Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πλάνης [151]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πλάνης


000-00-00 Serial Number=0474665999
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00945]  Καὶ εἰ μὲν ᾔδει σαφῶς ὅπου στήσεται τὰ τῆς πλάνης αὐτῷ, οὐκ ἦν οὕτω τὸ τῶν φροντίδων ἀφόρητον·
000-00-00 Serial Number=0193048537
Ad populum Antiochenum Ante [Go Back]  
 [05527]  Ἂν δὲ τὰς περιέργους ἡμῶν ὄψεις ἐξετάσῃ, καὶ τὰς πονηρὰς ἐπιθυμίας, ἃς ἔχομεν ἐν διανοίᾳ, πολλάκις αἰσχροὺς καὶ ἀκαθάρτους ἀναδεχόμενοι λογισμοὺς ἀπὸ τῆς ἀνεξετάστου τῶν ὀφθαλμῶν πλάνης, πόσην ὑποστησόμεθα δίκην;
000-00-00 Serial Number=0887205124
Adversus Judaeos Ante [Go Back]  
 [00051]  ἡμεῖς δὲ οἱ σκότῳ συντραφέντες, πρὸς ἑαυτοὺς ἐπεσπασάμεθα τὸ φῶς, καὶ τοῦ ζόφου τῆς πλάνης ἀπηλλάγημεν.
 [00223]  Ἐπεὶ οὖν καὶ ὑμεῖς στρατόπεδόν ἐστε τοῦ Χριστοῦ, μετὰ ἀκριβείας [48.850] διερευνᾶτε καὶ περιεργάζεσθε, εἴ τις τῶν ἀλλοφύλων ὑμῖν ἀναμέμικται, καὶ ποιεῖτε δῆλον, οὐχ ἵνα ἀποκτείνωμεν, καθάπερ ἐκεῖνοι, οὐδ' ἵνα κολάσωμεν καὶ τιμωρησώμεθα, ἀλλ' ἵνα αὐτὸν ἀπαλλάξωμεν τῆς πλάνης καὶ τῆς ἀσεβείας, καὶ ἡμέτερον ἐξ ὁλοκλήρου ποιήσωμεν.
 [01864]  ∆ιόπερ αὐτὸ εἰς ἕτερον ὑμῖν ὑποσχόμενος καιρὸν ἐρεῖν, ἐκεῖνο τέως δέομαι ὑμῶν, τοὺς ἀδελφοὺς διασῶσαι τοὺς ὑμετέρους, ἀπαλλάξαι τῆς πλάνης, ἐπαναγαγεῖν ἐπὶ τὴν ἀλήθειαν.
 [02203]  Κἂν γὰρ μυρία τις καταβάλῃ χρήματα, οὐδὲν τοιοῦτον ἐργάζεται, ὅσον ὁ ψυχὴν διασώζων, καὶ πλάνης ἀπάγων, καὶ πρὸς εὐσέβειαν χειραγωγῶν.
 [02525]  μᾶλλον δὲ οὐδὲ τολμήσει λοιπόν τις καταφυγεῖν πρὸς αὐτοὺς, ἀλλ' ἔσται τὸ σῶμα καθαρὸν τῆς Ἐκκλησίας, Ὁ δὲ Θεὸς, ὁ θέλων πάντας σωθῆναι ἀνθρώπους, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὑμᾶς τε πρὸς τὴν θήραν ταύτην δυναμώσειεν, ἐκείνους δὲ τῆς πλάνης ταύτης ἀπαγάγοι, καὶ πάντας κοινῇ διασώσας, καταξιώσειε τῆς βασιλείας τῶν οὐρανῶν εἰς δόξαν αὐτοῦ, ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0944322765
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00310]  Τοῦτο γὰρ οὐδ' ἐπὶ τῶν ἔμπροσθεν χρόνων ἔχοι τις ἂν γεγενημένον εἰπεῖν, ὅτε καὶ τῆς πλάνης ἐκράτει λαμπρῶς·
000-00-00 Serial Number=0291707635
Catecheses ad illuminandos Ante [Go Back]  
 [00605]  [4.7] Ἐπεὶ καὶ Παῦλος ὁ τῆς οἰκουμένης διδάσκαλος πρὸ τούτου διώκων τὴν ἐκκλησίαν καὶ πανταχοῦ περιὼν καὶ σύρων ἄνδρας καὶ γυναῖκας καὶ πάντα συγχέων καὶ ταράσσων καὶ πολλὴν τὴν μανίαν ἐπιδεικνύμενος, ἐπειδὴ φιλανθρωπίας ἀπέλαυσε παρὰ τοῦ δεσπότου καὶ καταυγασθεὶς τῷ φωτὶ τῷ νοητῷ ἀπέθετο τὸ σκότος τῆς πλάνης καὶ πρὸς τὴν ἀλήθειαν ἐχειραγωγήθη καὶ διὰ τοῦ βαπτίσματος ἀπελούσατο τὰ προλαβόντα ἅπαντα ἁμαρτήματα, ἀθρόον οὐδὲ τὸ τυχὸν ἀναβαλλόμενος, ὁ πρὸ τούτου ὑπὲρ Ἰουδαίων ἅπαντα πράττων καὶ πορθῶν τὴν ἐκκλησίαν, εὐθέως συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν ∆αμασκῷ, κηρύσσων ὅτι ὁ ἐσταυρωμένος αὐτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.
 [00626]  Τί γὰρ ὄφελος, εἰπέ μοι, τοσοῦτον καινὸν ἰδεῖν οὐρανὸν καὶ τὰ ἄλλα τῆς κτίσεως μέρη, ὅσον κέρδος ἄνθρωπον ἰδεῖν ἀπὸ κακίας ἐπὶ ἀρετὴν μεταστάντα καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν μεταταξάμενον.
 [00628]  «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά», μονονουχὶ δεικνὺς ὅτι καθάπερ ἱμάτιον παλαιὸν ἀποδυσάμενοι τῶν ἁμαρτημάτων τὸ φορτίον διὰ τῆς εἰς τὸν Χριστὸν πίστεως, τὸ καινὸν τοῦτο καὶ φαιδρὸν ἱμάτιον καὶ τὴν στολὴν τὴν βασιλικὴν περιέθεντο οἱ τῆς πλάνης ἐλευθερωθέντες καὶ τῷ φωτὶ τῆς δικαιοσύνης καταυγασθέντες·
 [00654]  Ὥσπερ οὖν τὸ αἰσθητὸν τοῦτο φῶς φυγαδεύει τὸ σκότος καὶ ὀρθὰ ποιεῖ βαδίζειν τοὺς τὴν αἰσθητὴν ταύτην ὁδεύοντας ὁδόν, οὕτω καὶ τὸ νοητὸν φῶς τὸ ἐκ τῆς ἀρίστης πολιτείας τοὺς ὑπὸ τοῦ σκότους τῆς πλάνης τὸ ὄμμα τῆς διανοίας τεθολωμένον ἔχοντας καὶ οὐ δυναμένου
000-00-00 Serial Number=0880839646
Comparatio regis et monachi Ante [Go Back]  
 [00029]  Ὁ μὲν γὰρ ὑπὲρ εὐσεβείας καὶ τῆς τοῦ Θεοῦ λατρείας πολεμεῖ τοῖς δαίμοσιν, ἢ πόλεις ἢ κώμας ἐκ τῆς πλάνης ἐξαρπάσαι ποθῶν·
000-00-00 Serial Number=0657083750
De Anna i Ante [Go Back]  
 [00040]  καὶ πρὸς ἡμᾶς ἐκ τῆς Ἑλληνικῆς αὐτομολήσαντας πλάνης, μετ' ἀκριβείας ῥιζῶσαι, καὶ διδάξαι, οἵου μὲν ἀπηλλάγησαν σκότους, οἵῳ δὲ προσέδραμον ἀληθείας φωτί.
000-00-00 Serial Number=0384931028
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00400]  Ἦ σοὶ τὸ δρᾶμα ὑποκρινομένῳ τῆς πλάνης τοῦτο ἀφῆκε τὸ αἴνιγμα.
 [00517]  Ἐπειδὴ δὲ οὐδὲ οὕτω τὰ τῆς πλάνης ἔληγεν ἀλλ' ἐνέκειντο πάλιν οἱ τῶν λίθων ἀναισθητότεροι τὸν ἡττημένον παρακαλοῦντες καὶ πρὸς οὕτω φανερὰν ἀλήθειαν τυφλώττοντες, τηνικαῦτα ἐπαφεῖναι ἠναγκάσθη τῷ ξοάνῳ τὸ πῦρ ὥστε διὰ τούτου τοῦ ἐμπρησμοῦ ἕτερον τὸν τῆς εἰδωλολατρείας σβέσαι ἐμπρησμόν.
 [00635]  Πόρρωθεν γάρ τις τοὺς κίονας ἰδὼν εἶτα ἐλθὼν καὶ τὸν οὐδὸν ὑπερβὰς ὑπογράφει ἑαυτῷ τὸ τοῦ δαίμονος ἀποτρόπαιον, τὴν ἀπάτην, τὰς ἐπιβουλάς, καὶ καταπλαγεὶς τοῦ Θεοῦ τήν τε ὀργὴν καὶ τὴν ἰσχὺν ἄπεισι καὶ τὸ πρότερον πλάνης οἰκοδόμημα καὶ βλασφημίας νῦν δοξολογίας ὑπόθεσις γίνεται.
 [00652]  ∆ιὰ γὰρ τοῦτο τῆς μὲν τοῦ βασιλέως κεφαλῆς τέως ἀνέσχε τὸ πῦρ ἔρριψε δὲ αὐτὸ κατὰ τῆς ὀροφῆς ἵνα ἐν ταῖς ἑτέρων συμφοραῖς παιδευθεὶς ἐκφύγῃ τὴν ἀποκειμένην αὐτῷ κόλασιν μεταβαλὼν καὶ τῆς πλάνης ἀπαλλαγείς.
 [00663]  Ὡς δὲ ἀπηγγέλθη ταῦτα τῷ βασιλεῖ οὔτε περαιτέρω τὴν τόλμαν προάγειν ἐπεχείρει λοιπόν κατείχετο γὰρ τῷ δέει οὔτε τῆς πλάνης τῶν δαιμόνων ἤθελεν ἀπαλλάττεσθαι καθάπαξ τυραννηθεὶς ὑπ' αὐτῶν ἀλλὰ τέως μὲν ἡσυχίαν ἤγε.
000-00-00 Serial Number=0969150424
De cruce et latrone i Ante [Go Back]  
 [00008]  Οὗτος γὰρ μυρίων ἡμῖν ἀγαθῶν αἴτιος γέγονεν, οὗτος ἡμᾶς τῆς πλάνης ἀπήλλαξεν, οὗτος ἐν σκότει καθημένους ἐφώτισεν;
000-00-00 Serial Number=0100708544
De cruce et latrone ii Ante [Go Back]  
 [00021]  Οὗτος ἡμᾶς τῆς πλάνης ἠλευθέρωσεν, οὗτος πρὸς τὴν ἀλήθειαν ἐχειραγώγησεν, οὗτος καταλλαγὰς Θεοῦ πρὸς ἀνθρώπους ἐποιήσατο, οὗτος ἀπὸ τοῦ βυθοῦ τῆς κακίας ἡμᾶς ἀνασπάσας, εἰς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν ἀνήγαγεν, οὗτος τῶν δαιμόνων τὴν πλάνην ἔσβεσεν, οὗτος τὴν ἀπάτην καθεῖλε.
 [00171]  Καὶ γὰρ οὐ μόνον οὐκ ἐπεστρέφετο πρὸς τὰς ἀλγηδόνας, ἀλλ' ἀφεὶς τὰ καθ' ἑαυτὸν, τὰ ἑτέρου ἐφρόντιζε, καὶ ὅπως ἐκεῖνον ἐξαρπάσῃ τῆς πλάνης, καὶ διδάσκαλος γένηται ἐν σταυρῷ, ἐσπούδαζεν.
 [00190]  Καὶ ὅρα αὐτὸν ἀποστολικὸν νόμον ἤδη πληροῦντα, καὶ οὐ τὰ ἑαυτοῦ μόνον σκοποῦντα, ἀλλὰ πάντα ποιοῦντα καὶ πραγματευόμενον, ὥστε καὶ ἐκεῖνον τῆς πλάνης ἀπαλλάξαι, καὶ πρὸς τὴν ἀλήθειαν ἐπαναγαγεῖν.
000-00-00 Serial Number=0490885258
De decem millium talentorum debitore Ante [Go Back]  
 [00087]  Ταῦτα δὲ καὶ τὰ τοιαῦτα τοῦ Χριστοῦ διαλεγομένου τοῖς μαθηταῖς καὶ φιλοσοφεῖν διδάσκοντος, Πέτρος, ὁ τοῦ χοροῦ τῶν ἀποστόλων κορυφαῖος, τὸ στόμα τῶν μαθητῶν, ὁ στῦλος τῆς Ἐκκλησίας, τὸ στερέωμα τῆς πίστεως, ὁ τῆς ὁμολογίας θεμέλιος, ὁ τῆς οἰκουμένης ἁλιεὺς, ὁ τὸ γένος ἡμῶν ἀπὸ τοῦ βυθοῦ τῆς πλάνης εἰς τὸν οὐρανὸν ἀναγαγὼν, ὁ πανταχοῦ θερμὸς καὶ παῤῥησίας γέμων, μᾶλλον δὲ ἀγάπης, ἢ παῤῥησίας, σιγώντων ἁπάντων προσελθὼν τῷ διδασκάλῳ φησί·
000-00-00 Serial Number=0653301895
De fato et providentia Ante [Go Back]  
 [00092]  τὸ δὲ τοὺς ταύτης μὲν ἀπαλλαγέντας τῆς πλάνης καὶ τῆς δουλείας, καταξιωθέντας δὲ τὸν ἐπὶ πάντων εἰδέναι Θεὸν, τὸν ἀληθῆ καὶ ὄντως Θεὸν, ὥσπερ ἔκ τινος παλιῤῥοίας, πρὸς ἐκείνην ὑποσύρεσθαι τὴν ζάλην, τὸν λογισμὸν καὶ τὴν μανίαν, τοῦτό ἐστι τὸ δεινότατον, καὶ πολλῶν ὄντως δακρύων καὶ θρήνων ἄξιον·
 [00096]  Ἐπειδὴ ἑώρα τῇ χάριτι τοῦ Θεοῦ τὸ πλέον τῆς οἰκουμένης καταγελῶντας μὲν τῆς Ἑλληνικῆς πλάνης, παντὶ δὲ θυμῷ καὶ πάσῃ ψυχῇ τὸν ὑπὲρ τῆς εὐσεβείας πρεσβεύοντας λόγον, εἶτα ἐκ τούτου πολλὴν μὲν ἀρετῆς γιγνομένην σπουδὴν, πολλὴν δὲ ὑπεροψίαν κακίας, προελθεῖν μὲν καὶ φανερῶς εἰπεῖν, ἀπόστητε τοῦ Χριστοῦ, καταγελάσατε τῶν παρ' αὐτοῦ δογμάτων, μῦθός ἐστι τὰ ἐκείνου καὶ πλάνη, πονηρός τίς ἐστι καὶ ἀπάνθρωπος, οὐ τολμᾷ·
000-00-00 Serial Number=0104711652
De incomprehensibili dei natura Ante [Go Back]  
 [00618]  Ἵν' οὖν μὴ τὰ μέγιστα ἑαυτοὺς παραβλάψωμεν, φεύγωμεν αὐτῶν τὰς συνουσίας, εὐχόμενοι μόνον καὶ παρακαλοῦντες τὸν φιλάνθρωπον Θεόν, τὸν θέλοντα πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐλθεῖν, ἀπαλλάξαι μὲν αὐτοὺς τῆς πλάνης καὶ τῆς τοῦ διαβόλου παγίδος, ἐπαναγαγεῖν δὲ ἐπὶ τὸ τῆς γνώσεως φῶς, τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺν τῷ ζωοποιῷ καὶ παναγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01219]  Ἄρτι γὰρ τῆς πολυθέου πλάνης ἀπαλλαγέντες, εἰ πάλιν ἤκουσαν Θεὸν καὶ Θεόν, πρὸς τὴν αὐτὴν ἂν ὑπέστρεψαν νόσον.
000-00-00 Serial Number=0122003376
De occursu domini Ante [Go Back]  
 [00200]  καὶ ἔσται τότε τὸ τέλος τῆς ἀντιλογίας, τέλος τῆς πλάνης, τέλος τῆς ἀμφιβολίας, τέλος τῆς ἀπιστίας, ἀρχὴ δὲ βραβείων καὶ στεφάνων·
000-00-00 Serial Number=0393065214
De pharisaeo Ante [Go Back]  
 [00044]  Ἄρχεται οὖν ὁ Κύριος ἠρέμα ἐπιστρέφειν τὸ πρόβατον, καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν αὐτὸν χειραγωγεῖν.
000-00-00 Serial Number=0298568666
De precatione [1] Ante [Go Back]  
 [00209]  οὕτω τὸν τοῦ δεσμωτηρίου φύλακα τῆς πλάνης ἐξήρπασεν·
000-00-00 Serial Number=0363491416
De profectu evangelii Ante [Go Back]  
 [00230]  Τὸ μὲν γὰρ κήρυγμα οὐ γίνεται ὑγιὲς, ὅταν τὰ δόγματα ᾖ πλάνης γέμοντα·
000-00-00 Serial Number=0011923850
De pseudoprophetis Ante [Go Back]  
 [00111]  φέρε οὖν ἀναπτύξωμεν τὰς ἱερὰς βίβλους, ἐν αἷς εὑρόντες τὴν ὁδὸν τῆς ἀληθείας, βαδίζωμεν, ἀνατρέχοντες ἐπὶ τὰ ἅγια ὄρη, προφήτας λέγω καὶ ἀποστόλους, ὅπως μὴ πλανηθῶμεν, καὶ Περιφερώμεθα ἐν παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης.
 [00533]  Κἂν ἐκ τῶν δοκούντων εἶναι ποιμένων ἐὰν ἴδῃς ταῦτα πράσσοντας, μὴ ἀπογνώσῃς, ἀλλὰ δακρύσας ὑπομνήσθητι τοῦ Ἀποστόλου λέγοντος, ὅτι Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης, καὶ διδασκαλίαις δαιμόνων ἀκαθάρτων.
000-00-00 Serial Number=0974524498
De resurrectione mortuorum Ante [Go Back]  
 [00044]  καὶ γὰρ βασιλεῖς ἐν εὐσεβείᾳ ζῶσι, καὶ ἄρχοντες τὴν ἀλήθειαν ἐπέγνωσαν, καὶ δῆμοι καὶ πόλεις καὶ ἔθνη τῆς πλάνης ἀπαλλαγέντες, τὸν Χριστὸν ἅπαντες προσκυνοῦσι·
000-00-00 Serial Number=0050528705
De sancta Droside martyre Ante [Go Back]  
 [00052]  Εὐσεβὴς δὲ βασιλεὺς οὐδεὶς οὐδέποτε ἄνδρα ἄπιστον κολάσαι καὶ τιμωρήσασθαι εἵλετο, καταναγκάζων ἀποστῆναι τῆς πλάνης.
000-00-00 Serial Number=0868597627
De sancta pentecoste Ante [Go Back]  
 [00095]  [50.456] οὕτω Πέτρου φανέντος καὶ φωνὴν ἀφιέντος, ἠλαύνετο τὸ σκότος τῆς πλάνης, ἀνεχώρει διάβολος, ἐδραπέτευον δαίμονες, ἀνῄρητο παθήματα σωμάτων, ἐθεραπεύετο νοσήματα ψυχῶν, ἠλαύνετο κακία πᾶσα, ἀρετὴ πρὸς τὴν γῆν ἐπανήγετο.
 [00110]  κυβερνῆται δὲ, ἐπειδὴ τὸ κλυδώνιον τῆς πλάνης ἔπαυσαν.
000-00-00 Serial Number=0463646233
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00030]  Ἐπειδὴ γὰρ εἰσελθὼν, καθάπερ Μωϋσῆς εἰς Αἴγυπτον, αἱρετικῆς τὴν πόλιν ἀπήλλαξε πλάνης, καὶ τὰ σεσηπότα μέλη καὶ ἀνιάτως ἔχοντα τοῦ λοιποῦ σώματος ἀποκόψας, ἀκέραιον τὴν ὑγίειαν ἐπανήγαγε τῷ πλήθει τῆς Ἐκκλησίας, οἱ τῆς ἀληθείας ἐχθροὶ τὴν διόρθωσιν οὐκ ἐνεγκόντες, τὸν βασιλεύοντα τότε κινήσαντες, τῆς πόλεως αὐτὸν ἐξέβαλον, ταύτῃ προσδοκῶντες περιέσεσθαι τῆς ἀληθείας, καὶ τὴν τῶν γεγενημένων ἀνατρέψειν διόρθωσιν.
000-00-00 Serial Number=0968234301
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00019]  αὕτη τῶν Ἑλλήνων ἡ αἰσχύνη, αὕτη τῆς πλάνης αὐτῶν τὸ ὄνειδος, αὕτη τῶν δαιμόνων ἡ ἐξολόθρευσις·
000-00-00 Serial Number=0272768438
De spe Ante [Go Back]  
 [00062]  οὐ γὰρ πατάσσει σε, ἵνα ἀποκτείνῃ, ἀλλ' ἵνα ἀπὸ τῆς πλάνης σε ἐπιστρέψῃ.
000-00-00 Serial Number=0841771007
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00662]  Ἐὰν δὲ τὰς περιέργους ἡμῶν ὄψεις ὁ Θεὸς ἐξετάσῃ, καὶ τὰς πονηρὰς ἐπιθυμίας ἃς ἔχομεν ἐν διανοίᾳ, αἰσχροὺς καὶ ἀκαθάρτους δεχόμενοι λογισμοὺς ἀπὸ τῆς ἀνεξετάστου τῶν ὀφθαλμῶν πλάνης, ἐὰν τὰς κακηγορίας ἃς καθ' ἑκάστην ἡμέραν ἀλλήλοις λέγομεν κακῶς, εἰς μέσον παραγάγῃ, καὶ τὰς κρίσεις τὰς ἀκαίρους ἃς κατακρίνομεν τὸν πλησίον μηδὲν ἔχοντες πρᾶγμα, τούς τε δόλους οὓς κατ' ἀλλήλων ῥάπτομεν, νῦν μὲν παρόντα ἐπαινοῦντες τὸν ἀδελφὸν, καὶ ὡς φίλῳ διαλεγόμενοι, ἀπόντα δὲ κατηγοροῦντες·
 [01276]  Ὁ ἐκ τῆς πλάνης, φησὶ, πρὸς τὴν ἀλήθειαν χειραγωγῶν, ἢ ἀπὸ τῆς κακίας πρὸς τὴν ἀρετὴν ὁδηγῶν τὸν πλησίον κατὰ δύναμιν τὴν ἀνθρωπίνην, ἐμὲ μιμεῖται.
 [01341]  ἀλλ' οὐδὲν τοιοῦτον οἷον τὸ πλάνης ἀπαλλάττειν·
 [09999]  Ταῦτα οὖν εἰδότες, καὶ τὸ πῦρ ἐκεῖνο, καὶ τὸ φοβερὸν δικαστήριον, ἐπιστρέψωμεν λοιπὸν ἐκ τῆς πλάνης τῆς ὁδοῦ ἡμῶν.
000-00-00 Serial Number=0874448359
Epistula ad Caesarium Ante [Go Back]  
 [00002]  [1.1] Καὶ φήσειας πάντως ἐκ πλάνης πρὸς τὸ κρεῖττον ἐληλυθέναι καὶ χάριν ὁμολογεῖν τοῖς τὴν θαυμαστὴν ἐκείνην προσκομίσασι βίβλον, ἣν ἀρίστην τὰ κάλλιστά σου ἀποκαλοῦσι γράμματα, ὡς τηλαυγῶς διαγορεύουσαν συνδρομὴν οὐσιώδη καὶ μεῖξιν θεσπεσίαν γεγενῆσθαι θεότητός τε καὶ σαρκὸς μίαν τε ἐντεῦθεν ἀποτελεσθῆναι φύσιν.
000-00-00 Serial Number=0994861126
Epistula ad abbatem Ante [Go Back]  
 [00065]  ὁ γὰρ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν αὑτοῦ.
 [00110]  Μετὰ δὲ ταῦτα πάντα ὁ διάβολος ἀπομορφοῦται καὶ ὁ ἄθλιος ἄνθρωπος ἑνὶ τόπῳ ἑστὼς νομίζει ἀλλαχοῦ ποῦ ποτε εἶναι ἀπατώμενος καὶ δοκεῖ βλέπειν τινὰς καὶ προσώποις λαλεῖν καὶ διατάσσεσθαι πράγματα ἅπερ πάντα πλάνης ἐστὶ διαβολικῆς.
000-00-00 Serial Number=0665788352
Epistula ad monachos Ante [Go Back]  
 [00008]  Μετὰ δὲ ταῦτα πάντα ὁ διάβολος ἀπομορφοῦται καὶ ὁ ἄθλιος ἄνθρωπος ἐν ἑνὶ τόπῳ ἑστὼς νομίζει ἀλλαχοῦ ποῦ ποτε εἶναι ἀπατώμενος καὶ δοκεῖν βλέπειν τινὰς καὶ προσώποις λαλεῖν καὶ διατάσσεσθαι πράγματα ἅπερ πλάνης εἰσὶ διαβολικῆς.
000-00-00 Serial Number=0494010091
Epistulae Ante [Go Back]  
 [02878]  Καὶ ἀπήλλαξε, καὶ μετέθηκεν αὐτοὺς ἀπὸ τῆς πλάνης, καὶ ἐκκλησίας ᾠκοδόμησε, καὶ μοναστήρια συνεστήσατο·
000-00-00 Serial Number=0673834622
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01286]  Ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.».
000-00-00 Serial Number=0578391790
Expositiones in Psalmos Ante [Go Back]  
 [02038]  Εἰ γὰρ ἐκεῖνος ἔδωκε δίκην τῆς διώξεως, καὶ ἀνῃρέθη, πῶς ἂν ἔσχε καιρὸν μετανοῆσαι, καὶ μετὰ τὴν μετάνοιαν τὰ μυρία ἐργάσασθαι ἀγαθὰ, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν χειραγωγῆσαι;
 [02299]  Καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης ἐν ἑαυτοῖς ἀπολαμβάνοντες·
 [03543]  Καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
 [05306]  Καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
 [06675]  Οὕτω γὰρ προκατείχοντο τῇ τῶν Αἰγυπτίων συνηθείᾳ, οὕτως ἦσαν ἁλόντες, ὡς μετὰ τοσαῦτα θαύματα μηδὲ ἐν τῇ ἐρήμῳ ἀποτρίψασθαι καθαρῶς τῆς πλάνης τὰ λείψανα.
 [07605]  Ἀπαλλάξας γὰρ αὐτοὺς ἀπονοίας καὶ κενοῦ τύφου, καὶ τῆς τῶν δαιμόνων πλάνης, ἑαυτῷ ὑπέταξεν.
000-00-00 Serial Number=0220128000
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00702]  Ἐγὼ δὲ καὶ τοὺς αἰτίους τῆς πλάνης σφαγῇ παραδέδωκα.
 [00865]  ὑποκάτω παντὸς ξύλου ἀλσώδους, ἔδειξε τῆς πλάνης τὸ ἀκερδὲς, ἄκαρπα γὰρ τὰ θεοποιηθέντα φυτά.
 [01851]  Ἵνα μή τις νομίσῃ τὸ ἑαυτοῦ σκοποῦντα ἀπάγειν αὐτοὺς τῆς πλάνης δι' ὑμᾶς οὐ βούλομαι ταῦτα ποιεῖν ὑμᾶς.
000-00-00 Serial Number=0166196227
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00209]  Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτὸν, γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
000-00-00 Serial Number=0901660979
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00004]  Ἐβουλόμην παρεῖναι Ἕλληνας τήμερον, ὥστε τῶν ἀνεγνωσμένων ἀκοῦσαι καὶ μαθεῖν πόση τοῦ σταυρωθέντος ἡ ἰσχὺς, πόση τοῦ σταυροῦ ἡ δύναμις, πόση τῆς [63.500] Ἐκκλησίας ἡ εὐγένεια, πόση τῆς πίστεως ἡ εὐτονία, πόση τῆς πλάνης ἡ αἰσχύνη, πόσος τῶν δαιμόνων ὁ γέλως.
 [00185]  ἀλλ' ἀπὸ τῶν οἰκείων καὶ συντρόφων πραγμάτων ἀνιμᾶται τῆς πλάνης αὐτούς.
 [00220]  Ὅτι γὰρ ὁμοῦ τε εἶδον τὸν ἀστέρα καὶ τῆς πλάνης ἀπηλλάγησαν, ἀφ' οὗ προσκυνοῦσι δῆλον·
000-00-00 Serial Number=0411758423
In Acta apostolorum Ante [Go Back]  
 [04246]  οὐ γὰρ ὠργίζοντο, ἀλλ' ἠλέουν αὐτοὺς καὶ ἐδάκρυον, καὶ ἐσκόπουν, ὅπως αὐτοὺς ἀπαλλάξωσι τῆς πλάνης καὶ τοῦ θυμοῦ.
 [09999]  οὐκ αἰσχύνομαι ὁμολογῆσαι τὰς εἰς ἐμὲ γενομένας εὐεργεσίας, οὐδὲ τίνων με ἀπήλλαξας, λιμοῦ καὶ γυμνότητος καὶ πλάνης.
 [09999]  πῶς καταγελᾷ τῆς Ἑλληνικῆς πλάνης;
 [09999]  Βασιλείαν κατήγγελλε, πλάνης ἀπῆγε, τῷ Θεῷ προσῆγε·
 [09999]  ἂν μὴ μαρτυρήσωμεν, καὶ τῆς ἐκείνων πλάνης ἡμεῖς ἐσμεν αἴτιοι.
 [09999]  Ἐδέξατο αὐτὸν Ῥώμη δεδεμένον, ἀπὸ θαλάσσης ἀναβάντα, ἐκ ναυαγίου διασωθέντα, καὶ ἀπηλλάγη τοῦ ναυαγίου τῆς πλάνης.
000-00-00 Serial Number=0419490993
In Christi natalem diem Ante [Go Back]  
 [00110]  ποῦ ἐστιν ὁ λύσας ἡμᾶς τῆς πλάνης, καὶ ὁδηγῶν πρὸς τὴν χάριν;
000-00-00 Serial Number=0719718575
In Genesim sermo 3 Ante [Go Back]  
 [00498]  ∆ιὸ ἡμᾶς Κύριος ὁ Θεὸς ἐκσπάσας ἐκ τῆς πλάνης ταύτης καὶ τῆς αἰσχύνης καὶ τοῦ ὀνειδισμοῦ, καὶ ἐν σωφροσύνῃ διάγειν οἰκονομήσει·
000-00-00 Serial Number=0036259949
In Isaiam Ante [Go Back]  
 [00930]  Νυκτερίδας δὲ ἐκάλεσε τὰ εἴδωλα, ἢ διὰ τὴν ἀσθένειαν ἢ διὰ τὸ τῆς πλάνης
 [01682]  Καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
000-00-00 Serial Number=0872463465
In Joannem Ante [Go Back]  
 [01193]  Τὸ δὲ κήρυγμα μεταξὺ τῆς πλάνης κρατούσης ἔλαμψε, κἀκείνην ἠφάνισε.
 [03035]  Τοῦτο οὐκ ἀφίησι τοὺς Ἕλληνας τῆς οἰκείας ταχέως καταγελάσαι πλάνης.
 [03068]  ἂν ταῦτα ἐξετάζωσιν, ὑμεῖς δὲ μηδὲ τῶν ῥημάτων ὑπακούειν δύνησθε ἁπλῶς τούτων, ἆρα μικρὰν ὑποστησόμεθα δίκην, εἰπέ μοι, τοσαύτης πλάνης αἴτιοι γινόμενοι τοῖς ἐν τῷ σκότῳ καθημένοις;
 [05085]  Τί γὰρ ὄφελος, ὅταν ταῦτα μὲν ἔχῃ, δόξης δὲ ᾖ δοῦλος κενῆς, καὶ φίλων ἑταιρίαν αἰσχυνόμενος ἐπὶ τῆς πλάνης μένῃ;
000-00-00 Serial Number=0693870008
In Kalendas Ante [Go Back]  
 [00091]  Τὸ παρατηρεῖν ἡμέρας οὐ Χριστιανικῆς φιλοσοφίας, ἀλλ' Ἑλληνικῆς πλάνης ἐστίν.
000-00-00 Serial Number=0177099109
In Petrum et Paulum Ante [Go Back]  
 [00070]  τὴν ἀχλὺν τῆς πλάνης ὑμεῖς συνεστείλατε, τῶν δαιμόνων τὰ θράση ὑμεῖς κατεβάλετε·
000-00-00 Serial Number=0072565615
In Psalmos 101-107 Ante [Go Back]  
 [01513]  θαυμασιωτέρα δὲ καὶ ἀξιαγα στοτέρα τῆς οἰκουμένης ἡ σωτηρία, καὶ ἡ ἐπὶ τὸ κρεῖτ τον μεταβολὴ, καὶ τῆς πλάνης ἡ παῦλα, καὶ τῆς ἀληθείας ἡ γνῶσις.
 [01626]  Καὶ μὲν δὴ καὶ ἅπαντες ἄνθρωποι τὴν ξένην τῶν πραγμάτων ὁρῶν τες μεταβολὴν, καὶ τῆς προτέρας πλάνης τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γαλήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν.
000-00-00 Serial Number=0788204670
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00744]  θέλεις τὴν ἐπιστροφὴν τῆς πλάνης, καὶ τὴν αἵρεσιν τῆς ἀληθείας·
000-00-00 Serial Number=0122671783
In Psalmum 118 Ante [Go Back]  
 [01560]  Ὁ γὰρ ἐπιστρέφων ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆ θος ἁμαρτιῶν·
000-00-00 Serial Number=0612617612
In adorationem venerandae crucis Ante [Go Back]  
 [00030]  Πέτρος φοβηθεὶς ὀμνύει τὸν ∆εσπότην οὐκ εἰδέναι τὸν ἐκ πλάνης σεσωκότα, ἕως ἀλέκτωρ ἐξελέγχει κραυγάσας·
000-00-00 Serial Number=0850238621
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00030]  Καὶ διὰ τοῦτο φανεὶς τῷ κόσμῳ, πάντας ἀνθρώπους ἀπὸ τῆς πλάνης ἠλευθέρωσε, καὶ πρὸς τὴν ἀλήθειαν ἐπανήγαγε·
 [00099]  ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἐξαγοράσαντος ἡμᾶς τῷ τιμίῳ τῆς ζωοδώρου πλευρᾶς αὐτοῦ αἵματι, καὶ ἐκ πλάνης καὶ ἐκ δουλείας ἡμᾶς ἀπαλλάξαντι, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν·
000-00-00 Serial Number=0452500105
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00041]  Ἐπειδὴ γὰρ ἐκεῖνοι μέγα ἐφρόνουν, ὡς πιστοὶ, καὶ πλάνης ἀπαλλαγέντες, καὶ γνώσεως καταξιωθέντες, καὶ τῶν ἀποῤῥήτων κοινωνήσαντες μυστηρίων, καὶ πρὸς βασιλείαν οὐρανῶν κληθέντες, δεῖξαι θέλων, ὅτι τούτων ὄφελος οὐδὲν, ἂν μὴ πολιτεία προσῇ συμφωνοῦσα τῇ τοσαύτῃ χάριτι, ἐκ παλαιᾶς αὐτοὺς παιδεύει ἱστορίας.
 [00196]  ἐξαγαγὼν γὰρ ἡμᾶς τῆς πλάνης, καὶ τῆς εἰδωλολατρείας ἀπαλλάξας, καὶ πρὸς τὴν βασιλείαν χειραγωγῶν, αὐτὸς πρῶτος ταύτης ἡμῖν ἦρξε τῆς ὁδοῦ, πρῶτος εἰς τοὺς οὐρανοὺς ἀναβάς.
000-00-00 Serial Number=0387842119
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05957]  Εἰ γὰρ ἔμελλε πανταχοῦ ταπεινὰ φθέγγεσθαι, οὐκ ἂν αὐτοὺς ἔπληξεν οὕτως, οὐδ' ἂν τοὺς μαθητὰς τῆς πλάνης ἀπήλλαξεν.
 [06472]  Ἐπειδὴ γὰρ ἴσασιν, ὅτι ἑτέρως οὐκ ἂν γένοιντο εὐπαράδεκτοι, τὸ προσωπεῖον λαβόντες τῆς ἀληθείας, οὕτω τὸ δρᾶμα τῆς πλάνης ὑποκρίνονται.
 [06853]  νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκεν, ἵνα τοῦ βυθοῦ τῆς πλάνης ἀνιμήσηται·
 [07201]  Εἰ μὲν γὰρ ἐκαυχῶντο, καὶ μὴ μετὰ τῆς ὑμετέρας τοῦτο ἐποίουν πλάνης, μηδὲ ὑμᾶς ἀπώλλυον, οὐκ ἂν οὕτω προήχθην εἰς τούτους ἐμαυτὸν καθεῖναι τοὺς λόγους·
000-00-00 Serial Number=0292936683
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00752]  Ἀνθ' ὧν γὰρ τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει·
000-00-00 Serial Number=0631791174
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01989]  Ἐκεῖ τοῦτό φησιν, ὅτι ἀρχόμενοι καινοτομεῖν καὶ πλανᾷν, οὐ στήσονται τῆς πλάνης, ἀλλ' ἀεὶ ἐξευρήσουσιν ἀπάτας καινὰς καὶ δόγματα διεφθαρμένα·
 [01997]  Κἂν γὰρ πρότερον ἀνθήσῃ τὰ τῆς πλάνης, εἰς τέλος οὐ διαμένει.
000-00-00 Serial Number=0890313148
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00726]  ἀλλ' οὐδὲν τοιοῦτον, οἷον τὸ πλάνης ἀπαλλάττειν·
 [01188]  Πρότερον γὰρ ἡμᾶς σοφοὺς ἐποίησεν ἀπαλλάξας τῆς πλάνης, καὶ τότε δικαίους καὶ ἁγίους, τὸ Πνεῦμα χαρισάμενος, καὶ οὕτως ἀπήλλαξεν ἡμᾶς ἁπάντων τῶν κακῶν, ὥστε αὐτοῦ εἶναι.
 [02210]  Ὁ γὰρ τούτων ἀπηλλαγμένος, καὶ τῆς πλάνης ἀπαλλαγήσεται, καὶ ἐπιτεύξεται τῆς ἀληθείας.
 [04390]  Ἂν δὲ ἐμέ τις ἔρηται, οὐκ Αἴγυπτον ἀκούσεται οὐδὲ τὸν Φαραὼ, ἀλλὰ τὴν ἐλευθερίαν τῆς πλάνης τῶν δαιμόνων καὶ τοῦ σκότους τοῦ διαβόλου·
 [06078]  ∆ι' αὐτοῦ γὰρ καὶ ἐκ τοῦ μὴ ὄντος παρήχθη τὸ τῶν ἀνθρώπων γένος εἰς τὸ εἶναι, καὶ ἀπὸ πλάνης εἰς ἀλήθειαν ἐπανῆλθεν.
 [07417]  Καὶ γὰρ καὶ ἡμεῖς ἐπιλέγοντες τῷ ποτηρίῳ τὰς ἀφάτους εὐεργεσίας τοῦ Θεοῦ, καὶ ὅσων ἀπολελαύκαμεν, οὕτως αὐτὸ προσάγομεν καὶ κοινωνοῦμεν, εὐχαριστοῦντες ὅτι τῆς πλάνης ἀπήλλαξε τὸ τῶν ἀνθρώπων γένος·
 [09999]  Μεγάλη γὰρ αὕτη διδάσκαλος, καὶ ἱκανὴ καὶ πλάνης ἀπαγαγεῖν, καὶ τρόπον μεταῤῥυθμίσαι, καὶ πρὸς φιλοσοφίαν χειραγωγῆσαι, καὶ ἀπὸ λίθων ἀνθρώπους ἐργάσασθαι.
 [09999]  Εἶδες πῶς οὐδὲν πλάνης ἀσθενέστερον;
000-00-00 Serial Number=0976990879
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00370]  Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ·
 [00380]  Ἡ γὰρ παράκλησις ἡμῶν, τουτέστιν, ἡ διδαχὴ, οὐκ ἐκ πλάνης.
000-00-00 Serial Number=0067726731
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01450]  περὶ γὰρ ἀληθείας καὶ πλάνης ἦν αὐτῷ ὁ λόγος.
 [02450]  Πνεύματα δὲ πλάνης ἐκάλεσεν αὐτοὺς, εἰκότως·
000-00-00 Serial Number=0930712044
In epistulam ad Colossenses Ante [Go Back]  
 [00566]  τουτέστι, τῆς πλάνης, τοῦ διαβόλου τῆς τυραννίδος.
000-00-00 Serial Number=0373677492
In epistulam ad Ephesios Ante [Go Back]  
 [00246]  κατὰ δὲ τὸν τῆς οἰκειώσεως οὐκέτι, τῆς Ἑλληνικῆς πλάνης κεχυμένης, ἀλλ' ἀπεσχισμένοι ἦσαν τῆς ὑπακοῆς αὐτοῦ.
 [01532]  καὶ πάλιν, Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν λόγῳ κολακείας, οὔτε ἐν προφάσει πλεονεξίας.
 [03156]  Ἵνα μηκέτι ὦμεν, φησὶ, νήπιοι, κλυδωνιζόμενοι, καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης.
 [03159]  Παντὶ ἀνέμῳ, φησὶν, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης.
 [04681]  βούλομαι γὰρ δεῖξαι οἷ προῆλθε τὸ κακὸν, ἵνα μὴ δόξω μικρολογεῖν καὶ περὶ μικροῦ τινος ὑμῖν διαλέγεσθαι, ἵνα κἂν οὕτως ἀποστῆσαι δυνηθῶ τῆς πλάνης ὑμᾶς.
000-00-00 Serial Number=0636516988
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00057]  Ἐβάπτισε μὲν γὰρ αὐτὸν Ἀνανίας, ἀλλ' οὐκ ἐκεῖνος τῆς πλάνης ἀπήλλαξεν, οὐδὲ πρὸς τὴν πίστιν ἤγαγεν·
 [00064]  Τὸ γὰρ σπουδαζόμενον ἦν αὐτῷ, οὐ δεῖξαι ἑαυτὸν ἐκείνων ὑπερέχοντα, ἀλλὰ τῆς πλάνης καταλῦσαι τὴν ὑπόθεσιν.
 [00129]  Οὐ γὰρ μίαν πόλιν, οὐδὲ δύο καὶ τρεῖς, ἀλλ' ὁλόκληρον τῶν Γαλατῶν τὸ ἔθνος αὕτη τῆς πλάνης ἐπενέμετο ἡ πυρά.
 [00742]  Μαθόντες γὰρ ἂν αὐτὸν ἀπεστράφησαν, ἀποστραφέντες δὲ οὐκ ἂν ἤκουσαν, μὴ ἀκούσαντες δὲ ἔμειναν ἂν ἐπὶ τῆς πλάνης τῆς προτέρας·
 [01761]  Ὁρᾷς δι' ὅσων αὐτοὺς ἀπάγει τῆς Ἰουδαϊκῆς πλάνης;
 [01964]  Πάλιν ἐνταῦθα αἰνίττεται ὅτι φιλονεικία καὶ στάσις καὶ φιλαρχία καὶ ἀπόνοια ταύτης τῆς πλάνης αἴτιαι αὐτοῖς ἐγένοντο·
 [02366]  Οὐ γὰρ ἁπλῶς, Μεθ' ὑμῶν, ὡς ἐπὶ τῶν ἄλλων, ἀλλὰ, Μετὰ τοῦ πνεύματος ὑμῶν, ἀπάγων αὐτοὺς τῶν σαρκικῶν, καὶ πανταχοῦ δεικνὺς τοῦ Θεοῦ τὴν εὐεργεσίαν, καὶ ἀναμιμνήσκων τῆς χάριτος ἧς ἀπήλαυσαν, δι' ἧς πάσης αὐτοὺς ἱκανὸς ἦν Ἰουδαϊκῆς πλάνης ἀπαγαγεῖν.
000-00-00 Serial Number=0010290980
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03031]  Καὶ τὸ ἐπιστρέφειν ἀδελφοὺς ἀπὸ τῆς πλάνης·
000-00-00 Serial Number=0589591563
In epistulam ad Romanos Ante [Go Back]  
 [00828]  Μετὰ δὲ τῶν εἰρημένων καὶ ἑτέραν τίθησιν αἰτίαν τῆς πλάνης αὐτῶν, λέγων·
 [01020]  Καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
 [01190]  Τὴν γὰρ ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν αὐτοῖς ἀπο [60.424] λαμβάνουσι, φησίν·
 [01858]  οὕτω γὰρ καὶ τοὺς Ἕλληνας ἀποστῆσαι δυνησόμεθα τῆς πλάνης.
 [03005]  Τὸ καταξιωθῆναι τῆς τοῦ Θεοῦ γνώσεως, τὸ τῆς πλάνης ἀπαλλαγῆναι, τὸ τὴν ἀλήθειαν ἐπιγνῶναι, τὸ πάντων ἐπιτυχεῖν τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν·
 [09999]  Εἰ μὲν γὰρ ἐξ ἀγνοίας ἢ πλάνης τοῦτο ἐποίουν, ἔδει διορθοῦν·
 [09999]  Καὶ ἡ μὲν ὑπόθεσις τῆς πλάνης αὕτη, ὁ δὲ τρόπος τῆς ἐπιβουλῆς ἕτερον πάλιν νόσημα, ἡ κολακεία·
000-00-00 Serial Number=0187322140
In epistulam ad Titum Ante [Go Back]  
 [00066]  Ἐπειδὴ γὰρ ἐπιστεύσαμεν καὶ ἀπηλλάγημεν τῆς πλάνης, στεφανοῦν ἡμᾶς βούλεται.
000-00-00 Serial Number=0074733436
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00202]  Ἐπειδὴ γὰρ ὁ τῆς δικαιοσύνης ἥλιος ἔλαμψεν, ἔδειξε τῶν πραγμάτων τὴν φύσιν, ἣν πρὶν ἐπεκάλυπτεν ἡ τῆς πλάνης νὺξ, καὶ τὸ βαθὺ τῆς ἀγνωσίας σκότος, συγχέον τὴν ὄψιν τῶν ἀπατωμένων.
 [00203]  Ἀλλ' ἐπειδὴ διεσκέδασε τὴν πυκνὴν νεφέλην τῆς πλάνης ἡ ἀκτὶς ἡ τοῦ ἡλίου τῆς δικαιοσύνης, πανταχοῦ φῶς καὶ ἡμέρα, λαμπρὰ καὶ σταθηρὰ μεσημβρία.
000-00-00 Serial Number=0308190465
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00036]  Εἰ γὰρ ὑπὲρ ἑνὸς προβάτου ὄρη καὶ νάπας καὶ τὴν ἄβατον ἔπεισι χώραν ὁ ποιμὴν, ὅταν πολλὰ πρόβατα μέλλῃ ῥᾳθυμίας καὶ πλάνης ἀπάγειν, πῶς οὐ πολλὴν ἐπιδείξεται σπουδήν;
000-00-00 Serial Number=0108246624
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00090]  ἄρχεται οὖν ὁ Κύριος ἠρέμα ἐπιστρέφειν τὸ πρόβατον, καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν αὐτὸ χειραγωγεῖν.
000-00-00 Serial Number=0644296408
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00141]  Ὁ γὰρ σταυρὸς τὴν ἔχθραν τοῦ Θεοῦ κατέλυσε τὴν πρὸς τοὺς ἀνθρώπους, τὰς καταλλαγὰς ἐκόμισε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους τοῖς ἀγγέλοις ἀνέμιξε, τοῦ θανάτου τὴν ἀκρόπολιν κατήγαγε, τοῦ διαβόλου τὴν ἰσχὺν ἐξενεύρωσε, τῆς ἁμαρτίας τὴν δύναμιν ἠφάνισε, τὴν γῆν τῆς πλάνης ἀπήλλαξε, τὴν ἀλήθειαν ἐπανήγαγε, τοὺς δαίμονας ἀπήλασε, ναοὺς καθεῖλε, βωμοὺς ἀνέτρεψε, κνίσσαν ἠφάνισε, τὴν ἀρετὴν κατεφύτευσε, τὰς Ἐκκλησίας ἐῤῥίζωσε.
000-00-00 Serial Number=0914992273
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00027]  ἔξεστι γὰρ καὶ ἀπελθόντα φιλεῖν, καὶ μὴ ὁρώμενον ἀγαπᾷν, καὶ μάλιστα ὅταν τοσαῦτα καὶ τοιαῦτα τῆς ἀρετῆς ἐκείνου καθ' ἑκάστην ἡμέραν ὑπομνήματα βλέπωμεν, τὰς πανταχοῦ τῆς γῆς Ἐκ κλησίας, τῆς ἀσεβείας τὴν ἀνατροπὴν, τοῦ πονηροῦ βίου τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν, τῆς πλάνης τὴν ἀπαλλαγὴν, τοὺς ἀνατραπέντας βωμοὺς, τοὺς ἀποκε κλεισμένους ναοὺς, τὴν τῶν δαιμόνων σιγήν.
000-00-00 Serial Number=0403869033
In infirmos Ante [Go Back]  
 [00004]  ὁ τὸν ἐπιστήθιον φίλον σου καὶ ἠγαπημένον Ἰωάννην καὶ Θεολόγον ῥυσάμενος ἐκ τῆς Πάτμου καὶ Ἀρτέμιδος, ὁ τὸν πάμφρωνα Νῶε ἐκ τοῦ φρικτοῦ καὶ πανολέθρου κατακλυσμοῦ διασώσας, αὐτὸς καὶ νῦν ἔκτεινόν σου τὴν ἀόρατον καὶ πνευματικὴν δεξιὰν καὶ ἀνάστησον τὸ πλάσμα σου ἐκ τῆς πλάνης ταύτης.
000-00-00 Serial Number=0221845686
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00080]  αὐτὸς γὰρ ἐπιστρέψει πάντας ἀπὸ τῆς πλάνης, καὶ ὑποδείξει αὐτοῖς τὴν ὁδὸν τῆς σωτηρίας, μεσίτης γενόμενος Θεοῦ καὶ ἀνθρώπων·
000-00-00 Serial Number=0351594925
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00088]  Σὺ δέ μοι νόει, ἀκροατὰ, τοὺς μάγους εἶναι τύπους τῶν ἐκ τῆς ἀσεβείας τῆς πλάνης ἐπιστρεψάντων ἐθνῶν, οὐ τελείῳ φωτὶ ὁδηγουμένους, ἀλλ', ὅσον ἀπαυγάσματι φωτὸς διὰ Ἰωάννου, ὡς δι' ἀστέρος, πρὸς τὸν ἐν σαρκὶ τεχθέντα Χριστὸν ὁδηγουμένους.
000-00-00 Serial Number=0898809612
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00278]  Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου, καὶ πολλοὺς ἐπιστρέψει ἀπὸ τῆς πλάνης εἰς τὴν ἀλήθειαν·
000-00-00 Serial Number=0385278344
In parabolam de ficu Ante [Go Back]  
 [00090]  Πρωῒ, μετὰ τὸ τὴν νύκτα τῆς πλάνης παραδραμεῖν, καὶ τὸν ὄρθρον Χριστὸν τὸ τῆς ἀναστάσεως φέγγος αὐγάσαι τῷ κόσμῳ·
000-00-00 Serial Number=0729033768
In principium Actorum Ante [Go Back]  
 [01420]  Ἐγώ σοι δείξω καὶ μείζονα τῶν προτέρων, οὐχ ἕνα νεκρὸν ἐγειρόμενον, οὐχ ἕνα τυφλὸν ἀναβλέποντα, ἀλλὰ πᾶσαν τὴν γῆν τὸ σκότος τῆς πλάνης ἀποθεμένην·
000-00-00 Serial Number=0725782633
In principium indictionis [2] Ante [Go Back]  
 [00033]  Ἕλληνες μὲν οὖν καὶ Ἰουδαῖοι, ἀδελφοὶ ἀνομίας, τοῦ διαβόλου τὰ λάφυρα, τῆς ἁμαρτίας τὰ ἔγγονα, τῆς πλάνης τὰ θρέμματα, τῆς δυσσεβείας ἡ πώρωσις, τῆς γεέννης οἱ ναυτολόγοι, οἱ ὄφεις τῆς ἀσεβείας, οἱ υἱοὶ τῆς κατάρας.
000-00-00 Serial Number=0338990629
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00288]  Ἐν τοῖς βωμοῖς τῶν εἰδώλων ὀπαί εἰσι κάτωθεν τοῦ θυσια στηρίου, καὶ ἔστι τις λάκκος κάτωθεν ἀφανὴς, καὶ κατέρχονται οἱ τῆς πλάνης ἐργάται ἐν τῷ λάκκῳ, καὶ οὕτω ταῖς ὀπαῖς ἐκείναις κάτωθεν τὸ πῦρ ἄνω ἐκφυσῶσιν εἰς τὴν θυσίαν, ὡς πολλοὺς ἀπατᾶσθαι, καὶ νομίζειν οὐράνιον εἶναι τὸ πῦρ.
000-00-00 Serial Number=0626502872
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00127]  Πόλεμος ἀνεῤ ῥιπίσθη ποτὲ χαλεπὸς κατὰ τῶν Ἐκκλησιῶν, καὶ καθά περ τυραννίδος χαλεπωτάτης τὴν γῆν καταλαβούσης, ἐκ μέσης ἀνηρπάζοντο τῆς ἀγορᾶς ἅπαντες, ἄτοπον μὲν οὐδὲν ἐγκαλούμενοι, ὅτι δὲ τῆς πλάνης ἀπαλλαγέντες, πρὸς τὴν εὐσέβειαν ἔδραμον, ὅτι τῆς τῶν δαιμόνων θρη σκείας ἀπέστησαν, ὅτι τὸν ἀληθινὸν Θεὸν ἐπέγνωσαν, καὶ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ προσεκύνησαν, καὶ ὑπὲρ ὧν στεφανοῦσθαι αὐτοὺς ἐχρῆν, καὶ θαυμάζεσθαι καὶ τιμᾶσθαι, ὑπὲρ τούτων ἐκολάζοντο καὶ μυρίοις περιηντλοῦντο δεινοῖς πάντες οἱ τὴν πίστιν παραδεξάμε νοι, πολλῷ δὲ πλέον οἱ τῶν Ἐκκλησιῶν προεστῶτες.
000-00-00 Serial Number=0570057452
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00131]  καταγελῶμεν τῆς ἐκείνων πλάνης.
000-00-00 Serial Number=0758619785
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00087]  Ἢ παῦσαι τοίνυν τῆς πλάνης, ἢ τὸν ἴσον αὐτοῦ δέχου καὶ σὺ θάνατον.
000-00-00 Serial Number=0822754562
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00088]  Νόμος ὁ διὰ Μωϋσέως αἰγυπτίας πλάνης τὸ κολαστήριον, δακτύλῳ Θεοῦ καταγραφόμενον, ἄλλως γὰρ ὁ ὑψηλὸς βραχίων ἐτηρεῖτο.
 [00097]  [10.2] ∆ιὰ τοῦτο καὶ τὸ πάσχα μυστικῶς πρῶτον ἐξ Αἰγύπτου ἄρχεται, τῆς σκοτεινῆς εἰδωλολατρείας ἡ πρώτη ἐκκοπὴ καὶ τῆς ἀθέου εἰδωλομανίας ἡ μυστικὴ ἀποτομὴ καὶ τῶν τῆς πλάνης πρωτοτόκων σπερμάτων ἡ νυκτερινὴ καὶ ἔνδικος πληγή.
 [00101]  Αἴγυπτος μὲν ἡ πολλὴ καὶ μέλαινα τῆς σκοτεινῆς καὶ βαθείας πλάνης ἐστὶν εἰκών, ἐκεῖθεν γὰρ τὰ πρῶτα τῆς ἀπάτης ῥεύματα, μόσχοι καὶ ἰχθύες καὶ ὄρνιθες καὶ θηρία καὶ πάντα τὰ τοιαῦτα ζῷα θεοποιούμενα καὶ θεολογούμενα·
000-00-00 Serial Number=0678384900
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00790]  Ἐπειδὴ γὰρ ἀνήνεγκεν ἀπ' ἐκείνης τῆς πλάνης, ἐν δημοσίοις αὐτὰ κατέθετο γράμματα ἴσως.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»