Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δῆλα [60]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δῆλα
Cooperatorum Veritatis Societas
Ad eos qui scandalizati sunt
Ante [Go Back]
000-00-00 Serial Number=0493198276
[00124]
[3.5] Τὰ γὰρ ἐκείνου Υἱῷ καὶ Πνεύματι ἁγίῳ δῆλα μόνον ἅπαντα μετ' ἀκριβείας, ἑτέρῳ δὲ οὐδενί·
[00137]
τίς ὁ μηνύσας καὶ δῆλα καταστήσας αὐτὰ τὰ ἀθέατα, τὰ ἀνήκουστα, τὰ εἰς καρδίαν ἀνθρώπου μὴ ἀναβάντα;
[00730]
Ὅτε δὲ ἐκελεύσθη τὴν μὲν οἰκίαν ἀφεῖναι, εἰς δὲ τὴν ἀλλοτρίαν ἀπελθεῖν, οὐκ εὐθέως ὑπήκουσε καὶ πατρίδα καὶ φίλους καὶ συγγενεῖς καὶ πάντας ἀφεὶς καὶ τῷ προστάγματι πεισθεὶς τοῦ κελεύσαντος, τὰ μὲν δῆλα καταλιμπάνων, τοῖς δὲ ἀδήλοις πολλῷ σαφέστερον ἢ τοῖς δήλοις προσέχων, διὰ τὴν ὑπόσχεσιν τοῦ Θεοῦ, ὅπερ ἦν πίστεως ἐπιτεταμένης;
Ad illuminandos catecheses
Ante [Go Back]
000-00-00 Serial Number=0153564990
[00442]
Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι ἀφίησιν [49.237] ἡμῖν τὰ ἁμαρτήματα, ἀλλ' ὅτι αὐτὰ οὐδὲ ἐκκαλύπτει, οὐδὲ ποιεῖ φανερὰ καὶ δῆλα, οὐδὲ ἀναγκάζει παρελθόντας εἰς μέσον ἐξειπεῖν τὰ πεπλημμελημένα, ἀλλ' αὐτῷ μόνῳ ἀπολογήσασθαι κελεύει καὶ πρὸς αὐτὸν ἐξομολογήσασθαι.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0457315922
[02914]
Ταῦτα οὐχὶ καὶ τυφλῷ δῆλα, καὶ τοῖς σφόδρα ἀνοήτοις εὐσύνοπτα, ὅτι ἐκ προνοίας τινὸς γέγονε καὶ συγκρατεῖται;
[03518]
οὕτω καὶ ἐπὶ τῆς κτίσεως ποίησον, κἂν ἴδῃς πολλὰ τῶν ζώων καὶ τῶν βοτανῶν καὶ τῶν φυτῶν καὶ τῶν ἄλλων πραγμάτων ὧν τὰς χρείας οὐκ οἶδας, θαύμασον αὐτῶν τὴν ποικιλίαν, καὶ ἐκπλάγηθι καὶ διὰ τοῦτο τὸν ἀριστοτέχνην Θεὸν, ὅτι οὔτε σοι πάντα δῆλα ἐποίησεν, οὕτε πάντα ἀφῆκεν ἄδηλα.
[05544]
Ταῦτα μὲν γάρ ἐστι τὰ ὡμολογημένα καὶ πᾶσι δῆλα, καὶ ὑπὸ πάντων σχεδὸν τολμώμενα·
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0379009902
[02410]
ἐπειδὴ τὰ φανερὰ καὶ δῆλα λέγουσιν, ὅρα, πῶς τὰ μὲν προοίμια αὐτοῦ ἐπιεικέστερα, τὰ δὲ τέλη οὐχ οὕτω.
[02544]
«τίνος ἕνεκεν», φησίν, «οὐ ποιεῖς δῆλα τὰ πράγματα;
[03075]
[137] ἐπειδὴ γὰρ ἔλεγεν ὁ πρὸ αὐτοῦ εἰρηκώς, ὅτι ἀφ' οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς ταῦτα γίνεται, καὶ ἐνεκάλει αὐτῷ ὡς τὰ σαφῆ καὶ δῆλα ἀγνοοῦντι, «εἶπες», φησίν, «ὅτι γίνεται ταῦτα·
[04167]
ταῦτα τὰ ἀόρατα, ἀπὸ τῶν φαινομένων κἀκεῖνα δῆλα.
De Christi divinitate
Ante [Go Back]
000-00-00 Serial Number=0052587628
[00076]
ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδὼς, πολλῷ μᾶλλον τὰ δῆλα καὶ σαφῆ πᾶσιν ἠπίστατο.
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0903375447
[00904]
σαφῆ γὰρ καὶ δῆλα τὰ παρ' ἑαυτῶν κατέστησαν ἅπασιν, ἅτε κοινοὶ τῆς οἰκουμένης ὄντες διδάσκαλοι, ἵνα ἕκαστος καὶ δι' ἑαυτοῦ μανθάνειν δύνηται ἐκ τῆς ἀναγνώσεως μόνης τὰ λεγόμενα.
[00914]
Τίνι γὰρ οὐκ ἔστι δῆλα τὰ τῶν Εὐαγγελίων ἅπαντα;
De fato et providentia
Ante [Go Back]
000-00-00 Serial Number=0173949003
[00193]
Τῶν γὰρ ἁμαρτημάτων τὰ μέν ἐστι λόγου δεόμενα καὶ διδασκαλίας, τὰ δὲ οὕτω φανερὰ καὶ δῆλα, ὡς φόβῳ καὶ τιμωρίᾳ μόνῃ κωλύεσθαι·
De incomprehensibili dei natura
Ante [Go Back]
000-00-00 Serial Number=0580917299
[00544]
Ἄλλως δὲ τὰ πρακτέα καὶ τὰ μὴ πρακτέα, οὐδενὶ τῶν ἀνθρώπων ἐστὶν ἀφανῆ, ἀλλὰ πᾶσι δῆλα καὶ γνώριμα, καὶ βαρβάροις καὶ Πέρσαις καὶ παντὶ τῷ τῶν ἀνθρώπων γένει.
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0641445518
[01558]
δεῖ γὰρ ἅπαντα τὰ ἀντικρούοντα παραγαγεῖν εἰς μέσον καὶ δῆλα ποιεῖν, ἵνα πάντοθεν ὁ λόγος ἡμῖν ἐκκαθαίρηται, καὶ μηδὲ τοῖς ἀναισχυντοῦσι καταλείπηται πρόφασις.
De sancta Droside martyre
Ante [Go Back]
000-00-00 Serial Number=0803061545
[00155]
Ἐπειδὴ γὰρ πολλὰ καὶ μεγάλα εἰργάσατο ἀγαθὰ, καὶ τροφεὺς αὐτῶν καὶ προστάτης ἐγένετο, καὶ τοῦ λιμοῦ παραμυθίαν εὗρε μεγίστην, καὶ ἃ μηδενὶ γέγονε δῆλα, ταῦτα πρῶτος καὶ μόνος ἀνέπτυξε, καὶ εἰς μέσον ἤγαγε, καὶ τὰ ὀνείρατα διαλύσας οὐ μόνον προεδήλωσε τὸν λιμὸν, ἀλλὰ καὶ φάρμακον ἱκανὸν αὐτῷ προαπέθετο, οὕτω καὶ τὰ ταμεῖα τῆς Αἰγύπτου πληρώσας, ὡς μηδένα αὐτοῦ τῆς παρουσίας αἰσθέσθαι·
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0726111412
[09999]
Μὴ γάρ μοι πορνείας εἴπῃς μόνον, μηδὲ ταῦτα τὰ δῆλα, ἀλλὰ καὶ τὰς λαθραίους ἐπιβουλὰς, καὶ τὰς συκοφαντίας, καὶ τὰς κακηγορίας, καὶ τὰς κενοδοξίας, καὶ τὸν φθόνον, καὶ πάντα τὰ τοιαῦτα συνάγειν χρή·
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0420767963
[00609]
Εἰ δὲ ἀπιστεῖς τοῖς προφήταις, σημεῖα φανερὰ καὶ δῆλα παρεχόμεθα, ἃ μάλιστα δείκνυσιν αὐτοὺς θεοπνεύστους γενομένους, καὶ οὐδὲν οἴκοθεν διαλεχθέντας ἡμῖν, ἀλλ' ἀπὸ τῆς θείας ἐκείνης καὶ ὑπερουρανίου χάριτος ἐμπνευσθέντας.
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0882879853
[04466]
οὐ γὰρ ὡρισμένα ἔδωκεν ἀγαθὰ, μᾶλλον δὲ οὐδὲ δῆλα.
Fragmenta in Proverbia
Ante [Go Back]
000-00-00 Serial Number=0045799553
[01138]
Ὧ πάντα ἐστὶ δῆλα, πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων;
[01226]
[69] α.] Ἀντὶ τοῦ λαμπρὰ, δῆλα ὡς ὄντα φῶς·
Homilia habita postquam presbyter Gothus concionatus fuerat
Ante [Go Back]
000-00-00 Serial Number=0346774340
[00052]
Τὰ φανερὰ καὶ δῆλα ἀφεὶς, ἐπὶ τὰ ἀφανῆ καὶ ἄδηλα ἀπελεύσομαι;
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0762148321
[00995]
Ἀπὸ τούτου καὶ τὰἸουδαίοις ἐπιέναι μέλλοντα κακὰ δῆλα ἦν·
[01024]
ἐπεὶ ἐκεῖνα δῆλα ἦν καὶ ὡμολογημένα, αὕτη δὲ λάθρα γέγονε, καὶ τούτοις μόνοις ἦν δήλη.
[01822]
Ἐκεῖνα γὰρ δῆλα ἡμῖν ἐστιν, ὅτι τὸν φονέα καὶ τὸν μοιχὸν δεῖ κολάζεσθαι.
[08872]
Τοῖς ἁπανταχοῦ δῆλα ποιήσατε ταῦτα·
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0498631358
[00744]
Ἀπὸ δὲ τῶν εἰρημένων καὶ τὰ λοιπὰ δῆλα.
[01514]
καὶ ὅμως τὰ φανερὰ καὶ δῆλα καὶ τὰ ἐν χερσὶν ἀφεὶς, πρὸς τὰ ἀφανῆ καὶ ἄδηλα, καὶ ὧν οὐκ ἦν κύριος ἔτρεχεν, ἵνα σε πείσῃ καὶ παιδεύσῃ, ὅταν ὁ Θεὸς τὰ μὲν δῆλα ἀφεῖναι κελεύῃ, πρὸς δὲ τὰ ἄδηλα βλέπειν, μὴ ἀντιλέγειν, μηδὲ ἀμφισβητεῖν.
[01586]
Ταῦτα ἐκερδάναμεν ἀπὸ τοῦ Ἀβραὰμ ὀνόματος, μαθόντες διὰ τί περάτης ἐλέχθη, καὶ ὅτι τὴν οἰκείαν ἀφεὶς γῆν, πρὸς τὴν ἀλλοτρίαν μετέστη, καὶ τὰ δῆλα παραδραμὼν, πρὸς τὰ ἄδηλα ἔβλεπε, τὰ ἐν χερσὶ ῥίψας, ἐκεχήνει πρὸς τὰ ἐν ἐλπίσι, καὶ αἰσθητὰ λαβὼν, πρὸς τὰ νοητὰ ἀνετείνατο, καὶ ταῦτα πρὸ τῆς χάριτος, πρὸ τοῦ νόμου, πρὸ τῆς ἀπὸ τῶν προφητῶν διδασκαλίας.
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0528867304
[01126]
Αὐτὰ γὰρ ἑαυτὰ καταγγέλλει καὶ δῆλα ποιεῖ.
[02522]
Τὰ γοῦν ἑξῆς τοῦτο δηλοῖ, δι' ὧν ἐπαίρει τὸν φόβον τῷ λόγῳ καὶ τὰ στρατόπεδα αὐτοῖς δῆλα ποιῶν, ἅπερ ἦν αὐτοῖς φοβερώτατα, καὶ τὴν εὐκολίαν τῆς ἐφόδου δηλῶν, ὃ μεθ' ὑπερβολῆς αὐτοὺς κατέσειε, καὶ τὸ στῖφος τῆς στρατιᾶς ἐμφαίνων, ὃ μάλιστα αὐτῶν ἐξίστη τὴν διάνοιαν·
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0156604290
[00240]
ἀλλ' ἀποῤῥίψας τὴν σατανικὴν ταύτην ἀηδίαν ἅπασαν καὶ λύμην, τοσαύτην τοῖς ῥήμασιν ἐγκατέμιξεν εὐκολίαν, ὡς μὴ μόνον ἀνδράσι καὶ συνετοῖς, ἀλλὰ καὶ γυναιξὶ καὶ νέοις ἅπαντα εἶναι τὰ λεγόμενα δῆλα.
[02146]
Ἴστε γὰρ δήπου τοῦτο πάντες, ὅτι οὐ τὰ δῆλα, ἀλλὰ τὰ ἄδηλα ἀεὶ αἰτιολογίας δεῖται.
[02286]
Οὕτω γὰρ καὶ τὰ ἄλλα ἔσται ὑμῖν δῆλα·
[04142]
Πολλὰ τοιαῦτα φθέγγεται, τοῖς μὲν τότε ἀκούουσιν οὐκ ὄντα δῆλα, τοῖς δὲ μετὰ ταῦτα, ἐσόμενα.
In Psalmum 050 homilia 2
Ante [Go Back]
000-00-00 Serial Number=0805558860
[00628]
Οὐ γὰρ μόνον τοῖς βασιλικοῖς ἐνίδρυσας θρόνοις, ἀλλὰ καὶ τὰ μετὰ μακρὸν ἐσόμενα προδεδήλωκας χρόνον, καὶ τὰ τοῖς ἄλλοις ἄδηλα, ἐμοὶ δῆλα πεποίηκας, ὡς καὶ τοὺς ἄλλους διδάξαι τὴν τοῦ μονογενοῦς σου Υἱοῦ ἐν ανθρώπησιν καὶ τὸ σωτήριον πάθος καὶ τὴν ἀνάστασιν.
In diem natalem
Ante [Go Back]
000-00-00 Serial Number=0199698567
[00132]
Ἄνωθεν γὰρ τὴν πηγὴν διορύττομεν, καὶ ἐπ' αὐτὴν σπεύδομεν τὴν κορυφὴν ἐλθεῖν, ὥστε μετ' εὐκολίας ὑμῖν ἅπαντα γενέσθαι δῆλα·
[00225]
Ἀλλὰ τὰ μὲν περὶ τῆς ἡμέρας πάντα ὑμῖν δῆλα ἐποιήσαμεν·
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0181769192
[00827]
Καὶ νῦν μὲν γὰρ ταῦτα δῆλα τοῖς νοῦν ἔχουσι·
[08075]
Ὅτι ὡς δῆλα καὶ ὡμολογημένα ἐσίγησεν.
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0179588079
[00031]
ἀπὸ γὰρ τῆς ὑπογραφῆς δῆλα γίνεται τὰ γράμματα τῶν πεμπόντων.
[00634]
πάντα σαφῆ καὶ εὐθέα τὰ παρὰ ταῖς θείαις Γραφαῖς, πάντα τὰ ἀναγκαῖα δῆλα.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0041539133
[01363]
Καὶ ταῦτα ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου δῆλα.
[05125]
ἐκείνῳ γὰρ ἅπαντα δῆλα.
[08978]
καὶ γὰρ δῆλα ἦν αὐτοῖς ἅπαντα, καὶ ἐν αὐτοῖς προεφήτευον, ὡς αὐτοῖς πρέπον ἦν, μετὰ συνέσεως καὶ ἐλευθερίας ἁπάσης.
[09999]
μᾶλλον δὲ, [61.315] κἂν ἅπαντα ἀγνοῇς, καὶ οὕτως ἡσυχάζειν ἔδει, ἵνα μὴ τοὺς προσέχοντας ἐκκρούσῃς, ἵνα σου τὴν ἡσυχίαν καὶ τὴν αἰδὼ ἀποδεξάμενος ὁ Θεὸς, καὶ τὰ ἀσαφῆ ποιήσῃ δῆλα.
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0826962829
[01611]
τὰ γὰρ σφόδρα μεγάλα πᾶσίν ἐστι δῆλα·
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0544361174
[01017]
ὅταν δὲ τὰ δῆλα παρορῶμεν, πῶς τὰ ἄδηλα ἡμῖν ὁ Θεὸς ἐκκαλύψει;
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0608657837
[02203]
Ὥσπερ γὰρ ἐκεῖνα, ἐπειδὰν σφάξας τις ἀπὸ τῆς σαρκὸς παρελκύσῃ τὸ δέρμα, πάντα τὰ ἔνδον ἀποκαλύπτεται, καὶ δῆλα γίνεται τοῖς ἡμετέροις ὀφθαλμοῖς·
[02204]
οὕτω καὶ τῷ Θεῷ δῆλα πρόκειται πάντα.
[09723]
Ὅτι καὶ δῆλα πᾶσίν ἐστι, καὶ οὐδὲ αὐτὸς, κἂν μυριάκις ᾖ πονηρὸς, πονηρὰ διδάξει ποτέ.
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0453792751
[06506]
Ἄρα ὑμῖν δῆλα γέγονε τὰ εἰρημένα, ἢ πολλῆς ἔτι δεῖται τῆς σαφηνείας;
[07351]
οὐχὶ καὶ τοῖς σφόδρα ἀνοήτοις δῆλα ἦν;
In illud Messis quidem multa
Ante [Go Back]
000-00-00 Serial Number=0741813302
[00026]
καὶ ∆ανιὴλ δὲ, ὅτε τοὺς λέοντας ἐχαλίνου, καὶ διὰ τὴν ἄφα τον αὐτοῦ παῤῥησίαν τὰ ἀπόῤῥητα ἐκεῖνα τῶν τοῦ βα σιλέως ὀνειράτων εἰς μέσον ἐξῆγε καὶ δῆλα ἐποίει τῷ θεασαμένῳ, σφόδρα νέος ἦν·
In illud Utinam sustineretis modicum
Ante [Go Back]
000-00-00 Serial Number=0594975770
[00135]
Τὰ μὲν οὖν ἁμαρτήματα, καὶ μηδεμιᾶς οὔσης ἀνάγκης, ἐκπομπεύει καθ' ἑκάστην ἡμέραν ἐν ταῖς ἐπιστολαῖς αὐτοῦ πάσαις, στηλιτεύων καὶ δῆλα ποιῶν οὐχὶ τοῖς τότε μόνον ἀνθρώποις, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα ἐσομένοις πᾶσι·
In natale sancti Joannis prophetae
Ante [Go Back]
000-00-00 Serial Number=0321316004
[00135]
πόθεν μοι δῆλα τὰ ἐκ σοῦ μοι ῥηθέντα;
In paralyticum demissum per tectum
Ante [Go Back]
[00117]
καὶ γὰρ ἄγει πρὸς τὴν κολυμβήθραν τῶν ὑδάτων τὸν ἄνθρωπον, οὐδενὶ δῆλα ποιήσας αὐτοῦ τὰ ἁμαρτήματα, ἀλλὰ τὴν μὲν δωρεὰν πᾶσι καθίστησι φανερὰν, καὶ ποιεῖ δήλην, τὰ δὲ ἁμαρτήματα πλὴν αὐτοῦ καὶ τοῦ τὴν ἄφεσιν λαμβάνοντος οὐδεὶς ἕτερος οἶδε.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»