Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπαγγελία [52]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπαγγελία
Cooperatorum Veritatis Societas
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0116708040
[00142]
Οὐδὲ γὰρ ἀρκεῖ μόνη ἡ τῶν χρηστῶν ἐπαγγελία προτρέψαι πρὸς ἀρετὴν, μὴ καὶ τοῦ φόβου τῶν δεινῶν ὠθοῦντος τοὺς ῥᾳθυμότερον πρὸς ἐκείνην διακειμένους.
[01002]
Ἡ γὰρ ἐπαγγελία τοῦ Θεοῦ πρὸς ἐσχάτῳ γήρᾳ, ὅτε τὰ τῆς φύσεως ἀπέγνωστο, τότε ἐγένετο·
Ad eos qui scandalizati sunt
Ante [Go Back]
000-00-00 Serial Number=0333206594
[00484]
ἀλλ' ὅμως καὶ τηλικούτων, ὅπερ ἔφην, κωλυμάτων ὄντων, εἰδὼς τί ποτέ ἐστιν ἐπαγγελία Θεοῦ, πῶς εὐμήχανός τε καὶ εὔπορος καὶ οὐ νόμοις φύσεως, οὐ δυσχολίᾳ πραγμάτων, οὐκ ἄλλῳ τινὶ κωλυομένη, ἀλλὰ διὰ τῶν ἐναντίων βαδίζουσα καὶ τὸ ἐπηγγελμένον εἰς ἔργον ἄγουσα, [10.4] κατεδέξατο τὸ εἰρημένον καὶ ἐπίστευσε τῇ ὑποσχέσει καὶ τὸν θόρυβον τὸν ἐκ τῶν λογισμῶν οὐδὲ κινηθῆναι ὅλως ἀφείς, ἀξιόπιστον ἔκρινεν εἶναι, ὥσπερ οὖν καὶ ἔστι, πρὸς τὴν τῆς ἐπαγγελίας πλήρωσιν τοῦ ὑποσχομένου τὴν δύναμιν, οὐκ ἐξετάσας, πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται καὶ τίνος ἕνεκεν οὐκ ἐν νεότητι, ἀλλ' ἐν γήρᾳ καὶ ὀψέ ποτε καὶ βραδέως.
[00509]
Καὶ μετὰ τούτων δὴ πάντων τὸ μάλιστα ἱκανὸν παρασχεῖν σκάνδαλον ἡ ἐπαγγελία καὶ ἡ ὑπόσχεσις ἦν·
De beato Abraham
Ante [Go Back]
000-00-00 Serial Number=0142878413
[00082]
Οὐκ εἶπεν οὖν Ἀβραὰμ τῇ γυναικὶ, ἵνα μὴ φιλονεικία γένηται, ἵνα μὴ, γενομένης τῆς φιλονεικίας, εἰς μάχην προέλθῃ τὸ πρᾶγμα, ἵνα μὴ, εἰς μάχην προελθόντος τοῦ πράγματος, εἰς μερισμὸν περὶ τοῦ υἱοῦ προχωρήσῃ, ἵνα μὴ, εἰς μερισμὸν προχωροῦντος τοῦ υἱοῦ, χρονίσῃ ἡ ἐπαγγελία, ἵνα μὴ, χρονισάσης τῆς ἐπαγγελίας, τὸ πρᾶγμα ἐνεδρευθῇ, ἵνα μὴ, τοῦ πράγματος ἐνεδρευθέντος, ἀτέλεστον μένῃ τὸ μυστήριον.
De cruce et latrone
Ante [Go Back]
000-00-00 Serial Number=0523860514
[00042]
οὔτε τῷ Ἀβραὰμ ἐδόθη ἐπαγγελία παραδείσου διὰ φωνῆς·
[00052]
Οὐδαμοῦ ἐπαγγελία παραδείσου πρὸ τοῦ λῃστοῦ.
De fugienda simulata specie
Ante [Go Back]
000-00-00 Serial Number=0388421535
[00080]
Θεοῦ κειμήλιόν ἐστιν ἡ ἡμετέρα ἐπαγγελία·
[00082]
Ἡ δὲ ἐπαγγελία οὐ μόνον χρημάτων ἐστὶν, ἀλλὰ καὶ μέχρι λόγου καὶ προαιρέσεως·
De jejunio [1]
Ante [Go Back]
000-00-00 Serial Number=0459716499
[00088]
Ταύτῃ ἐπακολουθεῖ ἡ τῶν οὐρανῶν κτῆσις, καὶ τοῦ ∆εσπότου ἀψευδὴς ἐπαγγελία.
De laudibus sancti Pauli apostoli
Ante [Go Back]
000-00-00 Serial Number=0188397527
[00180]
τοῦτο ζωή, τοῦτο κόσμος, τοῦτο ἄγγελος, τοῦτο παρόντα, τοῦτο μέλλοντα, τοῦτο βασιλεία, τοῦτο ἐπαγγελία, τοῦτο τὰ μυρία ἀγαθά.
De negatione Petri
Ante [Go Back]
000-00-00 Serial Number=0362156689
[00183]
Ποῦ ἡ παράσκεπτος τοῦ Πέτρου ἐπαγγελία;
De siccitate
Ante [Go Back]
000-00-00 Serial Number=0198972464
[00022]
ἡμῖν δὲ ἡ ἐπαγγελία αὕτη εἰς τοὐναντίον μετέστραπται·
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0301745355
[03832]
Οὐδὲ γὰρ ἀρκεῖ μόνη ἡ τῶν χρηστῶν ἐπαγγελία προτρέψαι πρὸς ἀρετὴν, μὴ καὶ τοῦ φόβου τῶν δεινῶν ὠθοῦντος τοὺς ῥᾳθυμότερον πρὸς ἐκείνην διακειμένους.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0091266036
[02277]
Ἐπειδὴ γὰρ ἐπὶ τῶν ἀναισθητοτέρων οὐχ οὕτως ἡ τῶν ἀγαθῶν ἐπαγγελία, ὡς ὁ τῶν λυπηρῶν φόβος ἐφέλκεται πρὸς ἀρετὴν, καὶ ἀπάγει τῆς κακίας·
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0616685927
[05023]
Ὡς ταῦτα, οὕτως ἄνωθεν ποιῆσαι ἐδοκίμασα, καὶ γενόμενα διέμεινε τοῖς τεθεῖσιν ὅροις ἑπόμενα, οὕτως ἔσται καὶ ἡ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελία ἀμετάπτωτος.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0795980453
[01575]
Οὐδαμοῦ τέως ὄνομα τοῦ Χριστοῦ, οὐδὲ ἡ ἐπαγγελία, αὐτοῦ ἐπαγγελία, ἀλλὰ τοῦ Πατρός.
[02179]
Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία.
[03275]
Πολλῆς βαρύτητος ἡ ἐπαγγελία γέμει.
[04971]
Ἀλλ' οὐδὲ τῆς περιτομῆς δοθείσης, ἡ ἐπαγγελία πληροῦται.
[05172]
Ὅρα πρὸ πόσων ἐτῶν ἡ ἐπαγγελία καὶ ὁ τῆς ἐπαγγελίας τρόπος, καὶ οὐδαμοῦ θυσία, οὐδαμοῦ περιτομή.
[05191]
Καὶ ὅρα, ὅτι καὶ ἐνταῦθα πάλιν ἐπαγγελία μακρὰ, καὶ ὅμως τέλος λαμβάνει.
[05248]
εἴ γε ἡ μὲν ἐπαγγελία πρὸ ταύτης, αὕτη δὲ μετὰ ταῦτα.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0678934276
[05065]
Εἰ γὰρ βασιλείας ἐπαγγελία, καὶ γεέννης ἀπειλὴ, καὶ ἄλλη διδασκαλία τοσαύτη, μόλις κατέχουσι τοὺς ἀνθρώπους ἐν ἀρετῇ·
In Psalmos 101-107
Ante [Go Back]
000-00-00 Serial Number=0705060601
[00136]
Ἡ διὰ τοῦ ψαλμοῦ προσευχὴ, καὶ ἡ περὶ τῶν ἐθνῶν ἐπαγγελία προφητευομένη, καθάπερ ἐν στήλῃ τυπωθεῖσα, δέδοται τοῖς Ἰουδαίοις εἰς τὸ φυλάττεσθαι τῷ νέῳ λαῷ καὶ τῇ κατὰ Χριστὸν γενεᾷ, καθ' ἣν ἐκτίσθη τὰ ἔθνη διὰ τῆς πίστεως·
[01064]
Ἐπειδὴ ἐκ τοῦ τιμᾶσθαι παρὰ τῶν Αἰ γυπτίων αὐτοὺς εἰς τὴν ὁμοίαν εἰδωλολατρείαν ἐξέβησαν, τούτου χάριν παρεσκεύασε μισῆσαι αὐτοὺς, καὶ τὰ βα ρέα τῶν ἔργων ἐπιθεῖναι, ἵνα κακωθέντες καταφύγωσι πρὸς τὸν Θεὸν, καὶ εὕρῃ χώραν πληρωθῆναι ἡ πρὸς τὸν Θεὸν Ἀβραὰμ ἐπαγγελία.
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0789218247
[00025]
Εἰ δὲ ἐπαγγελία ἐστὶ, μὴ ζήτει αὐτὴν ἐνταῦθα·
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0486635447
[06007]
ἐν δὲ ταύταις, ἅτε ἀγαθῶν ἐργασίας οὔσης, καὶ ἐπαγγελία κεῖται.
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0232213438
[01317]
αὐτὸς γὰρ ἦν σπέρμα τοῦ Ἀβραὰμ, καὶ δι' αὐτοῦ τὰ ἔθνη εὐλόγηνται, καὶ οὕτω πρόσεισιν ἡ τοῦ Πνεύματος ἐπαγγελία.
[01366]
Εἰ τοίνυν ὁ νόμος χαρίζεται τὰς εὐλογίας, καὶ τὴν ζωὴν καὶ τὴν δικαιοσύνην, ἡ ἐπαγγελία ἐκείνη ἄκυρός ἐστιν.
[01406]
Εἰ μὲν γὰρ δι' ἐκείνου ἡ ἐπαγγελία, εἰκότως ἐδεδοίκεις μὴ τῆς δικαιοσύνης ἐκπέσῃς, ἐκπίπτων τοῦ νόμου·
[01409]
Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.
[01718]
Καθάπερ γὰρ ἐκείνην μητέρα οὐχ ἡ φύσις εἰργάσατο, ἀλλ' ἡ ἐπαγγελία τοῦ Θεοῦ (ὁ γὰρ εἰρηκὼς, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱὸς, οὗτος εἰσελθὼν εἰς τὴν νηδὺν, τὸ βρέφος διέπλασεν)·
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0419490695
[03392]
Ὁρᾷς ὅτι οὐχ ἡ ἐπαγγελία μόνη τὸ πᾶν εἰργάσατο, ἀλλὰ καὶ ἡ μακροθυμία;
[03393]
Ἐνταῦθα φοβεῖ αὐτοὺς, δεικνὺς ὅτι πολλάκις ἐγκόπτεται ἐπαγγελία δι' ὀλιγοψυχίαν.
[06703]
οὐ γὰρ δὴ τοῦτο ἔμελλεν εἶναι ἡ ἐπαγγελία τῷ Νῶε.
[06709]
ἢ εἰ καὶ περὶ ἐκείνων, οὐ τοῦτο ἦν ἡ ἐπαγγελία, τὸ θαυμασθῆναι τὸν Ἄβελ, οὐδὲ τὸ μετατεθῆναι τὸν Ἐνὼχ, οὐδὲ τὸ διασωθῆναι τὸν Νῶε, ἀλλὰ καὶ ταῦτα μὲν αὐτοῖς διὰ τὴν ἀρετὴν ἐγένετο, γεύματα δέ τινα ἦν τῶν μελλόντων.
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0773125231
[02602]
κεκένωται ἡ πίστις, καὶ κατήργηται ἡ ἐπαγγελία.
[02617]
καὶ κατήργηται ἡ ἐπαγγελία.
[02626]
λέγει ὁ Παῦλος, ὅτι Οὐδὲ τὸ σοὶ διαφέρον, ἡ ἐπαγγελία τῆς κληρονομίας δύναται εἰς ἔργον ἐλθεῖν ἐκείνης χωρίς·
[02630]
Καὶ πῶς κατήργηται ἡ ἐπαγγελία αὕτη, φησίν·
[05989]
οὕτω δὴ καὶ Παῦλος, Ἵνα μὴ εἴπωσι, φησὶν, ὅτι ἐξέπεσεν ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ ἐψεύσατο ἃ ὑπέσχετο, καὶ εἰς ἔργον οὐκ ἐξῆλθεν ὁ λόγος, ἠβουλόμην ἀνάθεμα γενέσθαι.
[05995]
Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ ἡ λατρεία καὶ ἡ [60.551] ἐπαγγελία.
[06064]
Καὶ γὰρ καὶ οὕτω τῶν πραγμάτων ἐκβάντων, οὐκ ἀποροῦμεν τῶν ὑπὲρ τοῦ Θεοῦ λόγων, φησὶ, καὶ τοῦ δεῖξαι, ὅτι ἕστηκεν ἡ ἐπαγγελία.
[06092]
Αὕτη ἡ ἐπαγγελία τοίνυν, καὶ τὸ ῥῆμα τοῦ Θεοῦ τὸν Ἰσαὰκ διέπλασέ τε καὶ ἐγέννησε.
[07082]
∆είκνυσι γὰρ ἐντεῦθεν, ὅτι τοὺς ἀξίους ἀεὶ σώζειν ὁ Θεὸς εἴωθε, κἂν πρὸς ἅπαν τὸ ἔθνος ἡ ἐπαγγελία κειμένη.
[07113]
Εἶδες πῶς δι' ὅλου ἐκεῖνο κατασκευάζει, τὸ, Οὐχ οἷον δὲ, ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ, δεικνὺς ὅτι εἰς τοὺς ἀξίους ἦλθεν ἡ ἐπαγγελία, καὶ ὅτι οὗτοι, εἰ καὶ ὀλίγοι εἰσὶ, δύνανται εἶναι λαὸς τοῦ Θεοῦ·
In illud Ignem veni mittere in terram
Ante [Go Back]
000-00-00 Serial Number=0403322697
[00044]
καὶ ποῦ ἡ σὴ ἐπαγγελία ἡ λέγουσα·
In illud Ne timueritis
Ante [Go Back]
000-00-00 Serial Number=0126927078
[00779]
καὶ τὰ πνευματικὰ πάλιν κοινὰ, καὶ ἡ τράπεζα αὕτη ἡ ἱερὰ, τὸ σῶμα τὸ ∆εσποτικὸν, τὸ αἷμα τὸ τίμιον, τῆς βασιλείας ἡ ἐπαγγελία, τὸ λουτρὸν τῆς παλιγγενεσίας, ὁ καθαρμὸς τῶν ἁμαρτημάτων, ἡ δικαιοσύνη, ὁ ἁγιασμὸς, ἡ ἀπολύτρωσις, τὰ ἀπόῤῥητα ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.
In natale sancti Joannis prophetae
Ante [Go Back]
000-00-00 Serial Number=0051023602
[00023]
Ξένη τοῦ ἀνδρὸς ἡ ἐπιστασία, ξένη τῶν ῥημάτων ἡ ἐπαγγελία.
Synopsis scripturae sacrae
Ante [Go Back]
[02136]
Ἔστιν οὖν ἐν τῷ βιβλίῳ τούτῳ γνῶσις σοφίας καὶ παιδείας, νόησις λόγων φρονήσεως, στροφαὶ λόγων, δικαιοσύνης ἀληθοῦς νόησις, κρίματα κατευθύνειν, καὶ ἐπαγγελία τοῦ γινώσκειν ἐκ τούτων παραβολὰς, ῥήσεις σοφῶν, αἰνίγματα, σκοτεινοὺς λόγους.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»