Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μήτηρ [312]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μήτηρ
Ad Demetrium de compunctione i
Ante [Go Back]
000-00-00 Serial Number=0990835071
[00260]
Ἡ μὲν γὰρ δακρύων ἐστὶ μήτηρ καὶ νήψεως, ἡ δὲ γέλωτος καὶ παραφορᾶς·
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0146982729
[01104]
Μαθοῦσα δὲ ἡ μήτηρ, καὶ τῷ πατρὶ διαλεχθεῖσα, ἐξήρπασεν αὐτὸν τῶν ἐκείνου χειρῶν, καὶ τὸν μὲν θεραπεύοντα αὐτοὺς καὶ εὐνοϊκῶς διακείμενον φυγαδεύειν [47.465] ἠναγκάζοντο, τὸν
[01235]
Καὶ τῷ μὲν Ἰακὼβ παρῆν ἡ μήτηρ ἐπικουφίζουσα τὴν ἐπιβουλήν·
[01664]
Οἴμοι ἐγὼ, μήτηρ! ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ;
Ad Stelechium de compunctione ii
Ante [Go Back]
000-00-00 Serial Number=0018078327
[00081]
Ἡ μὲν γὰρ δακρύων ἐστὶ μήτηρ καὶ νήψεως, ἡ δὲ γέλωτος καὶ παραφορᾶς·
Ad eos qui scandalizati sunt
Ante [Go Back]
000-00-00 Serial Number=0073675811
[00299]
[6.15] Εἶτα εἰπὼν ὅτι ὡς πατὴρ φιλεῖ καὶ πλέον ἢ πατήρ, ὡς μήτηρ καὶ πλέον ἢ μήτηρ, ὡς νυμφίος καὶ πλέον ἢ νυμφίος, ὅτι τοσοῦτον ὅσον τὸ διάστημα τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς καὶ πλέον ἢ τοσοῦτον, ὅτι τηλικοῦτον ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν καὶ πλέον ἢ τηλικοῦτον, οὐδὲ ἐνταῦθα ἵσταται τῶν εἰκόνων, ἀλλὰ καὶ περαιτέρω πρόεισιν εἰς ἐπίδειξιν πολλῷ ταπεινοτέρου ὑποδείγματος.
[00439]
Οὐκοῦν μηδὲν περιεργάζου πλέον, εἰδὼς τοῦτο σαφῶς ὅτι ∆εσπότην ἔχεις πατρὸς φιλοστοργότερον καὶ μητρὸς κηδεμονικώτερον, νυμφίου καὶ νύμφης ἐρῶντα ἐρωτικώτερον, οἰκείαν ἀνάπαυσιν τὴν σὴν ἡγούμενον σωτηρίαν καὶ μᾶλλον ἐπὶ ταύτῃ χαίροντα ἢ σὺ ἐπὶ ἀπαλλαγῇ κινδύνων καὶ θανάτων ὅπερ ἔδειξα διὰ τοῦ Ἰωνᾶ καὶ πᾶν εἶδος ἀγάπης ἐπιδεικνύμενον, [8.12] ὃ πατὴρ περὶ παῖδας ἔχει ἢ μήτηρ περὶ ἔκγονα, ὁ ἀμπελουργὸς περὶ φυτά, ὁ οἰκοδόμος περὶ τέχνην, ὁ νυμφίος περὶ νύμφην, ὁ νεανίσκος περὶ παρθένον καὶ βουλόμενον ἀποστῆσαι σου τὰ κακά, ὅσον ἀφέστηκεν ἀνατολὴ τῆς δύσεως, ὅσον ὑψηλότερος τῆς γῆς ὁ οὐρανὸς καὶ γὰρ καὶ τοῦτο ἀπεδείξαμεν, μᾶλλον δὲ οὐ τοσοῦτον μόνον, ἀλλὰ καὶ πολλῷ πλέον·
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0837730527
[00914]
τῶν γὰρ πόλεων τῶν ὑπὸ τὴν ἕω κειμένων κεφαλὴ καὶ μήτηρ ἐστὶν ἡ πόλις ἡ ἡμετέρα.
[02033]
Ἐπεὶ οὖν καὶ ὑμᾶς ἐφόβησαν ἄρχοντες, καὶ ἐναγωνίους ἐποίησαν, ἡ Ἐκκλησία, ἡ κοινὴ πάντων ἡμῶν μήτηρ, τοὺς κόλπους ἁπλώσασα, καὶ ὑπτίαις ὑποδεξαμένη χερσὶ, καθ' ἑκάστην παρακαλεῖ τὴν ἡμέραν, λέγουσα, ὅτι χρήσιμος καὶ ὁ τῶν ἀρχόντων φόβος ἐστὶ, καὶ ὅτι χρησίμη καὶ ἡ ἐντεῦθεν παράκλησις.
[02746]
Καὶ καθάπερ μήτηρ φιλόστοργος τράπεζαν ἔχουσα παραθεῖναι, τῶν παίδων μὴ παρόντων ἁπάντων ἀλγεῖ καὶ ὀδυνᾶται·
[03738]
Τὸ δὲ πάντων ἐλεεινότερον, μήτηρ μία καὶ ἀδελφὴ τῶν ἔνδον κρινομένων τινὸς, πρὸς αὐτὰ τῶν δικαζόντων ἐκάθηντο τὰ πρόθυρα, κυλινδούμεναι περὶ τὸ ἔδαφος, καὶ κοινὸν οὖσαι θέατρον τοῖς περιεστῶσιν ἅπασι, συγκαλυπτόμεναι τὰς ὄψεις, καὶ τοσοῦτον αἰσχυνόμεναι μόνον, ὅσον ἐπέτρεπεν ἡ τῆς συμφορᾶς ἀνάγκη·
[03753]
Καὶ γὰρ πλοῦτος τότε, καὶ εὐγένεια, καὶ περιφάνεια, καὶ φίλων προστασία, καὶ συγγένεια, καὶ πάντα ἠλέγχετο τὰ βιωτικὰ, τῆς ἁμαρτίας καὶ τῆς παρανομίας τῆς γεγενημένης τὴν συμμαχίαν ἅπασαν τρεψαμένης ταύτην, Καὶ καθάπερ μήτηρ στρουθῶν, τῶν νεοττῶν ἀφαιρεθέντων, ἐλθοῦσα καὶ τὴν καλιὰν εὑροῦσα κενὴν, ἐξελέσθαι μὲν οὐ δύναται τοὺς ἁλόντας αὐτῆς νεοττοὺς, περιιπταμένη δὲ τοῦ θηρατοῦ τὰς χεῖρας, αὐτῷ τούτῳ τὴν ὀδύνην ἐνδείκνυται·
[03756]
Εἰ νῦν ἀνθρώπων δικαζόντων, οὐ μήτηρ, οὐκ ἀδελφὴ, οὐ πατὴρ, οὐκ ἄλλος οὐδεὶς, καίτοι γε ἀνεύθυνοι τῶν τολμηθέντων ὄντες, οὐκ ἰσχύουσιν ἐξελέσθαι τοὺς κρινομένους, τίς ἐν τῷ φοβερῷ τοῦ Χριστοῦ δικαστηρίῳ παραστήσεται κρινομένοις ἡμῖν;
[03900]
Ὥσπερ οὖν μήτηρ ὁρῶσα τὸ παιδίον πυρέττον, παρεστῶσα ἀγχομένῳ καὶ καιομένῳ, θρηνοῦσα πολλάκις εἶπε πρὸς τὸ νοσοῦν παιδίον, Εἴθε μοι δυνατὸν ἦν, τέκνον, τὸν πυρετὸν ἀναδέξασθαι τὸν σὸν, καὶ ἐπ' ἐμαυτὴν ἑλκύσαι τὴν φλόγα·
[04845]
Εἰ γὰρ μία τῶν ὑπευθύνων μήτηρ γυμνώσασα τὴν κεφαλὴν καὶ τὰς πολιὰς δείξασα, τοῦ μέλλοντος δικάζειν κατασχοῦσα τὸν ἵππον ἀπὸ τοῦ χαλινοῦ, καὶ παρατρέχουσα διὰ τῆς ἀγορᾶς οὕτως εἰς τὸ δικαστήριον συνεισῆλθε, πάντες ἐξεπλάγημεν, πάντες ἐθαυμάσαμεν τὴν φιλοστοργίαν, τὴν μεγαλοψυχίαν·
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0940524876
[00437]
Ἡ μήτηρ ἡμῶν ἡ κοινὴ οὐχ ἱμάτιον, ἀλλ' ἀδελφὸν ἀπώλεσεν·
[00857]
Αὕτη γάρ ἐστιν ἡ τροφὸς ἡμῶν καὶ μήτηρ, θάλπουσα μετὰ πολλῆς τῆς ἀκριβείας ἡμᾶς.
Adversus oppugnatores vitae monasticae
Ante [Go Back]
000-00-00 Serial Number=0884766340
[00090]
εἰ δὲ τῷ συνεχῶς καὶ ῥαγδαίως τοῦτο ποιεῖν τρωθείη ποτὲ, ἢ βελόνης τῷ χιτωνίσκῳ τῆς μητρὸς περὶ τὴν ζώνην ἐμπεπερονημένης, ἢ τῆς κερκίδος πρὸ τῶν στέρνων τῶν μητρικῶν τὴν χεῖρα τοῦ παιδὸς δεξαμένης, τότε δὴ, τότε, τὸν γέλωτα ἀφεῖσα ἡ μήτηρ, μείζονι τοῦ πληγέντος περιωδυνίᾳ κατέχεται·
[01305]
Τῷ γὰρ παιδίῳ τούτῳ, φησὶ, πατὴρ μέν ἐστι σκληρὸς καὶ τραχὺς, καὶ πρὸς τὰ βιωτικὰ πράγματα ἐπτοημένος, μήτηρ δὲ μετρία καὶ σώφρων καὶ ἐπιεικὴς, καὶ πρὸς τὸν οὐρανὸν βλέπουσα μόνον.
[01306]
Ἐκεῖνος μὲν οὖν, ἅτε καὶ ἐν πολέμοις πολλὰ κατωρθωκὼς, βούλεται τὸν υἱὸν ἐπὶ τὴν πατρῴαν τάξιν ἀγαγεῖν, ἡ δὲ μήτηρ ταῦτα μὲν οὔτε βούλεται, οὔτε ἐπιθυμεῖ, ἀλλὰ καὶ σφόδρα ἀπεύχεται εὔχεται δὲ καὶ ἐπιθυμεῖ λαμπρὸν αὐτὸν ἰδεῖν ἐν τῇ τῶν μοναχῶν πολιτείᾳ.
[01689]
καὶ εἴ ποτε αὐτὸν ἰδεῖν ἐπεθύμησεν, οἷα δὴ μήτηρ, οὐκ ἐκάλει παρ' ἑαυτὴν τὸ παιδίον, ἀλλ' αὐτὴ πρὸς ἐκεῖνον ἀνέβαινε μετὰ τοῦ πατρὸς, καθάπερ ὄντος ἀναθήματος ἀπεχομένη λοιπόν.
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0981668413
[00579]
Καθάπερ γὰρ μήτηρ φιλόστοργος ὁρῶσα τοὺς ἑαυτῆς παῖδας κυκλοῦντας αὐτὴν ἥδεται καὶ σκιρτᾷ καὶ πτεροῦται ὑπὸ τῆς ἡδονῆς, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ πνευματικὴ αὕτη μήτηρ βλέπουσα τὰ ἑαυτῆς τέκνα χαίρει καὶ γέγηθεν ὁρῶσα ἑαυτὴν καθάπερ πολύφορον ἄρουραν κομῶσαν τοῖς στάχυσι τούτοις τοῖς πνευματικοῖς.
[00581]
Ἰδοὺ γὰρ ἐν μιᾷ νυκτὶ πόσους ἀθρόον ἀπέτεκεν ἡ πνευματικὴ αὕτη μήτηρ.
Catechesis de juramento
Ante [Go Back]
000-00-00 Serial Number=0839582801
[00083]
προσῆλθον αὐτῷ υἱοὶ Ζεβεδαίου, μᾶλλον δὲ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου λέγουσα·
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0007477820
[04194]
ὥσπερ, ὅταν φησὶ περὶ τῆς θαλάσσης, ὅτι «ὅτε ἡ μήτηρ αὐτὴν ὤδινεν», οὐχὶ μητέρα θαλάσσης λέγει, οὕτω καὶ ἐνταῦθα οὐχ, ὅτι ἀπὸ γαστρὸς ἐξῆλθεν, ἀλλὰ τὴν διάπλασιν καὶ τὴν αἰτίαν.
Contra Judaeos gentiles et haereticos
Ante [Go Back]
000-00-00 Serial Number=0716378212
[00122]
λέγει αὐτῷ ἡ μήτηρ αὐτοῦ·
Contra haereticos et in sanctam deiparam
Ante [Go Back]
000-00-00 Serial Number=0639420688
[00046]
Ὥσπερ οὖν ἡ πέτρα νεύματι τοῦ Θεοῦ πηγὴ γέγονε, καὶ τῇ φορᾷ τῶν ὑδάτων χειμάῤῥους ἔτεκεν, οὐ φλεβὸς ὑποκειμένης, οὐ παρὰ ποταμοῦ δανεισαμένη, ἀλλ' ἡ ξηρὰ καὶ ἄφλεβος καὶ ἄνυγρος ἄφνω γέγονε ποταμῶν μήτηρ, ἀφθόνως προχέουσα ὅπερ οὐκ ἔσχεν ὕδωρ·
[00136]
[59.714] οὕτω καὶ ἡ Μαρία κατὰ φύσιν μὲν ἦν παρθένος, κατ' οἰκονομίαν δὲ μήτηρ ἐγένετο, ἵνα πιστεύσωσι τῶν Χαλδαίων οἱ μάγοι, καθάπερ, ἵνα φοβηθῇ Αἴγυπτος, ἡ ῥάβδος δράκων ἐγένετο.
Contra theatra
Ante [Go Back]
000-00-00 Serial Number=0658562303
[00091]
Οὐκ ἐνενόησας οἷα ἐπὶ σοὶ θρηνήσει μήτηρ γηραλέα, οἷα ἐπὶ σοὶ κλαύσεται πρεσβύτης πατήρ.
[00239]
Εἶπε δ' ἂν ἡ μήτηρ ἀνακωκύσασα μέγα·
[00244]
Ἡ μὲν οὖν μήτηρ τοσαῦτα.
[00280]
Τριήμερον μετὰ τὴν θυσίαν ἡ μήτηρ ὁρᾷ ζῶντα τὸν Ἰσαάκ·
[00335]
Οὗτός ἐστι, δέσποτα, οὐχ ἡ θυσία, ἀλλ' ὑπὲρ οὗ πολλαὶ θυσίαι, ὑπὲρ οὗ πολλαὶ δεήσεις πρὸς τὸν Θεὸν, εἰς ἀνδρῶν ἡλικίαν ἐλθεῖν, καὶ τοιαύτην ἀγαγέσθαι κοινωνὸν τοῦ βίου, οἵα κατὰ ἀρετὴν ἡ τούτου τυγχάνει μήτηρ, δίχα μέντοι τῆς στειρώσεως.
[00376]
Πῶς οὖν ἡ ἀθλία σε Σάῤῥα, ἡ ἡμετέρα δέσποινα, ἡ σὴ μὲν σύνοικος, ἡ τούτου δὲ μήτηρ, ὄψεται, ἁγιώτερον ἐκ τῆς θυσίας τὸν παῖδα προσδεχομένη;
Cum Saturninus et Aurelianus acti essent in exsilium
Ante [Go Back]
000-00-00 Serial Number=0423830330
[00055]
Χωρίον γάρ ἐστιν ἄσυλον, λιμὴν γαληνὸς, ἀσφάλεια διηνεκὴς, τρυφὴ κινδύνων ἀπηλλαγμένη, ἡδονὴ εἰλικρινὴς, βίος ἀτάραχος, ζωὴ ἀκύμαντος, εὐπορία ἀκαταμάχητος, φιλοσοφίας μήτηρ, χαλινὸς ἀπονοίας, ἀναίρεσις κολάσεως, ῥίζα ταπεινοφροσύνης.
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0097447634
[00136]
Αὕτη ἡ Ἄννα πολὺν ἐνόσησεν ἀπαιδίας χρόνον, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι ἡ ἀντίζηλος αὐτῆς παίδων ἦν μήτηρ πολλῶν.
[00222]
Τοσοῦτον γὰρ βούλομαι γενέσθαι μήτηρ μόνον, ὅσον τὴν ἀρχὴν παρ' ἐμοῦ λαβεῖν τὸ παιδίον, καὶ λοιπὸν ἐξίσταμαι καὶ παραχωρῶ.
[00303]
Μακαρία μὲν οὖν καὶ διὰ τοῦτο, οὐχ ὅτι μήτηρ ἐγένετο, ἀλλ' ὅτι οὐκ οὖσα ἐγένετο.
[00706]
Ἀντίζηλον ἔχω γυναῖκα, κἀκείνη μὲν ὀνειδίζουσά με καὶ λοιδορουμένη χορὸν ἔχει παίδων, ἐγὼ δὲ ἐν ἐπιεικείᾳ ζῶσα, οὐδέπω καὶ τήμερον ἠδυνήθην γενέσθαι μήτηρ, ἀλλὰ συνέκλεισέ μου ὁ Θεὸς τὴν μήτραν, καὶ θλιβομένην ὁρῶν οὐκ ἠλέησεν.
[00734]
Ἂν δὲ γένῃ μήτηρ, ἀνάθες σου καὶ σὺ τὸν υἱόν.
[01093]
εὐχῆς δὲ, δι' ἧς ἡ στεῖρα μήτηρ ἐγένετο, καὶ πολύπαις ἡ ἄπαις, καὶ ἡ κατώδυνος ἐν εὐθυμίᾳ·
De Chananaea
Ante [Go Back]
000-00-00 Serial Number=0855831563
[00151]
[52.452] ἡ μήτηρ τῆς ἁμαρτίας, ἡ ἀρχηγὸς τῆς παραβάσεως, αὕτη ἐκείνη ἡ γυνὴ ἔρχεται, αὕτη ἡ φύσις·
[00610]
οὐκ ἐξ ὅτου ἦλθεν ἡ μήτηρ αὐτῆς ἐν τῷ οἴκῳ, ἀλλὰ πρὶν ἐλθεῖν.
De Eleazaro et septem pueris
Ante [Go Back]
000-00-00 Serial Number=0180472255
[00239]
Εἰ γὰρ γέρων ὁ Ἐλεάζαρος πυρὸς κατετόλμησε, καὶ ἡ μήτηρ τῶν μακαρίων ἐκείνων ἐν ἐσχάτῳ γήρᾳ τοσαύτας ὑπέμεινεν ὀδύνας·
De Joseph et de castitate
Ante [Go Back]
000-00-00 Serial Number=0594672740
[00134]
προσκυνεῖ αὐτῷ καὶ ἡ μήτηρ σὺν τῷ πατρί.
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0625203609
[00839]
Καὶ γὰρ μήτηρ φιλόστοργος μέλλουσα ἐπὶ στερεὰν τὸ γαλακτοτροφούμενον παιδίον ἄγειν τροφὴν, ἂν μὲν ἀθρόον ἐγχέῃ τῷ στόματι τὸν ἄκρατον, οὐδὲν ὀνίνησιν, ἀποβλύζοντος τοῦ παιδίου τὸ διδόμενον, καὶ διαβρέχοντος περὶ τῷ στήθει τὸν χιτωνίσκον·
[01896]
Ἐννοήσωμεν, εἰ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν, ὅτε οὐ μία καιροῦ ῥοπὴ, ἀλλ' ἄπειροι αἰῶνες, καὶ ποταμοὶ πυρὸς, καὶ ἀπειληφόροι ὀργαὶ, καὶ δυνάμεις ἐπὶ τὴν κρίσιν ἕλκουσαι, καὶ βῆμα φοβερὸν, καὶ δικαστήριον ἀδέκαστον, καὶ ἑκάστου τὰ πεπραγμένα πρὸ τῶν ὀφθαλμῶν ἕστηκε, καὶ οὐδεὶς ὁ βοηθῶν, οὔτε γείτων, οὔτε ῥήτωρ, οὔτε συγγενὴς, οὐκ ἀδελφὸς, οὐ πατὴρ, οὐ μήτηρ, οὐ ξένος, οὐκ ἄλλος οὐδεὶς, τί ποιήσομεν τότε;
[02242]
Ἡ μήτηρ μου, φησὶν, ἐλεήμων ἐστίν.
De Maccabeis
Ante [Go Back]
000-00-00 Serial Number=0401714027
[00055]
Πολλάκις γοῦν ὁρῶσα μήτηρ παιδίον πυρετῷ φλεγόμενον, πάντα ἂν ἕλοιτο παθεῖν, ὥστε ἀπὸ τοῦ σώματος ἐκείνου πρὸς ἑαυτὴν μεταγαγεῖν τὸ πῦρ τοῦ νοσήματος·
[00057]
Εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ οὖν ἀληθὲς, χαλεπώτερον τῶν παιδίων ἐν ταῖς τῶν παιδίων βασάνοις ἐκολάζετο ἡ μήτηρ, καὶ μεῖζον τὸ μαρτύριον ἐν τῇ μητρὶ ἢ ἐν τοῖς παιδίοις ἐγίνετο.
[00062]
Εἰ γὰρ καὶ φιλόσοφος ἦν, ἀλλὰ μήτηρ·
[00111]
Ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου ἀποστόλων ἐγένετο μήτηρ, ἀλλὰ δύο [50.622] μόνων·
[00127]
Τίς γὰρ ἀνὴρ, ποία γυνὴ, τίς πρεσβύτης, ποῖος νέος συγγνώμης τεύξεται λοιπὸν, ἢ ἀπολογίαν ἕξει δεδοικὼς διὰ τὸν Χριστὸν ἐπαγομένους αὐτῷ κινδύνους, ὅταν γυνὴ, καὶ γεγηρακυῖα, καὶ τοσούτων παίδων μήτηρ, καὶ πρὸ τῆς χάριτος ἀγωνισαμένη, κεκλεισμένων ἔτι τῶν τοῦ θανάτου πυλῶν, οὔπω τῆς ἁμαρτίας σβεσθείσης, οὐδὲ τοῦ θανάτου καταγωνισθέντος, μετὰ τοσαύτης προθυμίας τε καὶ ἀνδρείας τοσαύτας φαίνηται διὰ τὸν Θεὸν ὑπομένουσα τιμωρίας;
[00156]
Πάντως δὲ ἐπεισελεύσεται ἡμῖν ἡ μήτηρ καὶ σήμερον, κἂν μὴ αὐτῆς ἁπτώμεθα·
[00173]
Οὐκ ἔλεγον ὑμῖν, ὅτι καὶ μὴ σπουδαζόντων ἡμῶν ἐπεισελεύσεται καὶ ἡ μήτηρ πάντως;
[00196]
Προσήγαγε δὲ καὶ ἡ μήτηρ παράκλησιν, οὐκ ἐπειδὴ παρακλήσεως ἐκεῖνος ἐδεῖτο, ἀλλ' ἵνα μάθῃς πάλιν τὸ στεῤῥὸν τῆς γυναικός·
[00218]
ἐφιλοτιμεῖτο δεῖξαι τῷ τυράννῳ, ὅτι ὄντως μήτηρ [50.626] αὐτῶν ἐστιν, ὄντως ἐκεῖνοι γνήσιοι παῖδες αὐτῆς, οὐ διὰ τὴν συγγένειαν τῆς φύσεως, ἀλλὰ διὰ τὴν κοινωνίαν τῆς ἀρετῆς·
[00220]
Οὐχ οὕτω μήτηρ κοσμοῦσα παῖδας εἰς γάμον εὐφραίνεται, ὡς ἐκείνη κολαζομένους βλέπουσα ἔχαιρε·
[00273]
Ἑπτὰ τῷ ∆εσπότῃ σήμερον παῖδας ἁπαλοὺς προσήγαγε μήτηρ, καὶ οὐκ ἐνάρκησεν ἐκ τῶν σπλάγχνων θυσίαν προσφέρουσα·
De beato Abraham
Ante [Go Back]
000-00-00 Serial Number=0405373693
[00129]
Ὁμοίως καὶ ἡ μήτηρ περιέρχεται διακοπτομένη, ἐμπυριζομένη, καὶ ἀναπτομένη ὅλη, ζητοῦσα δύναμιν, ἵνα συμμερίσηται τὸν πόνον·
De confessione pretiosae crucis
Ante [Go Back]
000-00-00 Serial Number=0582321942
[00074]
ποία μήτηρ οὕτως ἐστὶ παρεσκευασμένη καὶ διηνεκῶς ἑστηκυῖα, εἴ ποτε καλέσειεν αὐτὴν τὰ παιδία;
[00075]
Οὐκ ἔστιν οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ.
De consubstantiali
Ante [Go Back]
000-00-00 Serial Number=0925195456
[00316]
εὐχὴ λύπης ἁπάσης φυγαδευτήριον, εὐθυμίας ὑπόθεσις, διηνεκοῦς ἡδονῆς ἀφορμὴ, φιλοσοφίας μήτηρ.
De inani gloria et de educandis liberis
Ante [Go Back]
000-00-00 Serial Number=0962920129
[00339]
«Ἰδοὺ τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς γῆς βοᾷ πρός με.»» Παρακαθεζέσθω δὲ καὶ ἡ μήτηρ πλαττομένης οὕτω τῆς ψυχῆς τοῦ παιδίου τοῖς τοιούτοις διηγήμασιν, ἵνα καὶ αὐτὴ συναντιλαμβάνηται καὶ ἐπαινῇ τὰ λεγόμενα.
[00350]
Καὶ πάλιν ἡ μήτηρ τὰ αὐτὰ λεγέτω.
[00372]
Ἀλλ' ἐπειδὴ ἐτέχθησαν, τὸν μὲν μικρότερον ἡ μήτηρ ἐφίλει, τὸν μείζονα δὲ ὁ πατήρ.
[00377]
Ἀκούσασα ἡ μήτηρ τοῦ πατρὸς ταῦτα λέγοντος, καλέσασα τὸν νεώτερόν φησιν πρὸς αὐτόν·
[00381]
Ἐπεὶ οὖν ἤνεγκεν ὁ νεώτερος τοὺς ἐρίφους, ἥψησεν ἡ μήτηρ καὶ βαλοῦσα εἰς πίνακα τὰ ἐδέσματα ἔδωκεν τῷ παιδὶ καὶ εἰσήνεγκεν.
[00403]
Ἀκούσασα ἡ μήτηρ καὶ φοβηθεῖσα ἐφυγάδευσε τὸ παιδίον.».
[00670]
Λέγε ὅτι «οἱ τῆς νύμφης ἅπαντες, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ οἱ παῖδες καὶ οἱ γείτονες καὶ οἱ φίλοι, σὲ καὶ τὴν σὴν ἀναστροφὴν περιεργάζονται καὶ πάντες ἀπαγγελοῦσιν ἐκείνῃ».
[00709]
Καὶ ἡ μήτηρ δὲ μαθέτω τὴν αὑτῆς κόρην τούτοις παιδεύειν καὶ πολυτελείας ἀπάγειν καὶ κόσμου καὶ τῶν ἄλλων ἁπάντων, ἅπερ ἐστὶ πορνῶν γυναικῶν.
De incomprehensibili dei natura
Ante [Go Back]
000-00-00 Serial Number=0588210464
[00019]
Καὶ γὰρ οἶδε σαφῶς ὅτι κεφάλαιον αὕτη πάντων ἐστὶ τῶν ἀγαθῶν καὶ ῥίζα καὶ πηγὴ καὶ μήτηρ, καὶ ταύτης οὐκ οὔσης τῶν ἄλλων ἡμῖν ὄφελος οὐδέν.
[01351]
Μέγα γὰρ ὅπλον εὐχή, θησαυρὸς ἀνελλιπής, πλοῦτος μηδέποτε δαπανώμενος, λιμὴν ἀκύμαντος, γαλήνης ὑπόθεσις καὶ μυρίων ἀγαθῶν ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἡ εὐχὴ καὶ αὐτῆς τῆς βασιλείας δυνατωτέρα.
De jejunio sermones 1
Ante [Go Back]
000-00-00 Serial Number=0684446394
[00172]
Ταῦτα εἰδυῖα Ἄννα ἡ τοῦ προφήτου μήτηρ Σαμουὴλ εὐχομένη ἔλεγε, τὸν παῖδα προσφέρουσα Θεῷ·
[00288]
μετάνοια, σωτηρίας μήτηρ, διαβόλου σκελισμὸς, παθῶν ἀφανισμός·
De occursu domini
Ante [Go Back]
000-00-00 Serial Number=0916917801
[00132]
ἄγγελος εὐηγγελίσατο, μάγοι ἐπέγνωσαν, ποιμένες ἤκουον, στρατιαὶ ἀγγέλων ἐχόρευον, ἀστὴρ ἐμήνυσεν ἄνωθεν, Συμεὼν προφητεύει, Ἄννα θυγάτηρ Φανουὴλ προφητεύει, ἡ γῆ ἠγάλλετο, ὁ οὐρανὸς δι' ἀστέρος ἐφθέγξατο, μάγοι τὸν τύραννον ἠρνήσαντο, οἱ ποιμένες τὸν ἀρχιποιμένα προσεκύνησαν, τὰ πάντα ἐπέγνω, ἡ μήτηρ ᾔδει, ὁ Ἰωσὴφ ἤκουσεν, ἔτρεμον ἐπὶ τοῖς πράγμασι, συνῆκαν δὲ καὶ τῶν πραγμάτων τὴν ἔκβασιν.
[00148]
Καὶ σὺ δὲ, φησὶ, δοκεῖς εἶναι μήτηρ·
[00149]
ἆρα οὖν σὺ ἀπείραστος γενήσῃ, ἐπειδὴ ὡμολόγησας εἶναι μήτηρ, ἐπειδὴ ἔτεκες αὐτὸν, ἐπειδὴ ἔδοξας αὐτῷ κιχρᾷν σου τὴν μήτραν;
[00151]
Ἆρα οὖν ἀπείραστος γε [50.811] νήσῃ, ἐπειδὴ γέγονας Θεοτόκος, ἐπειδὴ ἀπειρόγαμος οὖσα συνέλαβες, ἐπειδὴ κατεσκευάσθης μήτηρ τοῦ σοῦ δημιουργοῦ;
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0343465984
[00345]
Οὐκ ἀναιρῶ σε, φησὶν, ἵνα μὴ λήθῃ παραδοθῇ ἡ [49.286] ἀλήθεια, ἀλλὰ ποιῶ σε νόμον ὑπὸ πάντων ἀναγινωσκόμενον, ἵνα ἡ συμφορὰ μήτηρ φιλοσοφίας γένηται.
De paenitentia sermo 1
Ante [Go Back]
000-00-00 Serial Number=0629434228
[00322]
Αὕτη γὰρ ἡ μήτηρ πάντων τῶν κακῶν, ἡ γεννήτρια τοῦ μίσους, ἡ τὸν Θεὸν καὶ Πατέρα παροξύνουσα, ἡ τὸ Πνεῦμα τὸ ἅγιον ἀποδιώκουσα.
De paenitentia sermo 2
Ante [Go Back]
000-00-00 Serial Number=0262191117
[00133]
Ἐν γὰρ τῇ ὥρᾳ ἐκείνῃ οὔτε τέκνα οὔτε γυνὴ, οὐ πατὴρ, οὐ μήτηρ, οὐκ ἀδελφὸς, οὐ συγγενὴς, ἀλλ' οὐδὲ αὐτὸς ὁ Ἀβραὰμ, ἢ Νῶε, ἢ ∆ανιὴλ, ἢ Πέτρος, ἢ Παῦλος δυνήσονται λυτρώσασθαι ἡμᾶς ἐκ τῶν ἀκαταλήπτων ἐκείνων βασάνων, εἰ μὴ τὰ ἔργα ἡμῶν.
De patientia et de consummatione huius saeculi
Ante [Go Back]
000-00-00 Serial Number=0329435587
[00064]
Καὶ γὰρ ἡ μακαρία Ἄννα, ἡ μήτηρ τοῦ προφήτου Σαμουὴλ, ηὔχετο, καὶ τὰ χείλη αὐτῆς ἐσάλευεν·
[00144]
ὦ ἡσυχία, κατανύξεως μήτηρ·
De patientia sermo 1
Ante [Go Back]
000-00-00 Serial Number=0918656766
[00176]
ποῦ μήτηρ ἡ ὠδίνουσα;
De patientia sermo 2
Ante [Go Back]
000-00-00 Serial Number=0715629458
[00243]
Ῥίζα γὰρ πάντων τῶν ἀγαθῶν ἐστιν ἡ ὑπομονὴ, μήτηρ εὐσεβείας, κλάδος εὐφροσύνης, καρπὸς ἀμάραντος, πύργος ἀκαταμάχητος, λιμὴν ἀχείμαστος.
De petitione matris filiorum Zebedaei
Ante [Go Back]
000-00-00 Serial Number=0818302691
[00157]
Ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου, Ἰακώβου καὶ Ἰωάννου, ἀναχωροῦντι πρὸς τὰ Ἱεροσόλυμα τῷ Ἰησοῦ προσῆλθε μετὰ τῶν παίδων λέγουσα, Εἰπὲ ἵνα οἱ δύο υἱοί μου καθίσωσιν εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου.
De precatione [2]
Ante [Go Back]
000-00-00 Serial Number=0467009068
[00006]
Μεγίστη οὖσα ἀληθῶς καὶ πρεσβυτέρα, καὶ μήτηρ τῶν ἐντολῶν ἁπασῶν αὕτη τετύχηκεν, ἅπαντα τὰ τοῦ Κυρίου ἀπογεννῶσα προστάγματα.
De proditione Judae
Ante [Go Back]
000-00-00 Serial Number=0338211715
[00724]
Ἡ ἀγάπη ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶ πάντων τῶν ἀγαθῶν.
De pseudoprophetis
Ante [Go Back]
000-00-00 Serial Number=0210138440
[00025]
Ὅτι οὐδὲν ἔλειπεν, οὐδὲ παρεσιώπησε τῶν συμφερόντων ἡμῖν ἡ θεία Γραφὴ, ἀλλὰ πανταχοῦ κράζει, διά τε προφητῶν καὶ ἀποστόλων, προαναφωνοῦσα καὶ προασφαλιζομένη ἕκαστον ὡς μήτηρ φιλότεκνος τὰ ἴδια τέκνα φιλοῦσα, προμαρτυρεῖται·
De regressu
Ante [Go Back]
000-00-00 Serial Number=0325254261
[00002]
[1] Μωϋσῆς ὁ μέγας, ὁ τοῦ Θεοῦ θεράπων, τὸ κεφάλαιον τῶν προφητῶν, ὁ τῆς θαλάσσης ὁδοιπόρος, ὁ τοῦ ἀέρος ἡνίοχος, ὁ τοῦ μάννα τραπεζοποιός, ὁ ῥιφεὶς παρὰ τῆς τεκούσης καὶ σωθεὶς παρὰ τῆς πολεμούσης (ἐξέθηκεν μὲν γὰρ αὐτὸν ἡ μήτηρ, ἀνείλατο δὲ αὐτὸν ἡ Αἰγυπτία καὶ ἔθρεψεν), ὁ ἐν Αἰγύπτῳ τρεφόμενος καὶ ἐν οὐρανῷ πολιτευόμενος, ὁ τοιοῦτον καὶ τηλικοῦτον κατὰ τῶν Αἰγυπτίων τρόπαιον στήσας, ὁ θάλασσαν πήξας καὶ πέτραν διαρρήξας καὶ ὡς φίλος διαλεγόμενος τῷ Θεῷ·
De remissione peccatorum
Ante [Go Back]
000-00-00 Serial Number=0224718809
[00147]
Τῶν γὰρ ἐν τῇ χάριτι ἀναγεννηθέντων Χριστιανῶν ἡ μήτηρ ἐλευθέρα ἐστὶ, καθὰ λέγει ὁ Ἀπόστολος·
[00148]
Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.
De resurrectione mortuorum
Ante [Go Back]
000-00-00 Serial Number=0479389131
[00047]
Καὶ γὰρ πατὴρ τέκνον παρέδωκε πολλάκις, καὶ θυγατέρα μήτηρ, καὶ οἰκέτην δεσπότης.
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0793686271
[00047]
Ταῦτα καὶ τὰ τούτων πλείονα πρὸς ἐμὲ μὲν ἡ μήτηρ, ἐγὼ δὲ πρὸς τὸν γενναῖον ἔλεγον ἐκεῖνον·
[00769]
καὶ γὰρ καὶ μήτηρ καὶ τροφὸς καὶ θεραπαινῶν πλῆθος καὶ οἰκίας ἀσφάλεια συναντιλαμβάνεται τῷ γεννησαμένῳ πρὸς τὴν τῆς παρθένου τήρησιν·
[01353]
Ἀλλ' ἡ μήτηρ ἡ μάλιστα πάντων εἰδυῖα τὰ ἐμά;
[01355]
εἰ δὲ καὶ τοῦτο ἦν συμβάν, οὐδεμία οὕτως ἐστὶ μήτηρ ἄστοργος καὶ μισότεκνος ὡς τοῦτον ὃν ὤδινε καὶ ἔτεκε καὶ ἔθρεψε, μηδεμιᾶς ἀναγκαζούσης προφάσεως, μηδὲ βιαζομένου τινός, κακίζειν καὶ διαβάλλειν παρὰ πᾶσιν.
De salute animae
Ante [Go Back]
000-00-00 Serial Number=0803370535
[00037]
Ποῦ τότε γονεῖς, ποῦ ἀδελφοὶ, ποῦ πατὴρ, ποῦ μήτηρ, ποῦ οἱ συγγενεῖς, ποῦ οἱ φίλοι;
De sancta Droside martyre
Ante [Go Back]
000-00-00 Serial Number=0354090691
[00045]
Μαρτύρων γὰρ θάνατος, πιστῶν ἐστι παράκλησις, Ἐκκλησιῶν παῤῥησία, Χριστιανισμοῦ σύστασις, θανάτου κατάλυσις, ἀναστάσεως ἀπόδειξις, δαιμόνων γέλως, διαβόλου κατηγορία, φιλοσοφίας διδασκαλία, παραίνεσις τῆς ὑπεροψίας τῶν παρόντων πραγμάτων, καὶ τῆς τῶν μελλόντων ἐπιθυμίας ὁδὸς, παραμυθία τῶν κατεχόντων ἡμᾶς δεινῶν, καὶ ὑπομονῆς πρόφασις, καρτερίας ἀφορμὴ, καὶ πάντων τῶν ἀγαθῶν ῥίζα, καὶ πηγὴ, καὶ μήτηρ·
De sancta Pelagia virgine et martyre
Ante [Go Back]
000-00-00 Serial Number=0650111377
[00025]
Οὐ πατὴρ ἔνδον, οὐ μήτηρ παρῆν, οὐ τροφὸς, οὐ θεραπαινὶς, οὐ γείτων, οὐ φίλη, ἀλλὰ μόνη μεταξὺ τῶν δημίων ἐκείνων ἀπείληπτο.
De sancta Thecla martyre [1]
Ante [Go Back]
000-00-00 Serial Number=0855005860
[00065]
ἐπέκειτο μήτηρ πρὸς γάμον ἐπείγουσα, ἡ δὲ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς διεβόα νυμφίον·
De sancta pentecoste
Ante [Go Back]
000-00-00 Serial Number=0148952782
[00527]
Ἡ ἀγάπη ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἁπάντων τῶν ἀγαθῶν.
[00528]
Καὶ γὰρ ὡς ῥίζα μυρίους τοὺς κλάδους τῆς ἀρετῆς ἀναδίδωσι, καὶ ὡς πηγὴ πολλὰ τίκτει τὰ νάματα, καὶ ὡς μήτηρ εἴσω τῶν ἑαυτῆς κόλπων περισφίγγει τοὺς εἰς αὐτὴν καταφεύγοντας.
De sanctis Bernice et Prosdoce
Ante [Go Back]
000-00-00 Serial Number=0978720903
[00213]
Εἰ γὰρ μόνη ἐξῆλθεν ἡ μήτηρ, οὐκ ἦν καὶ οὕτως ἀφόρητος ὁ ἀγών·
[00300]
Εἰσῆλθε μήτηρ μετὰ δύο θυγατέρων ἀκουέτωσαν καὶ μητέρες καὶ παρθένοι, καὶ αἱ μὲν οὕτω πειθέσθωσαν μητράσιν, αἱ δὲ οὕτω παιδευέτωσαν θυγατέρας, οὕτω φιλείτωσαν τὰ παιδία·
[00301]
εἰσῆλθε τοίνυν μέση ἡ μήτηρ, ἑκατέρωθεν κατέχουσα τὰς θυγατέρας, ἡ τὸν ἄνδρα ἔχουσα μέσον τῶν ἀπειρογάμων, καὶ ἦν τῆς παρθενίας μέσος ὁ γάμος, καὶ μέσος αὐτῶν ὁ Χριστός.
[00308]
ἐβάπτισε δὲ αὐτὰς ἡ μήτηρ.
[00318]
Εἰσῆγε τοίνυν τὰς θυγατέρας ἡ μήτηρ, οὐχ ὡς εἰς ποταμὸν μέλλουσα εἰσάγειν, ἀλλ' ὥσπερ εἰς τὰς ἱερὰς αὐτὰς παστάδας χειραγωγοῦσα·
[00358]
οὔτε γὰρ ἡ μήτηρ ἐδεήθη δεσμῶν πρὸς τὰ ἱερεῖα καὶ τὰ θύματα, οὔτε αἱ δαμάλεις ἐσκίρτησαν, ἀλλ' ἴσῃ τῇ προθυμίᾳ καὶ ψυχῇ τὸν ζυγὸν ἕλκουσαι τοῦ μαρτυρίου, οὕτως εἰσῄεσαν εἰς τὸν ποταμὸν τὰ ὑποδήματα ἔξω τῆς ὄχθης ἀφεῖσαι·
De sancto hieromartyre Phoca
Ante [Go Back]
000-00-00 Serial Number=0042089880
[00121]
Ἡ Ἐκκλησία μήτηρ ἐστὶ τῶν οἰκείων τέκνων, καὶ τούτους δεχομένη, καὶ τοῖς ξένοις τοὺς κόλπους ἐφαπλοῦσα.
De studio praesentium
Ante [Go Back]
000-00-00 Serial Number=0131462932
[00083]
Καὶ ἵνα μὴ κόμπον νομίσητε εἶναι ταυτὶ τὰ ῥήματα μηδὲ ψόφον ῥημάτων, ἀλλ' εἰδῆτε σαφῶς ὅτι οὐκ ἀνδρῶν μόνον εἰσὶν ἀνδρειότεραι γυναῖκες, ἀλλὰ καὶ πρὸς αὐτὴν, ὡς εἰπεῖν, τῶν ἀγγέλων τὴν ἀπάθειαν κατὰ τὸ ἐγχωροῦν μεθορμίζονται, ἀγέσθω εἰς μέσον ἡ γυνὴ μὲν τὴν φύσιν, τῶν οὐρανῶν δὲ ἁψαμένη τῷ τόνῳ τῆς φιλοσοφίας, ἡ τῶν Μακκαβαίων μήτηρ, ἡ δὶς ἑπτὰ ἀναδησαμένη στεφάνους, καὶ ὃν βούλει στρατιώτην ἀριστέα, πολεμικώτατον, ἀνδρειότατον, μεγαλοψυχότατον, ἄγε εἰς μέσον τῷ λόγῳ, καὶ τοσοῦτον ὄψει τὴν γυναῖκα ὑψηλοτέραν, ὅσον τῆς γῆς ἀφεστήκασιν αἱ τῶν οὐρανῶν ἁψῖδες.
[00086]
καὶ γὰρ μήτηρ ἦν, καὶ χήρα, καὶ εἰς ἔσχατον ἐληλακυῖα γῆρας·
De terrae motu
Ante [Go Back]
000-00-00 Serial Number=0212403834
[00011]
Οὕτω καὶ μήτηρ πολλάκις ἀσθενοῦσα ἕλοιτο ἂν ὑπὸ τοῦ παιδὸς κατατείνεσθαι τὸν μαζὸν, ἢ ὁρᾷν αὐτὸν λιμῷ τηκόμενον·
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0359900951
[00363]
Καὶ γὰρ ἐκείνους ὅταν ἐκθρέψῃ ἡ μήτηρ, προάγει μὲν τῆς καλιᾶς.
[01773]
Ὅταν γάρ τι μετίωμεν τῶν τῷ Θεῷ δοκούντων, ἅπας ὁ κωλύων ἐχθρὸς ἔστω καὶ πολέμιος, κἂν πατὴρ ᾖ κἂν μήτηρ κἂν ὁστισοῦν ἕτερος.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0433950126
[00518]
Ἐπεὶ καὶ ἡ τοῦ Σαμουὴλ μήτηρ Ἄννα, οὐκ ἐπειδὴ λαμπρὰν καὶ μεγάλην ἀφῆκε φωνὴν, διὰ τοῦτο ἠκούετο, ἀλλ' ἐπειδὴ μεγάλα ἔνδον μετὰ τὴν καρδίαν ἐβόα·
[03082]
Εἶπαν δὲ, φησὶν, οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ·
[04210]
Ὥστε ἡ ἄγνοια ἀσφαλείας μήτηρ ἐγένετο τῷ ∆αυΐδ.
[05605]
Καὶ γὰρ οὐκ ἔστιν οὐδεὶς, οὐκ ἔστι, κἂν πατὴρ, κἂν μήτηρ, κἂν φίλος, κἂν ὁστισοῦν, ὃς οὕτως ἡμᾶς ἠγάπησεν, ὡς ὁ ποιήσας ἡμᾶς Θεός.
[06487]
Ὥσπερ γὰρ μήτηρ ὁρῶσα παιδίον πυρέττον, παρεστῶσα ἀχθομένῳ καὶ καιομένῳ, θρηνοῦσα πολλάκις εἶπεν·
[06588]
Ὥσπερ οὖν, ἂν ἵππον ἴδῃς κατὰ κρημνοῦ φερόμενον, χαλινὸν ἐμβάλλεις τῷ στόματι, καὶ ἀναχαιτίζεις μετὰ σφοδρότητος, καὶ μαστίζεις πολλάκις, καίτοι γε τοῦτο κόλασίς ἐστιν, ἀλλ' ἡ κόλασις αὕτη σωτηρίας μήτηρ ἐστίν·
[07630]
ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα, τοῦ παιδὸς αὐτῆς πυρέττοντος, καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος;
[08046]
μήτηρ γὰρ ἦν.
[08206]
ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα, τοῦ παιδὸς αὐτῆς πυρέττοντος καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθενούντων μᾶλλον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦτο;
[09121]
Βαβαί! πόση τοῦ ἀνδρὸς τούτου ἡ φιλοστοργία! πόση ἡ ἀγρυπνία! πόση ἡ μέριμνα! ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα, τοῦ παιδὸς αὐτῆς πυρέττοντος καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθενούντων μᾶλλον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦτο;
[09395]
ποία μήτηρ οὕτως ἐστὶ παρεσκευασμένη καὶ διηνεκῶς ἑστηκυῖα, μήποτε καλέσειεν αὐτὴν τὰ παιδία;
[09396]
Οὐκ ἔστιν οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ, ἀλλ' ὁ Θεὸς ἕστηκε διηνεκῶς ἀναμένων, εἴ τίς ποτε καλέσειεν αὐτὸν τῶν οἰκετῶν, καὶ οὐδέποτε, καλεσάντων ἡμῶν ὡς δεῖ, παρήκουσε.
[09849]
Ποία μήτηρ κύουσα οὕτω πικρὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος;
[09999]
Ποία γὰρ μήτηρ κύουσα οὕτω δεινὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος;
[09999]
ὅτι αὕτη μήτηρ πάντων τῶν ἀγαθῶν ἐστιν, αὕτη τῆς χαρᾶς ὑπόθεσις.
Epistula ad abbatem
Ante [Go Back]
000-00-00 Serial Number=0599681020
[00025]
Ἡ γὰρ ὑπακοὴ μήτηρ ἐστὶ τῆς αἰωνίου ζωῆς, ἡ δὲ παρακοὴ μήτηρ ἐστὶ τῆς ἀπωλείας.
[00089]
Λέγει γὰρ ὁ Κύριος διὰ τοῦ Εὐαγγελίου, ὁπότε ἦλθεν ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἰδεῖν αὐτόν·
[00091]
οὗτοί εἰσιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
Epistulae
Ante [Go Back]
000-00-00 Serial Number=0126353085
[02472]
Ἀλλὰ πάλιν ἴσως ἡ πάντων σοι μήτηρ ἀεὶ τῶν κακῶν γινομένη, λέγω δὴ [52.692] τῶν βιωτικῶν ἡ φροντὶς, αὕτη καὶ νῦν κώλυμα γίνεται.
[03385]
Αὕτη καὶ ῥίζα, καὶ πηγὴ, καὶ μήτηρ ἐστὶ τῶν ἀγαθῶν, ἀρετὴ πόνον οὐκ ἔχουσα, ἀρετὴ ἡδονῇ συγκεκληρωμένη, καὶ πολλὴν φέρουσα τοῖς γνησίως αὐτὴν μετιοῦσι τὴν εὐφροσύνην.
[03555]
Τοῦτο μήτηρ φιλόστοργος καὶ φιλόπαις, τὸ, ἡνίκα ἂν δέῃ τι τῶν δεόντων, παραινεῖν τῷ παιδὶ, καὶ ἐλαύνειν αὐτὸν οἴκοθεν, καὶ πράως φέρειν τὸν χωρισμὸν, καὶ χάριτας αὐτῷ πολλὰς εἰδέναι τῆς ἀποδημίας.
[03557]
∆ιὰ ταῦτά σοι πολλὰς χάριτας ἵσμεν, οὐχ ὅτι ἔτεκες, ἀλλ' ὅτι οὕτως ἀνέθρεψας, κἀν τούτῳ γινομένη μήτηρ οἵαν γίνεσθαι χρή.
Epistulae ad Olympiadem
Ante [Go Back]
000-00-00 Serial Number=0912242651
[00325]
Τότε οὐδεὶς ὁ παρεσόμενος καὶ ἐξαρπάσων τῆς τιμωρίας, οὐ πατήρ, οὐχ υἱός, οὐ θυγάτηρ, οὐ μήτηρ, οὐκ ἄλλος τις συγγενής, οὐ γείτων, οὐ φίλος, οὐ συνήγορος, οὐ χρημάτων δόσις, οὐ πλούτου περιουσία, οὐ δυναστείας ὄγκος, ἀλλὰ πάντα ταῦτα ὥσπερ κόνις ἐκποδὼν ἐλήλαται, καὶ μόνος ὁ κρινόμενος ἀπὸ τῶν αὐτῷ πεπραγμένων ἢ τὴν ἐλευθεροῦσαν ἢ τὴν καταδικάζουσαν ὑπομένει ψῆφον.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0144356668
[00618]
ἡ δὲ πενία φιλοσοφίας ἐστὶ μήτηρ·
[01402]
Ἡ τοιαύτη ταραχὴ γαλήνης μήτηρ ἐστίν·
[03394]
Ὅτι φιλοσοφίας μήτηρ ἐστὶ, καὶ τοῦ θανάτου ἐξελεῖται τὸν ἄνθρωπον, καὶ τοῦ Θεοῦ μάλιστα ἐπισπᾶται τὴν ῥοπήν.
[05157]
Ὅτι φιλοσοφίας μήτηρ ἐστὶ, καὶ τοῦ θανάτου ἐξελεῖται τὸν ἄνθρωπον, καὶ τοῦ Θεοῦ μάλιστα ἐπισπᾶται τὴν ῥοπήν.
[06365]
ὁ δὲ Θεὸς ὀρνίθων περὶ νεοττοὺς φιλοστοργίαν, καὶ πατέρων κηδεμονίαν, καὶ ὕψος οὐρανοῦ ἀπὸ γῆς, καὶ εὐσπλαγχνίαν μητέρων, οὐκ ἐπειδὴ τοσοῦτον φιλεῖ μόνον, ὅσον μήτηρ παῖδα, ἀλλ' ἐπειδὴ τούτων τῶν ὅρων, καὶ τῶν κανόνων καὶ ὑποδειγμάτων οὐκ ἔστι παρ' ἡμῖν ἕτερα μείζονα φιλίας τεκμήρια.
[06366]
Ἐπεὶ οὐ τοσοῦτον φιλεῖ ἡμᾶς μόνον, ὅσον παιδία μήτηρ φιλόστοργος, ἀλλὰ πολλῷ πλέον, ἄκουσον τί φησιν·
Fragmenta in Proverbia
Ante [Go Back]
000-00-00 Serial Number=0616166472
[00070]
θεσμοὺς μητρὸς, τῆς σε ἀναγεννησάσης σοφίας, ἥτις ὡς μήτηρ καὶ τιθηνὸς ἡμῶν γίνεται, γαλουχοῦσα ἡμᾶς καὶ ἀνατρέφουσα ἐν τοῖς λόγοις καὶ ἐντολαῖς τοῦ Θεοῦ.
Fragmenta in epistulas catholicas
Ante [Go Back]
000-00-00 Serial Number=0883781493
[00310]
Ὅτι αὕτη μήτηρ πάντων ἐστὶ τῶν ἀγαθῶν·
Homilia de capto Eutropio
Ante [Go Back]
000-00-00 Serial Number=0469303131
[00890]
πολλοὶ οἱ ναοὶ, ἀλλὰ μία ἡ μήτηρ.
Homilia habita postquam presbyter Gothus concionatus fuerat
Ante [Go Back]
000-00-00 Serial Number=0235138118
[00077]
τοῦ δὲ βασιλέως τῶν οὐρανῶν εἰσιέναι μέλλοντος εἰς τὴν οἰκουμένην, οὐδὲν τοιοῦτον, ἀλλὰ τἀναντία πάντα, καλύβη καὶ σκηνὴ καὶ φάτνη, μήτηρ εὐτελὴς τὸ φαινόμενον, καὶ πτωχεία πολλὴ καὶ πενίας ἐπίτασις.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0307933450
[00952]
ἀμέλει γοῦν οὐδὲ ἁπλῶς φαίνεται οὐδαμοῦ ὡς ἀνθρώπῳ προέχων, καθάπερ ἡ μήτηρ ἔλεγεν·
[01214]
Ὃ δὲ διαμιλλῶμαι πρὸς πάντας τοῦτό ἐστιν, ὅτι φιλῶ, ὅτι συμπέπλεγμαι, ὅτι πάντα μοι ὑμεῖς ἐστε, καὶ πατὴρ, καὶ μήτηρ, καὶ ἀδελφοὶ, καὶ παιδία.
[05099]
φιλοσοφίας μήτηρ ἐστίν.
[05491]
Ἢ οὐκ ἀκούετε καὶ ἰατρῶν λεγόντων, ὅτι ἔνδεια μήτηρ ὑγείας;
[06615]
Ὁ πατήρ σου ἥξει, ἡ μήτηρ σου.
[09997]
αὕτη μήτηρ καὶ ῥίζα καὶ τροφὸς καὶ ὑπόθεσις καὶ σύνδεσμος τῶν ἀγαθῶν·
[09999]
Τότε δὴ ἡ μὲν μήτηρ ἔφθασεν εἰσελθεῖν ἐπὶ τῆς πόλεως·
[09999]
καὶ πάλιν ἰατροὶ ἀπεγνώκεισαν, καὶ τελευτῆσαι ηὔχετο ἡ μήτηρ, καὶ ὁ πατὴρ αὐτῷ κατηρᾶτο (ἔτι γὰρ ἔτυχε ζῶν), καὶ πάλιν πάντα ἐν ἀπορίᾳ ἦν.
[09999]
Πάντα οὖν αὐτῷ τὰ τῆς ἐλπίδος ἐκκέκοπτο, καὶ ὀδύνης ἦν ἡ μήτηρ μεστή·
[09999]
∆ιηγήσατο δὲ αὐτοῦ ἡ μήτηρ, καὶ ὅτι δὴ καὶ παιδίον ὃν σφόδρα μικρὸν, περὶ τὴν ῥῖνα πάθος ἔσχεν, ὃ καλοῦσι πολύπουν·
[09999]
Ἰδοὺ νηστεία ἀνδροφονίας μήτηρ.
[09999]
Ἐκείνη μὲν γὰρ εἰκότως ἐπένθει, ἅτε μὴ γενομένη μήτηρ·
In Christi natalem
Ante [Go Back]
000-00-00 Serial Number=0166146576
[00042]
καὶ μήτηρ καὶ παρθένος ἡ κόρη εὑρίσκεται.
In Christi natalem diem
Ante [Go Back]
000-00-00 Serial Number=0799209833
[00030]
χαῖρε, κεχαριτωμένη, ἀληθινῆς ἀμπέλου ἀψευδὴς μήτηρ παρθένος·
In Eutropium
Ante [Go Back]
000-00-00 Serial Number=0964412153
[00084]
ὅτι τὸν πολέμιον αἰχμάλωτον λαβοῦσα, φείδεται, καὶ πάντων αὐτὸν ἐν ἐρημίᾳ παριδόντων, μόνη καθάπερ μήτηρ φιλόστοργος, ὑπὸ τὰ παραπετάσματα αὐτῆς ἔκρυψε, καὶ πρὸς βασιλικὴν ὀργὴν ἔστη, πρὸς δήμου θυμὸν, καὶ πρὸς μῖσος ἀφόρητον·
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0213128924
[00159]
Κοινὴ τράπεζα καὶ πατρὶς καὶ τροφὸς καὶ μήτηρ ἁπάντων ἐστὶν ἡ γῆ, καὶ πόλις καὶ τάφος κοινός.
[00796]
Φιλῶ μὲν τὴν νηστείαν, ὅτι μήτηρ σωφροσύνης ἐστὶν, καὶ πηγὴ φιλοσοφίας ἁπάσης·
In Herodem et infantes
Ante [Go Back]
000-00-00 Serial Number=0421507418
[00087]
Εἰ δέ ποτε μήτηρ ἠβουλήθη κρύψαι τὸ ἴδιον τέκνον ἐκεῖνο κλαυθμῷ ἑαυτὸ παρεδίδου, τῇ πρὸς τὸν μαστὸν φιλίᾳ τὸν θάνατον ἐφελκόμενον.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0370285511
[01662]
τουτέστι, ῥίζα καὶ πηγὴ καὶ μήτηρ.
[02031]
Τὸν γὰρ ἅπαξ ἐμπεσόντα ἐκεῖ, χρὴ μένειν διὰ παντὸς, καὶ ὁ τῆς κολάσεως ἐξαιρησόμενος οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ, οὐκ ἀδελφός.
[02683]
[59.103] οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς;
[03697]
Ἦν δὲ καὶ ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ.
[03706]
Ἦν δὲ ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ.
[03708]
Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ αὐτοῦ·
[03741]
ὅθεν οὐδὲ ἐθάῤῥει τοιοῦτόν τι πρὸς αὐτὸν ἡ μήτηρ εἰπεῖν.
[03753]
Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;
[03759]
∆ιὰ τοῦτο ἔλεγε, Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου;
[03794]
∆ιὰ τοῦτο ἔλεγε, Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου;
[03875]
καὶ τοῦτο εἰπὼν, ἔπραξεν ὅπερ εἶπεν ἡ μήτηρ.
[03897]
μᾶλλον δὲ οὐδὲ οὗτοι πάντες ὡς ἐχρῆν αὐτὸν ἐγίγνωσκον, οὐδὲ ἡ μήτηρ, οὐδὲ οἱ ἀδελφοί.
[03910]
Καὶ τίνος, φησὶν, ἕνεκεν εἰπὼν, Οὔπω ἥκει ἡ ὥρα μου, καὶ παραιτησάμενος, ἔπραξεν ὅπερ εἶπεν ἡ μήτηρ;
[03920]
∆ιὰ τοῦτο καὶ ἡ μήτηρ καὶ παρέμενε, καὶ σοφῶς τοὺς διακόνους προσῆγεν, ὥστε παρὰ πλειόνων γενέσθαι τὴν αἴτησιν.
[04007]
Ἡ μὲν γὰρ εὐτέλεια καὶ ἡ λιτὴ τράπεζα, ὑγείας μήτηρ ἐστίν.
[04011]
Εἰ δὲ ἡ ἔνδεια μήτηρ ὑγείας, εὔδηλον ὅτι ἡ πλησμονὴ μήτηρ νόσου καὶ ἀῤῥωστίας ἐστὶ, καὶ τίκτει [59.138] πάθη καὶ αὐτῶν ὑπερβαίνοντα τῶν ἰατρῶν τὴν τέχνην.
[04019]
Ἡ μὲν γὰρ ἔνδεια, ὥσπερ ὑγείας, οὕτω καὶ ἡδονῆς μήτηρ ἐστίν·
[04076]
Καὶ μετὰ ταῦτα κατέβη εἰς Καπερναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ·
[04628]
Οὐκ ἔτι μήτηρ, οὐκ ἔτι ὠδῖνες, οὔτε ὕπνοι, καὶ συνουσίαι καὶ περιπλοκαὶ σωμάτων·
In Lazarum i
Ante [Go Back]
000-00-00 Serial Number=0489710510
[00034]
Καὶ σὺ τοίνυν, ὅταν παῖς, ἢ μήτηρ, ἢ ἀδελφὸς, ἢ γνώριμος ἀσθενῶν ὑπὸ τῶν κάτω δημίων ἕλκωνται, πέμψον πρὸς τὸν Ἰησοῦν, μὴ ἀνδρὶ διακόνῳ χρώμενος, ἀλλὰ ταῖς σαῖς εὐχαῖς πολὺ τῶν ἀνδρῶν ἰσχυροτέραις οὔσαις, καὶ μίμησαι τὰς περὶ τὴν Μάρθαν γυναῖκας.
In Lazarum ii
Ante [Go Back]
000-00-00 Serial Number=0171657681
[00003]
Ἀγαπητοὶ, ὥσπερ μήτηρ φιλότεκνος ἐπιδοῦσα τὴν θηλὴν τῷ νηπίῳ τέρπεται, τοῦ παιδὸς ἐφέλκοντος τὴν ἁπαλὴν τροφὴν τοῦ γάλακτος·
[00004]
ἐπειδὰν δὲ ὁ θρόμβος τοῦ γάλακτος τυρωθεὶς ἐμφράξῃ τοὺς ὀχετοὺς τοῦ μαζοῦ, τότε δὴ καὶ τὸ παιδίον κλαυθμυρίζει, καὶ ἡ μήτηρ ὀδυνᾶται, τὴν μὲν προαίρεσιν τοῦ τρέφειν ἡπλωμένην ἔχουσα, τὴν δὲ τροφὴν μὴ ἐπιδιδομένην ὁρῶσα·
In Psalmum 050 homilia 1
Ante [Go Back]
000-00-00 Serial Number=0192649662
[00149]
Ὥστε ἡ ἄγνοια ἀσφαλείας μήτηρ ἐγένετο.
[00323]
Ὢ ἁμαρτία δειλίας μήτηρ !ὢ ἀτιμίας ἔλεγχος! ὢ σιωπῆς ὑπόθε σις! ∆έδοικα, τρέμω, ὅτι με κατῄσχυνας·
[00416]
ἐπὶ δὲ τῶν πενή των ἡ γυνὴ ὑπηρέτις γίνεται καὶ διάκονος, καὶ τίκτει παιδίον, καὶ γίνεται αὐτὴ καὶ μήτηρ καὶ τροφός.
[00418]
Τίκτει ἡ μήτηρ, καὶ οὐ γίνεται τροφός.
[00419]
Αἰσχύνεται γὰρ γενέσθαι τροφὸς ἡ γενομένη μήτηρ.
In Psalmum 050 homilia 2
Ante [Go Back]
000-00-00 Serial Number=0366673231
[00526]
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
In Psalmum 092
Ante [Go Back]
000-00-00 Serial Number=0821103990
[00132]
Οἴμοι, γύναι Εὔα, θανάτου μήτηρ, παρακοῆς γεννήτρια, παραδείσου ἐκβλήτρια, δρακοντιαίων συρισμάτων ἀγαπήτρια, διαβολικῶν μηχανημάτων ἐπιτήδειον ὄργανον.
In Psalmum 100
Ante [Go Back]
000-00-00 Serial Number=0465807319
[00073]
Αὕτη ἡ ἀκακία, ψυχῆς ἐστι φυλακτήριον, διανοίας καθάρσιον, ἠθῶν καταστολὴ, λογισμῶν ἡσυχία, προσώπου ἡμερότης, πραότης ὀφθαλ μῶν, φιλίας καθηγεμὼν, μήτηρ ἀγάπης, πίστεως ὁμο δίαιτος, τελείωσις δικαιοσύνης·
In Psalmum 139
Ante [Go Back]
000-00-00 Serial Number=0695210516
[00098]
ὡς ἡ τοῦ Μωϋσέως μήτηρ ἐκ χειρὸς Φαραὼ τὸ νήπιον εἰς θήβην ἐμβαλοῦσα·
In Rachelem et infantes
Ante [Go Back]
000-00-00 Serial Number=0953961372
[00033]
Οἴμοι! ὦ παρθένε Μαριὰμ, ὁμοῦ τε καὶ μήτηρ, ἡ ἄν [61.699] δρα οὐ γινώσκουσα, καὶ υἱὸν γεννήσασα, σὺ τὸν πόνον τῶν μητέρων οὐκ οἶδας·
In adorationem venerandae crucis
Ante [Go Back]
000-00-00 Serial Number=0024327457
[00091]
σήμερον σταυρὸς προσκυνεῖται, καὶ Σιὼν ἡ μήτηρ πασῶν τῶν Ἐκκλησιῶν ἐπαγγέλλεται·
[00099]
σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἡ Εὔα μήτηρ τῶν ζώντων ἀναδείκνυται βοηθὸς, οὐκ ἐπίβουλος γενομένη κατὰ τὸ πρότερον, ἀντὶ ξύλου τῆς γνώσεως τὸ ξύλον τῆς ζωῆς τρυγῶσα, ἀντὶ τῆς παρακοῆς ὑπακοὴν ἐκτελοῦσα, ἀντὶ τῆς κατάρας τὴν εὐλογίαν λαμβάνουσα, ἀντὶ τοῦ, Ἐν λύπαις τέξεις τέκνα, τὴν ἐν χαρᾷ πολυτεκνίαν κομιζομένη, ἀντὶ τῆς φθορᾶς τὴν ἀφθαρσίαν σοφιζομένη.
[00100]
Ἀλλὰ τίς αὕτη τῶν ζώντων ἡ μήτηρ, καὶ τίς τὸ ξύλον καρπεύεται τῆς ζωῆς, ἀλλ' ἢ ἡ τοῦ Θεοῦ Ἐκκλησία;
In annuntiationem beatae virginis
Ante [Go Back]
000-00-00 Serial Number=0210873246
[00144]
μήτηρ γὰρ τοῦ κατα [50.796] δικάσαντος γίνῃ.
In annuntiationem deiparae
Ante [Go Back]
000-00-00 Serial Number=0645803750
[00176]
Ὥσπερ δὲ ἄνθρωπος γενόμενος μεμένηκε Θεὸς ἀναλλοίωτος, οὕτω καὶ σὺ μένουσα παρθένος, γενήσῃ καὶ μήτηρ ἀδιάφθορος·
[00209]
Εἰ γὰρ ἡ μήτηρ τοῦ μυστηρίου τὸ μυστήριον, ὃ ἔτεκεν, οὐ κατέλαβε, πῶς σὺ δυνήσῃ τοῦτο καταλαβεῖν;
In ascensionem Sermo 4
Ante [Go Back]
000-00-00 Serial Number=0794808626
[00028]
Ὅθεν πάσης ἀντιλογίας ἐκτὸς, μήτηρ αὕτη ἑορτῶν ἡ ἀοίδιμος ἡμέρα τοῖς πιστοῖς λελόγισται.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0673904836
[03924]
καθάπερ παῖδας δυσχεραίνοντας μήτηρ.
[04275]
καίτοι γε τοῦτο κόλασίς ἐστιν, ἀλλ' ἡ κόλασις αὕτη σωτηρίας μήτηρ ἐστίν.
[08014]
μυρίων γὰρ ἀγαθῶν μήτηρ ἡ ἀγάπη.
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0995783687
[00948]
ἐπεὶ καὶ μήτηρ ἀλγοῦσα ὑπὲρ τοῦ παιδὸς, ἥδεται τῇ ἀλγηδόνι, φροντίζει ὑπὲρ τῶν τεχθέντων, καὶ εὐφραίνεται ἐπὶ ταῖς φροντίσι·
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0340144694
[00037]
Καὶ γὰρ ἅπαντα ταῦτα ἀπὸ τῆς κατὰ τὴν φιλοσοφίαν τὴν ἔξωθεν ἀνοίας ἐτίκτετο, καὶ αὕτη ἦν τῶν κακῶν ἡ μήτηρ·
[09088]
Αὕτη γὰρ μήτηρ τῶν σημείων ἐστίν.
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0814568996
[00744]
Οὐκ ἄν ποτε μήτηρ, οὐδὲ πατὴρ, εἴ γε ὁμοῦ συνῆλθον, καὶ τὸν ἑαυτῶν ἀνεμίξαντο πόθον, ἠδυνήθησαν δεῖξαι ἰσόῤῥοπον ὄντα τῷ Παύλῳ τὸν ἑαυτῶν πόθον.
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0556274116
[04249]
Καταίσχυνόν σου, φησὶ, τὴν ψυχὴν εἰκῆ καὶ μάτην, πρόσκρουσον τῷ Θεῷ, τὴν φύσιν αὐτὴν ἀγνόησον, κἂν πατὴρ ᾖ, κἂν μήτηρ, μηδεμίαν ἔχε αἰδὼ, στῆθι κατ' αὐτῶν.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0773724675
[00177]
Ποία μήτηρ ταῦτα ἂν ἕλοιτο εἰπεῖν, ὥστε τὰ αὐτῆς παριδεῖν;
[01009]
Ὅτι αὕτη μήτηρ πάντων τῶν ἀγαθῶν ἐστιν, αὕτη τῆς χαρᾶς ὑπόθεσις.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0981175244
[05006]
πατὴρ κατὰ υἱοῦ, υἱὸς κατὰ πατρὸς, μήτηρ κατὰ θυγατρὸς, θυγάτηρ κατὰ μητρὸς ἦσαν διεσπαρμένοι.
[05577]
καὶ λοιπὸν ἡ σὰρξ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ ὁ παῖς ἐστιν ἐκ τῆς ἑκατέρου συνουσίας συγκραθεῖσα·
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0216916800
[01700]
εἰπὼν γὰρ, Ἡ ἄνω Ἱερουσαλὴμ μήτηρ ἡμῶν ἐστι, καὶ τὴν Ἐκκλησίαν οὕτω καλέσας, παρίστησι τὸν προφήτην τὰ αὐτὰ αὐτῷ ψηφιζόμενον·
[01713]
καὶ γὰρ καὶ αὕτη στεῖρα οὖσα, πλήθους ἐκγόνων ἐγένετο μήτηρ.
[01714]
Τῷ Παύλῳ δὲ οὐδὲ ταῦτα ἀπόχρη, ἀλλὰ καὶ πῶς ἐγένετο μήτηρ ἡ στεῖρα περιεργάζεται, ἵνα καὶ ἐντεῦθεν τῇ ἀληθείᾳ προσαγάγῃ τὸν τύπον.
[01746]
Ὥσπερ γὰρ ἐν ὅλοις τοῖς ἔμπροσθεν ἔτεσιν ἐκείνη μὴ τίκτουσα, πρὸς ἐσχάτῳ γήρᾳ γίνεται μήτηρ.
[01965]
ἡ γὰρ τῶν αἱρέσεων μήτηρ, ἡ τῆς φιλαρχίας ἐστὶν ἐπιθυμία.
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0622912347
[00350]
Πάντως γὰρ ταῦτα πάντα ἔσται, καὶ τοὺς ἄξια πράξαντας τῶν ἐκεῖ κολαστηρίων οὐδεὶς ἐξαιρήσεται, οὐ πατὴρ, οὐ μήτηρ, οὐκ ἀδελφὸς, κἂν πολλὴν παῤῥησίαν ἔχῃ, κἂν μεγάλα ἰσχύῃ πρὸς τὸν Θεόν.
[06762]
Οὐ τοῦτο μόνον ἐνταῦθα λέγει, ὅτι ἐγέννησεν, ἀλλ' ὅτι καὶ τοσούτων ἐγένετο μήτηρ, ὅσων οὐδὲ αἱ εὔφοροι γαστέρες·
[06890]
Ποία μήτηρ κύουσα οὕτω πικρὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος;
[06892]
Οὐχ οὕτως ἐκείνη τὸν ἄνδρα πενθεῖ τὸν ἑαυτῆς, οὐδὲ μήτηρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ' ἡμῖν.
[08117]
οὐχὶ παιδίον ὄντα αὐτὸν ἡ μήτηρ λαβοῦσα κατῆλθεν εἰς Αἴγυπτον;
[09086]
ἀλλ' ἀνάγκη καίεσθαι διαπαντὸς, οὐδενὸς ἡμῖν ἀμύνοντος, κἂν πατὴρ ᾖ, κἂν μήτηρ, κἂν ὁστισοῦν, κἂν πολλὴν ἔχῃ πρὸς τὸν Θεὸν παῤῥησίαν.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0002765059
[04459]
ἀλλ' ὡς μήτηρ φιλόστοργος ἐν κοσμιότητι πολλῇ τὸ παιδίον καθίστησιν, ἐν εὐταξίᾳ, ἐν χρηστῇ δόξῃ, περὶ τὴν τῶν ἀναγκαίων ποιεῖ σχολάζειν διατριβὴν, οὐκ ἀφίησιν ἡμᾶς, οὐδὲ ἀπάγει τῶν ἀναγκαίων, ἀλλὰ καὶ τὴν ψυχὴν συνετωτέραν ἐργάζεται.
[04476]
Ταῦτα πάντα ἐξετάσωμεν, καὶ εὑρήσομεν, ὅτι ἡ μὲν ἀρετὴ, καθάπερ μήτηρ ὄντως φιλόστοργος, ἐν ἀσφαλείᾳ καθίστησιν·
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0257188857
[03382]
καὶ γὰρ μείζων ἡ δικαιοσύνη τῆς ζωῆς, ἐπεὶ καὶ μήτηρ αὐτῆς ἐστι.
[06227]
καὶ γὰρ καὶ οὗτος ἀπὸ νενεκρωμένης μήτρας ἦν, καὶ στεῖρα ἦν ἡ μήτηρ αὐτοῦ.
[06712]
Ἐντεῦθεν καὶ βασκανία τὴν ἀρχὴν ἔχει, ἐντεῦθεν καὶ ἀπόνοια, ἐντεῦθεν καὶ ἡ μήτηρ τῶν κακῶν ἡ φιλαργυρία.
[08766]
Καθάπερ γὰρ μήτηρ φιλόστοργος, οὕτω καὶ ὁ Θεὸς πάντα ποιεῖ καὶ μηχανᾶται ὥστε μηδένα ἀποῤῥαγῆναι θατέρου.
[09999]
Ὁλόκληρα πάλιν ἐνταῦθα τὰ ἀγαθὰ, ὅταν καὶ ὁ παῖς τοιοῦτος ᾖ, καὶ ἡ μήτηρ τοιαύτη, καὶ πλήρης ἡ οἰκία εὐλογίας, καὶ ἡ ῥίζα τῷ καρπῷ συμβαίνῃ.
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0749471664
[00894]
Εἰ γὰρ, ἔνθα πατὴρ ἐφέστηκε καὶ μήτηρ καὶ παιδαγωγὸς καὶ τροφεὺς καὶ διδάσκαλος καὶ ἡλικιῶται, καὶ αὐτὴ ἡ τῆς ἐλευθερίας δόξα περικειμένη, καὶ πολλὰ ἕτερα, μόλις ἄν τις διαφύγοι τὰς τῶν πονηρῶν συνουσίας·
[01370]
Αὕτη γὰρ μήτηρ ἀγάπης ἐστὶν, ἀγάπης τῆς τὸν Χριστιανισμὸν χαρακτηριζούσης, τῆς τῶν σημείων ἁπάντων μείζονος, δι' ἧς οἱ μαθηταὶ φαίνονται τοῦ Χριστοῦ·
In filium viduae
Ante [Go Back]
000-00-00 Serial Number=0193460643
[00006]
Μονογενοῦς υἱοῦ ἀπολυθέντος τῆς παρούσης ζωῆς, ἡ γλυκυτάτη μήτηρ ἐβόα, ὅτι Προσηγορίας μόνης γεγένημαι μήτηρ, ἧστινος τὰς ἐπὶ τῷ τοκετῷ ὠδῖνας ἐτρύγησεν ὁ θάνατος.
[00029]
Χήρα δὲ πενιχρὰ λιμὴν δακρύων, καὶ φρέαρ πειρασμῶν, ἀτείχιστος πόλις, ἄνυδρος πηγὴ, μήτηρ στεναγμοῦ, εὐφροσύνης παράσιτος, οἰκοδέσποινα πενίας, ἀφορίας ψηφίστρια, λιμοῦ πάροικος, ὀδύνης ὑφάντρια, βακτηρία συντετριμμένη, χαλεπὸν ἀπάντημα, πικρὸν συνοικέσιον, ἀκαλλώπιστον ἄγαλμα, ἠρημωμένη στήλη, ἄῤῥιζον δένδρον, ἀφώτιστος ὁμίχλη, ἐκκλησίας πρόθυρον, ποικίλων εὐχῶν ἐπινοήτρια, κατ' ἐχθρῶν πεπαῤῥησιασμένη, κατήγορος κατ' αὐτῶν·
In illud Exiit edictum
Ante [Go Back]
000-00-00 Serial Number=0036481500
[00246]
ἐκείνη γὰρ μήτηρ ἀληθῶς·
[00247]
μᾶλλον δὲ οὐδὲ αὐτὴ μήτηρ, ἐπειδὴ οὐδὲ ἔτεκε φυσικῶς, ἀλλὰ συνέλαβεν ὑπερφυῶς.
In illud Habentes eundem spiritum
Ante [Go Back]
000-00-00 Serial Number=0169955552
[00265]
Οὕτω καὶ μήτηρ φιλόστοργος τοῖς παισὶ τοῖς ἑαυτῆς λείψανα τραπέζης διατηρήσασα, κἂν ἐκεῖνοι τύχωσιν ἐπιλαθόμενοι, αὕτη γε οὐκ ἐπιλήσεται, ἀλλὰ μετὰ σπουδῆς αὐτὰ διαφυλάξασα πάσης, εἰς μέσον φέρει καὶ διατρέφει πεινῶντας.
[00659]
Καὶ καθάπερ παιδίον κλαυθμυρίζον, δυσχεραῖνον, καὶ τὴν μητέρα ἐπιζητοῦν παρακαθήμενός τις παραμυθεῖται λέγων, ὅτι Ἔτι μικρὸν ἀνάμεινον, καὶ ἀπαντήσεται πάντως ἡ μήτηρ·
In illud Memor fui dei
Ante [Go Back]
000-00-00 Serial Number=0219423532
[00160]
Ὅτι δὲ ἔμελλεν αἴρειν αὐτὸν ἡ μήτηρ αὐτοῦ καὶ φεύγειν εἰς Αἴγυπτον, Ἰδοὺ ὁ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου.
[00287]
Ἐξηραμμένη, μήτηρ κονιορτοῦ, ἀκόρεστε, καὶ τάφε νεκρῶν, αἱμάτων, δολίων καὶ ἁμαρτημάτων οἶκος, τί τυραννεῖς τὴν πρεσβύτιδά σου, καὶ μόνη κατέχεις τὸν Κύριον;
[00294]
Τοσοῦτόν σου προτιμοτέρα καθέστηκα, ὅσον ἐγὼ μήτηρ ἀνθρώπων, καὶ σὺ ἑρπετῶν·
[00295]
ἐγὼ τῆς ἁγίας Παρθένου μήτηρ εἰμὶ, ἥτις τὸν ∆εσπότην ἐξήνθησε·
[00297]
ἐγώ εἰμι μήτηρ προφητῶν καὶ ἀποστόλων καὶ ἁγίων ἀνδρῶν·
[00298]
σὺ δὲ ἀγρίων καὶ πονηρῶν μήτηρ ἑρπετῶν, καὶ δυσπλοούντων φθορά·
In illud Ne timueritis
Ante [Go Back]
000-00-00 Serial Number=0408849180
[00480]
Τί τότε ἐρεῖς, εἰπέ μοι, ὅταν αἱ κολάσεις αἱ ἀφόρητοι, ὅταν αἱ τιμωρίαι ἐκεῖναι, καὶ αἱ ἀπειλαὶ, καὶ αἱ φοβεραὶ δυνάμεις, ὅταν ὁ ποταμὸς τοῦ πυρὸς καχλάζῃ, ὅταν τὸ βῆμα τὸ φοβερὸν, ὅταν τὸ κριτήριον τὸ ἀδέκαστον, ὅταν ἡ φύσις ἡ ἄναρχος, ὅταν ἐρημία τῶν ἀνθρωπίνων πραγμάτων, ὅταν μήτε πατὴρ, μήτε μήτηρ, μήτε γείτων, μήτε βασιλεὺς, μήτε παροδίτης, μήτε ξένος δύναταί σε ὠφελῆσαι, ἀλλὰ στήκει μόνος ὁ ἄνθρωπος μετὰ τῶν ἔργων αὐτοῦ, κατακρινόμενος ὑπὲρ ἐκείνων, ἢ καὶ στεφανούμενος ὑπὲρ αὐτῶν;
[00520]
ὅταν μὲν γὰρ γυναῖκα βούληταί τις ἀγαγεῖν τῷ υἱῷ, καὶ ὁ πατὴρ διαλέγεται καὶ ἡ μήτηρ, καὶ εἰς ἀλλοτρίας οἰκίας παραγίνονται, καὶ τοῦτον κολακεύουσι, καὶ ἐκεῖνον θεραπεύουσι, καὶ προμνήστριαι πολλαὶ, καὶ νυμφαγωγοὶ γίνονται πολλοὶ, καὶ χρημάτων ὑποσχέσεις, καὶ πᾶσα σπουδὴ τῷ πατρὶ καὶ τῇ μητρὶ δι' ἑαυτῶν διαλεχθῆναι, καὶ οὐκ αἰσχύνονται, οὐδὲ ἐρυθριῶσιν, οὐδὲ ἐπιτάττουσιν οἰκέταις·
In illud Pater si possibile est
Ante [Go Back]
000-00-00 Serial Number=0764583468
[00006]
Καὶ ὥσπερ ἡ μήτηρ μετὰ τὴν ἐκ τοῦ γάλακτος ἀνατροφῆς διαγωγὴν, καὶ τὸν δύσθρυπτον ἄρτον διαλύει, καὶ τὰ λαχανικὰ βρώματα ἀρτύμασι νοστήσασα, καὶ πυρὶ περιλειώσασα, ὑπηρέτις τῆς ζωῆς τῶν οἰκείων τέκνων γίνεται·
In illud Propter fornicationes autem unusquisque suam uxore
Ante [Go Back]
000-00-00 Serial Number=0112846911
[00073]
Ὃς γὰρ ἂν ποιήσῃ, φησὶ, τὸ θέλημα τοῦ Πατρός μου, οὗτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστι.
In illud Salutate Priscillam et Aquilam
Ante [Go Back]
000-00-00 Serial Number=0259157658
[00463]
πῶς ἀκάθαρτος γέγονε, καὶ εἰς λέπραν ἐνέπεσε, καὶ τὴν ἐσχάτην ὑπέμεινεν ἀτιμίαν, καὶ τοῦ ἀδελφοῦ παρακαλοῦντος καὶ τῷ Θεῷ προσπίπτοντος, οὐδεμιᾶς ἔτυχε συγγνώμης, ἀλλὰ καὶ ἐκθεμένη τὸν ἅγιον ἐκεῖνον, καὶ πρὸς τὴν ἀνατροφὴν αὐτοῦ συντελέσασα, καὶ ὅπως ἡ μήτηρ γένοιτο τροφὸς, καὶ μὴ ἐν βαρβαρικῇ χειρὶ τραφῇ τὸ παιδίον ἐξαρχῆς συμπράξασα, καὶ μετὰ ταῦτα στρατηγήσασα τοῦ γυναικείου γένους, καθάπερ Μωϋσῆς τοῦ τῶν ἀνδρῶν, καὶ πάντα συνδιενεγκοῦσα τὰ δεινὰ, καὶ ἀδελφὴ Μωϋσέως οὖσα, οὐδὲν ὅμως ἀπὸ τούτων ἁπάντων ἐκέρδανεν εἰς τὸ διαφυγεῖν τὴν ὀργὴν τοῦ Θεοῦ ἐπὶ τῇ κακηγορίᾳ;
In illud Simile est regnum caelorum patri familias
Ante [Go Back]
000-00-00 Serial Number=0934422195
[00061]
ἐγὼ γάρ εἰμι τῶν βρεφῶν δημιουρ γὸς, καὶ πατὴρ καὶ μήτηρ, καὶ τροφεὺς καὶ τροφή·
In illud Sufficit tibi gratia mea
Ante [Go Back]
000-00-00 Serial Number=0503538251
[00437]
ἀλλ' εἴ τι βλαβερὸν, ὃ οὐ δεῖ αἰτῆσαι, οὐ δίδωσιν ἡ μήτηρ, οὔτε τῇ ὀδύνῃ προσέχει, ἀλλὰ τῇ ὠφελείᾳ.
In illud Vidi dominum
Ante [Go Back]
000-00-00 Serial Number=0198961079
[00256]
Οὕτω που καὶ μήτηρ ὀδυνᾶται φιλόστοργος, ὅταν ὑπομάζιον ἔχουσα παῖδα τὰς τοῦ γάλακτος πηγὰς μὴ δύνηται ἀφθόνως παρασχεῖν αὐτῷ·
[00258]
ἡ δὲ μήτηρ ἀλγεῖ μὲν κατατεινομένων αὐτῆς τῶν μαζῶν, οὐκ ἀπωθεῖται δὲ τὸ παιδίον·
[00259]
μήτηρ γάρ ἐστιν, καὶ πάντα ἂν ἥδοιτο παθοῦσα μᾶλλον ἢ λυπῆσαι τὸ τεχθέν.
[00788]
ἡ μήτηρ τῶν Μακκαβαίων οὐχὶ γυνὴ ἦν;
[00792]
οὐχ εἱστήκει καθ' ἕκαστον αὐτῶν μαρτυροῦσα, καὶ μήτηρ μαρτύρων καὶ ἑπτάκις ἐμαρτύρησεν;
[00795]
μήτηρ γὰρ ἦν καὶ τῆς φύσεως ἡ ὕβρις τὴν οἰκείαν δύναμιν ἐπεδείκνυτο·
In ingressum sanctorum jejuniorum
Ante [Go Back]
000-00-00 Serial Number=0341879606
[00008]
μήτηρ δὲ αὐτῆς ἐγκράτεια, ὑπομονὴ, ἀρετή·
In laudem conceptionis sancti Joannis Baptistae
Ante [Go Back]
000-00-00 Serial Number=0913062990
[00148]
Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν·
In natale domini et in sanctam Mariam genitricem
Ante [Go Back]
000-00-00 Serial Number=0137195945
[00028]
Ὡς ὁ τόκος ἄλεκτος, καὶ ἡ μήτηρ ἀμίαντος·
[00040]
Ἀνὴρ οὐ πάρεστι πρὸς συνάφειαν καὶ μήτηρ τέτοκεν τὴν ἀλήθειαν, ἡ πύλη τοῦ παλατίου ὁρᾶτο ἠσφαλισμένη καὶ ἔνδον ἐν τῷ κοιτῶνι ὁ βασιλεὺς ἐγνωρίζετο.
[00051]
Σὺ μήτηρ τῆς ἀγάπης.
In natale sancti Joannis prophetae
Ante [Go Back]
000-00-00 Serial Number=0839247763
[00202]
ἡ εὔλαλος γλῶττα στειρεύει, καὶ ἡ ἄκαρπος στεῖρα γίνεται μήτηρ·
In natalem Christi diem
Ante [Go Back]
000-00-00 Serial Number=0047240257
[00212]
πάρεστι δὲ καὶ Μαρία παρθένος οὖσα καὶ μήτηρ·
In nativitatem Joannis Baptistae
Ante [Go Back]
000-00-00 Serial Number=0168318927
[00053]
ἀφ' οὗ γὰρ παρθένος μήτηρ καὶ μήτηρ παρθένος, ὁ στεναγμὸς τῆς [20Εὔας] ἐπαύσατο·
[00065]
Τίς πατρὸς ἰδίου μήτηρ ἐφάνη;
[00109]
Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ, ὡς ἦλθον περιτεμεῖν τὸ παιδίον καὶ ἐκάλουν τὸ ὄνομα αὐτοῦ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ [20Ζαχαρίαν,20] ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν·
In oraculum Zacharia
Ante [Go Back]
000-00-00 Serial Number=0507414460
[00009]
καὶ ἡ ξηρὰ πέτρα τὸ πρὶν καὶ ἄγευστος ὕδατος, πηγὴ ποταμῶν καὶ μήτηρ ὑδάτων ἐγίνετο·
[00016]
ὅτε γείτων ἐγένετο τοῦ θανάτου, τότε παιδὸς ὠνομάζετο μήτηρ·
In paralyticum demissum per tectum
Ante [Go Back]
000-00-00 Serial Number=0570633233
[00229]
Πῶς οὖν ἐπὶ τῆς Χαναναίας, φησὶν, ἐπίστευσε μὲν ἡ μήτηρ, ἐθεραπεύετο δὲ ἡ θυγάτηρ;
[00287]
Πηγὴ γὰρ κακῶν καὶ ῥίζα καὶ μήτηρ πάντων ἐστὶ τῆς ἁμαρτίας ἡ φύσις.
In pharisaeum et meretricem
Ante [Go Back]
000-00-00 Serial Number=0576960802
[00083]
Καὶ πάλιν ἑτέρα τις γυνὴ τῶν Χαναναίων γένους, τοῦ καταράτου καὶ δουλικοῦ σπέρματος ἐλεύθερον βλάστημα, ἐν ἐντυχίᾳ εἰσελθοῦσα κατὰ δαίμονος τυραννοῦντος αὐτῆς τὴν μονογενῆ, ἀνέστρεψε λαβοῦσα τὴν ἐξουσίαν κατὰ τοῦ δαίμονος, καὶ γέγονεν ἡ μήτηρ τῇ θυγατρὶ ἰατρὸς, καὶ ὁ δαίμων ὁ ἀπηνὴς οὗτος καὶ βάρβαρος οὐκ ἐτόλμησεν οὐκέτι πλησιάσαι τῇ κόρῃ, φοβηθεὶς τῆς τοῦ Χριστοῦ φωνῆς τὸ διάταγμα.
In quatriduanum Lazarum [2]
Ante [Go Back]
000-00-00 Serial Number=0657526433
[00055]
αὗται δὲ ἀπὸ προσκαίρου ζωῆς πρὸς ζωὴν ἀπέραντον μετεπήδησαν, μήτηρ καὶ θυγατέρες, αἱ σήμερον ἡμᾶς συναθροίσασαι·
[00056]
μήτηρ εὐσεβὴς ὠδῖνα ὑπενεγκοῦσα, θυγατέρες ὠδίνων ἀπείραστοι, μήτηρ λύσασα παρθενίαν εἰς γένεσιν παρθένων, μήτηρ ἁγνείας ὠδίνασα, μήτηρ κατὰ φυσικὸν νόμον παρθένους γεννήσασα.
In ramos palmarum [2]
Ante [Go Back]
000-00-00 Serial Number=0054684520
[00078]
οὐχὶ ὁ Πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ παρ' ἡμῖν εἰσι;
[00147]
Ἴδε ἡ μήτηρ τῶν μελλόντων ἀναγεννᾶσθαι.
In sanctam theophaniam seu baptismum Christi
Ante [Go Back]
000-00-00 Serial Number=0134145319
[00099]
Πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με;
In sanctum Lucianum martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0520457745
[00120]
Ἡ γὰρ ἄνω Ἱερουσαλὴμ, φησὶν, ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.
In sanguinis fluxu laborantem
Ante [Go Back]
000-00-00 Serial Number=0174935997
[00111]
Οὕτως ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τὴν αἱμόῤῥουν ζηλώσασα, καὶ πίστει τῷ ∆εσπότῃ σιωπῇ προσπελάσασα, τὴν μυσαρὰν τῶν νομικῶν αἱμάτων ἀνεστόμωσε πηγὴν, καὶ θυγάτηρ κληθεῖσα πολλῶν ὑπάρχει μήτηρ, μάρτυρα κεκτημένη τὸν πάλαι βοήσαντα·
In transfigurationem
Ante [Go Back]
000-00-00 Serial Number=0708754659
[00040]
Οὐκ ἀφ' οὗ Μαρία, φησὶν, ἡ νομισθεῖσα μήτηρ, ἀρχὴν ἔλαβεν ὁ Χριστός·
Non esse desperandum
Ante [Go Back]
000-00-00 Serial Number=0803038418
[00125]
Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·
[00129]
ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν, εὔδηλον ὅτι τῆς ἄνω Ἱερουσαλὴμ τύπος ἐστὶν ἡ Σάῤῥα κατὰ τὸν τόκον καὶ τὴν στείρωσιν.
Oratio de epiphania
Ante [Go Back]
000-00-00 Serial Number=0870467901
[00097]
Οὐ γὰρ ἦν αὐτῷ γάμος ἀλλὰ τόκος, παρθένος μήτηρ.
Oratio de hypapante
Ante [Go Back]
000-00-00 Serial Number=0304837167
[00171]
∆ούλη τυγχάνει καὶ θεοτόκος, παρθένος ἐστὶ καὶ μήτηρ.
[00174]
ἢ πῶς παρθένος καὶ μήτηρ;
[00183]
μήτηρ, καθότι [76] ἐγέννησε καὶ μήτηρ ἐγένετο τοῦ προανάρχως ἐκ τοῦ Πατρὸς γεννηθέντος.
[00184]
Αὕτη τοίνυν ἐστὶν ἡ μήτηρ τοῦ δεσπότου τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων·
[00191]
Χαῖρε τοίνυν ἡ μήτηρ καὶ οὐρανός·
Peccata fratrum non evulganda
Ante [Go Back]
000-00-00 Serial Number=0029256225
[00145]
Καὶ οὐκ αὐτὴ στεῖρα μόνον, ἀλλὰ καὶ ἡ μήτηρ αὐτοῦ ἡ Σάῤῥα, ἡ τεκοῦσα αὐτόν·
[00146]
οὐχ ἡ μήτηρ δὲ αὐτοῦ μόνον στεῖρα ἦν, οὐδὲ ἡ γυνὴ, ἀλλὰ καὶ ἡ νύμφη, ἡ τοῦ Ἰακὼβ γυνὴ ἡ Ῥαχήλ.
Quales ducendae sint uxores
Ante [Go Back]
000-00-00 Serial Number=0960918486
[00485]
Ὅταν γὰρ ἡ μήτηρ οὕτως ᾖ κοσμία, καὶ σώφρων, καὶ πᾶσαν ἀρετὴν κεκτημένη, πάντως καὶ τὸν ἄνδρα ἑλεῖν δυνήσεται καὶ χειρώσασθαι τῷ περὶ αὐτὴν πόθῳ·
Sermo cum iret in exsilium
Ante [Go Back]
000-00-00 Serial Number=0288673401
[00004]
Ἦλθε γὰρ ἡ μήτηρ τῆς εἰρήνης, ἡ κατασβεννύουσα τὴν ζάλην τῶν ἀνέμων·