἐναποσφραγισαμένους χρὴ τῇ ψυχῇ καλὸν ἀφετήριον σοφίαν ἡγεῖσθαι τοῖς ἐφ' ὁτιοῦν τοῦ βίου τραπεῖσι μέρος, ὅρμον τε τὴν αὐτὴν ἀκύμονα σωτηρίας σοφίαν νομίζειν·
 [01326]  Ὅ γέ τοι οὐράνιος καὶ θεῖος ὄντως ἔρως ταύτῃ προσγίνεται τοῖς ἀνθρώποις, ὅταν ἐν αὐτῇ που τῇ ψυχῇ τὸ ὄντως καλὸν ὑπὸ τοῦ θείου λόγου ἀναζωπυρούμενον ἐκλάμπειν δυνηθῇ·
000-00-00 Serial Number=0469252825
Quis dives salvetur Ante [Go Back]  
 [00073]  [7.1] Οὐκοῦν τὸ μέγιστον καὶ κορυφαιότατον τῶν πρὸς τὴν ζωὴν μαθημάτων ἀπὸ τῆς ἀρχῆς εὐθὺς ἐγκαταθέσθαι τῇ ψυχῇ δεῖ, γνῶναι τὸν θεὸν τὸν αἰώνιον καὶ δοτῆρα αἰωνίων καὶ πρῶτον καὶ ὑπέρ τατον καὶ ἕνα καὶ ἀγαθὸν θεόν.
 [00162]  ὁ μὲν γὰρ ἔχων κτήματα καὶ χρυσὸν καὶ ἄργυρον καὶ οἰκίας ὡς θεοῦ δωρεὰς καὶ τῷ τε διδόντι θεῷ λειτουργῶν ἀπ' αὐτῶν εἰς ἀνθρώ πων σωτηρίαν καὶ εἰδὼς ὅτι ταῦτα κέκτηται διὰ τοὺς ἀδελφοὺς μᾶλλον ἢ ἑαυτὸν καὶ κρείττων ὑπάρχων τῆς κτήσεως αὐτῶν, μὴ δοῦλος ὢν ὧν κέκτηται μηδὲ ἐν τῇ ψυχῇ ταῦτα περιφέρων μηδὲ ἐν τούτοις ὁρίζων καὶ περιγράφων τὴν ἑαυτοῦ ζωήν, ἀλλά τι καὶ καλὸν ἔργον καὶ θεῖον ἀεὶ διαπονῶν, κἂν ἀποστερηθῆναι δέῃ ποτὲ τούτων, δυνάμενος ἵλεῳ τῇ γνώμῃ καὶ τὴν ἀπαλλαγὴν αὐτῶν ἐνεγ κεῖν ἐξ ἴσου καθάπερ καὶ τὴν περιουσίαν, οὗτός ἐστιν ὁ μακαριζό μενος ὑπὸ τοῦ κυρίου καὶ πτωχὸς τῷ πνεύματι καλούμενος, κληρο νόμος ἕτοιμος οὐρανοῦ βασιλείας, οὐ πλούσιος ζῆσαι μὴ δυνάμενος·
 [00163]  [17.1] ὁ δὲ ἐν τῇ ψυχῇ τὸν πλοῦτον φέρων καὶ ἀντὶ θεοῦ πνεύματος ἐν τῇ καρδίᾳ χρυσὸν φέρων ἢ ἀγρὸν καὶ τὴν κτῆσιν ἄμετρον ἀεὶ ποιῶν καὶ ἑκάστοτε τὸ πλεῖον βλέπων, κάτω νενευκὼς καὶ τοῖς τοῦ κόσμου θηράτροις πεπεδημένος, γῆ ὢν καὶ εἰς γῆν ἀπελευσόμενος, πόθεν δύναται βασιλείας οὐρανῶν ἐπιθυμῆσαι καὶ φροντίσαι, ἄνθρωπος οὐ καρδίαν, ἀλλὰ ἀγρὸν ἢ μέταλλον φορῶν, ἐν τούτοις εὑρεθησόμενος ἐπάναγκες ἐν οἷς εἵλετο;
 [00193]  τῷ δὴ κατὰ κόσμον οὐ πτωχῷ καὶ πλουσίῳ κατὰ τὰ πάθη ὁ κατὰ πνεῦμα οὐ πτωχὸς καὶ κατὰ θεὸν πλούσιος ἀπόστηθι φησί τῶν ὑπαρχόντων ἐν τῇ ψυχῇ σου κτημάτων ἀλλοτρίων, ἵνα καθαρὸς τῇ καρδίᾳ γενόμενος ἴδῃς τὸν θεόν, ὅπερ καὶ δι' ἑτέρας φωνῆς ἐστιν εἰσελ [19.4] θεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
 [00200]  ἀλλὰ ἀντὶ τῶν πρότερον ἐνυπαρχόντων τῇ ψυχῇ, ἣν σῶσαι ποθεῖς, ἀντεισ αγόμενος ἕτερον πλοῦτον θεοποιὸν καὶ ζωῆς χορηγὸν αἰωνίου, τὰς κατὰ τὴν ἐντολὴν τοῦ θεοῦ διαθέσεις, ἀνθ' ὧν σοι περιέσται μισθὸς [19.6] καὶ τιμή, διηνεκὴς σωτηρία καὶ αἰώνιος ἀφθαρσία.
 [00277]  καὶ πόλεμος ὁ μὲν ἐπακτὸς ῥᾳδίως [25.7] καταλύεται, ὁ δὲ ἐν τῇ ψυχῇ μέχρι θανάτου παραμετρεῖται.
 [00384]  πᾶσιν ἄνοιξον τὰ σπλάγχνα τοῖς τοῦ θεοῦ μαθηταῖς ἀπογεγραμμένοις, μὴ πρὸς σῶμα ἀπιδὼν ὑπερόπτως, μὴ πρὸς ἡλικίαν ἀμελῶς διατεθείς, μηδ' εἴ τις ἀκτήμων ἢ δυσείμων ἢ δυσειδὴς ἢ ἀσθενὴς φαίνεται, πρὸς [33.6] τοῦτο τῇ ψυχῇ δυσχεράνῃς καὶ ἀποστραφῇς.
 [00391]  τοιούτους κτῆσαι τῷ σῷ πλούτῳ καὶ τῷ σώματι καὶ τῇ ψυχῇ δορυφόρους, ὧν στρατηγεῖ θεός, δι' οὓς καὶ ναῦς βαπτιζομένη κουφίζεται, μόναις ἁγίων εὐχαῖς κυβερ νωμένη, καὶ νόσος ἀκμάζουσα δαμάζεται, χειρῶν ἐπιβολαῖς διωκομένη, καὶ προσβολὴ λῃστῶν ἀφοπλίζεται, εὐχαῖς εὐσεβέσι σκυλευομένη, καὶ δαιμόνων βία θραύεται, προστάγμασι συντόνοις ἐλεγχομένη.
 [00429]  ἐὰν ταύτην ἐμβάληταί τις τῇ ψυχῇ, δύναται, κἂν ἐν ἁμαρτήμασιν ᾖ γεγεννημένος, κἂν πολλὰ τῶν κεκωλυμένων εἰργασμένος, αὐξήσας τὴν ἀγάπην καὶ μετάνοιαν καθαρὰν λαβὼν [38.5] ἀναμαχέσασθαι τὰ ἐπταισμένα.
 [00465]  οὕτω καὶ ψυχῇ διηνεκοῦς ἡδονῆς οὐδὲν ὀλεθριώτερον·
000-00-00 Serial Number=0250181615
Stromata Ante [Go Back]  
 [00013]  σπειρόμενον τὸν λόγον κρύπτεσθαι μηνύει καθάπερ ἐν γῇ τῇ τοῦ [1.1.2.1] μανθάνοντος ψυχῇ, καὶ αὕτη πνευματικὴ φυτεία.
 [00016]  ψυχὴ γάρ, οἶμαι, ψυχῇ καὶ πνεῦμα πνεύματι συναπτόμενα κατὰ τὴν τοῦ λόγου σπορὰν αὔξει τὸ καταβληθὲν καὶ ζωογονεῖ·
 [00283]  ὁ γὰρ ἀπὸ τῶν ἀποδείξεων λόγος ἀκριβῆ πίστιν ἐντίθησι τῇ ψυχῇ τοῦ παρακολουθοῦντος, ὥστε μηδ' ἂν ἄλλως ἔχειν τὸ ἀποδειχθὲν οἴεσθαι, τοῖς τε αὖ δι' ἀπάτην ὑποτρέχουσιν ἡμῖν ὑποπίπτειν [1.6.33.3] οὐκ ἐᾷ.
 [02401]  ἑκάστη δὲ ἀπάτη, συνεχῶς ἐναπερειδομένη τῇ ψυχῇ, τὴν φαντασίαν ἐν αὐτῇ τυποῦται.
 [02403]  [2.20.112.1] Οἱ δ' ἀμφὶ τὸν Βασιλείδην προσαρτήματα τὰ πάθη καλεῖν εἰώθασι, πνεύματά <τέ> τινα ταῦτα κατ' οὐσίαν ὑπάρχειν προσηρτημένα τῇ λογικῇ ψυχῇ κατά τινα τάραχον καὶ σύγχυσιν ἀρχικὴν ἄλλας τε αὖ πνευμάτων νόθους καὶ ἑτερογενεῖς φύσεις προσεπιφύεσθαι ταύταις οἷον λύκου, πιθήκου, λέοντος, τράγου, ὧν τὰ ἰδιώματα περὶ τὴν ψυχὴν φανταζόμενα τὰς ἐπιθυμίας τῆς ψυχῆς τοῖς ζῴοις ἐμφερῶς [2.20.112.2] ἐξομοιοῦν λέγουσιν·
 [02423]  ὥσπερ γὰρ αἱ ἀναθυμιάσεις αἵ τε γῆθεν αἵ τε ἀπὸ τελμάτων εἰς ὁμίχλας συνίστανται καὶ νεφελώδεις συστροφάς, οὕτως αἱ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀναδόσεις καχεξίαν προστρίβονται ψυχῇ, κατασκεδαννύουσαι τὰ εἴδωλα τῆς ἡδονῆς ἐπίπροσθε τῆς ψυχῆς.
 [02430]  τὰς ἐνεργείας οὖν τὰς τοῖς δαιμονίοις καταλλήλους ἐπιτελεῖν φησι τοὺς ἁμαρτωλούς, οὐχὶ δὲ αὐτὰ τὰ [2.20.117.2] πνεύματα ἐν τῇ τοῦ ἀπίστου κατοικεῖν ψυχῇ λέγει.
 [02668]  [2.23.145.1] Καθαρὸν οὖν τὸν γάμον ὥσπερ τι ἱερὸν ἄγαλμα τῶν μιαινόντων φυλακτέον, ἀνεγειρομένοις μὲν ἐκ τῶν ὕπνων μετὰ κυρίου, ἀπιοῦσι δὲ εἰς ὕπνον μετ' εὐχαριστίας καὶ εὐχομένοις, ἠμὲν ὅτ' εὐνάζῃ καὶ ὅτ' ἂν φάος ἱερὸν ἔλθῃ, μαρτυρομένοις τὸν κύριον παρ' ὅλον ἡμῶν τὸν βίον, τὸ μὲν θεοσεβεῖν τῇ ψυχῇ κεκτημένοις, τὸ σῶφρον δὲ μέχρι καὶ τοῦ σώματος [2.23.145.2] ἄγουσιν.
 [02771]  οἱ φιλόσοφοι δὲ ὧν ἐμνήσθημεν, παρ' ὧν τὴν γένεσιν κακὴν εἶναι ἀσεβῶς ἐκμαθόντες οἱ ἀπὸ Μαρκίωνος καθάπερ ἰδίῳ δόγματι φρυάττονται, οὐ φύσει κακὴν βούλονται ταύτην [3.3.13.2] εἶναι, ἀλλὰ τῇ ψυχῇ τῇ τὸ ἀληθὲς διιδούσῃ·
 [03011]  οὐ γὰρ λόγον ψιλὸν εἶναι τὴν γνῶσίν φαμεν, ἀλλά τινα ἐπιστήμην θείαν καὶ φῶς ἐκεῖνο τὸ ἐν τῇ ψυχῇ ἐγγενόμενον ἐκ τῆς κατὰ τὰς ἐντολὰς ὑπακοῆς τὸ πάντα κατάδηλα ποιοῦν τὰ τε ἐν γενέσει αὐτόν τε τὸν ἄνθρωπον ἑαυτόν τε γινώσκειν παρασκευάζον καὶ τοῦ θεοῦ ἐπήβολον καθίστασθαι διδάσκον.
 [03645]  καὶ οἱ παλαιοὶ δὲ τῶν παρ' Ἕλλησι τῶν ἐν πολέμῳ ἀποθανόντων τὴν τελευτὴν ἐπαινοῦσιν, οὐ τὸ βιαίως ἀποθνῄσκειν συμβουλεύοντες, ἀλλ' ὅτι ὁ κατὰ πόλεμον τελευτῶν ἀδεὴς τοῦ θανεῖν ἀπήλλακται, ἀποτμηθεὶς τοῦ σώματος, καὶ οὐ προκαμὼν τῇ ψυχῇ οὐδὲ καταμαλακισθείς, οἷα περὶ τὰς νόσους πάσχουσιν οἱ ἄνθρωποι·
 [03722]  ὑπάρχοντα δέ φασί τινες αὐτὸν εἰρηκέναι τὰ ἐν τῇ ψυχῇ ἀλλότρια, καὶ πῶς τοῖς πτωχοῖς ταῦτα διανέμεται, οὐκ ἔχουσιν εἰπεῖν·
 [03745]  οὗτος δ' ἂν εἴη ὁ ἀνυποκρίτως ἐξ ὅλης [4.6.32.4] καρδίας πιστεύων καὶ πάσῃ τῇ ψυχῇ γαληνιῶν·
 [03773]  μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι τί περιβάλητε·
 [03786]  πραεῖς δέ εἰσιν οἱ τὴν ἄσπειστον μάχην τὴν ἐν τῇ ψυχῇ καταπεπαυκότες θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων εἰδῶν.
 [04166]  οὐκέτι οὖν ὁ πόνος καὶ ὁ φόβος, ὡς αὐτοὶ λέγουσιν, ἐπισυμβαίνει τοῖς πράγμασιν ὡς ὁ ἰὸς τῷ σιδήρῳ, ἀλλ' ἐκ βουλήσεως ἰδίας προσέρχεται τῇ ψυχῇ.
 [04181]  ἐπεὶ δὲ τὸ φαινόμενον αὐτοῦ οὐκ ἔστιν ἡ ἐκ μεσότητος ψυχή, ἔρχεται τὸ διαφέρον, καὶ τοῦτ' ἔστι τὸ ἐμφύσημα τοῦ διαφέροντος πνεύματος, καὶ καθ' ὅλου ὃ ἐμπνεῖται τῇ ψυχῇ, τῇ εἰκόνι τοῦ πνεύματος, καὶ καθόλου τὰ ἐπὶ τοῦ ∆ημιουργοῦ λεγόμενα τοῦ κατ' εἰκόνα γενομένου, ταῦτ' ἐν εἰκόνος αἰσθητῆς μοίρᾳ ἐν τῇ Γενέσει περὶ τὴν ἀνθρωπογονίαν [4.13.90.4] προπεφητεῦσθαι λέγουσι.
 [04185]  εἰ δ' εἰς τοῦτο κατήργησεν ὡς μὴ τοῦ διαφέροντος ἅπτεσθαι γένους, οὐχ οὗτοι τὸν θάνατον καταργοῦσιν οἱ ἀντίμιμοι τοῦ ∆ημιουργοῦ, οἱ τῇ ἐκ μεσότητος ψυχῇ, τῇ σφετέρᾳ εἰκόνι, ἐμφυσῶντες τὴν ζωὴν τὴν ἄνωθεν κατὰ τὴν τοῦ δόγματος αἵρεσιν, κἂν διὰ τῆς μητρὸς τοῦτο [4.13.91.3] συμβαίνειν λέγωσιν·
 [04406]  ἔμπαλιν γὰρ ὁ δι' ἀγάπην τὴν ἁγνὴν προσβλέπων τὸ κάλλος οὐ τὴν σάρκα ἡγεῖται, ἀλλὰ τὴν ψυχὴν καλήν, τὸ σῶμα, οἶμαι, ὡς ἀνδριάντα θαυμάσας, δι' οὗ κάλλους ἐπὶ τὸν τεχνίτην καὶ τὸ ὄντως καλὸν αὐτὸς αὑτὸν παραπέμπει, σύμβολον ἅγιον τὸν χαρακτῆρα τῆς δικαιοσύνης τὸν φωτεινὸν ἐπιδεικνύμενος τοῖς ἐφεστῶσι τῇ ἀνόδῳ ἀγγέλοις, τὸ χρῖσμα τῆς εὐαρεστήσεως λέγω, τὴν ποιότητα τῆς διαθέσεως τὴν ἐπικειμένην τῇ ψυχῇ [4.18.117.1] κατ' ἐπιχώρησιν τοῦ ἁγίου πνεύματος γεγανωμένῃ.
 [04633]  οὐδὲ γὰρ ἀνείδεος οὐδ' ἀσχημάτιστος ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ δημιουργεῖται, ἔνθα μυστικῶς ἀνθρώπου ἐκτελεῖται γένεσις, κοινῆς οὔσης καὶ τῆς τέχνης καὶ τῆς οὐσίας, ὁ δέ τις ἄνθρωπος κατὰ τύπωσιν τὴν ἐγγινομένην τῇ ψυχῇ ὧν ἂν [4.23.150.3] αἱρήσηται χαρακτηρίζεται.
 [05355]  οὐ πάντα ἁπλῶς ἄνθρωπον, ἐπεὶ οὐδεὶς ἂν ἦν ἄπιστος, οὐδὲ μὴν πάντα τὸν πιστεύοντα τέλειον ἐν Χριστῷ, ἀλλὰ πάντα ἄνθρωπον λέγει, ὡς εἰπεῖν ὅλον τὸν ἄνθρωπον, οἷον σώματι καὶ ψυχῇ ἡγνισμένον, ἐπεί, ὅτι οὐ πάντων ἡ γνῶσις, [5.10.61.4] διαρρήδην ἐπιφέρει·
 [05507]  εἰκότως οὖν ἐν τῇ μεγάλῃ ἐπιστολῇ ῥητὸν γὰρ φησὶν οὐδαμῶς ἐστιν ὡς τὰ ἄλλα μαθήματα, ἀλλ' <ἐκ> πολλῆς ξυνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ γενόμενον [5.11.77.2] αὐτὸ ἑαυτὸ ἤδη τρέφει.
 [05614]  ἀλλ' ἡμεῖς μὲν τῷ πεπιστευκότι προσεπιπνεῖσθαι τὸ ἅγιον πνεῦμά φαμεν, οἳ δὲ ἀμφὶ τὸν Πλάτωνα νοῦν μὲν ἐν ψυχῇ θείας μοίρας ἀπόρροιαν ὑπάρχοντα, ψυχὴν δὲ ἐν σώματι κατοικίζουσιν·
 [06106]  μέμνησο, Μενέστρατε, διότι, θνητὸς φὺς καὶ λαβὼν βίον ὡρισμένον, ἀναβὰς τῇ ψυχῇ ἕως ἐπὶ τὸν αἰῶνα καὶ τὴν ἀπειρίαν [5.14.138.3] τῶν πραγμάτων κατεῖδες καὶ [7τὰ] ἐσσόμενα πρό τ' ἐόντα7.
 [06305]  ἔστιν ὕδωρ ψυχῇ, θάνατος δ' ὑδάτεσ<σ>ιν ἀμοιβή, ἐκ δὲ ὕδατος <μὲν> γαῖα, τὸ δ' ἐκ γαίας πάλιν ὕδωρ·
 [06881]  πλὴν οὐδαμῶς τούτοις ἐνδιατριπτέον ἀλλ' ἢ εἰς μόνον τὸ ἀπ' αὐτῶν χρήσιμον, ὡς λαβόντας τοῦτο καὶ κτησαμένους ἀπιέναι οἴκαδε δύνασθαι ἐπὶ τὴν ἀληθῆ φιλοσοφίαν, πεῖσμα τῇ ψυχῇ βέβαιον τὴν ἐκ πάντων ἀσφάλειαν πεπορισμένους.
 [06994]  ναὶ μὴν καθάπερ τῷ Μωυσεῖ ἐκ τῆς δικαιοπραγίας καὶ τῆς κατὰ τὸ συνεχὲς πρὸς τὸν θεὸν τὸν λαλοῦντα αὐτῷ ὁμιλίας ἐπίχροιά τις ἐπεκάθιζε τῷ προσώπῳ δεδοξασμένη, οὕτως καὶ τῇ δικαίᾳ ψυχῇ θεία τις ἀγαθωσύνης δύναμις κατά τε ἐπισκοπὴν κατά τε τὴν προφητείαν κατά τε τὴν διοικητικὴν ἐνέργειαν ἐγχριπτομένη οἷον ἀπαυγάσματος νοεροῦ καθάπερ ἡλιακῆς ἀλέας ἐναποσημαίνεταί τι, δικαιοσύνης σφραγῖδα ἐπιφανῆ, φῶς ἡνωμένον ψυχῇ δι' ἀγάπης [6.12.104.2] ἀδιαστάτου, θεοφορούσης καὶ θεοφορουμένης.
 [07102]  ἄμεινον δὲ τὴν ἑκάστου πίστιν ἐν αὐτῇ [6.15.120.2] ἐγκεντρίζεσθαι τῇ ψυχῇ.
 [07335]  ὅταν δέ τις ἔναυσμα λαβὼν τοῦ πράγματος ἐξάψῃ τοῦτο ἔνδον ἐν τῇ ψυχῇ πόθῳ καὶ μαθήσει, πάντα ἐπὶ [6.17.150.2] τούτοις κινεῖ πρὸς τὸ ἐπιγνῶναι.
 [07713]  ἐνταῦθα καὶ τὸ ἀπεικόνισμα εὕροιμεν ἄν, τὸ θεῖον καὶ ἅγιον ἄγαλμα, ἐν τῇ δικαίᾳ ψυχῇ, ὅταν μακαρία μὲν αὐτὴ τυγχάνῃ, [7.5.29.7] ἅτε προκεκαθαρμένη, μακάρια δὲ διαπραττομένη ἔργα.
 [07856]  οὗτος ὁ μεγαλόφρων, ὁ τὸ πάντων τιμιώτατον, ὁ τὸ πάντων ἀγαθώτατον κατὰ τὴν ἐπιστήμην κεκτημένος, εὔθικτος μὲν κατὰ τὴν προσβολὴν τῆς θεωρίας, ἔμμονον δὲ τὴν τῶν θεωρητῶν δύναμιν ἐν τῇ ψυχῇ κεκτημένος, τουτέστι τὴν διορατικὴν [7.7.44.7] τῆς ἐπιστήμης δριμύτητα.
 [08150]  αὐτίκα τῶν ἀδελφῶν τὰς ψυχὰς θεωρῶν καὶ τῆς σαρκὸς τὸ κάλλος αὐτῇ βλέπει τῇ ψυχῇ, τῇ μόνον τὸ καλὸν ἄνευ τῆς σαρκικῆς ἡδονῆς ἐπισκοπεῖν εἰθισμένῃ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»