Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παρούσης [213]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παρούσης


000-00-00 Serial Number=0019909143
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00247]  Τὸν γὰρ τῇ τῶν οὐρανίων ἐπιθυμίᾳ ληφθέντα οὐ λέγω μόνον, ὅτι ἀνάπαυσιν οὐ χρὴ ζητεῖν, ἀλλ' οὐδὲ παρούσης αἰσθάνεσθαι.
 [00249]  ἡμᾶς δὲ οὐκ ἀτόπῳ τινὶ, ἀλλὰ τῷ πάντων ἀνωτέρῳ ληφθέντας ἔρωτι μὴ μόνον παρούσης ἀναπαύσεως μὴ καταφρονεῖν, ἀλλὰ καὶ ἀποῦσαν ἐκζητεῖν;
 [00371]  Ταῦτα οὔπω τῆς χάριτος παρούσης ἐμαρτύρησεν ὁ τὰς καρδίας ἐμβατεύων ἡμῶν.
000-00-00 Serial Number=0985907972
Ad Innocentium papam i Ante [Go Back]  
 [00081]  Οὐδὲ ἐν τοῖς ἔξω μὲν οὖν δικαστηρίοις τοιαῦτα ἐτολμήθη ποτὲ, μᾶλλον δὲ οὐδὲ ἐν βαρβαρικῷ δικαστηρίῳ, οὐδὲ Σκύθαι, οὐδὲ Σαυρομάται οὕτως ἄν ποτε ἐδίκασαν ἐκ μιᾶς μοίρας κρίναντες, ἀπόντος τοῦ αἰτιωμένου, παραιτουμένου οὐ κρίσιν, ἀλλ' ἀπέχθειαν, καλοῦντος δικαστὰς μυρίους, ἀνεύθυνον ἑαυτὸν εἶναι λέγοντος, καὶ τῆς οἰκουμένης παρούσης ἀποδύσασθαι τὰς αἰτίας, καὶ δεῖξαι ἑαυτὸν ἐν ἅπασιν ἀθῶον ὄντα.
000-00-00 Serial Number=0097860217
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00372]  ἥλιον ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ τὰ ἄλλα ἅπαντα τὰ πρὸς τὴν σύστασιν τῆς παρούσης παρέχων ζωῆς.
 [01846]  τῆς δὲ παρούσης λύπης οὐδεμίαν τῶν προφάσεων τούτων ῥίζαν ἐχούσης, εἰκῆ σαυτὸν [47.493] ὀδυνᾷς.
000-00-00 Serial Number=0919657290
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00218]  Ὥστε κἂν μὴ πρὸς αὐτὴν τὴν ἀκρίβειαν πάλιν ἐπανελθεῖν δυνηθῇς, ἀλλὰ τὸ τυχὸν γοῦν τῆς παρούσης νόσου καὶ ἀσελγείας ἀποστήσῃς σαυτόν, οὐδὲ τοῦτο ἔσται ἀνόνητον·
 [00396]  εἰ δέ ποτε καὶ σταίη μικρὸν καὶ μέχρι τῆς παρούσης ζωῆς, ὡς ἐννοοῦσιν εὐδαιμονεῖν περαιτέρω δὲ οὐκ ἰσχυόντων συνεξελθεῖν.
000-00-00 Serial Number=0418804646
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00085]  Κοινός τις τῆς κτίσεως πανταχόθεν ὁ θρῆνος τὴν τῆς παρούσης ζωῆς κλαιούσης κατάστασιν, ἣν εὐστόχως κέκληκεν ὁ προφήτης εἰκόνα·
000-00-00 Serial Number=0715246856
Ad illuminandos catecheses Ante [Go Back]  
 [00044]  ὅταν πρὸς ἑαυτὸν ἐπανέλθῃ, τῆς παρούσης ἑαυτὸν ἀναμιμνήσκει ζωῆς, καὶ ἀποῤῥήγνυσθαι μέλλων, πολὺ δέχεται τῆς ἀθυμίας τὸ νέφος.
000-00-00 Serial Number=0381767392
Ad populum Antiochenum Ante [Go Back]  
 [00249]  τετάρτη δὲ, τὸ μὴ νομίζεσθαι τοὺς ἁγίους ἐπ' ἐλπίδι τῆς παρούσης εὐπραγίας τὸν Θεὸν θεραπεύειν.
 [00297]  ὅθεν δῆλον, ὅτι ἑτέραν αὐτοῖς ἡτοίμασε ζωὴν ἡδίω τῆς παρούσης καὶ ἀνεκτοτέραν πολλῷ.
 [00601]  Ἀλλ' ὅμως οὐδὲν γέγονε πλέον, ἀλλὰ γενέσθω νῦν, καὶ ἀπὸ τῆς παρούσης σωφρονισθέντες συμφορᾶς, ἐπίσχωμεν τὴν ἄτακτον ἐκείνων μανίαν.
 [00635]  ∆ιὰ τοῦτο πλουσίους τοῦ παρόντος αἰῶνος ἐκάλεσεν, ἵνα μάθῃς, ὅτι μετὰ τῆς παρούσης ζωῆς καὶ ἡ εὐπορία συγκαταλύεται·
 [00875]  ὡς εἰ μεγάλα τὰ παρόντα ἐνόμισεν εἶναι, οὐκ ἂν μηλωτὴν ἐκτήσατο μόνον, ἀλλ' οὕτω κατέγνω τῆς παρούσης ματαιότητος ἁπάσης, καὶ ὡς πηλὸν ἐῤῥιμμένον τὸ χρυσίον ἅπαν ἑώρα, ὡς τῆς περιβολῆς ἐκείνης μηδὲν κτήσασθαι πλέον.
 [01246]  καὶ γὰρ τοῦτο πολλῶν πολλάκις ἀκούω λεγόντων, οὐκ ἐπὶ τῆς παρούσης στάσεως μόνον, ἀλλὰ καὶ ἐν ἑτέραις πολλαῖς τοιαύταις περιστάσεσι.
 [01248]  Ὅτι [49.58] εἰ καὶ τῆς παρούσης στάσεως ἀναίτιος ἦν ὁ ἁλοὺς, ἀλλ' ἑτέραν ἁμαρτίαν εἰργάσατό ποτε χαλεπωτέραν, εἶτα μὴ μεταβαλλόμενος, ἐν τῇ παρούσῃ δίκην ἔδωκε.
 [01274]  Ἂν οὕτω τὸν ἑαυτῶν ῥυθμίζωμεν βίον, ἐντεῦθεν ὑμῖν ἐγγυῶμαι καὶ ὑπισχνοῦμαι, ὅτι καὶ τῆς παρούσης συμφορᾶς ἔσται τις λύσις, [49.59] καὶ τῶν δεινῶν τούτων ἀπαλλαγή·
 [01753]  καὶ τοῦτο οὐ τῆς παρούσης αὐτὸν ἀπαλλάξει μόνον ἀγωνίας, ἀλλὰ κἀκείνης ἐξαιρήσεται τῆς φλογός.
 [02117]  τοὺς ἐληλεγμένους καὶ καταδικασθέντας τὴν ἑορτὴν αἰδεσθεὶς ἀφῆκας, καὶ τοὺς ἀνευθύνους καὶ μηδὲν τετολμηκότας κατακρινεῖς, εἰπέ μοι, καὶ ταῦτα τῆς ἑορτῆς παρούσης;
 [02149]  Μὴ τοίνυν περιεχώμεθα πέρα τοῦ δέοντος τῆς παρούσης ζωῆς.
 [02310]  Ἀπαλλαγέντες τοίνυν τῆς ψυχρᾶς ταύτης ψυχαγωγίας, μὴ τοὺς πίπτοντας βλέπωμεν, ἀλλὰ τοὺς κατορθοῦντας, καὶ σπουδάσωμεν μνημόσυνον τῆς παρούσης νηστείας λαβόντες ἀπελθεῖν.
 [02353]  Καὶ γὰρ βέλτιον ἐνταῦθα ὀνειδισθέντα διορθώσασθαι, ἢ κατὰ τὴν ἡμέραν ἐκείνην κοινῇ τῆς οἰκουμένης ἁπάσης παρούσης ἀσχημονεῖν καὶ κολάζεσθαι, τῶν ἁμαρτημάτων ἡμῖν ὑπὸ τοῖς ἁπάντων ἐκκαλυπτομένων ὀφθαλμοῖς.
 [03502]  νῦν δὲ ἐξ οὗ γέγονεν ὁ κόσμος μέχρι τῆς παρούσης ἡμέρας, οὐδεὶς εἶδε μελίττας ἡσυχαζούσας καὶ μὴ μελιτουργούσας.
 [03760]  Ἀλλ' ὅμως ἠγάπων, εἴ τις δῴη πάντα ἀποβαλοῦσιν, εἰ δέοι, καὶ τὴν ἐλευθερίαν αὐτὴν τῆς παρούσης ἀπολαύειν ζωῆς.
 [03771]  Ἀλλ' ὅμως τοσούτων γενομένων, ἔστεργον πᾶσι τούτοις οἱ παθόντες, ἐπειδὴ τῆς παρούσης οὐκ ἐξέπεσαν ζωῆς·
 [04514]  Σὺ μὲν στρατιωτῶν ἔφοδον ἀκούσας οὐκ ἀληθῆ, καὶ τῆς ζωῆς ἐκινδύνευσας ἀποῤῥαγῆναι τῆς παρούσης·
 [04663]  οὐκ ἀνενεώθη τῇ πίστει, οὐκ ἀνεκαινίσθη τῇ τοῦ Πνεύματος χάριτι, ἀσθενής ἐστιν ἔτι καὶ γήϊνος, βιωτικὰ φρονεῖ, καὶ πρὸς τὴν κοσμικὴν φαντασίαν ἐπτόηται, δόξης ἐρᾷ τῆς παρούσης.
 [04709]  Ὁ μὲν γὰρ πρότερον τρυφῶν, εἶτα μετὰ τὴν τρυφὴν κόλασιν προσδοκῶν, οὐδὲ τῆς παρούσης τρυφῆς αἰσθάνεται, διὰ τὴν προσδοκίαν τῶν ἐπαγομένων δεινῶν·
 [05253]  ∆ιὰ τοῦτο καὶ οἴκοι καθήμενος ἔχαιρον μεθ' ὑμῶν, καὶ τῆς ἀῤῥωστίας μοι μηδέπω λυθείσης ἁπάσης, ἀνέστην καὶ ἔδραμον πρὸς ὑμᾶς, ὥστε τὰ ποθεινὰ πρόσωπα ὑμῶν ἰδεῖν καὶ τῆς παρούσης ἑορτῆς μετασχεῖν.
 [05307]  οὐχὶ τοὺς ἁμαρτάνοντας αὐτοὺς ἐποίησε διηνεκῶς καίεσθαι μέχρι τῆς παρούσης ἡμέρας, ἀλλ' ἐκείνους μὲν ἅπαξ ἐμπρησθέντας ἀπέκρυψε, τὸ δὲ πρόσωπον τῆς γῆς κατακαύσας, εἰς τὸ μέσον ἅπασι προὔθηκε τοῖς μετὰ ταῦτα βουλομένοις ὁρᾷν, καὶ νῦν φωνῆς ἁπάσης λαμπρότερον πάσαις ταῖς μετὰ ταῦτα παραινεῖ γενεαῖς ἡ τῆς γῆς ὄψις, μονονουχὶ βοῶσα καὶ λέγουσα·
000-00-00 Serial Number=0902164280
Admonitiones spirituales Ante [Go Back]  
 [00037]  Βέλτιον τὰ κακὰ τῆς μελλούσης, ἢ τὰ ἀγαθὰ τῆς παρούσης λογίζεσθαι·
000-00-00 Serial Number=0218598127
Adversus Judaeos Ante [Go Back]  
 [01892]  Κατεγέλασαν τῆς παρούσης ζωῆς, κατεπάτησαν βασανιστήρια καὶ κολάσεις, ὑπερεῖδον θανάτου, πρὸς τὸν οὐρανὸν ἐπτερώθησαν, ἀπηλλάγησαν τῆς ζάλης τῶν βιωτικῶν πραγμάτων, εἰς [48.905] τὸν εὔδιον κατέπλευσαν λιμένα, οὐ χρυσὸν καὶ ἄργυρον καὶ ἱμάτια πολυτελῆ, ἀλλὰ θησαυροὺς ἀσύλους ἐπιφερόμενοι, ὑπομονὴν, ἀνδρείαν καὶ ἀγάπην.
 [01954]  Ἐπεὶ, εἰ μὴ τοῦτό ἐστι τὸ αἴτιον τῆς παρούσης ὑμῶν ἀτιμίας, τίνος ἕνεκεν παιδοκτονούντων μὲν ὑμῶν ὁ Θεὸς ἠνέσχετο τότε, μηδὲν δὲ τοιοῦτον τολμῶντας ἀποστρέφεται νῦν;
 [02513]  Ταῦτ' οὖν εἰδότες, μὴ μέχρι τῆς παρούσης ὥρας θερμοὶ καὶ διεγηγερμένοι ὦμεν μόνον, ἀλλὰ τὸ πῦρ, ὅπερ ἔχετε νῦν, ἀνάψατε·
 [02712]  Ταῦτα οὐ περὶ τῆς παρούσης νηστείας λέγω μόνον, ἀλλὰ καὶ περὶ ἄλλων μυρίων ἁμαρτημάτων.
000-00-00 Serial Number=0323923051
Commentarius in Job Ante [Go Back]  
 [01373]  ηὔξατο ἀποθανεῖν καὶ ἀπαλλαγῆναι τῆς παρούσης ζωῆς.
000-00-00 Serial Number=0781568885
De Anna i Ante [Go Back]  
 [00562]  Οὕτω γὰρ καὶ τὰ παρόντα αὐτοῖς, ὥσπερ ἐκ πηγῶν, ἅπαντα ἥξει, καὶ τὸν Θεὸν ἕξουσιν ἵλεων, καὶ τῆς παρούσης, καὶ τῆς μελλούσης ἀπολαύσονται δόξης·
 [01066]  οὕτω δὴ καὶ ἐπὶ τῶν πνευματικῶν πραγμάτων, ὁ μὲν ἐν δικαιοσύνῃ ζῶν καὶ κατορθώμασι, κἂν μὴ παρούσης ἑορτῆς, ἑορτὴν ἄγει, τὴν καθαρὰν ἡδονὴν καρπούμενος τὴν ἀπὸ τοῦ συνειδότος·
 [01067]  ὁ δὲ ἐν ἁμαρτίᾳ καὶ πονηρίᾳ καὶ τρεφόμενος, καὶ πολλὰ κακὰ συνειδὼς ἑαυτῷ, καὶ παρούσης ἑορτῆς, ἀνέορτος μάλιστα πάντων ἐστίν.
 [01069]  Τί γὰρ ἡ παρελθοῦσα σύναξις τῆς παρούσης πλεονεκτεῖ;
 [01083]  Ὥσπερ γὰρ τῆς Πεντηκοστῆς παρούσης, ἄκαιρον ἦν, ἀφέντας λέγειν περὶ τῶν δοθέντων ἡμῖν κατ' ἐκεῖνον τὸν καιρὸν ἀγαθῶν, τῆς ἀκολουθίας τῆς προτέρας ἔχεσθαι·
000-00-00 Serial Number=0275269568
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00690]  Ἐβουλήθη μὲν γὰρ αὐτὸν λυττῶντα πολλάκις ἀναστεῖλαι τῆς εἰς τὸ πρόσω φορᾶς καὶ τοῖς ἑτέρων διορθῶσαι κακοῖς, ἐπειδὴ δὲ ἀντέτεινε παρέδωκεν αὐτὸν τοῖς ἐσχάτοις κακοῖς τὴν μὲν ἀληθῆ τῶν αὐτοῦ τολμημάτων ἀντίδοσιν κατὰ τὴν μεγάλην ταμιευόμενος ἡμέραν καὶ διὰ τῆς παρούσης δὲ κολάσεως τοὺς ὑπτιωτέρους διανιστὰς καὶ σωφρονεστέρους ποιῶν.
000-00-00 Serial Number=0631752968
De Davide et Saule Ante [Go Back]  
 [00681]  Καὶ καθάπερ νυκτὸς μὲν παρούσης οὐδὲ παρόντα πολλάκις ἐπιγινώσκομεν φίλον, ἡμέρας δὲ γενομένης, καὶ πόῤῥωθεν ὁρῶντες αὐτὸν γνωρίζομεν·
000-00-00 Serial Number=0737046421
De Lazaro Ante [Go Back]  
 [00677]  Ἐπειδὴ γὰρ ἡ ἑσπέρα κατέλαβε, τουτέστιν ὁ θάνατος, καὶ ἐκ τοῦ θεάτρου τῆς παρούσης [48.987] ζωῆς ἐξῆλθε, καὶ τὸ προσωπεῖον ἀπέθετο, ὤφθη πάντων ἐκεῖ πενέστερος ὢν, καὶ οὕτω πένης, ὡς μηδὲ σταγόνος ὕδατος εἶναι κύριος, ἀλλ' ὑπὲρ ταύτης προσαιτεῖν, καὶ μηδ' αὐτῆς ἐπιτυχεῖν τῆς αἰτήσεως.
 [01621]  Μὴ τοίνυν ἴδῃς ἐκεῖνον τὸν μεμυκότα τοὺς ὀφθαλμοὺς, τὸν ἄφωνον κείμενον, ἀλλὰ τὸν ἀνιστάμενον, τὸν ἀπολαμβάνοντα δόξαν ἄῤῥητον καὶ φρικώδη καὶ θαυμαστὴν, καὶ ἀπὸ τῆς παρούσης ὄψεως πρὸς τὴν μέλλουσαν ἐλπίδα μετάγαγε τοὺς λογισμούς.
 [02643]  [48.1049] Καὶ μέχρι πολλοῦ πάντα τὸν χρόνον τῆς παρούσης ζωῆς τὴν εὐρύχωρον ὁδὸν ἐβάδισεν, οὐδενὸς λυπηροῦ πεῖραν λαβὼν, ἀλλὰ πάντοτε ἐξ οὐρίας φερόμενος, καὶ ἅτε δὴ ἀεὶ δι' εὐρυχώρου βαδίζων ὁδοῦ, μετὰ πολλῆς τῆς ἀδείας διέτρεχεν.
000-00-00 Serial Number=0834435105
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00132]  τῆς δὲ σῆς βοηθείας παρούσης, ἔσται δυνατὰ καὶ τὰ λίαν ἀδύνατα.
000-00-00 Serial Number=0489961922
De baptismo Christi Ante [Go Back]  
 [00049]  Ἀλλὰ γὰρ, ἵνα μὴ τὸν χρόνον ἅπαντα εἰς ἔγκλημα τῶν ἀπολιμπανομένων ἀναλώσωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις εἰς τὴν τῆς αὐτῶν ἐκείνων ῥᾳθυμίας διόρθωσιν, φέρε τι περὶ τῆς παρούσης ἑορτῆς φιλοσοφήσωμεν.
 [00057]  περὶ μὲν τῆς παρούσης·
000-00-00 Serial Number=0117802858
De cognitione dei et in sancta theophania Ante [Go Back]  
 [00033]  Ἐπανέλθωμεν δὲ ἐπὶ τὴν προκειμένην τῆς παρούσης ἑορτῆς ὑπόθεσιν.
 [00042]  Βλέπεις, ὅτι περὶ τῆς παρούσης νυκτὸς διηγεῖται;
000-00-00 Serial Number=0138515890
De consubstantiali Ante [Go Back]  
 [00246]  Τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν ἡμῖν ἐνδείκνυται, οὐχ αἱρουμένης ἁπλῶς ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς, ἀλλ' ἀναδυομένης καὶ ὀκνούσης διὰ τὴν ἐξ ἀρχῆς ἐντεθεῖσαν αὐτῇ φιλίαν παρὰ τοῦ Θεοῦ πρὸς τὸν παρόντα βίον.
000-00-00 Serial Number=0301169276
De fato et providentia Ante [Go Back]  
 [00408]  Ἐπιμελώμεθα τῆς παρούσης ζωῆς, καὶ πειθώμεθα, ὅτι Θεὸς ἐφέστηκε, καὶ πρόνοια πάντα κυβερνᾷ, καὶ μετὰ ταῦτα πάντα ἔστιν ἀποδημήσαντας τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν·
 [00425]  Τέως γὰρ ἀφείσθω τὰ τῆς ψυχῆς, ἀλλὰ τὰ περὶ τῆς παρούσης ζωῆς διαλεγώμεθα.
000-00-00 Serial Number=0326331675
De incomprehensibili dei natura Ante [Go Back]  
 [00030]  Ταύτης γὰρ παρούσης οὐδὲν μέρος φιλοσοφίας ἐλλείπει τῷ κεκτημένῳ, ἀλλ' ὁλόκληρον ἔχει καὶ παντελῆ καὶ ἀπηρτισμένην τὴν ἀρετήν, ὥσπερ οὖν ἀπούσης ἔρημος πάντων ἐστὶ τῶν ἀγαθῶν.
 [00070]  Πόσον τοίνυν ἐστὶ τὸ μέσον τῆς μελλούσης ἡμῖν δοθήσεσθαι γνώσεως καὶ τῆς παρούσης νῦν;
 [00093]  Ἰδοὺ καὶ δεύτερον ὑπόδειγμα τῆς παρούσης ἀσθενείας καὶ τοῦ ἀτελῆ τὴν γνῶσιν εἶναι·
 [01017]  Καθάπερ οὖν δικαστοῦ πρόοδον ἔχοντος καὶ ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθέζεσθαι μέλλοντος, οἱ δεσμοφύλακες τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἅπαντας ἐξαγαγόντες τοῦ οἰκήματος, πρὸ τῶν κιγκλίδων καὶ τῶν τοῦ δικαστηρίου παραπετασμάτων καθίζουσιν αὐχμῶντας, ῥυπῶντας, κομῶντας, ῥάκια περιβεβλημένους, οὕτω δὴ καὶ οἱ πατέρες ἐνομοθέτησαν τοῦ Χριστοῦ μέλλοντος ὥσπερ ἐφ' ὑψηλοῦ προκαθέζεσθαι βήματος καὶ ἐπ' αὐτῶν φαίνεσθαι τῶν μυστηρίων, τοὺς δαιμονῶντας καθάπερ δεσμώτας τινὰς εἰσάγεσθαι, οὐχ ἵνα εὐθύνας ὑπόσχωσι τῶν πεπλημμελημένων, καθάπερ ἐκεῖνοι οἱ δεδεμένοι, οὐδ' ἵνα κόλασιν ὑπομείνωσι καὶ τιμωρίαν, ἀλλ' ἵνα τοῦ δήμου καὶ τῆς πόλεως ἁπάσης ἔνδον παρούσης κοιναὶ περὶ αὐτῶν ἱκετηρίαι γένωνται, πάντων ὁμοθυμαδὸν τὸν κοινὸν ∆εσπότην ὑπὲρ αὐτῶν ἐξαιτουμένων καὶ ἐλεῆσαι παρακαλούντων μετὰ σφοδρᾶς τῆς βοῆς.
000-00-00 Serial Number=0148976803
De jejunio [2] Ante [Go Back]  
 [00343]  Τῷ δὲ παναγίῳ Πατρὶ, τῷ καταξιώσαντι ἡμᾶς τῆς παρούσης νηστείας, καὶ μὴ φεισαμένῳ τοῦ ἰδίου Υἱοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν διὰ τοῦ ἐλθόντος τὸν ἀποστείλαντα δόξαν ἀναπέμψωμεν ἅμα τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0674144447
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00665]  Σφόδρα τῆς παρούσης ἤρα ζωῆς διὰ τὸ κέρδος τὸ ἐξ αὐτῆς, καὶ σφόδρα αὐτῆς ὑπερεώρα διὰ τὴν φιλοσοφίαν τὴν ἀπὸ τῆς ὑπεροψίας γινομένην αὐτῷ, ἢ διὰ τὸ ἐπείγεσθαι πρὸς τὸν Ἰησοῦν ἀπελθεῖν.
 [00667]  οὐδεὶς γοῦν οὕτω τῆς παρούσης ἐπεθύμησε ζωῆς, οὐδὲ τῶν σφόδρα φιλοψυχούντων·
 [00683]  καὶ ποτὲ μὲν ἀντείχετο τῆς παρούσης ζωῆς, ποτὲ δὲ κατεφρόνει αὐτῆς·
000-00-00 Serial Number=0056832433
De paenitentia [1] Ante [Go Back]  
 [00197]  ἐσκότωσε τῇ τῆς ἀθυμίας ὑπερβολῇ, ἐδίωξεν, ἤλασεν ἕως ἐπὶ τὸν βρόχον ἤγαγε, καὶ τῆς παρούσης ὑπεξήγαγε ζωῆς, καὶ τῆς προθυμίας τῆς κατὰ τὴν μετάνοιαν ἀπεστέρησεν.
 [01111]  νηστείας οὐχὶ παρούσης, ἀλλὰ προσδοκωμένης.
000-00-00 Serial Number=0221695721
De perfecta caritate Ante [Go Back]  
 [00192]  οὐδὲ ὅσον βασιλείας καὶ πενίας, τοσοῦτον τῆς δόξης τῆς παρούσης καὶ τῆς μελλούσης·
000-00-00 Serial Number=0225824118
De precatione [1] Ante [Go Back]  
 [00035]  Ὥσπερ γὰρ τὸ σῶμα τοῦτο τὸ ἡμέτερον, ψυχῆς μὴ παρούσης, νεκρόν ἐστι καὶ δυσῶδες·
 [00129]  Ἀμήχανον ἀνθρώπῳ δυνηθῆναι θείαν ἐνεγκεῖν ὁμιλίαν ἄνευ τῆς ἐνεργείας τοῦ Πνεύματος, ἀλλὰ δεῖ ταύτης παρούσης καὶ συνεφαπτομένης τῶν ἁγίων ἀγώνων, οὕτως εἰσελθεῖν, καὶ κάμψαι γόνατα, καὶ δεηθῆναι, καὶ προσεύξασθαι.
000-00-00 Serial Number=0404784143
De profectu evangelii Ante [Go Back]  
 [00254]  Ἐκεῖνοι μὲν γὰρ τῆς παρούσης με ζωῆς ἐκβαλεῖν ἐπιθυμοῦσι, καὶ πάντα διὰ τοῦτο ὑπομένουσιν·
000-00-00 Serial Number=0231368423
De resurrectione mortuorum Ante [Go Back]  
 [00225]  Οὐ γὰρ ἁπλῶς σκῆνος τὸ σῶμα ἐκάλεσεν, ἀλλὰ τὸ πρόσκαιρον τῆς παρούσης ζωῆς ἡμῖν ἐνδεικνύμενος, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν δηλῶν, μονονουχὶ λέγων·
000-00-00 Serial Number=0848722517
De sacerdotio Ante [Go Back]  
 [00488]  οὐ γὰρ ἐν τῷ κολάζειν μόνον, ἀλλὰ καὶ ἐν τῷ ποιεῖν εὖ, μείζονα τοῖς ἱερεῦσιν ἔδωκε δύναμιν τῶν φυσικῶν γονέων ὁ Θεός, καὶ τοσοῦτον ἀμφοτέρων τὸ διάφορον ὅσον τῆς παρούσης καὶ τῆς μελλούσης ζωῆς·
 [00590]  Εἰ δὲ καὶ εἰς ἀκρίβειαν ἡμῖν κατώρθωτο, οὐδὲ οὕτως μετὰ τῆς παρούσης νωθρότητος ἴσχυσεν ἄν τι πρὸς τὴν ἐπιστασίαν ἡμᾶς ταῦτα ὠφελῆσαι ἐκείνην.
 [01470]  οὐδὲ γὰρ εὔπορόν μοι ὁμιλητικόν τε ὁμοῦ γενέσθαι καὶ ἐπὶ τῆς παρούσης ἀσφαλείας μένειν.
000-00-00 Serial Number=0142839432
De sancta Droside martyre Ante [Go Back]  
 [00048]  Τίς τούτους ἔπεισε τῆς παρούσης καταφρονῆσαι ζωῆς;
 [00050]  Ὅτι γὰρ οὐκ ἀνθρωπίνης δυνάμεως μυριάδας τοσαύτας ἐκ τοσούτου χρόνου οὐκ ἀνδρῶν μόνον, ἀλλὰ καὶ γυναικῶν καὶ παρθένων ἀπειρογάμων καὶ παιδίων μικρῶν πείθειν [50.686] ὑπερορᾶν τῆς παρούσης ζωῆς, καὶ κατατολμᾷν θηρίων, καταγελᾷν πυρὸς, καταπατεῖν ἅπαν εἶδος κολάσεως καὶ τιμωρίας, καὶ πρὸς τὴν μέλλουσαν ἐπείγεσθαι ζωὴν, οὐδὲ τῶν ἡμετέρων ἐλέγχων δεήσονται, ἀλλ' ἑαυτοὺς ἐροῦνται, καὶ ἱκανὴν ἀπόδειξιν λήψονται τῶν λεγομένων.
 [00065]  Ἀλλ' ἠπατήθησαν καὶ παρελογίσθησαν οἱ μάρτυρες, φησὶ, καὶ διὰ τοῦτο τῆς παρούσης κατεφρόνησαν ζωῆς.
 [00076]  Ὅταν γὰρ οὗτοι μὲν, οἱ μάρτυρες λέγω, σώματι καὶ φυσικαῖς ἀνάγκαις ὑποκείμενοι, καὶ πολὺν ὀδυνῶν ὄχλον καὶ ἀλγηδόνων ἔχοντες περιεστῶτα, καὶ τὸν ἐπίκηρον ζῶντες βίον, καὶ διατρίβοντες ἐπὶ γῆς, οὕτω φαίνωνται τῆς παρούσης ὑπερορῶντες ζωῆς διὰ τὴν περὶ τὸν πεποιηκότα αὐτοῖς Θεὸν ἀγάπην·
 [00104]  αὕτη καὶ τῆς παρούσης κατεφρόνησε ζωῆς, ὥστε μὴ τὴν εἰς τὸν εὐεργέτην ἐξομόσασθαι πίστιν.
 [00149]  ὁ πατριάρχης ὁ καταφρονήσας καὶ τῆς παρούσης ζωῆς καὶ πάντων ὑπεριδὼν, οὗ οὐκ ἦν ἄξιος ὁ κόσμος, ὁ ξένος καὶ παρεπίδημος, ὁ τὰ ἐν οὐρανοῖς καθ' ἑκάστην φανταζόμενος τὴν ἡμέραν, ὁ πρὸς τὴν ἄνω βλέπων Ἱερουσαλὴμ, οὗτος ἡνίκα μὲν ἔζη διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τῆς πατρίδος καὶ τῆς ἐλευθερίας ἐξέπεσε, καὶ δεσμωτήριον ᾤκησε, καὶ οὐκ ἐπεστράφη πρὸς τὰς ἐπιβουλὰς ἐκείνας·
 [00194]  Τί τὸ κέρδος αὐτῷ γέγονε τῆς παρούσης ζωῆς;
000-00-00 Serial Number=0509451091
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00021]  ἡ δὲ μηδὲν μηδέπω παθοῦσα τοιοῦτον, ἀλλὰ ἀκέραιον ἔτι τὸ σῶμα ἔχουσα, καὶ μηδεμιᾶς ὀδύνης αἰσθομένη μηδέπω, μεγάλου τινὸς καὶ γενναίου φρονήματος δεῖται, εἰ μέλλοι βιαίῳ θανάτῳ τῆς παρούσης ἑαυτὴν ἐξάγειν ζωῆς.
000-00-00 Serial Number=0600228906
De sancta pentecoste Ante [Go Back]  
 [00051]  Ἴδωμεν τίς ἡ ὑπόθεσις τῆς παρούσης ἑορτῆς, καὶ τίνος ἕνεκεν αὐτὴν ἄγομεν.
000-00-00 Serial Number=0943557084
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00148]  Ταῦτα δὲ ἔλεγεν οὐ καταγινώσκων τῆς παρούσης ζωῆς μὴ γένοιτο·
000-00-00 Serial Number=0504087687
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00036]  Ἐπειδὴ γὰρ ὁ τῆς πόλεως ἄρχων τὸ ὄχημα ἐλαύνων διὰ μέσης ἐξῄει τῆς ἀγορᾶς, πλησίον αὐτοῦ τὸν ἅγιον καθίσας ἐκεῖνον, νιφάδες λίθων πανταχόθεν ἐφέροντο ἐπὶ τὴν τοῦ ἄρχοντος κεφαλὴν, οὐ φερούσης τῆς πόλεως τὸν χωρισμὸν, ἀλλ' αἱρουμένης καὶ τῆς παρούσης ἐκπεσεῖν ζωῆς, ἢ τὸν ἅγιον ἐκεῖνον ἀποσπώμενον ἰδεῖν.
 [00064]  Ἐπεὶ δὲ ἔδοξε τῷ κοινῷ τῶν ὅλων Θεῷ καλέσαι λοιπὸν αὐτὸν ἐκ τῆς παρούσης ζωῆς, καὶ εἰς τὸν τῶν ἀγγέλων κατατάξαι χορόν·
000-00-00 Serial Number=0738450468
De virginitate Ante [Go Back]  
 [01818]  Ὁ δὲ περὶ χρήματα ἠσχολημένος οὐ χρημάτων ἐστὶ μόνον δοῦλος ἀλλὰ καὶ δόξης καὶ τιμῆς καὶ τῆς παρούσης ζωῆς καὶ πάντων ἁπλῶς εἰπεῖν τῶν βιωτικῶν.
000-00-00 Serial Number=0224998355
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00207]  Τῆς [63.574] παρούσης ζωῆς φίλος ἡδύτερος.
 [01559]  Ταῦτα δὲ λέγω, οὐ τῆς παρούσης ζωῆς κατηγορῶν·
 [02116]  ἀλλ' ἐπειδὴ τῆς οὐρανίου ζωῆς ἑαυτοὺς ἑκόντες ἀπεστέρησαν, τὰ γοῦν εἰς τὸν παρ [63.634] όντα βίον ἅπαντα αὐτοῖς χορηγεῖ, τὸν ἥλιον ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ τὰ ἄλλα πάντα τὰ πρὸς τὴν σύστασιν τῆς παρούσης παρέχων ζωῆς.
 [02496]  Οὕτω γὰρ τῆς παρούσης κατέγνω ματαιότητος, ὡς καὶ πηλὸν ἐῤῥιμμένον τὸ χρυσίον ἑώρα.
 [02827]  Ὅθεν δῆλον, ὅτι ἑτέραν αὐτοῖς ἡτοίμασε ζωὴν, ἡδίω τῆς παρούσης καὶ ἀνεκτοτέραν πολλῷ.
 [02843]  Εἶτα οὕτως αὐτὸν εἰς ἀῤῥωστίαν ἐμβαλοῦσαι χαλεπὴν, καὶ φθορᾷ παραδοῦσαι καὶ τηκεδόνι μακρᾷ, καὶ μυρίοις περιβαλοῦσαι κακοῖς ἀπήνεγκαν τῆς παρούσης ζωῆς.
 [03443]  Ταύτης γὰρ ἡμῖν παρούσης, κἂν σωφροσύνην, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν εὐχὰς, κἂν ἐλεημοσύνην, κἂν ὁτιοῦν ἐπιτελῶμεν, ἅπας ἡμῶν ὁ βίος ἀκάθαρτος γίνεται·
 [03748]  Καθάπερ γὰρ νυκτὸς παρούσης, οὐδὲ παρόντα πολλάκις ἐπιγινώσκομεν φίλον, ἡμέρας δὲ γενομένης καὶ πόῤῥωθεν αὐτὸν ὁρῶντες γνωρίζομεν·
 [04849]  Ὥσπερ γὰρ ταύτης παρούσης, οὐδὲν βλάβος γένοιτ' ἂν ἀπὸ πενίας·
 [06505]  ταύτης δὲ παρούσης, καὶ τὰ οὐκ ὄντα προσγίνεται.
 [08995]  ἐθορύβησεν αὐτῷ, ἐσκότωσε τῇ τῆς ἀθυμίας ὑπερβολῇ, ἐδίωξεν, ἤλασεν, ἕως ἐπὶ τὸν βρόχον ἤγαγε, καὶ τῆς παρούσης ὑπεξήγαγε ζωῆς, καὶ τῆς προθυμίας τῆς κατὰ τὴν μετάνοιαν ἀπεστέρησεν.
 [09075]  Σφόδρα τῆς παρούσης ἤρα ζωῆς διὰ τὸ κέρδος τὸ ἐξ αὐτῆς·
 [09078]  οὐδεὶς γοῦν οὕτω τῆς παρούσης ἐπεθύμησε ζωῆς, οὐδὲ τῶν σφόδρα φιλοψυχούντων·
 [09092]  καὶ ποτὲ μὲν ἀντείχετο τῆς παρούσης ζωῆς, ποτὲ δὲ αὐτῆς κατεφρόνει·
000-00-00 Serial Number=0383946002
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00342]  καὶ οὐ παρῃτήσατο καὶ ἀγγέλων καὶ τῆς κτίσεως πάσης παρούσης, τροφέας τε αὐτοῦ καὶ ξενοδόχους αὐτοὺς προσειπεῖν.
 [00467]  Ἀναλόγισαι πῶς ἐκ πρώτης ἡλικίας ἕως τῆς παρούσης ἡμέρας οὐκ ἐπαύσω πεινῶντα τρέφουσα τὸν Χριστόν, διψῶντα ποτίζουσα, γυμνὸν ἐνδύουσα, ξένον συνάγουσα, ἀρρωστοῦντα ἐπισκοποῦσα, πρὸς δεδεμένον ἀπιοῦσα.
 [01171]  ∆ιὰ ταῦτα χαίρω καὶ σκιρτῶ, πέτομαι ὑπὸ τῆς ἡδονῆς, οὐκ αἰσθάνομαι τῆς παρούσης ἐρημίας οὐδὲ τῶν λοιπῶν περιστάσεων, εὐφραινόμενος καὶ γαννύμενος καὶ σφόδρα καλλωπιζόμενος ἐπὶ τῇ σῇ μεγαλοφροσύνῃ καὶ ταῖς ἐπαλλήλοις νίκαις, οὐ διὰ σὲ μόνον, ἀλλὰ καὶ διὰ τὴν μεγάλην καὶ πολυάνθρωπον πόλιν ἐκείνην ᾗ καὶ ἀντὶ πύργου καὶ λιμένος γέγονας καὶ τείχους, λαμπρὰν τὴν διὰ τῶν πραγμάτων ἀφιεῖσα φωνὴν καὶ ἑκάτερον τὸ γένος ἐν τοῖς παθήμασί σου παιδεύουσα καὶ ἀποδύεσθαι ῥᾳδίως πρὸς τοὺς τοιούτους ἀγῶνας καὶ καταβαίνειν εἰς τὰ σκάμματα μετὰ ἀνδρείας ἁπάσης καὶ φέρειν εὐκόλως τοὺς ἐκ τῶν τοιούτων ἀγώνων ἱδρῶτας.
 [01180]  ∆ιὰ ταῦτα χαίρω καὶ σκιρτῶ, πέτομαι ὑπὸ τῆς ἡδονῆς, οὐκ αἰσθάνομαι τῆς παρούσης ἐρημίας οὐδὲ τῶν λοιπῶν περιστάσεων, εὐφραινόμενος καὶ γαννύμενος καὶ σφόδρα καλλωπιζόμενος ἐπὶ τῇ σῇ μεγαλοφροσύνῃ καὶ ταῖς ἐπαλλήλοις νίκαις, οὐ διὰ σὲ μόνον, ἀλλὰ καὶ διὰ τὴν μεγάλην καὶ πολυάνθρωπον πόλιν ἐκείνην ᾗ καὶ ἀντὶ πύργου καὶ λιμένος γέγονας καὶ τείχους, λαμπρὰν τὴν διὰ τῶν πραγμάτων ἀφιεῖσα φωνὴν καὶ ἑκάτερον τὸ γένος ἐν τοῖς παθήμασί σου παιδεύουσα καὶ ἀποδύεσθαι ῥᾳδίως πρὸς τοὺς τοιούτους ἀγῶνας καὶ καταβαίνειν εἰς τὰ σκάμματα μετὰ ἀνδρείας ἁπάσης καὶ φέρειν εὐκόλως τοὺς ἐκ τῶν τοιούτων ἀγώνων ἱδρῶτας.
000-00-00 Serial Number=0488829136
Expositiones in Psalmos Ante [Go Back]  
 [01339]  οὐχ ὡς πολλοὶ τῶν ἀνθρώπων, καὶ μάλιστα τῶν παχυτέρων, ἓν μόνον ἐπιζητοῦσιν, ὅπως τῆς παρούσης ἀπολαύοιεν εὐημερίας.
 [06143]  ἧς μὴ παρούσης οὐδὲν ἐκείνων φησὶν, ἀλλὰ τὸ ἔλεος καὶ τὴν φιλανθρωπίαν τοῦ Θεοῦ ἀντὶ πάσης ἱκετηρίας προβάλλεται.
 [06447]  Οὐδὲν τούτων μένει καὶ ζῇ διηνεκῶς, ἀλλὰ διαῤῥεῖ καὶ παρέρχεται, καὶ σκιᾶς εἰσιν οὐδαμινώτερα, καὶ ὀνείρων ἀπατηλότερα, καὶ τῶν ἐαρινῶν ἀνθῶν εὐφθαρτότερα, τὰ μὲν μετὰ τῆς παρούσης καταλιμπάνοντα ζωῆς, τὰ δὲ καὶ πρὸ τῶν ἐνταῦθα καταλυόμενα.
 [06455]  καὶ δόξης τις ἐρῶν τῆς [55.165] παρούσης τὸ αὐτὸ πάσχει·
 [06468]  Καὶ εἰ μὲν ἰδιώτης τις ἦν καὶ εὐτελὴς, καὶ ταπεινὸς, καὶ ἐν πενίᾳ ζῶν, μέγα μὲν καὶ οὕτως τὸ τῆς παρούσης καταφρονῆσαι ζωῆς·
000-00-00 Serial Number=0116501510
Fragmenta in Job Ante [Go Back]  
 [01365]  ταῦτα μὲν τοιαῦτα καθ' ἑαυτὰ, παρούσης μὲν ψυχῆς, ζωτικὸν ἔχει κίνημα, ἀναχωρησάσης δὲ, ἀργὰ καταλείπεται.
000-00-00 Serial Number=0344019055
Fragmenta in Proverbia Ante [Go Back]  
 [00269]  παρούσης γὰρ αὐτῷ θέρους δαψιλοῦς τραπέζης, ὅτε οὐκ ἔστι λιμὸν ὑποπτεῦσαι·
000-00-00 Serial Number=0517362416
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00003]  ἐλέχθη ἐν τῷ μαρτυρίῳ ἡ προσομιλία, παρούσης αὐτῆς καὶ τῆς πόλεως πάσης καὶ τῶν ἀρχόντων.
000-00-00 Serial Number=0867144346
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00013]  Καὶ γὰρ καὶ τὰ ἡμέτερα οὐ μέχρι τοῦ παρόντος καταλύει, ἀλλὰ πρὸς ἑτέραν ἀμείνω ζωὴν τῆς παρούσης ὁδεύομεν, καὶ πρὸς μακροτέρας βαδίζομεν ἐλπίδας καὶ ἀγαθῶν ἀπόλαυσιν ἀθάνατον οὐκ ἐχόντων τέλος.
 [00030]  Εἶδες πῶς οὐδὲν τῆς παρούσης ἐκεῖ ζωῆς σύμβολον;
000-00-00 Serial Number=0895862520
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00178]  Ἐπειδὴ γὰρ ἐδέξαντο τὸ κήρυγμα, καὶ φιλόσοφοι καὶ μάρτυρες ζῶντες ἀθρόον γίνονται, κατατολμῶντες θανάτου, καταφρονοῦντες κινδύνων, ὑπερορῶντες τῆς παρούσης ζωῆς, ἐν παῤῥησίᾳ ἀνακηρύττοντες ὅπερ ἔμαθον, ἐν μέσῳ δήμῳ καὶ μέσῃ πόλει τὸν τεχθέντα ἀναγορεύοντες.
 [00225]  πῶς δὲ οὐκ ἐνενόησαν ὅτι καὶ προεξαρπασθῆναι εἰκὸς τῆς παρούσης ζωῆς, τοῦ τότε βασιλεύοντος αὐτοὺς ἀναιροῦντος;
000-00-00 Serial Number=0513016105
In Acta apostolorum Ante [Go Back]  
 [00888]  Ἐπειδὴ γὰρ αἱ ψυχαὶ τῶν ἀσθενῶν οὐχ οὕτω πρὸς τὰ μέλλοντα ὁρῶσιν, ὡς πρὸς τὰ παρόντα, περὶ τῆς παρούσης δίκης διαλέγεται.
 [02449]  ζωὴν μέλλεις κληρονομεῖν αἰώνιον, καὶ λέγεις, Πῶς καταφρονήσω τῆς παρούσης ὑπὲρ ἐκείνην;
 [02454]  καὶ λέγεις, Πῶς καταφρονήσω τῆς πενιχρᾶς τῆς παρούσης;
 [03394]  Ταῦτα ψυχῆς κατεγνωκυίας τῆς ζωῆς τῆς παρούσης ἐστίν.
 [05400]  Ἡμῶν ὅταν ἐν εὐπραγίᾳ ὦσιν οἱ πλείους, τετυφωμένοι γίνονται, πᾶσιν ἐχθροὶ, ὀργίλοι τῆς ἐξουσίας παρούσης·
 [09999]  ταύτης δὲ παρούσης, οὐδὲν βλάβος ἄνθρωπον εἶναι τὴν φύσιν·
 [09999]  Ἢ οὐ δοκεῖ σοι φιλοσοφίας εἶναι μεγάλης, ὅταν κύων δακνόμενος ὑπὸ τοῦ λιμοῦ, μετὰ τὸ λαβεῖν καὶ θηρεῦσαι, παρούσης ἀπέχηται τῆς τροφῆς, καὶ τράπεζαν ὁρῶν παρακειμένην, καὶ τοῦ λιμοῦ κατεπείγοντος ἀναμένοι τὸν δεσπότην;
 [09999]  Εἰπὲ οὖν καὶ σαυτῷ, ὅτι ὁ κύων ἐλπίδι μελλούσης ἡδονῆς, τῆς παρούσης καταφρονεῖ·
000-00-00 Serial Number=0739131033
In Genesim sermones Ante [Go Back]  
 [00740]  Ἀπεστέρησέ σε τῆς παρούσης ζωῆς·
 [00873]  Καὶ γὰρ ἀσφάλεια καὶ κόσμος ἐκεῖνα ὑμῖν γενήσεται, καὶ τὰ τῆς παρούσης ζωῆς πρὸς τὸ συμφέρον ὁ Θεὸς κατευθυνεῖ, καὶ ῥᾷστα ὑμῖν ἔσται πάντα καὶ εὔκολα.
 [01521]  Βούλει μαθεῖν πῶς αὕτη μὲν ἡ ζωὴ ἡ παροῦσα ἐν ἀδήλῳ κεῖται διαπαντὸς, ἐκείνη δὲ ἡ μέλλουσα, ἡ δοκοῦσα ἄδηλος εἶναι, φανερωτέρα τῆς παρούσης ἐστὶ καὶ βεβαιοτέρα καὶ μόνιμος;
 [01522]  Ἐξετάσωμεν, εἰ δοκεῖ, τὰ λαμπρὰ τῆς παρούσης ζωῆς, τὸν πλοῦτον, τὴν δόξαν, τὴν δυναστείαν, τὰς τιμὰς τὰς παρὰ ἀνθρώπων·
000-00-00 Serial Number=0265559196
In Isaiam Ante [Go Back]  
 [01897]  Τέως δὲ ἀναγκαῖον ὑπὲρ τῆς παρούσης ὄψεως διαλεχθῆναι.
000-00-00 Serial Number=0759455860
In Joannem Ante [Go Back]  
 [00138]  Οὐ γὰρ ἔστι τὸν συνεχῶς τοῖς θείοις ἐπαδόμενον λόγοις ἐπὶ τῆς παρούσης μεῖναι ταπεινότητος·
 [00361]  Ταῦτα μὲν γὰρ καὶ τῆς μελλούσης καὶ τῆς παρούσης ἐστὶ ζωῆς·
 [01668]  Ταύτης γὰρ ἡμῖν παρούσης, ἅπας ἡμῶν ὁ βίος ἀκάθαρτος γίνεται, κἂν σωφροσύνην, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν εὐχὰς, κἂν ἐλεημοσύνην, κἂν ὁτιοῦν ἐπιτελῶμεν.
 [03684]  ∆ύο λέγει προῤῥήσεις, καὶ τῆς μὲν ἤδη τὸν ἔλεγχον δίδωσι, τὴν δὲ μέλλουσαν ἀπὸ τῆς παρούσης βεβαιοῖ.
 [04201]  Βίον γὰρ ἐπεδείξαντο λαμπρὸν, καὶ πολλὴν τὴν σοφίαν, καὶ μεγάλους τοὺς πόνους, καὶ κατεγέλασαν μὲν τῆς παρούσης ζωῆς, οὐδὲν δὲ ἡγήσαντο τὰ ἀνθρώπινα, ἀλλὰ
000-00-00 Serial Number=0995722413
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00081]  Ἀλλ' ὁ τοῦ Θεοῦ φόβος πάντα ἐκεῖνα παρώσατο, καὶ δι' ἐκείνους πολλοὶ τότε ἐγίγνοντο μάρτυρες ὑπὲρ τῆς πρὸς αὐτοὺς συνουσίας τῆς παρούσης καταφρονοῦντες ζωῆς, καὶ συντρεχόντων πολλῶν ψαλμῳδίαι συνεχεῖς [50.575] τελοῦντο, παννυχίδες ἱεραὶ, συνουσίαι διδασκαλίας γέμουσαι πνευματικῆς, καὶ τῆς ἐκκλησίας ἀποκλεισθείσης τὸ δεσμωτήριον ἐκκλησία λοιπὸν ἐγίνετο.
000-00-00 Serial Number=0320553124
In Kalendas Ante [Go Back]  
 [00011]  Οὕτω παρούσης μὲν ἀγάπης οὐδὲν βλάβος ἐκ τοῦ κατὰ τὸν τόπον διαστήματος, ἀπούσης δὲ οὐδὲν ὄφελος ἐκ τῆς τῶν τόπων ἐγγύτητος.
000-00-00 Serial Number=0682669878
In Psalmos 101-107 Ante [Go Back]  
 [00373]  Πνεῦμα δὲ τὴν ψυχὴν λέγει, ἧς παρούσης καὶ ζῇ τὸ σῶμα καὶ ἐνεργεῖ·
000-00-00 Serial Number=0273992956
In ascensionem Sermo 4 Ante [Go Back]  
 [00047]  Ἔστι δὲ ἡμῖν περὶ τῆς παρούσης ἑορτῆς τῆς ἐν οὐρανοῖς, λέγω δὲ τῆς τοῦ Χριστοῦ ἀναλήψεως, τὸ διήγημα.
000-00-00 Serial Number=0404503703
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00012]  διὰ ταῦτα τὴν πόλιν ἀφέντες, πρὸς τοὺς πόδας τῶν ἁγίων τούτων ἐδράμομεν, διὰ τῆς παρούσης ἡμέρας, καὶ ὑπὲρ τοῦ χρόνου τοῦ παρελθόντος ἀπολογούμενοι πρὸς αὐτούς.
 [00053]  ἡμεῖς δὲ ἐπὶ τὴν ὑπόθεσιν τῆς παρούσης ἑορτῆς τὸν λόγον ἀγάγωμεν.
 [00314]  Εἰ γὰρ μὴ συνταράξαι ἐφοβούμην τὴν ἡδονὴν τῆς παρούσης ἑορτῆς, κἂν ἐδάκρυσα πικρὸν ταύτης ἀναμνησθεὶς τῆς φωνῆς, ἐπειδὴ καὶ τῶν οἰκείων ἁμαρτιῶν ἐμνήσθην.
 [00315]  Ἐπειδὴ δὲ οὐ βούλομαι συγχεῖν τῆς παρούσης ἑορτῆς τὴν εὐφροσύνην, ἐνταῦθα καταλύσω τὸν λόγον, ἀκμάζουσαν ὑμῖν τῆς ἡμέρας ἐκείνης τὴν μνήμην ἐπαφεὶς, ἵνα μήτε ὁ πλούσιος ἐπὶ τῷ πλούτῳ χαίρῃ, μήτε ὁ πένης ἐπὶ τῇ πενίᾳ ταλανίζῃ ἑαυτόν·
000-00-00 Serial Number=0487031519
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02600]  καὶ ὁ Θεὸς τῆς παρούσης ἡμέρας λέγομεν, καὶ οὐκ εἰς ἐκείνην μόνην συγκλείοντες αὐτοῦ τὴν ἀρχὴν, τοῦτό φαμεν·
 [05022]  καὶ ταῦτα ἀναγινώσκοντες τὰ γράμματα τὰ σαφῆ καὶ σύντομα, τοιοῦτοι περὶ τοὺς πλησίον γινώμεθα, οἵους περὶ ἡμᾶς αὐτοὺς εἶναι βουλόμεθα, ἵνα καὶ τῆς [61.523] παρούσης ἀπολαύσωμεν ἀδείας, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ [61.524] Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0254767895
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03564]  τῆς δὲ πόλεως παρούσης ἁπάσης ἀσχημονῶν μετὰ τῆς συνοικεῖν μελλούσης, χαίρεις καὶ καλλωπίζῃ;
 [05148]  Εἰ δὲ ὑπὲρ τῆς παρούσης ταῦτα, τί οὐ ποιήσει ὑπὲρ τῆς μελλούσης;
 [05151]  καὶ γὰρ κορώνη καὶ τὸ τῶν ἐλεφάντων γένος καὶ πολλὰ ἕτερα πλείονα χρόνον ἀπολαύει τῆς παρούσης ζωῆς.
 [05355]  Καὶ γὰρ λῃστεῖαι καὶ ἀνδροφονίαι, καὶ ἕκαστος παράνομος λογισμὸς πρὸς αὐτὴν εἰσιὼν, συγκατεκλίνετο τῇ ψυχῇ, καὶ μισθώματος ὀλίγου καὶ τοῦ τυχόντος, τῆς παρούσης ἡδονῆς.
 [09241]  Ὅταν γὰρ τῆς ἄνω δόξης ἐκπέσωσι καὶ τοῦ τῶν οὐρανῶν ἔρωτος, τῆς παρούσης ἐφίενται, καὶ γίνονται δοῦλοι καὶ αἰχμάλωτοι.
 [09999]  [61.286] Ταῦτα δὲ ἔλεγε, διπλῇ περισφίγγων αὐτοὺς ἀλλή-λοις, τῷ τε μὴ νομίζειν ἠλαττῶσθαι ταύτης παρού-σης, καὶ τῷ ἐπιδραμόντας αὐτῇ καὶ ἑλόντας, μηδὲν πάσχειν λοιπὸν ἀνθρώπινον, καὶ ὡς τὴν ῥίζαν ἔχον-τας τῶν χαρισμάτων, καὶ ὡς οὐκέτι δυναμένους, οὐδὲ εἰ μηδὲν εἶχον, φιλονεικεῖν.
000-00-00 Serial Number=0593099296
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00547]  Καὶ τῆς παρούσης ζωῆς ὁ φίλος ἡδύτερος·
 [01822]  καὶ ταύτης παρούσης, οὐδὲν ἐνδεῖ πρὸς τὸ τῶν πρωτείων αὐτοὺς τυχεῖν.
000-00-00 Serial Number=0590983510
In epistulam ad Colossenses Ante [Go Back]  
 [02739]  διὰ τί δὲ μή εἰσι νῦν οἱ τῆς παρούσης καταφρονοῦντες ζωῆς;
 [02743]  Τί τοίνυν τῆς παρούσης ἔχῃ ζωῆς;
 [03227]  Εὐχαριστοῦμεν ὑπὲρ πασῶν τῶν εὐεργεσιῶν σου τῶν ἐκ πρώτης ἡμέρας μέχρι τῆς παρούσης εἰς ἡμᾶς τοὺς ἀναξίους ἐπιδεικνυμένων·
000-00-00 Serial Number=0746195614
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00190]  Οὐδὲ γὰρ ἵνα ἀποκτείνῃ ἡμᾶς, καὶ ἐξαγάγῃ τῆς παρούσης ζωῆς, ἦλθεν ὁ Χριστὸς, ἀλλ' ἵνα ἀφεὶς ἐν τῷ κόσμῳ, παρασκευάσῃ τῆς ἐν τοῖς οὐρανοῖς διαγωγῆς γενέσθαι ἀξίους.
 [00207]  Εἰ γὰρ τῆς παρούσης ζωῆς ἦν ταῦτα, ὡς πάντως αὐτῇ συγκεκληρωμένα, οὐδεὶς ἂν ἐλεύθερος ἦν οὐδὲ καθαρός.
000-00-00 Serial Number=0271465063
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06976]  ἀλλὰ πάντα τὰ τῆς ἐκεῖ πόλεως ἐπολιτεύετο, φιλοξενίαν ἐπεδείκνυτο, φιλαδελφίαν, ἐλεημοσύνην, ἀνεξικακίαν, ὑπεροψίαν χρημάτων καὶ τῆς παρούσης δόξης καὶ τῶν ἄλλων ἁπάντων.
 [08691]  ἐκεῖ δὲ ἡ [63.209] προσδοκία τῆς μελλούσης ἡδονῆς ὑποτέμνεται τὸ σφοδρὸν τῆς παρούσης ἀθυμίας·
000-00-00 Serial Number=0410439432
In epistulam ad Philippenses Ante [Go Back]  
 [00886]  Ὁ γὰρ μὴ ἐπιθυμῶν τῆς παρούσης ζωῆς, πῶς ταύτην ζῇ;
 [00953]  Βαβαὶ, πόση ἦν ἡ φιλοσοφία! Πῶς καὶ τὴν ἐπιθυμίαν ἐξέβαλε τῆς παρούσης ζωῆς, καὶ οὐ διέβαλεν αὐτήν! Τῷ μὲν γὰρ εἰπεῖν, ὅτι Τὸ ἀποθανεῖν κέρδος, τούτῳ τὴν ἐπιθυμίαν ἐξέβαλε·
000-00-00 Serial Number=0786668181
In epistulam ad Romanos Ante [Go Back]  
 [01458]  Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς εἰς τούτους παρήχθην τοὺς λόγους, ἀνθρώποις μηδὲ ἀρχῆς καὶ δόξης καταφρονοῦσι τῆς παρούσης διὰ τὸν Χριστὸν βασιλείας κελεύων καταφρονεῖν·
 [02352]  Τὸ γὰρ μέγεθος τῶν διδομένων, καὶ τὸ κάλλος τῆς δωρεᾶς ἐκείνης ὑπερβαίνει τῆς παρούσης ζωῆς τὴν εὐτέλειαν.
 [03378]  Ἐκείνη μὲν γὰρ τῆς παρούσης ἐξέβαλε ζωῆς·
 [03579]  Εἶτα βουλόμενος ἀξιόπιστον ποιῆσαι τὸν λόγον, δείκνυσιν ἑτέραν ἀνάστασιν ἐνταῦθα γενομένην πρὸ ἐκείνης, ἵνα ἀπὸ τῆς παρούσης καὶ τῇ μελλούσῃ πιστεύσῃς.
 [05143]  ἵνα μηκέτι τῷ φόβῳ τῆς κολάσεως τῆς παρούσης, ἀλλὰ τῷ πόθῳ τῷ πρὸς αὐτὸν, τό τε ἐν ἕξει τῆς ἀρετῆς εἶναι καὶ τὰ ἄλλα τὰ κατορθούμενα ᾖ.
 [05557]  οὐδὲ ὅσον βασιλείας καὶ πενίας, τοσοῦτον τῆς δόξης τῆς μελλούσης καὶ τῆς παρούσης, ἀλλ' ὅσον ὀνειράτων καὶ ἀληθείας.
 [05808]  Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ, φησὶ, καὶ γῆν τὸ ἔπαθλον τῶν πόνων ἔχοντες, καὶ τὰ ἄλλα τῷ παρόντι συγκαταλυόμενα βίῳ, οὕτω τῆς παρούσης ὑπερεώρων ζωῆς, καὶ τῶν πειρασμῶν καὶ τῶν κινδύνων, τίνα ἂν σχοίημεν συγγνώμην ἡμεῖς, μετὰ τὸν οὐρανὸν καὶ τὴν βασιλείαν τὴν ἄνω καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ καταμαλακιζόμενοι, καὶ μηδὲ πρὸς τὸ αὐτὸ μέτρον φθάνοντες ἐκείνων;
 [09736]  Ὅταν γὰρ ἐννοήσῃς πῶς τὰ ἔθνη εἰσήγαγε καὶ ἀνεκέρασε τοῖς πάλαι κατωρθωκόσι, πῶς ἀπεγνωσμένους ἔσωσε, πῶς τῆς γῆς ἀναξίους ὄντας εἰς οὐρανοὺς ἀνήγαγε, καὶ τῆς παρούσης ζωῆς ἐκπεπτωκότας εἰς τὴν ἀθάνατον ἐκείνην καὶ ἀπόῤῥητον εἰσήγαγε, καὶ ὑπὸ δαιμόνων πατουμένους ἀγγέλοις ἐφαμίλλους ἐποίησε, καὶ παράδεισον ἠνέῳξε, καὶ τὰ παλαιὰ ἅπαντα κακὰ ἔλυσε, καὶ ταῦτα ἐν χρόνῳ βραχεῖ, καὶ δι' ὁδοῦ ῥᾳδίας καὶ συντομωτάτης·
000-00-00 Serial Number=0466026366
In epistulam ad Titum Ante [Go Back]  
 [00074]  Καλῶς εἶπεν, Ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, ὅτι ἐκείνη ἐπ' ἐλπίδι ἦν ζωῆς τῆς παρούσης·
000-00-00 Serial Number=0441318512
In filium viduae Ante [Go Back]  
 [00006]  Μονογενοῦς υἱοῦ ἀπολυθέντος τῆς παρούσης ζωῆς, ἡ γλυκυτάτη μήτηρ ἐβόα, ὅτι Προσηγορίας μόνης γεγένημαι μήτηρ, ἧστινος τὰς ἐπὶ τῷ τοκετῷ ὠδῖνας ἐτρύγησεν ὁ θάνατος.
000-00-00 Serial Number=0162841976
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00134]  Οὐχὶ τῆς παρούσης φείδομαι ποίμνης, ἀλλὰ καὶ ὑπὲρ τῆς μελλούσης ἀγωνιῶ καὶ δέ δοικα.
 [00148]  Προσῆλθον αὐτῷ, φησὶν, οἱ μαθηταὶ ἐπὶ τοῦ ὄρους καθημένῳ, ἄνθρωποι λοιπὸν γεγηρακότες καὶ μετ' ὀλί γον χρόνον μέλλοντες ἀποδημεῖν ἀπὸ τῆς παρούσης ζωῆς.
 [00283]  Ἄξιον δὲ ζητῆσαι κἀκεῖνο, τί δήποτε [56.278] πανταχοῦ τὰ σκυθρωπὰ πρὸς τὰ τέλη τῆς παρούσης ζωῆς συνωθῆσθαί φησι.
000-00-00 Serial Number=0993571877
In illud In faciem ei restiti Ante [Go Back]  
 [00178]  ∆ιὰ τοῦτο καὶ δεσμωτηρίων καὶ μυρίων μετὰ ταῦτα κατετόλμα θανάτων, καὶ πάσης τῆς παρούσης κατεγέλα ζωῆς.
000-00-00 Serial Number=0702981293
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00231]  ∆ιά τοι τοῦτο, ὥσπερ ἐπείνησεν, ὥσπερ ἐκαθεύδησεν, ὥσπερ ἐκοπίασεν, ὥσπερ ἔφαγεν, ὥσπερ ἔπιεν, οὕτω καὶ θάνατον παραιτεῖται, τὸ ἀνθρώπινον ἐνδεικνύμενος, καὶ τὴν ἀσθένειαν τῆς φύσεως τὴν οὐκ ἀνεχομένην ἀπαθῶς ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς.
 [00234]  Τὸ μέλλοντα σταυροῦσθαι, καὶ δειλιᾷν καὶ ἀγωνιᾷν, καὶ μὴ ἀπαθῶς ἀποῤῥήγνυσθαι τῆς παρούσης ζωῆς·
 [00305]  ἀλλ' ἵνα παιδεύσῃ τοὺς ἀνθρώπους, κἂν ἀγωνιῶσι, κἂν τρέμωσι, κἂν κίνδυνος ἐπίῃ, κἂν μὴ βούλωνται ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς, ὅμως τοῦ οἰκείου βουλήματος προτιμᾷν τὸ τοῦ Θεοῦ βούλημα·
000-00-00 Serial Number=0407455683
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00242]  εἶτα οὕτως εἰς ἀῤῥωστίαν αὐτὸν ἐμ βαλοῦσαι χαλεπὴν, καὶ φθορᾷ παραδοῦσαι, καὶ τη κεδόνι μακρᾷ, καὶ μυρίοις περιβαλοῦσαι κακοῖς, ἀπ ήνεγκαν τῆς παρούσης ζωῆς.
000-00-00 Serial Number=0483424604
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00413]  καὶ ἐπειδὴ ἅπαξ τῆς ζωῆς ὑπερεῖδε τῆς παρούσης, πάντα ῥᾳδίως καὶ μετὰ πολλῆς ποιεῖ τῆς εὐκολίας.
 [00431]  Ὥστε εἴ τις βούλοιτο πολλὴν κεκτῆσθαι δύναμιν ἀσπασάσθω πενίαν, καταφρονείτω τῆς παρούσης ζωῆς, μηδὲν εἶναι νομιζέτω θάνατον.
000-00-00 Serial Number=0624841571
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00210]  Καὶ σὺ τὸν παιδοτρίβην τὸν σὸν ὅρα, τὸν μακάριον Παῦλον, ὃς μετὰ μυρίους στεφάνους ἔξω τοῦ σκάμματος καθήμενος νῦν, τῆς παρούσης λέγω ζωῆς, τοῖς παλαίουσιν ἡμῖν ὑποφωνεῖ, καὶ βοᾷ διὰ τῶν Ἐπιστολῶν, ὅταν ἴδῃ κατασχεθέντας ὑπὸ ὀργῆς καὶ ὑπὸ μνησικακίας, καὶ ἀποπνιγομένους ὑπὸ τοῦ πάθους, Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν.
000-00-00 Serial Number=0280119479
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00221]  ἐκεῖνοι τὸ αἷμα ἑαυτῶν ἐξέχεαν, καὶ κατεφρόνησαν τῆς παρούσης ζωῆς.
000-00-00 Serial Number=0513199329
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00163]  Ἤδη τῆς παρούσης ζωῆς ὡς ἡμέρας ὑποῤῥευσάσης, ἤδη παραγενομένης τῆς μακρᾶς τοῦ θανάτου νυκτὸς, ἤδη τῆς ἀναστάσεως τῶν νεκρῶν ἀνατειλάσης, ὥσπερ ὄρθρου τινὸς ἑσπέραν μὴ κεκτημένου διάδοχον, λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ·
000-00-00 Serial Number=0904719055
In illud Vidi dominum Ante [Go Back]  
 [00013]  Ἐκ τῆς παρούσης δηλονότι συνδρομῆς, ἐκ τοῦ τὴν μητέρα πάντων τὴν ἐκκλησίαν μετὰ σπουδῆς ὑμᾶς καταλαβεῖν, ἐκ τῆς παννύχου ταύτης καὶ διηνεκοῦς στάσεως, ἐκ τοῦ τὴν ἀγγελικὴν χοροστασίαν μιμουμένους ἀκατάπαυστον τῷ κτίστῃ τὴν ὑμνολογίαν προσφέρειν.
000-00-00 Serial Number=0395382047
In illud Vidua eligatur Ante [Go Back]  
 [00255]  ταύτης δὲ παρούσης καὶ τὰ οὐκ ὄντα προσγίνεται.
 [00329]  Ὥσπερ γὰρ ταύτης παρούσης οὐδὲν βλάβος γένοιτ' ἂν ἀπὸ πενίας, οὕτως ἀπούσης οὐδὲν ὄφελος γένοιτ' ἂν ἐξ εὐπορίας.
000-00-00 Serial Number=0115226567
In mediam pentecosten Ante [Go Back]  
 [00016]  Οὐ γὰρ εἶπε, διωγμῶν ἐνεστώτων, ἢ, λύπης παρούσης, ἢ, ἀθυμίας τοὺς μαθητὰς κατεχούσης, καὶ τοιούτων ἄλλων τινῶν ὑφήγησιν, περὶ ὧν συνεχῶς ἡ τῶν ἀποστόλων ἐκωμῴδησε πρᾶξις·
000-00-00 Serial Number=0817692518
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00079]  Φυσικὴν ἀσθένειαν προβάλλῃ, καὶ θεϊκῆς ἐπαγγελίας παρούσης οὐ πιστεύεις, ἀλλ' ἀμφιβάλλεις καὶ φιλονεικεῖς;
000-00-00 Serial Number=0811796129
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00017]  καὶ τί λέγω περὶ ὑμῶν, ὅπου γε ἐξ ἐκείνου τοῦ χρόνου μέχρι τῆς παρούσης ἡμέρας μυρίους ποιήσας εὐπόρους, ἐπὶ τῆς οἰκείας τελειότητος μένει;
000-00-00 Serial Number=0462480903
In pharisaeum et meretricem Ante [Go Back]  
 [00316]  Μέμνησο τῆς παρούσης ἡμέρας, ἐν ᾗ τῆς ἐλευθερίας ἀπήλαυσας·
 [00349]  Ἕως τῆς παρούσης ἡμέρας τοὺς νέους πρὸς ἀπώλειαν ἤγρευες·
 [00350]  ἀπὸ τῆς παρούσης ἡμέρας πάντας ἀνθρώπους πρὸς σωτηρίαν ἁλίευε·
000-00-00 Serial Number=0798939764
In principium Actorum Ante [Go Back]  
 [00657]  πολιτείας γὰρ τὸ καταφρονεῖν τῶν γηΐνων πραγμάτων, τὸ ῥῖψαι τὰ ὑπάρχοντα, τὸ ὑπεριδεῖν τῆς παρούσης ματαιότητος·
 [01052]  εἶτα ἀναμιμνήσκων αὐτοὺς τῆς προτέρας γεννήσεως, καὶ ἐκ συγκρίσεως τὸ σεμνὸν τῆς παρούσης χάριτος ἐνδεικνύμενος, οὕτω φησί·
000-00-00 Serial Number=0361523628
In principium indictionis [1] Ante [Go Back]  
 [00009]  ἔδει τὴν τῆς παρούσης ἡμέρας πανήγυριν τῷ χορῷ τῶν ἁγίων τετιμημένην ὑποδέξασθαι·
000-00-00 Serial Number=0645390689
In resurrectionem domini [3] Ante [Go Back]  
 [00017]  Μικρὰ πᾶσα γλῶσσα πρὸς ἔπαινον τῆς παρούσης ἑορτῆς·
000-00-00 Serial Number=0816433549
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00132]  μὴ μέχρι τῆς παρούσης ὥρας θαυμαζέσθω ὁ μάρτυς μόνον, ἀλλὰ καὶ οἴκαδε ἀπιὼν ἕκαστος ἐπαγέ σθω τὸν ἅγιον, καὶ εἰς τὴν οἰκίαν εἰσαγέτω τὴν ἑαυ τοῦ, μᾶλλον δὲ εἰς τὴν ἑαυτοῦ καρδίαν διὰ τῆς τῶν εἰρημένων μνήμης.
000-00-00 Serial Number=0422872841
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00042]  Τάχα νομίζετε τῆς παρούσης ὑποθέσεως ἡμῖν ἐκπεπτωκέναι τὸν λόγον·
 [00045]  Καὶ ταῦτα λέγομεν [50.600] οὐ τῆς παρούσης κατηγοροῦντες ζωῆς, μὴ γένοιτο, ἀλλὰ τὴν τρυφὴν διαβάλλοντες·
000-00-00 Serial Number=0682351351
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00030]  τῶν ἀποστόλων τὴν διδασκαλίαν, ἢν ἐπεδείξατο διὰ πάντων, ἢ τῆς παρούσης ζωῆς τὴν ὑπεροψίαν, ἢ τὴν ἀκρίβειαν τῆς ἀρετῆς, μεθ' ἧς τὴν προστασίαν τῆς Ἐκ κλησίας ᾠκονόμησε;
 [00151]  τοῦτο μὲν ἵνα μολυνθεῖσαν τὴν πόλιν τοῖς τῶν εἰ δώλων αἵμασι, τοῖς οἰκείοις αἵμασιν ἐκκαθάρωσι, τοῦτο δὲ ἵνα τῆς ἀναστάσεως τοῦ σταυρωθέντος Χριστοῦ διὰ τῶν ἔργων παράσχωνται τὴν ἀπόδειξιν, πείσαντες τοὺς τὴν Ῥώμην οἰκοῦντας ὡς οὐκ ἂν μετὰ τοσαύτης ἡδονῆς τῆς παρούσης κατεφρόνησαν ζωῆς, εἰ μὴ σφόδρα ἦσαν πεπεικότες ἑαυτοὺς, ὅτι πρὸς τὸν ἐσταυρωμένον ἔμελ λον ἀναβαίνειν Ἰησοῦν, καὶ ἐν τοῖς οὐρανοῖς αὐτὸν ὄψε σθαι.
 [00189]  ἐξ ἐκείνου δὲ καὶ μέχρι τῆς παρούσης τὴν ὑμετέραν
000-00-00 Serial Number=0355026662
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00067]  Πῶς οὖν ὁ χορηγὸς τῆς παρούσης καὶ τῆς μελλούσης ζωῆς, τῶν πτωχῶν ἐπιβαίνεις ῥευμάτων;
000-00-00 Serial Number=0921168208
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00043]  Ὥσπερ γὰρ ὁ πρότερον τρυφῶν καὶ ἀνέσεως ἀπολαύων, μετὰ δὲ ταῦτα θλι βόμενος, οὐκ αἰσθάνεται τῆς παρούσης τρυφῆς τῇ προσδοκίᾳ τῶν μελλόντων δεινῶν·
 [00143]  ταύτην κατέχομεν μέχρι τῆς παρούσης ἡμέρας μυρίων οὖσαν ἀγαθῶν θησαυρόν.
000-00-00 Serial Number=0657741129
In sanctum Romanum Ante [Go Back]  
 [00068]  Οὐ γὰρ ὑπὲρ ἐλευθερίας, καὶ πατρίδος, καὶ χρημάτων, καὶ τῆς παρούσης ζωῆς ὁ κίνδυνος ἦν τότε, ἀλλ' ὑπὲρ βασιλείας οὐρανῶν, καὶ τῶν ἀποκειμένων ἀγαθῶν, ὑπὲρ ἀθανάτου ζωῆς, ὑπὲρ ὁμολογίας τῆς εἰς τὸν Χριστόν.
000-00-00 Serial Number=0580529690
In sanctum pascha [1] Ante [Go Back]  
 [00054]  διὰ ταύτην ὑπερορῶμεν τῆς παρούσης ζωῆς·
000-00-00 Serial Number=0102142036
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00004]  ἀληθείας δὲ παρούσης ὁ τύπος ἄκαιρος, ὥσπερ βασιλέως ἐπιδημήσαντος <οὐδεὶς> αὐτὸν ἐάσας τὸν ζῶντα βασιλέα τὴν εἰκόνα [3] προσκυνεῖν ἀξιοῖ.
000-00-00 Serial Number=0604870915
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00699]  Ἴστε δὲ ὅτι ἄνθρωπος τῆς παρούσης ζωῆς ἀπ εγνωκὼς, καὶ ῥᾳδίως φέρων τὴν τελευτὴν, οὐδὲν παρ αιτήσαιτο τολμῆσαι, καὶ τῶν σφόδρα δοκούντων τολμηρῶν εἶναι.
 [01364]  ποῖος οὕτω φιλόσοφος ἐγκρατὴς, ὡς λιμοῦ κελεύοντος, καὶ τῆς λύσεως τοῦ λιμοῦ παρούσης, μὴ ἂν θελῆσαι λῦσαι τὸ δεινόν;
000-00-00 Serial Number=0081486523
Quales ducendae sint uxores Ante [Go Back]  
 [00196]  πόσοι πένητες πενεστέρας λαβόντες, εἰρήνης ἀπολαύουσι, καὶ μετ' εὐφροσύνης πολλῆς τὸν ἥλιον τοῦτον βλέπουσιν οἱ δὲ εὔποροι, πανταχόθεν αὐτοῖς περικειμένης τρυφῆς, διὰ τὰς γυναῖκας ηὔξαντο πολλάκις ἀποθανεῖν, καὶ τῆς παρούσης ἀπαλλαγῆναι ζωῆς;
000-00-00 Serial Number=0134732962
Sermo exhortatorius de temperantia Ante [Go Back]  
 [00011]  τε μὲν τῆς νηστείας παρούσης φιλοσοφίαν ἐνδείκνυμεν, ω


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»