Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀξίωμα [260]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀξίωμα
Cooperatorum Veritatis Societas
Ad Theodorum lapsum i
Ante [Go Back]
000-00-00 Serial Number=0291383147
[00315]
Καὶ καθάπερ παιδίον βασιλικὸν πρότερον ἐν εὐτελεῖ τρεφόμενον οἰκήματι καὶ ὑπὸ φόβον ὂν παιδαγωγῶν, ὥστε μὴ τῇ ἀνέσει γενέσθαι χεῖρον καὶ τῆς πατρικῆς ἀνάξιον κληρονομίας, ἐπειδὰν εἰς τὸ βασιλικὸν ἐλθεῖν ἀξίωμα δέῃ, πάντα ἀθρόως ἐκεῖνα μεταμφιασάμενος, ἐξαίφνης, μετὰ τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος καὶ τοῦ πλήθους τῶν δορυφόρων, μετὰ πολλῆς προκάθηται τῆς παρρησίας, τὰ ταπεινὰ καὶ κατηφῆ ῥίψας ἀπὸ τῆς ψυχῆς, καὶ ἕτερα ἀντ' ἐκείνων ἀναλαβών·
Ad illuminandos catecheses
Ante [Go Back]
000-00-00 Serial Number=0030006468
[00216]
ὅταν δὲ βασιλέως ἀναγινώσκηται γράμματα, ἅπαν τὸ τῶν δούλων ἀξίωμα ἡσυχαζέτω.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0515003204
[03883]
ἔνθα γὰρ ἂν ᾖ καθοσίωσις, ἀξίωμα οὐδὲν ὠφελεῖ.
[03884]
Οὐκοῦν πολλῷ μᾶλλον ἔνθα ἂν ἀσέβεια ᾖ, ἀξίωμα οὐδὲν ὠφελεῖ.
[04483]
οἴσεις δὲ γενναίως, ἂν μὴ τὴν ὕβριν ἐννοήσῃς μόνον, ἀλλὰ καὶ τὸ ἀξίωμα τοῦ κελεύοντος φέρειν, καὶ οἴσῃ πράως.
[04903]
Ἀλλ' ὅτι τὸ τῆς πόλεως ἀφεῖλε ἀξίωμα, καὶ οὐκέτι καλεῖσθαι αὐτὴν μητρόπολιν εἴασεν;
[04911]
Ἀλγεῖς ὅτι τὸ τῆς πόλεως ἀξίωμα ἀφῄρηται;
[04912]
μάθε τί ποτέ ἐστι τῆς πόλεως ἀξίωμα, καὶ τότε εἴσῃ σαφῶς, ὅτι ἐὰν οἱ οἰκοῦντες αὐτὸ μὴ προδῶσιν, οὐδεὶς ἕτερος ἀφελέσθαι δυνήσεται ἀξίωμα πόλεως.
[04913]
Οὐ τὸ μητρόπολιν εἶναι, οὐδὲ τὸ μέγεθος ἔχειν καὶ κάλλος οἰκοδομημάτων, οὐδὲ τὸ πολλοὺς κίονας, καὶ στοὰς εὐρείας καὶ περιπάτους, οὐδὲ τὸ πρὸ τῶν ἄλλων ἀναγορεύεσθαι πόλεων, ἀλλ' ἡ τῶν ἐνοικούντων ἀρετὴ καὶ εὐσέβεια, τοῦτο καὶ ἀξίωμα καὶ κόσμος καὶ ἀσφάλεια πόλεως, ὡς ἂν μὴ τοῦτο ᾖ, πάντων ἐστὶν εὐτελεστέρα, κἂν μυρίας παρὰ βασιλέων ἀπολαύῃ τιμῆς.
[04914]
Βούλει μαθεῖν σου τῆς πόλεως τὸ ἀξίωμα;
[04917]
Τί ποτ' οὖν ἐστι τῆς παρ' ἡμῖν πόλεως τὸ ἀξίωμα;
[04921]
Βούλει καὶ ἕτερον ἀκοῦσαι τῆς πόλεως ἀξίωμα καὶ ἐγκώμιον;
[04923]
Ἰδοὺ καὶ δεύτερον ἀξίωμα, ἡ ἐν λιμῷ φιλοφροσύνη.
[04927]
Βούλει καὶ ἕτερον μαθεῖν τῆς πόλεως ταύτης ἀξίωμα;
[04931]
Τοῦτο πόλεως ἀξίωμα, τοῦτο προεδρία, τοῦτο μητρόπολιν αὐτὴν ποιεῖ, οὐκ ἐν τῇ γῇ, ἀλλ' ἐν τῷ οὐρανῷ·
[04954]
Εἰ δὲ ἀξίωμα εἶναι νομίζεις πόλεως, ἐννόησον πόσοι πορνοκόποι, πόσοι μαλακοὶ καὶ διεφθαρμένοι καὶ μυρίων γέμοντες κακῶν κοινωνοῦσί σοι τῆς ἀξίας ταύτης, καὶ καταφρόνησόν ποτε τῆς τιμῆς ταύτης.
[04957]
Μὴ τοίνυν ἀνόητοι γινώμεθα, ἀλλὰ τότε ἀλγῶμεν, ὅταν τὸ ἀξίωμα ἡμῶν τῆς ψυχῆς ἀφέληταί τις, ὅταν ἁμαρτίαν ἐργασώμεθα, ὅταν τῷ κοινῷ πάντων ∆εσπότῃ προσκρούσωμεν·
[04981]
μή τι τὸ ἀξίωμα τὴν πόλιν ὠφέλησε, μή τι τὸ μέγεθος τῆς οἰκοδομῆς, μή τι τὸ μητρόπολιν αὐτὴν εἶναι;
[04982]
Εἰ δὲ παρὰ βασιλεῖ τῷ ἐπὶ τῆς γῆς οὐδὲν αὐτῆς τοῦτο ἁμαρτούσης προέστη, ἀλλὰ πάντα ἐκεῖνα ἀφῄρηται, πολλῷ μᾶλλον παρὰ τῷ ∆εσπότῃ τῶν ἀγγέλων οὐδὲν αὐτῆς τὸ ἀξίωμα προστήσεται τοῦτο·
[04987]
Μὴ παίζωμεν, ἀγαπητοὶ, μηδὲ πρὸς τὰς τῶν πολλῶν ὑπολήψεις [49.179] βλέπωμεν, ἀλλὰ μάθωμεν, τί ποτέ ἐστι πόλεως ἀξίωμα, τί ποτέ ἐστι τὸ ποιοῦν πόλιν μητρόπολιν.
Ad viduam juniorem
Ante [Go Back]
000-00-00 Serial Number=0644912899
[00199]
Ἐπειδὴ δέ σου δεινῶς στρέφει τὴν ψυχὴν καὶ θορυβεῖ τὸ προσδοκηθὲν πολλάκις αὐτὸν ἐπὶ τὸ τῶν ὑπάρχων ἥξειν ἀξίωμα, καὶ προανηρπάσθαι τῆς ἀρχῆς, πρῶτον μὲν ἐκεῖνο σκόπει, ὅτι εἰ καὶ σφόδρα δήλη ἦν αὕτη ἡ ἐλπίς, ἀλλ' ὅμως ἀνθρώπων ἐλπὶς ἦν, πολλάκις διαπίπτουσα·
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0437984109
[00934]
αἰδέσθητι τοῦ κελεύοντος τὸ ἀξίωμα, καὶ μετὰ πάσης ὑπάκουε τῆς προθυμίας.
[02120]
Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἔστι μαθεῖν πῶς σεμνὸν τὸ τῆς ἱερωσύνης ἦν ἀξίωμα.
[02202]
Ἐννόησον τοίνυν τὸ ἀξίωμα τοῦ σωζομένου, καὶ μὴ καταφρονήσῃς αὐτοῦ τῆς ἐπιμελείας.
[02226]
τὸ γὰρ ἀξίωμα αὐτῆς ἅπαν ἀνῄρηται τῷ παρὰ γνώμην τοῦ Θεοῦ γίνεσθαι.
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0697869599
[00253]
εἰ γὰρ ἐπὶ ἀνθρωπίνῳ τις ἀξιώματι μέγα φρονεῖ καὶ πολλάκις παραιτεῖταί τι διαπράξασθαι ἵνα μὴ ὕβριν τῷ ἀξιώματι προστρίψηται, σὺ τοσοῦτον ἀξίωμα μέλλων κτᾶσθαι οὐκ ὀφείλεις ἤδη σαυτὸν αἰδέσιμον καταστῆσαι;
[00257]
Ἰδοὺ οὐχ ἓν ἀξίωμα ἀλλὰ δύο·
[00640]
«Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά» καὶ τῶν προτέρων ἁπάντων ἐπιλαθόμενοι, ὥσπερ ἐν καινῇ πολιτευόμενοι ζωῇ οὕτω τὸν ἑαυτῶν βίον μεταρρυθμίσωμεν, καὶ ἐννοοῦντες τοῦ ἐνοικοῦντος ἐν ἡμῖν τὸ ἀξίωμα οὕτως ἅπαντα καὶ λέγωμεν καὶ πράττωμεν.
[00859]
Ἐννόησον γάρ μοι ὅσην ἀρχὴν ἐνεπιστεύθης καὶ οἷον ἀξίωμα ἔλαβες παρὰ τοῦ τῶν ὅλων βασιλέως.
[00861]
Οὐκοῦν μὴ ῥᾳθυμήσῃς μηδὲ συγχωρήσῃς ἀφαιρεθῆναί σου τοῦτο τὸ ἀξίωμα μηδὲ ἔρημόν σε γενέσθαι τοῦ πλούτου τούτου τοῦ πνευματικοῦ.
[00866]
τὸ γὰρ ἀξίωμα διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ἅπαξ ἡμῖν δωρηθέν, τὴν υἱοθεσίαν λέγω, τὸν ἁγιασμόν, τοῦ Πνεύματος τὴν χάριν, εἰ μὴ ῥᾳθυμήσαιμεν, οὐδεὶς οὐδέποτε ἡμῶν ἀφελέσθαι ταῦτα δυνήσεται.
[00970]
[6.19] Ἐννόησον γὰρ εἰς ὅσον ἀξίωμα ἑαυτὸν ἀνάγει ὁ τοῦ ἀδελφοῦ τὴν σωτηρίαν περὶ πολλοῦ ποιούμενος·
[01195]
Ἀλλὰ τῶν δήλων καὶ ὡμολογημένων προετίμα τὸ κελευσθὲν παρὰ τοῦ δεσπότου καὶ οὐ μόνον οὐ περιεργάζετο τὸ πρόσταγμα οὐδὲ ἐταράττετο τὸν λογισμόν, ἀλλὰ πρὸς τὸ ἀξίωμα τοῦ κελεύσαντος ἀφορῶν, πάντα τὰ ἀνθρώπινα κωλύματα παραδραμών, ἑνὸς ἦν μόνου τοῦ μηδὲν ἐλλιπεῖν τῶν προσταχθέντων.
Catechesis ultima ad baptizandos
Ante [Go Back]
000-00-00 Serial Number=0438415766
[00109]
ἓν πᾶσιν ἀξίωμα, μία δωρεά, εἷς ἀδελφότητος ἡμῖν σύνδεσμος, ἡ αὐτὴ χάρις, δεῖ τοίνυν εἰσαχθέντας ὑμᾶς τότε κοινῇ κλῖναι γόνυ πάντας, οὐκ ὀρθοὺς ἑστάναι, καὶ τὰς χεῖρας ἀνατείναντας εἰς τὸν οὐρανὸν εὐχαριστῆσαι τῷ θεῷ τῆς δωρεᾶς ἕνεκεν ταύτης.
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0343669355
[00997]
τοῦτο καὶ τοῖς νῦν ἀνθρώποις παραινῶ, μὴ πρὸς τὸ τῶν ἀνθρώπων ἀξίωμα βλέπειν, ἀλλὰ πρὸς τὸν τρόπον τῆς συμβουλῆς.
[02247]
ἵνα γὰρ μηδεὶς ταῦτα καταγνῷ αὐτοῦ, διὰ τοῦτο καὶ ἐν προοιμίοις καὶ μετὰ τὸ τέλος ἡ τοῦ θεοῦ ψῆφος ἕστηκε προϊσταμένη καὶ οὐχὶ μόνον ἀπαλλάττουσα ἐγκλημάτων, ἀλλὰ καὶ τὸ τοῦ δικαίου περιτιθεῖσα ἀξίωμα.
[02538]
«μή με φοβήσῃς, μή μοι τὸ ἀξίωμα τοῦ θεοῦ παραγάγῃς, καὶ κρίνομαι.
[02876]
«τοῦτο γοῦν ὑμᾶς», φησίν, «ἐντρεπέτω, τὸ ἀξίωμα τοῦ κολάζοντος.».
[02879]
τίς οὐκ ἂν ᾐδέσθη τὴν συμφοράν, εἰ μὴ τὸ ἀξίωμα.
Contra eos qui subintroductas habent virgines
Ante [Go Back]
000-00-00 Serial Number=0184732318
[00426]
Τὸ γὰρ ἔρωτα πονηρὸν ἐν ψυχῇ τρέφειν, καὶ πρὸς ἐπιθυμίαν ὁρᾶν γυναῖκα, καὶ καταμανθάνειν κάλλος ἀλλότριον, καὶ καταισχύνειν μὲν ἑαυτὸν, βλάπτειν δὲ τοὺς ἀσθενεστέρους, καὶ πολλὰς μὲν Ἕλλησι παρέχειν λαβὰς, πολλὰς δὲ Ἰουδαίοις, καὶ τούς τε οἰκείους τούς τε ἀλλοτρίους ὑποσκελίζειν, καὶ πολλὴν τῆς τοῦ Θεοῦ δόξης κατασκεδάζειν βλασφημίαν, καὶ δουλοπρεπεῖς ἀναδέχεσθαι διακονίας, καὶ πρὸς τὸν τῶν βιωτικῶν πραγμάτων θόρυβον ἑαυτοὺς εἰσωθεῖν, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἐλευθερίαν προπίνειν τῷ διαβόλῳ, καὶ ταύτης χαλεπωτάτην ἀντικαταλλάττεσθαι τυραννίδα, καὶ καταγέλαστον μὲν φίλοις, ἐπονείδιστον δὲ ἐχθροῖς εἶναι, καὶ πονηρὰν μὲν τῷ κοινῷ τῆς Ἐκκλησίας προστρίβεσθαι δόξαν, καταισχύνειν δὲ τὸ σεμνὸν τῆς παρθενίας ἀξίωμα, καὶ τοῖς ἀσελγαίνειν βουλομένοις πολλὰς παρέχειν προφάσεις, καὶ ἕτερα τούτων πλείονα κατασκευάζειν δεινά, οὐ γὰρ ἅπαντα οὔτε συνιδεῖν οὔτε λόγῳ παραστῆσαι δυνατὸν, ὅσα διὰ τῶν πραγμάτων αὐτῶν ὑπομένουσι, καὶ τῶν σφόδρα κεκωλυμένων ἐστὶ, καὶ τῶν κόλασιν ἐχόντων ἀφόρητον.
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0178572237
[00775]
Ὅπου γὰρ ψυχῆς ἐστιν ἡ ἐπίδειξις, οὐ φύσις, οὐχ ἡλικία, οὐκ ἀξίωμα βιωτικὸν, οὐκ ἄλλο οὐδὲν ἐμποδίζειν πέφυκε.
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0083466053
[00585]
οὐκ ἔστι σὸν τὸ κηρύττειν, ἀποστόλων ἐστὶ τοῦτο τὸ ἀξίωμα.
[01932]
οὐ γὰρ ἀξίωμα ζητῶ, ἀλλ' ἀρετήν·
De adoratione pretiosae crucis
Ante [Go Back]
000-00-00 Serial Number=0397043884
[00090]
Ἂν προστασίαν δήμου τινὶ παρακατάθωμεν, κἂν πρὸς τὸ τῆς ἱερωσύνης ἀγάγωμεν ἀξίωμα, μετὰ τὸ μυρία ἐπεύξασθαι, καὶ καλέσαι τοῦ Πνεύματος τὴν χάριν ἐλθοῦσαν, τούτῳ σφραγίζομεν, ὥσπερ ἐναποκλείοντες ἐν ἀσφαλεῖ ταμιείῳ τὴν δοθεῖσαν δωρεάν.
De beato Philogonio
Ante [Go Back]
000-00-00 Serial Number=0309032559
[00067]
ὅταν δὲ ὁ Θεὸς χειροτονῇ καὶ ψηφίζηται, καὶ ἡ χεὶρ ἐκείνη τῆς ἁγίας ἅπτηται κεφαλῆς, ἀδέκαστος ἡ ψῆφος, ἀνύποπτος ἡ κρίσις, ἀναμφισβήτητος τοῦ χειροτονουμένου γένοιτ' ἂν ἀπόδειξις τὸ τοῦ χειροτονοῦντος ἀξίωμα.
De corruptoribus virginum
Ante [Go Back]
000-00-00 Serial Number=0202400029
[00061]
δυνατὸς γάρ ἐστιν ὁ Θεὸς χαρίσασθαί σοι τὸ πρῶτον ἀξίωμα.
[00066]
Καὶ πῶς οἷόν τε εἰς τὸ πρῶτόν με ἐλθεῖν ἀξίωμα;
De decem millium talentorum debitore
Ante [Go Back]
000-00-00 Serial Number=0071797132
[00057]
κἂν ἐννοήσωμεν τὸ ἀξίωμα τοῦ κελεύοντος Θεοῦ καὶ νομοθετοῦντος, ἱκανὴν ληψόμεθα διδασκαλίαν καὶ παραίνεσιν·
De diabolo tentatore
Ante [Go Back]
000-00-00 Serial Number=0502607286
[00548]
Εἶδες εἰς ὅσον ἀξίωμα ἀνέβη ὁ Ἀπόστολος;
De eleemosyna [2]
Ante [Go Back]
000-00-00 Serial Number=0030672431
[00011]
Οὐκ ἀξίωμα διαβάλλω, μὴ γένοιτο, ἀλλ' ἀκόλαστον γνώμην·
[00080]
Οὐκ οἶδα ἀξίωμα ἐγὼ, οὐδὲ διαβάλλω, ἀλλὰ τοὺς κακοὺς τῷ καλῷ κακῶς χρωμένους.
De incomprehensibili dei natura
Ante [Go Back]
000-00-00 Serial Number=0172490180
[00269]
ἐννόησον τὸ ἀξίωμα τοῦ ὑβρισθέντος, τὸ εὐτελὲς τοῦ ὑβρίσαντος, τὴν ὑπερβολὴν τῆς ὕβρεως.
De jejunio [2]
Ante [Go Back]
000-00-00 Serial Number=0006497383
[00084]
Ἀναχωρεῖ ὁ προφήτης, καὶ οὐ προέστη αὐτοῦ τὸ ἀξίωμα τῆς προφητείας διὰ τὴν παρακοήν.
De jejunio et eleemosyna
Ante [Go Back]
000-00-00 Serial Number=0413594425
[00056]
πρόσεχε τῷ δι' αὐτοῦ αἰτοῦντι, καὶ αἰδέσθητι τὸ ἀξίωμα τοῦ λαμβάνοντος·
De jejunio sermones 1
Ante [Go Back]
000-00-00 Serial Number=0402447343
[00200]
οἱ δὲ νῦν βραχυτάτης γῆς οὐ δεσπόται, ἀλλ' οἰκονόμοι γενόμενοι, προσκαίρου ἢ ἐφημέρου ἀξίας ἠξιωμένοι κυρίως γὰρ ἀξίωμα θεοσέβεια, ζώνην πρόσκαιρον περικείμενοι, ἐπίκαιρον δυναστείαν κτησάμενοι, βασιλεῖ ἂν ἄρα ἢ ὑπάρχῳ ὁμιλήσαντες, οὐ Θεῷ, ἐκκλησίᾳ προσενέγκαντες τῆς πλεονεξίας δῶρα, ἢ ὀλίγον πτωχοῖς καταβάλλοντες κερμάτιον, εὐθὺς ἀνασπῶσι τὰς ὀφρῦς, καὶ ὡς ἐξ οὐρανοῦ προκύψαντες, ἡμῖν διαλέγονται, οἱ κυρίως γῆ τυγχάνοντες καὶ σποδός·
De laudibus sancti Pauli apostoli
Ante [Go Back]
000-00-00 Serial Number=0992956460
[00787]
Ἀνάγκη τοίνυν ἦν δι' ἐκεῖνα εἰς ταῦτα ἐμπεσεῖν, ἃ μάλιστα ἐδείκνυ αὐτοῦ τὸ ἀξίωμα.
[00926]
Οὕτω δὴ καὶ ἐνταῦθα ὁ Παῦλος, ὁμοῦ καὶ τὸ ἀξίωμα διετήρησε, καὶ τὸ μέλλον ἔσεσθαι προανεφώνησεν.
[01022]
Ὅτι γὰρ καὶ οὗτος καλῶς ἐποίησε τοῦ λόγου ἁψάμενος τότε καὶ τῆς διδασκαλίας, καὶ τοῦτο ἐδήλωσεν ὁ Θεός, ταχέως αὐτὸν ἐπὶ τὸ τῶν διδασκάλων ἀξίωμα ἀγαγών.
De libello repudii
Ante [Go Back]
000-00-00 Serial Number=0987725496
[00111]
Πρὸς τούτοις ἅπασιν, ὃ πάντων τούτων μεῖζον ἦν, τὸ τοῦ ποιήσαντος ἀξίωμα.
De mutatione nominum
Ante [Go Back]
000-00-00 Serial Number=0392029226
[01168]
καὶ πρὸς ἀλλήλους διεστασίαζον, καὶ εἰς πολλὰ μέρη τὴν Ἐκκλησίαν κατέτεμον, καὶ μυρίους ἑαυτοῖς ἑτέρους ἐπέστησαν διδασκάλους, καὶ κατὰ φρατρίας καὶ συμμορίας γενόμενοι ἐλυμήναντο τὸ τῆς Ἐκκλησίας ἀξίωμα.
[01169]
Ἐκκλησίας γὰρ ἀξίωμα, ὅταν σώματος ἀκολουθίαν πρὸς ἑαυτοὺς οἱ συλλεγόμενοι διατηρῶσι.
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0950785518
[00305]
Πρόλαβε, καὶ ἅρπασον αὐτοῦ τὸ ἀξίωμα·
[00306]
ἐκείνου γὰρ ἀξίωμα τὸ κατηγορεῖν.
[01995]
∆ιὰ τοῦτο καὶ ὁ γενναῖος Παῦλος, καταμαθὼν αὐτῆς τὸ ἀξίωμα τῆς πίστεως, καὶ οὐκ ἀδόκιμον ἡγησάμενος διὰ τὴν προτέραν κατάστασιν, ἀλλὰ δόκιμον διὰ τὴν ἔνθεον μεταβολὴν, συναριθμεῖ αὐτὴν τοῖς ἁγίοις πᾶσι, καὶ εἰρηκώς·
[02675]
Οὐ μόνον τὸ μέγεθος εἶδες τῶν ἐπαγγελθέντων, ἀλλὰ καὶ τὸ ἀξίωμα τοῦ δεδωρηκότος.
De paenitentia [2]
Ante [Go Back]
000-00-00 Serial Number=0147014201
[00305]
Βλέπεις πῶς βασιλέων ἀξίωμα φιληδονία κατασύρει πρὸς γῆν;
[00312]
Ποῦ τὸ τῶν φιληδόνων ἀξίωμα;
De pharisaeo
Ante [Go Back]
000-00-00 Serial Number=0378335476
[00005]
οὐ γὰρ ἦλθε τὸ ἀξίωμα τῆς θεότητος αὐτοῦ δεῖξαι, ἀλλὰ τὴν πεπτωκυῖαν ἀνθρωπότητα ἐκ τῶν καταχθονίων ῥύσασθαι.
[00020]
Εἰσέρχεται εἰς τὸν τοῦ Φαρισαίου οἶκον, ὁ οὐράνιος βασιλεὺς πρὸς τὸν αἰχμάλωτον, καὶ καλύπτει τὸ βασιλικὸν ἀξίωμα τῷ δερματίνῳ καταφράκτῳ τῆς σαρκὸς, ἵνα μὴ θεωρήσας τὸν οὐράνιον βασιλέα τρομάξῃ ὁ αἰχμάλωτος, καὶ εἰς γῆν καταδύσῃ.
De prophetiarum obscuritate
Ante [Go Back]
000-00-00 Serial Number=0911849678
[00416]
Προφητείας γὰρ ἀξίωμα τοῦτό ἐστιν, οὐχ ὅταν τὰ παρόντα ἀπαγγείλῃ πράγματα, ἀλλ' ὅταν τὰ μέλλοντα προαναφωνήσῃ.
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0566372991
[00051]
ἡ δὲ φήμη ἦν, εἰς τὸ τῆς ἱερωσύνης ἡμᾶς ἀξίωμα μέλλειν παράγεσθαι.
[00412]
∆ιὰ τί γὰρ περὶ τῆς τῶν ἀγγέλων ἀξίας οὐδεὶς ἐτόλμησέ τι τοιοῦτον ὑποπτεῦσαί ποτε καὶ εἰπεῖν ὅτι ἔστιν ἀνθρωπίνη ψυχὴ δι' ἀπόνοιαν οὐκ ἂν ἑλομένη ἐπὶ τὸ τῆς φύσεως ἐκείνης ἀξίωμα ἐλθεῖν;
[00857]
Τὸν τῶν ἰδιωτῶν ἐβουλόμην βίον ζῆν τὸν ἀπράγμονα καὶ ἡσύχιον, σὺ δέ με ἐπὶ τοῦτο εἵλκυσας τὸ ἀξίωμα.
[01314]
Σὺ δὲ οὔπω φρίττεις εἰς οὕτως ἱερὰν τελετὴν τοιαύτην εἰσάγων ψυχὴν καὶ τὸν τὰ ῥυπαρὰ ἐνδεδυμένον ἱμάτια εἰς τὸ τῶν ἱερέων ἀναφέρων ἀξίωμα ὃν καὶ τοῦ λοιποῦ τῶν δαιτυμόνων χοροῦ ἐξέωσεν ὁ Χριστός;
[01442]
Αἱ γὰρ θυγατέρες τῶν ἱερέων αἷς οὐδεὶς πρὸς τὴν ἱερωσύνην λόγος ὅμως διὰ τὸ πατρικὸν ἀξίωμα τῶν αὐτῶν ἁμαρτημάτων πολὺ πικροτέραν ὑπέχουσι τὴν τιμωρίαν·
De sacerdotio lib 7
Ante [Go Back]
000-00-00 Serial Number=0025105298
[00060]
Μάθωμεν οὖν, ἀδελφοὶ, ὅτι μέγα ἐστὶ καὶ ὑπέρογκον τὸ τῆς ἱερωσύνης ἀξίωμα.
De sancta trinitate
Ante [Go Back]
000-00-00 Serial Number=0819501638
[00003]
Οἱ κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος τὰς γλώσσας ἀκονῶντες, καὶ λυττῶντες, καὶ τὸ τοῦ μονογενοῦς Υἱοῦ καὶ τὸ τοῦ ἁγίου Πνεύματος ἀξίωμα καθαιρεῖν ἐπιχειροῦντες, ἐλέγχονται μὲν ὑπ' αὐτοῦ τοῦ ἁγίου Πνεύματος τοῦ λαλήσαντος διὰ τῶν ἁγίων προφητῶν, καὶ ὑπὸ τοῦ Λόγου τοῦ κηρύξαντος τὴν ἑαυτοῦ ἔνσαρκον παρουσίαν, τὴν δι' ἡμᾶς ἐκ Παρθένου ἁγίας γενομένην, ἄφραστόν τε καὶ ἀναλλοίωτον, διὰ τῶν ἑαυτοῦ ἀξίων·
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0612032831
[00192]
ἓν μὲν τὸ μὴ διαβάλλειν τὴν τοῦ Θεοῦ δημιουργίαν, δεύτερον δὲ τὸ μὴ καθαιρεῖν τὸ τῆς παρθενίας ἀξίωμα ἀλλὰ πολλῷ σεμνοτέραν ἀποφαίνειν αὐτήν.
[00218]
Εἶδες τῆς παρθενίας τὸ ἀξίωμα;
[00865]
Ἔστι γὰρ καὶ χήραν εἶναι καὶ μὴ καταλέγεσθαι εἰς τὸ τῶν χηρῶν ἀξίωμα, ὅταν μηδέπω ᾖ τοῦτο καταδεξαμένη.
[01675]
Τοῦτο οὖν μόνον οὐχ ἱκανὸν δεῖξαι τὸ τῆς παρθενίας ἀξίωμα;
De virtute animi
Ante [Go Back]
000-00-00 Serial Number=0644778609
[00118]
φυλάξωμεν ἀρετῆς ἁλουργίδι τὸ τῆς βασιλικῆς εἰκόνος ἀξίωμα·
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0503023207
[03398]
ποῖον ἡγῇ μέγα ἀξίωμα εἶναι;
[04185]
Ὁ Ἰεσσαὶἀκούσας βασιλέα, νομίσας ἐπιτήδειον εἶναι πρὸς τὸ ποιῆσαι ἀξίωμα, ἄγει τὸν πρῶτον υἱόν.
[04797]
Καὶ γὰρ μέγα ἀξίωμα καὶ σφοδρὸν, καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων μεῖζον, τὸ διὰ Χριστὸν δεδέσθαι·
[05157]
Ὢ πηλίκον ἀξίωμα τῆς πενίας! τοῦ Θεοῦ γίνεται προσωπεῖον·
[05435]
αἰδέσθητι τὸ ἀξίωμα τοῦ αἰτοῦντος.
[05436]
Ἀλλ' οὐ δυσωπεῖ σε τὸ ἀξίωμα;
[05440]
Εἰ δὲ οὔτε τὸ ἀξίωμα, οὔτε τὸ ἀναγκαῖον τῆς χρείας, οὔτε τὸ εὔκολον τῆς δόσεως δύναταί σε πεῖσαι·
[07397]
Καὶ γὰρ μέγα ἀξίωμα καὶ σφοδρὸν καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων μεῖζον τὸ διὰ τὸν Χριστὸν δεδέσθαι.
[09999]
Καὶ μάγοι δὲ ἀποκαλύψεως ἔτυχον, καὶ Καϊάφας προεφήτευσε, Χριστοκτόνος ὢν καὶ ἀνάξιος, διὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα.
[09999]
Οἱ πρέσβεις, οἷοί περ ἂν ὦσι, διὰ τὸ τῆς πρεσβείας ἀξίωμα πολλῆς ἀπολαύουσι τῆς τιμῆς.
[09999]
τοῦτο γάρ ἐστι τὸ τῆς ἐπισκοπῆς ἀξίωμα.
Encomium in sanctum Polycarpum
Ante [Go Back]
000-00-00 Serial Number=0496343613
[00003]
Χαιρέτω καὶ σήμερον, ἀγαπητοί, μᾶλλον δὲ δι' αἰῶνος χαιρέτω τῶν ἁπανταχοῦ τῆς ἐκκλησίας ποιμένων τὸ ἱεροπρεπὲς ἐν Χριστῷ ἀξίωμα.
Epistulae ad Olympiadem
Ante [Go Back]
000-00-00 Serial Number=0499719799
[01237]
καὶ τὸ ἀξίωμα τὸ διὰ τῶν παθημάτων τούτων συγκροτηθὲν διαδοχὴν οὐκ οἶδεν οὐδὲ ἀναμένει τέλος, ἀλλ' ἔστιν ἀπέραντον, οὐ δυσκολίᾳ καιρῶν, οὐκ ἀνθρώπων ἐπιβουλαῖς, οὐ δαιμόνων ἐφόδοις, οὐκ αὐτῇ διακοπτόμενον τῇ τελευτῇ.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0477079034
[01236]
δηλοῦντος τοῦ λόγου, ὅτι ὅσῳ μεῖζον τὸ ἀξίωμα, τοσούτῳ χαλεπωτέρα καὶ ἡ κόλασις ἐν οἷς ἁμαρτάνουσι.
[07490]
τοῦτό ἐστιν ἡ μάχαιρα, ἡ ὡραιότης αὐτοῦ, καὶ τὸ κάλλος αὐτοῦ, καὶ ἡ δόξα, καὶ τὸ ἀξίωμα, καὶ ἡ μεγαλωσύνη.
[07561]
Εἶδες πῶς πάλιν παρήνοιξεν ἡμῖν τοῦ τὰ τοιαῦτα κατορθοῦντος τὸ ἀξίωμα;
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0770037949
[00921]
Τὸ πρῶτον ἀξίωμα ἡ πατρικὴ κληρονομία, καίτοιγε ἑαυτοὺς ἐξέβαλλον ταύτης τῆς συγγενείας.
[01924]
∆εικνὺς ὅτι οὐκ ἐν αὐτοῖς τὸ τῆς δεσποτείας ἀξίωμα, ἀλλ' ἕτερός ἐστιν ὁ βασιλεύς.
[03528]
Οὐ μικρὸν ἀξίωμα, ἀλλ' ἀγγελικὸν ἢ τιμήν·
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0653551340
[00861]
Ἰδοὺ Ἐκκλησίας ἀξίωμα, καὶ ἀγγελικὴ κατάστασις.
[01996]
Ἐνταῦθα τὸ ἀξίωμα ἐμφαίνει·
[04654]
Ὁποῖον δὲ ἄρα ἀξίωμα εἶχον οὗτοι, καὶ ποίαν ἐδέξαντο χειροτονίαν, ἀναγκαῖον μαθεῖν.
[04701]
Τοῦτο ἀξίωμα τῶν τοῦ Χριστοῦ μαθητῶν.
[06926]
Ἀλλ' ὅρα ποῦ καλεῖ αὐτὸν, καὶ εἰς πόσον ἄγει ἀξίωμα.
[07354]
Ταῦτα λέγει, ἵνα μὴ νομίσῃς, ὅτι διὰ τὸ ἀξίωμα τὰ κατ' αὐτὸν οὕτως οἰκονομεῖται.
[08145]
Οὐ τὸ ἀξίωμα Πέτρου ᾐδέσθησαν, οὐ τὰ γενόμενα σημεῖα, οὐ τὸ κατόρθωμα, ὅσον ἦν τὸ δέξασθαι τὸν λόγον·
[09999]
Οὕτως οὐκ ἐβούλοντο βαρεῖν τὴν ἐκκλησίαν, ὄντος ἑτέρου τοῦ ξενίζοντος αὐτοὺς, οὐδὲ ἀξίωμα ἀπῄτουν.
[09999]
Καὶ τὸ ἀξίωμα πάλιν.
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0403340757
[00363]
∆ιὸ καὶ ὁ Θεὸς βουλόμενος αὐτῷ καὶ διὰ τούτου δεῖξαι τὸ τῆς ἐξουσίας ἀξίωμα, τὴν τῶν ὀνομάτων αὐτῷ θέσιν ἐπέτρεψε, καὶ τὰ τεθέντα ὀνόματα ἔμεινεν ἐξ ἐκείνου εἰς αὐτά.
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0890483737
[00077]
Ἀποστόλου γὰρ ἀξίωμα, μηδὲν οἴκοθεν ἐπεισάγειν.
[01943]
∆είκνυσι δὲ αὐτῶν τὸ ἀξίωμα καὶ τὸ πλησίον εἶναι τοῦ θρόνου.
[02733]
Εἶτα ἐπειδὴ πράγματα ἀπήγγειλε φύσιν ἀνθρωπίνην ὑπερβαίνοντα, ἀξιόπιστον ποιῶν τὸν λόγον, ἐπὶ τὸ ἀξίωμα τοῦ κατορθοῦντος καταφεύγει, συνεχῶς λέγων, Ὅτι μεθ' ἡμῶν ὁ Θεὸς καὶ ὅτι αὐτὸς ἅπαντα ταῦτα διασκεδάσει τὰ μηχανήματα.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0407021105
[01117]
Ἐπεὶ ὅτι κατὰ τὸ τῆς δημιουργίας ἀξίωμα οὐδὲν ἔλαττον ἔχει τοῦ Πατρὸς, ἄκουσον αὐτοῦ λέγοντος·
[01120]
Εἰ μὲν οὖν περὶ τοῦ Υἱοῦ καὶ ἐν τῇ Παλαιᾷ τὸ, Καταρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, εἴρηται, σαφὲς τὸ τῆς δημιουργίας ἀξίωμα·
[02816]
Ὥστε αὐτὸ τὸ ὀπίσω μου ἐλθεῖν, τοῦτο μάλιστα αὐτοῦ δείκνυσι [59.106] τὸ ἀξίωμα.
[03422]
Εἰ γὰρ στρατηγοῦ τινος ἐπισήμου, ἢ καὶ ἄλλως λαμπροῦ τινος εἶναι λεγόμενός τις, μέγα φρονεῖ τοῦ δεῖνος ἀκούων ἢ τοῦ δεῖνος, καὶ ἀξίωμα τὸ ὄνομα νομίζει μέγα, καὶ πάντα ποιεῖ ὥστε μὴ διὰ τῆς οἰκείας ῥᾳθυμίας βλασφημίαν τῷ ᾧ ἐστιν ἐπώνυμος προστρίψασθαι·
[03832]
Νῦν δὲ καὶ οἱ ἀδελφοὶ, ἕως μὲν ἑαυτῶν ἠμέλουν, οὐδὲν αὐτοὺς τὸ τῆς συγγενείας ἀξίωμα ὠφέλει, ἀλλὰ μετὰ τοῦ λοιποῦ κατεγινώσκοντο κόσμου·
In Petrum et Paulum
Ante [Go Back]
000-00-00 Serial Number=0361010075
[00094]
Τίς γὰρ τὸ διδασκαλικὸν ἐπέχων ἀξίωμα, ἀπετόλμησε λέγειν τι ἄνευ τῆς ὑμῶν παραδόσεως;
In Psalmum 050 homilia 1
Ante [Go Back]
000-00-00 Serial Number=0675739944
[00124]
Ὁ Ἰεσσαὶ ἀκούσας βασιλέα, νομίσας ἐκείνῳ ἐπιτήδειον εἶναι τὸ ἀξίωμα, ἄγει τὸν πρῶ τον υἱόν.
In Psalmum 050 homilia 2
Ante [Go Back]
000-00-00 Serial Number=0138960004
[00265]
ἀλλὰ τὸ ἀξίωμα γὰρ βασιλέως γίνεται ἀπαλλαγὴ τοῦ κατεχομένου.
[00846]
Ὁρᾷς ὅτι πάλιν ἐπὶ τὸ ἀξίωμα τὸ ἑαυτοῦ ἐπανῆλθε;
In Psalmum 094
Ante [Go Back]
000-00-00 Serial Number=0714570820
[00059]
Οὐκ ἐδυσώπησε Θεῷ πορφύρας ἀξίωμα, ἀλλὰ σάκκος·
In Samaritanam
Ante [Go Back]
000-00-00 Serial Number=0529425383
[00070]
Καὶ εἰ ἐθεάσατο ἀξίωμα διδασκάλου, καὶ μαθητῶν περιβολὴν, τὸν διδάσκαλον, τοὺς διδασκο μένους, τὸν ὄχλον, τὴν τάξιν, τὸ ἀξίωμα, τὸ σχῆμα, τὸ ἐπίσημον, εἶχεν ἂν εὐθὺς ἀποφυγεῖν, καὶ ἀπώλετο ἡ θήρα·
In catechumenos
Ante [Go Back]
000-00-00 Serial Number=0147300661
[00027]
Ἀλλ' εἴ τις διψᾷ, ὡς ἐδίψησε Ζακχαῖος τὴν ἐμὴν θεωρίαν, ὡς ἐδίψησε τὴν θεραπείαν αἱμόῤῥους, ὡς ἐδίψησε πόρνη πλυθῆναι τὰς ἁμαρτίας, ὡς ἐδίψησε Ματθαῖος τοῦ εὐαγγελιστοῦ τὸ ἀξίωμα, ὡς ἐδίψησεν ὁ λῃστὴς τὸν παράδεισον, ὡς ἐδίψησε Θωμᾶς τὴν ζωοποιὸν τραυμάτων ψηλάφησιν, ὡς ἐδίψησεν ὁ τῆς Αἰθιοπίας εὐνοῦχος τὸ βάπτισμα, ἐφ' ὃ πυρακτούμενος ἐβόα πρὸς τὸν Ἀπόστολον·
In catenas sancti Petri
Ante [Go Back]
000-00-00 Serial Number=0043857932
[00005]
[2] ∆ιὰ πολλὰς μὲν ἄν τις τὰς αἰτίας εἰς ἑορτῆς ὑπόθεσιν, τὴν ἐκείνου μνήμην εὕροι ἀξίαν πρὸς ἔπαινον, οὐχ ἥκιστα δὲ κἂν διὰ τὸ ἀποστολικὸν ἀξίωμα καὶ τὸν τοῦ κηρύγματος δρόμον καὶ τὴν τοῦ εὐαγγελίου διδασκαλίαν, καὶ τὴν ἐν τοῖς ἔθνεσιν ἐκ διασπορᾶς τῶν Ἰουδαίων δι' ἐπιστολῶν νουθεσίαν τε καὶ παραίνεσιν, ὧν πλέον ἦν αὐτῷ μέριμνα καὶ φροντὶς ὡς ἐξ ἐκείνων καὶ φύντι καὶ γενομένῳ·
[00290]
Μεῖζον γὰρ τὸ δι' οὗ τοῦ ἐν ᾧ ἐστι, αἰτίαν τοῦ λόγου ἐπέχον πρὸς αἴτιον καὶ ὑποδεοῦς πρὸς δεκτικὸν ὕψωμα καὶ ἀξίωμα.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0291136801
[00138]
∆ιὰ τούτου δὲ καὶ τὸ ἀξίωμα δείκνυσι τῶν ἀποστόλων, ἐμφαίνων ὅτι παρακληθεὶς καὶ ἀναπνεύσας, οὐκ ἀναπίπτει καθάπερ ἡμεῖς, ἀλλ' εἰς τὸ ἑτέρους ἀλείφειν πρόεισι καὶ νευροῦν καὶ διεγείρειν.
[00308]
Τί τοίνυν ἴσον τῆς ταπεινοφροσύνης ταύτης γένοιτ' ἂν, ὅταν καὶ τοὺς τοσοῦτον αὐτοῦ ἀποδέοντας, εἰς τὸ αὐτὸ ἀξίωμα τῆς ὑπομονῆς ἀνάγῃ;
[01214]
Ταῦτα οὖν εἰδότες, καὶ τὸ ἀξίωμα τὸ ἑαυτῶν ἐννοήσαντες, ἄξιον τῆς χάριτος ἐπιδειξώμεθα βίον, ἵνα καὶ τῆς μελλούσης ἐπιτύχωμεν βασιλείας·
[01904]
Ἐνταῦθα οὐ μόνον αὐτοῖς ἀγάπην, ἀλλὰ καὶ κατορθώματα μαρτυρεῖ, εἴ γε ἱκανοί εἰσι δεῖξαι πᾶσιν ἀνθρώποις διὰ τῆς οἰκείας ἀρετῆς τοῦ διδασκάλου τὸ ἀξίωμα.
[02140]
Εἶδες πῶς διορθούμενος τὴν [61.443] Ἰουδαϊκὴν φιλονεικίαν, καὶ διὰ τῶν ὀνομάτων αὐτῶν καθαιρεῖ τὸ ἀξίωμα λίθον εἰπὼν, καὶ γράμματα, καὶ διακονίαν θανάτου, καὶ προσθεὶς ὅτι ἐντετυπωμένη;
[02218]
τὰ δὲ μετὰ ταῦτα καὶ εἰς αὐτὸ τοῦ νομοθέτου τὸ ἀξίωμα ἀνάγει, ἢ καὶ πολλῷ μεῖζον.
[03358]
Πάλιν ἐνταῦθα δείκνυσι τὸ τῶν ἀποστόλων ἀξίωμα, δεικνὺς ἡλίκον πρᾶγμα ἐνεχειρίσθησαν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ὑπερβολήν.
[04448]
Καὶ γὰρ τέχνη τὸ ἄρχειν ἐστὶν, οὐκ ἀξίωμα μόνον, καὶ τέχνη τεχνῶν ἁπασῶν ἀνωτέρα.
[05069]
Καὶ πολὺ τὸ ἀξίωμα αὐτοῦ σημαίνει·
[05656]
Εἶδες πόση ἡ βαρύτης, πόσον τὸ ἀξίωμα;
[06106]
ἀλλ' ὃ μάλιστα τούτοις ἔφερεν ἀξίωμα, τοῦτο τίθησιν, ἑαυτὸν μὲν ἐν χώρᾳ τῆς προμνηστρίας, ἐκείνους δὲ ἐν τάξει τῆς νύμφης στήσας·
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0175948143
[00807]
Βαβαὶ, πόσον τὸ ἀξίωμα, στρατιώτην εἶναι τοῦ Χριστοῦ! Τοὺς βασιλεῖς ἐννόησον τοὺς ἐπὶ τῆς γῆς, πῶς μέγα τι εἶναι νομίζουσιν οἱ ὑπ' αὐτοὺς στρατευόμενοι.
[01842]
Βούλει μαθεῖν τί ἐστι χήρα, καὶ τί τὸ τῆς χήρας ἀξίωμα;
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0329070270
[02725]
τῷ δὲ τὸ ἀξίωμα τῆς οἰκείας εὐγενείας εἰπεῖν, ἐνέτρεψεν, ἐκείνῳ μὲν τοὺς ἀναισθητοτέρους, τούτῳ δὲ καὶ τοὺς ἐπιεικεστέρους βελτίους ποιῶν·
[02989]
ἐπεὶ καὶ νῦν οὐκ αὐτὸς ἐπαιρόμενος, ἀλλ' ἑτέρους καταστέλλων, ταῦτα ἔλεγε, καὶ ἀξίωμα [61.89] σπεύδων περιθεῖναι τοῖς ἁγίοις.
[03239]
Ἕως μὲν αὐτῷ τῶν φορτικῶν ἔδει ῥημάτων, οὐκ ἀπεκάλυψε τὴν σκηνὴν, ἀλλ' ὡς αὐτὸς ὢν ὁ ταῦτα ἀκούων, οὕτω διελέγετο, ἵνα τὸ ἀξίωμα τῶν ἐγκαλουμένων προσώπων τοῖς ἐγκαλοῦσιν ἀντιπίπτον, ἀπὸ τῶν ἐγκλημάτων εἰς ὀργὴν ἐξενεχθῆναι μὴ συγχωρήσῃ·
[03363]
Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τὸ ἀξίωμα ἐπήγαγε, σφόδρα αὐτῶν καθικνούμενος·
[03732]
Οὐ τὸ ἀξίωμα ἐμφαίνει ἐνταῦθα, ἀλλὰ τῆς ἀγάπης τὴν ὑπερβολήν.
[03736]
Οὕτως οὐκ ἀξίωμα θεῖναι ἐβούλετο, οὐδὲ, ὅτι πλείονα παρ' αὐτοῦ ὠφέληντο, διδάξαι·
[06108]
Εἰ γὰρ ἀπέῤῥιπται Πατρὸς καὶ Υἱοῦ, πολλῷ μᾶλλον ἐπὶ τοῦ βαπτίσματος αὐτὸ συντάττεσθαι οὐκ ἔδει, [61.165] ἔνθα μάλιστα φαίνεται τὸ ἀξίωμα τῆς θεότητος, καὶ δωρεαὶ δίδονται Θεῷ προσήκουσαι μόνῳ παρέχειν.
[06322]
καὶ μέλλων λέγειν, ὅτι οὐδὲν παρ' αὐτῶν ἔλαβεν, οὐκ εὐθέως αὐτὸ τίθησιν, ἀλλὰ τὸ ἀξίωμα αὐτοῦ πρῶτον λέγει·
[06340]
Οὐ μικρὸν δὲ καὶ τοῦτο ἀξίωμα ἦν.
[08478]
Τὸ γὰρ Κυριακὸν, ἰδιωτικὸν ποιοῦσιν, ὥστε αὐτοὶ πρῶτοί εἰσιν οἱ καθυβριζόμενοι, οἱ τῆς ἑαυτῶν τραπέζης τὸ μέγιστον ἀφαιροῦντες ἀξίωμα.
[09006]
Βουλόμενος συγχεῖν τῶν πραγμάτων τὴν τάξιν, καὶ ἁρπάσαι τῶν ἀποστόλων τὸ ἀξίωμα, καὶ πεῖσαι πολλοὺς προσέχειν αὐτῷ·
[09985]
Καὶ σκόπει πῶς πάλιν κἀνταῦθα καθαιρεῖ τῶν γλωσσῶν τὸ ἀξίωμα.
[09999]
Ἐπεὶ οὖν παντα-χόθεν αὐτὴν μεγάλην ἔδειξε μεθ' ὑπερβολῆς ἁπάσης, πάλιν ἐξ ἑτέρου κεφαλαίου μεγίστου τοῦτο ποιεῖ, [61.287] κατὰ σύγκρισιν ἑτέραν ἐπαίρων αὐτῆς τὸ ἀξίωμα, καὶ λέγων οὕτως·
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0384535432
[00019]
Ἐμοὶ δοκεῖ, διὰ τὸνεοκατηχήτους εἶναι τοὺς ἄνδρας, καὶ μηδέπω αὐτοῦ πεῖραν εἰληφέναι, οὐ τίθησι τὸ ἀξίωμα·
[00030]
Μέγα τὸ ἀξίωμα, καὶ οὗ ἴσον οὐδὲν, εἰ ἐν Θεῷ ἐστι.
[00636]
Καὶ ὅρα τὸ ἀξίωμα·
[01325]
Μὴ γάρ μοι πρὸς τὸ ἀξίωμα ἴδῃς·
[02774]
Οἰκοδομεῖτε εἷς τὸν ἕνα, ἵνα μὴ νομίσωσιν, ὅτι εἰς τὸ τῶν διδασκάλων ἀξίωμα αὐτοὺς ἀνήγαγε, τοῦτο ἐπήγαγε, μονονουχὶ λέγων, ὅτι Καὶ ὑμῖν ἐπέτρεψα οἰκοδομεῖν ἀλλήλους·
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0861145318
[00042]
Μέγα τὸ τοῦ Ἀποστόλου ἀξίωμα ἦν, μέγα καὶ θαυμαστόν·
[00557]
Τοῦτο αὐτοῦ κατόρθωμα καὶ ἀξίωμα, ἀλλ' οὐκ αὐτοῦ ὅλον·
[01010]
Τὸ τῆς διδασκαλίας καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα μέγα ἐστὶ καὶ θαυμαστὸν, καὶ ὄντως τῆς τοῦ Θεοῦ δεόμενον ψήφου, ὥστε τὸν ἄξιον εἰς μέσον παραγαγεῖν.
[02240]
ἀλλὰ περὶ τῶν τὸ ἀξίωμα τῆς διακονίας ἐχουσῶν λέγει.
[02806]
Ἆρα τὸ ἀξίωμα νῦν φησιν;
[03504]
Πρεσβύτερον γὰρ ἐνταῦθά φησιν, οὐχὶ τὸ ἀξίωμα, ἀλλὰ τὴν ἡλικίαν, ἐπειδήπερ εὐκολώτερον ἁμαρτάνουσιν οἱ νέοι τῶν πρεσβυτέρων.
[03959]
Μέγα ἀξίωμα·
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0939799547
[00533]
καὶ τοσοῦτον δύναται μόνον, τὸ ἀξίωμα δοῦναι, ἀλλ' οὐχὶ καὶ ἐπιτήδειον ποιῆσαι πρὸς τὴν ἀρχήν (πολλάκις δὲ τὸν τοιοῦτον καὶ καταγέλαστον ἡ τιμὴ ποιεῖ)·
[00534]
ἐὰν μέντοι καὶ τὸ ἀξίωμα δῷ, καὶ ἐπιτήδειον ποιήσῃ πρὸς τὴν τιμὴν, καὶ ἱκανὸν πρὸς τὴν οἰκονομίαν, τότε τιμὴ τὸ πρᾶγμά ἐστι.
[01067]
Καὶ μάγοι δὲ ἀποκαλύψεως ἔτυχον, καὶ Καϊάφας προεφήτευσε χριστοκτόνος ὢν καὶ ἀνάξιος, διὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα.
[01093]
Οἱ πρέσβεις, οἷοίπερ ἂν ὦσι, διὰ τὸ τῆς πρεσβείας ἀξίωμα πολλῆς ἀπολαύουσι τῆς τιμῆς.
[01098]
τοῦτο γάρ ἐστι τὸ τῆς ἐπισκοπῆς ἀξίωμα.
[01181]
Μέγα γὰρ αὐτοῦ ἦν τὸ ἀξίωμα λοιπὸν πανταχοῦ ᾀδομένου, καὶ τῆς οἰκουμένης ὄντος διδασκάλου.
[01429]
Τὸ γὰρ ἀθρόως ἀνθρώπους λίθων ἀναισθητοτέρους εἰς ἀγγέλων ἀγαγεῖν ἀξίωμα ἁπλῶς διὰ ψιλῶν ῥημάτων καὶ πίστεως μόνης χωρὶς ἐργωδίας πάσης, ὄντως δόξα καὶ πλοῦτος μυστηρίου·
[02477]
τουτέστι, Πάντα ὑμῖν ὁ Χριστὸς ἔσται, καὶ ἀξίωμα καὶ γένος, καὶ ἐν πᾶσιν ὑμῖν αὐτός.
[03248]
Βαβαί! ὅσον τὸ ἀξίωμα.
[03873]
Εἰς τὸ αὐτὸ ἀξίωμα ἀναφέρει τὸν ἄνδρα, καὶ σύνδουλον ἀνωτέρω καλεῖ, καὶ ἐνταῦθα δοῦλον.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0865885198
[01174]
Τί δήποτε δὲ μέλλων δεικνύναι τὴν εὐεργεσίαν αὐτῶν ἐν τούτῳ γενομένην, ἐν τῷ κοινωνῆσαι αὐτοὺς τῷ Ἰσραὴλ, πάλιν τὸ ἀξίωμα τὸ Ἰσραηλιτικὸν οὐ καθαιρεῖ, ἀλλ' ἐν τούτοις ἐπαίρει αὐτό;
[01490]
Εἶτα καὶ τὸ ἀξίωμα, ὅτι Οὐκ ἐποίησεν οὕτως ὁ Θεὸς παντὶ ἔθνει·
[01525]
κατὰ δύναμιν γὰρ δωρεᾶς γέγονε τὸ ἀξίωμα τῆς τιμῆς ταύτης.
[01926]
Μέγα ἀξίωμα καὶ σφοδρὸν, καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων μεῖζον.
[01942]
Εἴ τις φιλεῖ τὸν Χριστὸν, οἶδε τοῦτο τὸ ἀξίωμα, οἶδε ταύτην τὴν ἀρετὴν, οἶδεν ὅσον ἐχαρίσατο τῷ τῶν ἀνθρώπων γένει τὸ δεθῆναι δι' αὐτόν.
[03124]
Ὁρᾷς τὸ ἀξίωμα;
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0538983226
[00034]
Οἱ ἐξ Ἰουδαίων πιστεύσαντες, ὁμοῦ μὲν τῇ προλήψει τοῦ Ἰουδαϊσμοῦ κατεχόμενοι, ὁμοῦ δὲ κενοδοξίᾳ μεθύοντες, καὶ βουλόμενοι ἀξίωμα διδασκάλων ἑαυτοῖς περιθεῖναι, ἐλθόντες εἰς τὸ Γαλατῶν ἔθνος ἐδίδασκον, ὅτι δεῖ περιτέμνεσθαι καὶ σάββατα καὶ νουμηνίας τηρεῖν, καὶ μὴ ἀνέχεσθαι Παύλου ταῦτα ἀναιροῦντος.
[00374]
∆ιὰ μὲν γὰρ τοῦ τοὺς εὐαγγελιστὰς καὶ ἀγγέλους ἀναθεματίσαι, πᾶν ἀξίωμα περιέγραψε·
[00380]
ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι ἀξίωμα προσώπων οὐ προσίεται, ὅταν περὶ ἀληθείας ὁ λόγος ᾖ.
[00515]
Οὐ τοίνυν ἀπονοίας ἕνεκεν ταῦτα ἔλεγεν, ἀλλ' ὥστε δεῖξαι τοῦ οἰκείου κηρύγματος τὸ ἀξίωμα.
[00603]
ἀλλ' ὅμως οὐδὲ οὕτως ἀπεστράφη τὸ ἀξίωμα θεῖναι τοῦ ἀνδρός.
[02192]
Ἐπειδὴ γὰρ τὸ διδασκαλικὸν ἀξίωμα πολλάκις φυσᾷ τοὺς ἔχοντας, καταστέλλω[ν] αὐτοῦ τὸ φρόνημα, εἰς ἀνάγκην κατέστησε τοῦ δεῖσθαι τῶν μαθητευομένων·
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0353124201
[02236]
Ἀλλ' ἐπεὶ οὕτως εἶπεν, ἵνα μὴ τὰ τῆς ψυχῆς ἀκούσαντες ῥᾳθυμήσωσι, προστίθησι καὶ τὰ τοῦ σώματος, δηλῶν, ὅτι καθάπερ τις βασιλεὺς ἄρχοντας ἁμαρτόντας μεγάλα, πρότερον ἀπογυμνοῖ οἷον τῆς στρατείας, εἶτα τὴν ζώνην ἀφελόμενος, καὶ τὸ ἀξίωμα, καὶ τὸν κήρυκα παραστησάμενος, τότε κολάζει·
[03061]
ποῖον ἡγῇ μέγα ἀξίωμα εἶναι;
[03378]
Καὶ πάντας ἀφιεὶς, καίτοι γε ἔχων πολλοὺς εἰπεῖν, τὸν Ἀβραὰμ εἰς μέσον ἤγαγε, διά τε τὸ ἀξίωμα τοῦ προσώπου, καὶ διὰ τὸ μάλιστα ἐπ' αὐτοῦ τοῦτο συμβεβηκέναι.
[07008]
Βαβαὶ, ὅσον ἀξίωμα! Θεὸς καλεῖσθαι αὐτῶν κατεδέξατο.
[09719]
Ἔχουσι, φησὶ, τὸ ἀξίωμα, ἀλλὰ βίου εἰσὶν ἀκαθάρτου.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0847896099
[00142]
Ἐνταῦθα ἅτε πρὸς ὁμοτίμους ἐπιστέλλων, οὐ τίθησιν αὑτοῦ τὸ τῆς διδασκαλίας ἀξίωμα, ἀλλ' ἕτερον καὶ αὐτὸ μέγα.
[00145]
Μέγα γὰρ ὄντως καὶ τοῦτο ἀξίωμα καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, δοῦλον εἶναι Χρι [62.182] στοῦ, καὶ μὴ ἁπλῶς λέγεσθαι.
[00156]
Ἄλλως δὲ, ἐκεῖ μὲν οὖν ἔμελλε πολλὰ διατάττεσθαι, διὰ τοῦτο ἀνέλαβε τὸ τοῦ ἀποστόλου ἀξίωμα·
[02068]
ὁ μέντοι φυσικόν τι ἔχων ἀξίωμα, οὐ δέδοικε καὶ καταβῆναι ἀπ' ἐκείνου τοῦ ἀξιώματος, εἰδὼς ὅτι οὐδὲν τοιοῦτον πείσεται.
[02082]
οἷον, ὁ ἄνθρωπος ἀξίωμα ἔχει τὸ εἶναι λογικός.
[02088]
οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὴν θεότητα, οὐκ ἐδεδοίκει μή τις αὐτὸν ἀφέληται τὴν φύσιν, ἢ τὸ ἀξίωμα.
[02229]
Ὡς Υἱὸς Πατρὶ ὑπήκουσεν ἑκὼν, οὐκ εἰς δουλικὸν ἀξίωμα καταπεσὼν, ἀλλὰ τούτῳ αὐτῷ μάλιστα φυλάττων τῆς γνησιότητος τὸ θαῦμα, τῇ πολλῇ περὶ τὸν Πατέρα τιμῇ.
[03676]
Βαβαὶ, πόσον τῶν παθῶν τὸ ἀξίωμα! πιστεύομεν ὅτι συμμορφούμεθα τῷ θανάτῳ αὐτοῦ διὰ τῶν παθημάτων.
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0239495933
[00173]
Ὃ καὶ βοᾷ Παῦλος, λέγων, καὶ τὸ τῶν ἀποστόλων ἐπαίρων ἀξίωμα·
[01028]
Ἀλλ' ὅμως οὐκ ἐνόμισαν ἀσχημοσύνην εἶναι τὸ πρᾶγμα, ἀλλ' ὡς σεμνὸν καὶ μεῖζον ἢ κατ' οἰκετῶν ἀξίωμα, τοῖς ἐλευθέροις ἐπέτρεψαν·
[01398]
καὶ τοῦ κηρύγματος δὲ τὸ ἀξίωμα δι' αὐτῶν ἐπαίρει·
[02585]
Ἐπειδὴ γὰρ τῆς ψυχῆς τὴν ἀρετὴν οὐκ ἐζήλωσας οὐδὲ ἰδεῖν ἠδυνήθης, ἐδόθη σοι ἡ αἰσθητὴ περιτομὴ, ἵνα ἐμμελετήσας τῷ σωματικῷ τούτῳ, κατὰ μικρὸν χειραγωγηθῇς καὶ ἐπὶ τὴν τῆς ψυχῆς φιλοσοφίαν, καὶ μετὰ πολλῆς αὐτὴν ὑποδεξάμενος τῆς σπουδῆς ὡς ἀξίωμα μέγιστον, παιδευθῇς μιμεῖσθαι καὶ αἰδεῖσθαι τὸν πρόγονον.
[04005]
Ἀκουέτωσαν πῶς καὶ εἰς ἀνάγκην ἐμπεσὼν, οὐ καθαιρεῖ αὐτοῦ τὸ ἀξίωμα, ἀλλὰ μεγάλα περὶ τῆς ἐξουσίας αὐτοῦ διαλέγεται, εἴ γε ζῶντος αὐτοῦ, δέδεται ὁ Ἰουδαῖος, καὶ μοιχοὶ χρηματίζουσιν οἱ παραβαίνοντες καὶ ἀφιέντες αὐτὸν ζῶντα·
[04127]
Εἶδες πῶς μετ' αὐτοῦ τὸν ἀντίδικον ἵστησι, καὶ τὸ τοῦ διδάσκοντος ἀξίωμα λαβὼν, ἐπὶ τὴν λύσιν ἔρχεται;
[05110]
Εἶτα ἐπειδὴ τοῦτο τὸ ἀξίωμα καὶ τοῖς Ἰουδαίοις ἦν δεδομένον·
[06638]
Ἐννόησον γὰρ τὸ ἀξίωμα τοῦ ποιήσαντος, καὶ οὐκέτι ὄψεις δυσκολίαν οὐδεμίαν ἐν τῷ πράγματι.
[08665]
Μὴ δὴ νομίσῃς ἐξευτελίζεσθαι καὶ παραβλάπτεσθαι πρὸς τὸ τῆς οἰκείας φιλοσοφίας ἀξίωμα, ἂν ἄρχοντος παρόντος ὑπαναστῇς, ἂν τὴν κεφαλὴν ἀποκαλύψῃς.
[09999]
Ἢ οὐκ ἴστε τῆς ἀγέλης ταύτης τὸ ἀξίωμα;
[09999]
Ὁρᾷς πῶς πάλιν ἐπῆρε τὸ ἀξίωμα τῶν λαμβανόντων, εἴ γε εὐχῶν δεῖται παρὰ δήμου τοσούτου, εἰς τὸ δεχθῆναι τὰ πεμπόμενα;
[09999]
Ταῦτα δὲ λέγει, δεικνὺς καὶ τοῦ Πνεύματος τὸ ἀξίωμα.
[09999]
Καὶ τὸ ἀξίωμα προσέθηκε, διάκονον εἰπών·
[09999]
ὅπερ μέγιστον ἦν ἀξίωμα, καὶ τιμῆς μέγεθος ἄφατον.
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0374449849
[00040]
Τουτέστιν, οὐκ ἀπὸ κατορθωμάτων, οὐδὲ ἀπὸ πόνων καὶ ἱδρώτων τὸ ἀξίωμα ἔλαβον, ἀλλὰ τὸ πᾶν τῆς τοῦ πιστεύσαντος εὐεργεσίας ἐγένετο.
[00168]
Ὅσῳ γὰρ μέγα τὸ ἀξίωμα, τοσούτῳ μείζους καὶ οἱ κίνδυνοι τῷ τὴν ἱερωσύνην ἔχοντι·
In illud Habentes eundem spiritum
Ante [Go Back]
000-00-00 Serial Number=0227827847
[00175]
Μέγα τὸ τῆς παρθενίας ἀξίωμα, καὶ διὰ τοῦτο μᾶλλον συγκροτηθῆναι αὐτὸ βούλομαι.
[00176]
Παρθενίας γὰρ ἀξίωμα οὐκ ἀποσχέσθαι γάμων μόνον, ἀλλὰ τὸ φιλάνθρωπον εἶναι καὶ φιλάδελφον καὶ συμπαθητικόν.
In illud In faciem ei restiti
Ante [Go Back]
000-00-00 Serial Number=0330474615
[00049]
Τάχα ἐπῃνέσατε τὸν Παῦλον [51.374] τῆς παῤῥησίας, ὅτι οὐκ ᾐδέσθη τὸ ἀξίωμα τοῦ προσ ώπου, διὰ τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου οὐκ ἠρυθρίασε τοὺς παρόντας.
[00390]
Τὸ γὰρ εἰ πεῖν, ὅτι Κατὰ πρόσωπον αὐτῷ ἀντέστην, καὶ ὡς μέγα θεῖναι τοῦτο, οὐδὲν ἕτερον δηλοῦντος ἦν, ἀλλ' ἢ ὅτι οὐκ ᾐδέσθη τοῦ προσώπου τὸ ἀξίωμα·
[00394]
καὶ ἴσχυσεν ἡ ὑποστολὴ καὶ ὁ ἀφορισμὸς πάντας ἐπισπάσασθαι τοὺς μαθητὰς διὰ τὸ τοῦ προσώπου ἀξίωμα.
In illud Memor fui dei
Ante [Go Back]
000-00-00 Serial Number=0721692026
[00025]
Ἰδοὺ ὡς ὅλην τὴν ἡμέραν μελετῶν τὰ λόγια Κυρίου, καὶ μεμνημένος τοῦ Θεοῦ παρ' ἕκαστα, ποίας ἀπέλαβε χάριτος ἀξίωμα;
[00293]
νῦν δὲ τούτου φαίνεταί μου τὸ ἀξίωμα, ὅτι σου ὑπάρχω ὑπερέχουσα, ἐξότι ἐν ἐμοὶ πρῶτον τὰς ἀκτῖνας ἀπέλυσε τῆς θεότητος.
[00384]
Οἱ δὲ προαγαγόντες ἄγγελοι ἐσήμαινον τῆς θεότητος τὸ ἀξίωμα.
[00459]
τίς τῆς εὐσπλαγχνίας αὐτοῦ τοὺς οἰκτιρμοὺς διηγήσεται, ἢ ἐξιχνιάσει τῆς ὑπερβολῆς τὸ ἀξίωμα;
In illud Pater si possibile est
Ante [Go Back]
000-00-00 Serial Number=0388066649
[00182]
Κρύπτω τὸ θεϊκόν μου ἀξίωμα πετάλοις λογικοῖς·
In illud Salutate Priscillam et Aquilam
Ante [Go Back]
000-00-00 Serial Number=0056362212
[00066]
Εἰπὼν γὰρ, Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν, προσέθηκεν αὐτῶν καὶ τὸ ἀξίωμα.
[00509]
Ἀλλ' ἵνα ἐκ πολλῆς περιουσίας μάθῃς τῶν ἱερέων τὸ ἀξίωμα, καὶ πῶς οὐ θέμις τὸν ὑποτεταγμένον καὶ ἐν τάξει λαϊκῶν ὄντα τοιαῦτα ἐπανορθοῦν, ἀπέκτεινεν αὐτοὺς ἐν μέσῳ τῷ πλήθει, τοὺς ἄλλους πάντας ἐκ πολλῆς φοβῶν τῆς ὑπερβολῆς, καὶ πείθων μηδέποτε τοῖς τῆς ἱερωσύνης προσιέναι ἀδύτοις.
[00510]
Εἰ γὰρ δὴ μέλλοιεν ἕκαστοι ἐπὶ προφάσει τοῦ τὰ κακῶς γινόμενα διορθοῦν εἰς τὸ τῆς ἱερωσύνης εἰσάγειν ἑαυτοὺς ἀξίωμα, οὔτε πρόφασις ἐπιλείψει διορθώσεώς ποτε, οὔτε ἄρχοντα, οὔτε ἀρχόμενον διαγνωσόμεθα, ἀναμεμιγμένων πάντων ἀλλήλοις.
In illud Vidi dominum
Ante [Go Back]
000-00-00 Serial Number=0486717224
[00365]
Ὁ τοίνυν τοὺς καιροὺς ἀγνοῶν τῶν εἰρημένων ἢ τῶν ἐκβάντων, πῶς δυνήσεται δεῖξαι τῷ φιλονεικοῦντι τὸ τῆς προφητείας ἀξίωμα;
[00548]
ὅτι τὸν ἄρτι τοῦ κηρύγματος ἁψάμενον οὐ δεῖ πρὸς τὸ μέγα τῆς ἐπισκοπῆς ἄγειν ἀξίωμα, οὑτωσί πώς φησιν·
[01315]
Πρὸ τοῦ τῆς φύσεως ἀξιώματος ἐδίδαξεν ἡμᾶς τὸ ἀπὸ τῆς ἐγγύτητος τῆς κατὰ τὸν τόπον ἀξίωμα.
[01317]
Τοῦτο γὰρ ἐκείνου τὸ ἀξίωμα μεῖζον.
[01449]
∆ιελέχθημεν περὶ τῶν Σεραφίμ, ἐδείξαμεν ὅσον ἐστὶν ἀξίωμα πλησίον ἑστάναι τοῦ θρόνου τοῦ βασιλικοῦ καὶ ὅτι καὶ ἀνθρώποις τὸ ἀξίωμα τοῦτο κεκτῆσθαι δυνατόν.
In illud Vidua eligatur
Ante [Go Back]
000-00-00 Serial Number=0577427089
[00012]
Τὸ γὰρ τῆς χηρείας ὄνομα δοκεῖ μὲν εἶναι συμφορᾶς ὄνομα, οὐκ ἔστι δὲ, ἀλλ' ἀξίωμα, καὶ τιμὴ, καὶ δόξα μεγίστη·
[00021]
ἀλλὰ γέγονε τιμὴ καὶ ἀξίωμα τοῖς γενναίως αὐτὸν φέρουσιν ἐπιόντα.
[00023]
τὸν αὐτὸν τρόπον καὶ ἡ χήρα πρὸς ἀξίωμα μέτεισι μέγα.
[00107]
ἔχει γὰρ καὶ ἔργα καὶ ἀξίωμα·
[00108]
ἀξίωμα μὲν ἀρχῆς ἡ ἐξουσία, καὶ ἡ παρὰ τῶν πολλῶν θεραπεία, καὶ αὐτὸ τὸ εἶναι ἄρχοντα·
[00114]
εἰς δὲ τὸ ἀξίωμα τῆς χήρας, καὶ τὸν χορὸν, καὶ τὴν τάξιν οὐκ ἀφίησιν αὐτὴν εἰσελθεῖν, ἕως ἂν ἑξηκοστὸν ἔτος παρέλθῃ, μονονουχὶ λέγων·
[00480]
Αἰδέσθητι, φησὶ, τὸ ἀξίωμα τοῦ αἰτοῦντος.
[00481]
Ἀλλ' οὐ δυσωπεῖ σε τὸ ἀξίωμα;
[00485]
Οὔτε τὸ ἀξίωμα, οὔτε τὸ ἀναγκαῖον τῆς χρείας, οὔτε τὸ εὔκολον τῆς δόσεως δύναταί σε πεῖσαι;
In natale sancti Joannis prophetae
Ante [Go Back]
000-00-00 Serial Number=0097472787
[00022]
ἄνθρωπος γὰρ ἦν τροπῇ δουλεύων, εἰ καὶ ἱερατικὸν ἀξίωμα περιεβέβλητο Εἶπε δὲ Ζαχαρίας εὐθέως κατὰ ψυχὴν μόνον, ὡς εἶδε τὸν ἄγγελον·
In pharisaeum et meretricem
Ante [Go Back]
000-00-00 Serial Number=0348309815
[00318]
μέμνησο τῆς μετανοίας ταύτης, δι' ἧς τὸ τῆς θυγατρὸς [61.734] εὗρες ἀξίωμα.
In principium Actorum
Ante [Go Back]
000-00-00 Serial Number=0600376368
[00048]
οὐχ ὁ γέρων τὴν πολιὰν αἰδεῖται, οὐχ ὁ νέος ὑφορᾶται τὴν φλόγα τῆς φύσεως καὶ τῆς ἐπιθυμίας, οὐχ ὁ πλούσιος τὸ ἀξίωμα τὸ ἑαυτοῦ καταισχύνειν ἡγεῖται.
[00150]
καὶ γὰρ τοιοῦτον τὸ ἀξίωμα τοῦ θεάτρου τούτου, μηδὲν παρὰ ἀνθρώπων μανθάνειν, ἀλλὰ παρὰ Θεοῦ δι' ἀνθρώπων.
[00272]
κατῄσχυνον γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα, ὠνητοὺς ποιήσαντες ἀρχιερέας.
[00298]
ἐγχωρεῖ γὰρ καὶ μετὰ δύο ἡμέρας ἀπολέσαι τὸ ἀξίωμα τῆς προσηγορίας τὸν μὴ προσέχοντα.
In principium jejuniorum
Ante [Go Back]
000-00-00 Serial Number=0517943799
[00072]
Οὐ φοβῇ βασιλικὸν ἀξίωμα;
In sanctum Ignatium martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0681440234
[00073]
Εἶδες πῶς διπλοῦς ἡμῖν ὁ στέφανος ἐφάνη τῆς ἐπισκοπῆς τέως, καὶ λαμπροτέραν ἐποίησε τὴν ἀρχὴν τὸ τῶν χειροτονη σάντων αὐτὸν ἀξίωμα, πᾶσαν ἀπόδειξιν ἀρετῆς αὐτῷ μαρτυρῆσαν;
In sanctum Stephanum protomartyrem
Ante [Go Back]
000-00-00 Serial Number=0629854739
[00193]
Τὸ ἱερὸν, φησὶ, τὸν τόπον τοῦτον οὐκ ἠρυθρίασεν ἐνυβρίσαι, ὅπου τὰ θεῖα ἀναγινώσκονται ῥήματα, ὅπου τῶν προφητῶν σαλπίζονται τὰ συγγράμματα, ἔνθα αἱ πλάκες καὶ τὸ οὐράνιον μάννα, ὅπου ἡ κιβωτὸς καὶ ἡ τοῦ Ἀαρὼν ῥάβδος, ὅπου ἀρχιερέων πολιὰ, καὶ πρεσβυτέρων ἀξίωμα, καὶ γραμματέων τιμή·
Non esse ad gratiam concionandum
Ante [Go Back]
000-00-00 Serial Number=0905399799
[00054]
Ἐπιλαμβάνεται γὰρ εὐθέως τὸ συνειδὸς τοῦ λέγοντος, καὶ τὸ διδασκαλίας περικείμενον ἀξίωμα, εἰς τὰ αὐτὰ τοῖς μαθηταῖς καταπίπτειν ἁμαρτήματα, καὶ τῶν αὐτῶν δεῖσθαι ἐλέγχων, πικροτέραν τῷ λέγοντι ποιεῖ τὴν ὀδύνην.
Oratio de epiphania
Ante [Go Back]
000-00-00 Serial Number=0403898895
[00060]
οὐκ ἐν καιρῷ μοι γυμνοῖς τὸ ἀξίωμα ἐκλαχισ...
Post reditum a priore exsilio
Ante [Go Back]
000-00-00 Serial Number=0870498776
[00069]
οὐδὲ τὸν τόπον ᾐδέσθης, ἄθλιε καὶ ταλαίπωρε, οὐδὲ τῆς ἱερωσύνης τὸ ἀξίωμα, οὐδὲ τῆς ἀρχῆς τὸ μέγεθος.
Sermo antequam iret in exsilium
Ante [Go Back]
[00181]
Οὐκ ἐπεθύμησε ζωὴν, οὐκ ἐπεθύμησε χρημάτων ὄγκον, οὐ βασιλείας ἀξίωμα, οὐκ ἄλλης τινὸς περιουσίας.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»