000-00-00 Serial Number=0216945052
[00206]
|
Ἀλλ' οὐχ ἡμεῖς, οἳ τῶν μὲν πλημμελημάτων, καὶ πολλῶν ὄντων καὶ μεγάλων, οὔτε λόγον, οὔτε μνήμην ποιούμεθα·
|
[00254]
|
Ὅσῳ γὰρ μειζόνων ἐσμὲν ὑπεύθυνοι πλημμελημάτων, τοσούτῳ μᾶλλον ἐντραπησόμεθα.
|
000-00-00 Serial Number=0559961379
[00117]
|
Ὅτι οὐχ ἁπλῶς ἡμῖν ἀφίησι τὰ ἁμαρτήματα, οὐδὲ ἁπλῶς ἡμᾶς καθαίρει τῶν πλημμελημάτων, ἀλλ' οὕτως ὡς ἂν εἰ ἄνωθεν ἐγεννήθημεν.
|
[00122]
|
Ὥσπερ οὖν ἀνδριάντα χρυσοῦν πολλῷ τῷ χρόνῳ καὶ τῷ καπνῷ καὶ τῇ κόνει καὶ ἰῷ ῥυπωθέντα λαβών τις καὶ χωνεύσας, καθαρώτατον ἡμῖν καὶ ἀστράπτοντα ἀποδίδωσιν, οὕτω καὶ τὴν φύσιν τὴν ἡμετέραν ὁ Θεὸς ἰωθεῖσαν τῷ τῆς ἁμαρτίας ἰῷ, καὶ πολὺν δεξαμένην τὸν καπνὸν τὸν ἀπὸ τῶν πλημμελημάτων, καὶ τὸ κάλλος ἀπολέσασαν, ὅπερ παρ' αὐτοῦ παρὰ τὴν ἀρχὴν ἐγκατέθηκε, λαβὼν ἄνωθεν ἐχώνευσε, καὶ καθάπερ εἰς χωνευτήριον ἐμβαλὼν τὰ ὕδατα, καὶ τὴν τοῦ Πνεύματος ἐπαφεὶς χάριν ἀντὶ φλογὸς, εἶτα νεοπαγεῖς ἐκεῖθεν καὶ καινοὺς γενομένους ἀντιβλέψαι λοιπὸν ταῖς ἡλιακαῖς ἀκτῖσι μετὰ πολλῆς ἀνάγει τῆς λαμπρότητος, τὸν μὲν παλαιὸν συντρίψας ἄνθρωπον, νέον δὲ κατασκευάσας τοῦ προτέρου λαμπρότερον.
|
000-00-00 Serial Number=0005216599
[05520]
|
Φίλῳ μὲν γὰρ διαλεγόμενος μετὰ τοῦ προσέχειν τοῦτο ποιεῖς, Θεῷ δὲ ἐντυγχάνων ὑπὲρ ἁμαρτημάτων, ὑπὲρ πλημμελημάτων τοσούτων συγχώρησιν αἰτῶν, καὶ συγγνώμην ἀξιῶν σοι γενέσθαι, ῥᾳθυμεῖς πολλάκις, καὶ τῶν γονάτων σου χαμαὶ κειμένων, πολλαχοῦ τῆς ἀγορᾶς καὶ τῆς οἰκίας πλανᾶσθαί σου τὴν διάνοιαν ἐᾷς, τοῦ στόματός σου ληροῦντος εἰκῆ καὶ μάτην·
|
[05579]
|
οὐ γὰρ τοῦτό ἐστι τὸ ποιοῦν μένειν παρὰ σοὶ τὴν ὀργὴν, ἀλλὰ τὸ μὴ μεμνῆσθαί σε τῶν οἰκείων πλημμελημάτων, μηδὲ τὴν γέενναν ἔχειν πρὸ ὀφθαλμῶν καὶ τὸν τοῦ Θεοῦ φόβον.
|
000-00-00 Serial Number=0934038341
[00010]
|
οὕτω δὴ καὶ ἀνθρώπου ψυχὴ, ἡ μὲν ἐν ῥᾳθυμίᾳ κειμένη, πλημμελημάτων ἀκάνθας τίκτει·
|
[00121]
|
ἐκεῖνος δὲ οὐδὲ τοῦτο εἶχε λογίσασθαι, ὅτι πλημμελημάτων καὶ ἁμαρτημάτων ἔτινε δίκας·
|
000-00-00 Serial Number=0291310906
[01043]
|
Πολλοὶ καὶ ὑπ' αὐτοῦ τοῦ διαβόλου τυραννούμενοι καὶ ὑπὸ παθῶν ψυχικῶν πολιορκούμενοι, πρὸς τοὺς πνευματικοὺς τούτους ἰατροὺς παραγεγονότες καὶ εἰς μνήμην ἐλθόντες τῶν οἰκείων πλημμελημάτων καὶ τῷ λόγῳ γυμνώσαντες αὐτῶν ὡς εἰπεῖν τὰ ἕλκη, τοσαύτην ἐντεῦθεν ἐδέξαντο τὴν παραμυθίαν ὡς αἴσθησιν εὐθέως λαβεῖν καὶ κουφότερον ἐργάσασθαι αὐτῶν τὸ συνειδὸς καὶ μετὰ πολλῆς τῆς πληροφορίας οἴκαδε ἐπανελθεῖν.
|
000-00-00 Serial Number=0975779831
[02614]
|
«ἀπὸ τούτου βούλομαι σωθῆναι», φησίν, «ἀπὸ τοῦ ἔργον εἶναι χειρῶν σου, ἀπὸ δὲ δικαιοσύνης οὐδαμῶς οὐδὲ ἀπὸ τοῦ δύνασθαί σε ἀπατᾶσθαι ἢ ἐπιλελῆσθαι τῶν πλημμελημάτων τῶν ἐμῶν.
|
000-00-00 Serial Number=0091013193
[00213]
|
Οὐκ ἀπαιτῶν εὐθύνας τῶν πλημμελημάτων κατὰ τὸ τοῦ προφήτου·
|
[00218]
|
ἐπὶ δὲ τῆς χάριτος οἱ μυρία ἐργασάμενοι δεινὰ, τοῦ βαπτίσματος ἀπολαύοντες ζωογονοῦνται, καὶ οὐδεμίαν ἀπαιτοῦνται δίκην τῶν πλημμελημάτων.
|
000-00-00 Serial Number=0926892698
[00286]
|
οὕτω καὶ τότε, τῆς φύσεως τῆς ἡμετέρας κρινομένης καὶ τῶν πλημμελημάτων τὰς εὐθύνας ἀπαιτουμένης, καὶ οἱ μηδὲν συνειδότες ἑαυτοῖς ἄγγελοι, καὶ αἱ λοιπαὶ δυνάμεις δεδοίκασι καὶ τρέμουσι διὰ τὴν ἀπειλὴν τοῦ δικαστοῦ.
|
000-00-00 Serial Number=0812015414
[00097]
|
Ὅτι τὸν Υἱὸν, φησὶ, τὸν μονογενῆ, τὸν γνήσιον, τὸν ἀγαπητὸν, τοῦτον ὁ Θεὸς ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων ἔδωκεν οἰκετῶν, καὶ τοὺς μυρίοις βεβαρημένους ἁμαρτήμασι, καὶ τοσούτοις φορτίοις πιεζομένους πλημμελημάτων, οὐχὶ τῶν ἁμαρτημάτων ἀπήλλαξε μόνον, ἀλλὰ καὶ δικαίους εἰργάσατο, οὐδὲν φορτικὸν, οὐδὲ ἐπίπονον ἐπιτάξας, οὐδὲ ἐπαχθὲς, ἀλλὰ πίστιν ζητήσας παρ' ἡμῶν μόνον, καὶ δικαίους ἐποίησε καὶ ἁγίους κατεσκεύασε, καὶ υἱοὺς Θεοῦ ἀπέφηνε, καὶ βασιλείας κληρονόμους ἀπέδειξε, καὶ τοῦ Μονογενοῦς συγκληρονόμους ἀπειργάσατο, καὶ ἀνάστασιν ἐπηγγείλατο, καὶ ἀφθαρσίαν σωμάτων, καὶ λῆξιν μετὰ ἀγγέλων, πάντα λόγον καὶ νοῦν ὑπερβαίνουσαν, καὶ τὴν ἐν οὐρανοῖς διατριβὴν, καὶ τὴν μετ' αὐτοῦ ὁμιλίαν καὶ ἁγίου Πνεύματος ἐντεῦθεν ἤδη χάριν ἐξέχεε, καὶ τῆς τοῦ διαβόλου κατοχῆς ἡμᾶς ἀπήλλαξε, καὶ τῶν δαιμόνων ἡμᾶς ἐῤῥύσατο, καὶ τὴν ἁμαρτίαν κατέλυσε, καὶ τὴν κατάραν ἠφάνισε, καὶ ᾅδου πύλας συνέκλασε, καὶ τὸν παράδεισον ἠνέῳξεν, οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, ἀλλ' αὐτὸν ἀπέστειλε τὸν Μονογενῆ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, ὥς φησι διὰ τοῦ προφήτου·
|
000-00-00 Serial Number=0165863574
[01405]
|
εἰπέ, ἵνα ἐνταῦθα ἀποθέμενος πάντα τὰ ἁμαρτήματα ἀπέλθῃς ἐκεῖ καθαρὸς καὶ ἔξω τῶν πλημμελημάτων καὶ τῆς ἀφορήτου δημοσιεύσεως ἐκείνης ἀπαλλαγῇς.
|
000-00-00 Serial Number=0514170170
[00004]
|
καὶ τῶν οἰκείων πλημμελημάτων κατηγοροῦσι θερμῶς, καὶ τὴν ἐπὶ τοῖς αὐτῶν πταίσμασιν συγγνώμην αἰτοῦσιν παρὰ τοῦ φιλανθρώπου κριτοῦ.
|
[00019]
|
δώρησαί μοι τῶν ἐμῶν πλημμελημάτων τὴν συγχώρησιν·
|
000-00-00 Serial Number=0927197158
[01159]
|
Ἵνα καὶ τὴν τῶν βαρβάρων μάθῃς ἀρετὴν, βαρβάρων λέγω τῶν Νινευϊτῶν ἐν τρισὶν ἡμέραις δυνηθέντων τοσαύτην ἁμαρτημάτων ὀργὴν καταλῦσαι, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν θαυμάσῃς μετανοίᾳ τριῶν ἡμερῶν ἀρκεσθέντος ὑπὲρ τοσούτων πλημμελημάτων, καὶ αὐτὸς μὴ καταπέσῃς εἰς ἀπόγνωσιν, κἂν μυρία ἡμαρτηκὼς ᾖς.
|
[01677]
|
Οὐκ ἀπεκάλυψε τὸ ἕλκος, οὐκ εἰς κοινὸν θέατρον ἤγαγε τὴν κατηγορίαν, οὐ περιέστησε μάρτυρας τῶν πλημμελημάτων·
|
[02266]
|
Ἡ γὰρ μετάνοια, δεινὴ καὶ φοβερὰ τῷ ἁμαρτωλῷ, φάρμακον τῶν πλημμελημάτων, δαπάνημα τῶν παρανομιῶν, ἀνάλωμα τῶν δακρύων, παῤῥησία πρὸς τὸν Θεὸν, ὅπλον κατὰ τοῦ διαβόλου, μάχαιρα ἀποτέμνουσα αὐτοῦ τὴν κεφαλὴν, σωτηρίας ἐλπὶς, ἀπογνώσεως ἀναίρεσις·
|
000-00-00 Serial Number=0251775861
[00024]
|
καὶ εἰ ἀπροόπτως τοῖς δικτύοις τῆς ἁμαρτίας περιέπεσαν, ἀλλὰ τὴν λύμην τῆς ἀπιστίας ἐκ τῶν τῆς διανοίας ὀφθαλμῶν ἀφελόμενοι, προσέδραμον τῇ μετανοίᾳ, ἵνα δι' αὐτῆς τὴν ἄφεσιν τῶν πλημμελημάτων ἀπενέγκωνται.
|
[00054]
|
Ἐξαγορεύων, τῆς ἀφέσεως τῶν πλημμελημάτων δέχῃ τὴν δωρεάν.
|
000-00-00 Serial Number=0774560750
[00823]
|
Εἰ γὰρ τῶν οἰκείων πλημμελημάτων εὐθύνας ὑπέχοντες φρίττομεν, ὡς οὐ δυνησόμενοι τὸ πῦρ ἐκφυγεῖν ἐκεῖνο, τί χρὴ πείσεσθαι προσδοκᾶν τὸν ὑπὲρ τοσούτων ἀπολογεῖσθαι μέλλοντα;
|
000-00-00 Serial Number=0154143095
[00139]
|
ἐκεῖνος νύκτας καὶ ἡμέρας, ἐκεῖνος ὑπὲρ ἀλλοτρίων ἁμαρτημάτων, ἡμεῖς κἂν ὑπὲρ τῶν οἰκείων πλημμελημάτων·
|
000-00-00 Serial Number=0859085023
[00656]
|
Θεῷ δὲ ἐντυγχάνων ὑπὲρ ἁμαρτημάτων, ὑπὲρ πλημμελημάτων τοσούτων συγχώρησιν αἰτῶν, καὶ συγγνώμην ἀξιῶν σοι γενέσθαι.
|
[05690]
|
Ὅταν γὰρ αὐτὸς ὁ πεπλημμεληκὼς, μηδὲ αὐτὸ τοῦτο, ὅτι ἥμαρτες, εἰδέναι θέλῃς, ὑπὲρ ποίων παρακαλέσεις τὸν Θεὸν πλημμελημάτων;
|
[05699]
|
Μὴ οὖν, διότι οὐκ ἀλγεῖς ἁμαρτάνων, καταφρόνει τῆς ἁμαρτίας, ἀλλὰ διὰ μὲν τοῦτο αὐτὸ μάλιστα στέναξον, ἐπειδὴ οὐκ αἰσθάνῃ τῆς τῶν πλημμελημάτων ὀδύνης.
|
[06499]
|
Μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐτοῖς πλημμελημάτων δεδοικὼς προσέφερε θυσίας [63.765] ὑπὲρ αὐτῶν, καὶ πολλὴν τὴν ὑπὲρ αὐτῶν πρόνοιαν ἐποιεῖτο·
|
[08736]
|
Ἡ μετάνοια δεινὴ καὶ φοβερὰ τῷ ἁμαρτωλῷ, φάρμακον τῶν πλημμελημάτων, δαπάνημα τῶν δακρύων, ἀνάλωμα τῶν παρανομιῶν, παῤῥησία πρὸς τὸν Θεὸν, ὅπλον κατὰ τοῦ διαβόλου, μάχαιρα ἀποτέμνουσα αὐτοῦ τὴν κεφαλὴν, σωτηρίας ἐλπὶς, ἀπογνώσεως ἀναίρεσις·
|
000-00-00 Serial Number=0150692344
[00457]
|
Εἰ δὲ οὐκ ἀνέχεται ἡ ψυχὴ μεμνῆσθαι τῶν πλημμελημάτων, αἰσχυνομένη καὶ ἐρυθριῶσα, εἰπὲ πρὸς αὐτήν·
|
000-00-00 Serial Number=0244071066
[00409]
|
Ἐπειδὴ ἔμελλον λέγειν ὡς Οὐδὲν πρὸς ἡμᾶς, εἰ οἱ πατέρες ἥμαρτον, οὐδὲ δίκαιον ὑπὲρ τῶν ἑτέρων πλημμελημάτων δίκην δοῦναι·
|
[04885]
|
ἐπὶ δὲ τῆς ἁμαρτίας οὕτως ᾐσχύνοντο, ὡς μὴ κατὰ τὸν καιρὸν τῶν πλημμελημάτων μόνον, ἀλλὰ καὶ τούτου παρελθόντος, καὶ τῆς τιμωρίας ἀφεθείσης, ὀδύρεσθαι καὶ θρηνεῖν.
|
000-00-00 Serial Number=0496832848
[01508]
|
Ἴσθι ὡς πρὸς σύγκρισιν τῶν σῶν ἁμαρτημάτων, ἐλαφρῶς ἐτιμωρήθης, καὶ οὐκ ἀνταξίαν τῶν πλημμελημάτων δέδωκας τὴν δίκην.
|
000-00-00 Serial Number=0827353656
[00594]
|
Τοῦτο ἐρῶντος, τὸ μὴ ἀπαιτῆσαι εὐθύνας ἁμαρτημάτων, ἀλλὰ συγχωρῆσαι παρανομήματα πλημμελημάτων.
|
000-00-00 Serial Number=0506872773
[00217]
|
Ἔθος ἀεὶ τοῖς προφήταις μὴ μόνον ἐκεῖνα προλέγειν, ἃ μέλλουσι πάσχειν οἱ πλημμελοῦντες δεινά, ἀλλὰ καὶ ἃ παθεῖν ἦσαν ἄξιοι, ἵνα καὶ ἐν αὐτῷ τῷ καιρῷ τῆς τιμωρίας πολλὰς εἰδῶσι τῷ Θεῷ χάριτας, οὐ τὴν ἀξίαν τῶν πλημμελημάτων, ἀλλὰ ἐλάττονα πολλῷ τὴν δίκην τίνοντες.
|
[01210]
|
† καὶ τῶν εἰς αὐτὸν ἁμαρτημάτων οὐκ ἔλαττον, ἀλλ' ἔστιν ὅπου καὶ πλέον παροξύνεται ὑπὲρ τῶν εἰς τοὺς ὁμοδούλους πλημμελημάτων.
|
[01484]
|
Ἐπειδὴ γὰρ οὐδὲν οὕτω χρήσιμον, ὡς τὸ πλημμελημάτων μεμνῆσθαι διηνεκῶς, μνήμην δὲ οὐδὲν οὕτω μόνιμον ὡς μελῳδία ποιεῖ, ἵνα μὴ διὰ τὴν ὑπερβολὴν τῶν κατηγοριῶν ὀκνοῦντες καὶ ἀναδυόμενοι φεύγωσι τὸ συνεχῶς μεμνῆσθαι τῶν οἰκείων ἁμαρτημάτων, τῷ μέλει τῆς ᾠδῆς ὑποκλέπτων τὴν ἀπὸ τῆς μνήμης αἰσχύνην καὶ τὴν ἀφόρητον ἀθυμίαν παραμυθούμενος, ᾄσματα αὐτὰ πεποίηκεν, ἵνα τῷ πόθῳ τῆς μελῳδίας ἀναγκαζόμενοι συνεχῶς αὐτὰ φθέγγεσθαι, συνεχῶς αὐτῶν ὦσι μεμνημένοι, καὶ μεμνημένοι διηνεκῶς ἔχωσί τινα διδάσκαλον ἀρετῆς τὴν διηνεκῆ τῶν ἁμαρτημάτων μνήμην.
|
[02611]
|
Τοῦτο τοὺς ῥᾳθυμοτέρους ἀναπίπτειν παρασκευάζει, τὸ μὴ κατὰ πόδας ἕπεσθαι τῶν πλημμελημάτων τὴν δίκην.
|
000-00-00 Serial Number=0642570794
[05054]
|
Πολλῶν γοῦν ἔστιν ἀκοῦσαι καὶ νῦν Ἑλλήνων λεγόντων, διὰ τοῦτο μὴ δύνασθαι πρὸς τὴν πίστιν τὴν ἡμετέραν προσελθεῖν, διὰ τὸ μὴ δύνασθαι μέθης, καὶ πορνείας, καὶ τῶν τοιούτων ἀφίστασθαι πλημμελημάτων.
|
000-00-00 Serial Number=0150210619
[00348]
|
ἀπαλλαγέντες δὲ τῶν πλημμελημάτων, ἐν φωτὶ δῆλον ὅτι μεταθέντες γίνονται.
|
000-00-00 Serial Number=0570589483
[05978]
|
Εἰ γὰρ ἐκεῖνος τῶν πρὸ τοῦ λουτροῦ πλημμελημάτων ἐμέμνητο, καίτοι πάντων ἀφανισθέντων, τίνα ἂν σχοίημεν συγγνώμην οἱ τῶν μετὰ τὸ λουτρὸν ἀμνημονοῦντες ἡμεῖς;
|
000-00-00 Serial Number=0417057872
[02410]
|
Τί δὲ, ἂν τῶν μὲν εἰς σὲ πλημμελημάτων μηδεμίαν ποιοῖτο φροντίδα, ὑπὲρ δὲ τῶν πρὸς τοὺς ὁμοδούλους φροντίζοι, οὐχὶ μείζονα ἐπάξεις τὴν τιμωρίαν;
|
000-00-00 Serial Number=0742337763
[07889]
|
αὕτη φάρμακόν ἐστι σωτήριον, καὶ κωλυτικὸν τῶν ἁμαρτημάτων, καὶ ἰατρεῖον τῶν πλημμελημάτων·
|
000-00-00 Serial Number=0609942913
[02051]
|
Ὁρᾷς πῶς συνεχῶς ἀναμιμνήσκει τῶν πλημμελημάτων αὐτούς, [60.445] ἀνωτέρω μὲν λέγων, ∆ιὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας, μετὰ ταῦτα δὲ, ὅτι Πάντες ἥμαρτον, ἐνταῦθα δὲ σφοδρότερον.
|
[09315]
|
ὅταν δὲ οἱ μὲν δῶσι δίκην, οἱ δὲ μὴ δῶσι, καὶ ταῦτα χεῖρον ἁμαρτόντες, πῶς ἂν ἔχοι λόγον τῶν αὐτῶν πλημμελημάτων μὴ τὰς αὐτὰς εἶναι δίκας;
|
000-00-00 Serial Number=0164292991
[00546]
|
ἀπαιτεῖ ἡμᾶς τῶν πλημμελημάτων·
|
000-00-00 Serial Number=0967246175
[00166]
|
Οὐχ ἡ τῶν κρατούντων ἀβουλία, ἀλλὰ ἡ ἡμῶν ἁμαρτία, ἡ τῶν πλημμελημάτων εἴσπραξις.
|
000-00-00 Serial Number=0347876370
[00019]
|
συγγνώμην πλημμελημάτων ἐζήτει, καὶ ἀγόνου μήτρας ἐπαγγελίας ἐδέχετο.
|
000-00-00 Serial Number=0275016546
[00027]
|
Ἐχειροτονήθημεν ἐκ τοῦ ∆εσπότου δεσπόται τῆς τῶν πλημμελημάτων ἀφέσεως·
|
000-00-00 Serial Number=0974003732
[00035]
|
συγχώρησιν πλημμελημάτων ζητεῖς, οὐκ ἐπεξέρχομαι τὴν εὐγνωμοσύνην ἀπεκδεχόμενος.
|
000-00-00 Serial Number=0373319030
[00052]
|
τάχα καὶ παρ' αὐτῶν τῶν ἀστέρων κατηγορίαν ἐκδέχεται, ἢ μᾶλλον νομίζει τῶν πλημμελημάτων τὸ πλῆθος γεγράφθαι ἐν τῷ στερεώματι·
|
[00064]
|
Ὅτε μέντοι τῶν οἰκείων κατέγνω κακῶν, ὅτε θεωρήσας τὰ τραύματα τῆς ψυχῆς, ἔδραμε πρὸς τὸν ἰατρὸν τὸν ἀμισθὶ θερα πεύοντα, ὅτε τῶν πλημμελημάτων μνημονεύσας τῷ ἀμνησικάκῳ ∆εσπότῃ προσέφυγε·
|
000-00-00 Serial Number=0874042571
[00137]
|
δεύτερος Ἀδὰμ γέγονα, τὸν ἐκείνου ῥύπον τῶν πλημ-μελημάτων ἐκπλῦναι θέλων·
|
000-00-00 Serial Number=0713363647
[00090]
|
ἀλλὰ ἄνθρωπος ἐξ ἀνθρώπου ἐπιστεύθη τὸν θρόνον τοῦτον, καὶ αὐτὸς ἡδονῇ καὶ ἁμαρτίᾳ συνδεδεμένος, ἵνα ὅταν λάβῃ τινὰ ἁμαρ τάνοντα, ἐκ τῶν οἰκείων πλημμελημάτων φιλαν θρωπότερος γένηται πρὸς ἐκεῖνον τὸν ἁμαρτήσαντα.
|
000-00-00 Serial Number=0858425319
[00105]
|
ὅταν δὲ οἱ μὲν δῶσι δίκην, οἱ δὲ μὴ δῶσι, καίτοι χείρονα ἁμαρτάνοντες, πῶς ἂν ἔχοι τοῦτο λόγον μὴ τῶν αὐτῶν πλημμελημάτων τὰς αὐτὰς εἶναι δίκας;
|
000-00-00 Serial Number=0371665597
[00152]
|
Οἶδα κἀγὼ, ὅτι οὐκ ἀνέχεται τὸ συνειδὸς τῆς μνήμης τῶν οἰκείων πλημμελημάτων.
|
[00278]
|
Οὐ γὰρ ἀρκεῖ τὸ εἰπεῖν, ὅτι ἁμαρτωλός εἰμι, ἀλλὰ δεῖ καὶ κατ' εἶδος αὐτῶν μεμνῆσθαι τῶν πλημμελημάτων.
|
000-00-00 Serial Number=0174168885
[00042]
|
Ὅτε πάντων ἡμερωτέρους εἶναι χρὴ, ∆εσπότῃ διαλεγομένους, ὑπὲρ οἰκείων πλημμελημάτων παρακαλοῦντας, ἔλεον καὶ φιλανθρωπίαν καὶ συγγνώμην αἰτοῦντας, τότε ἀγριούμεθα, καὶ πρὸς θηριωδίαν ἐκπίπτομεν, καὶ πικρίας τὸ στόμα πληροῦμεν;
|
000-00-00 Serial Number=0177486658
[00086]
|
καὶ γὰρ τῇ ἱερᾷ ταύτῃ τραπέζῃ παρεστῶτες, καὶ τὴν φρικτὴν θυσίαν ἀναφέροντες, ὥσπερ ὑπὲρ τῶν τοῦ [63.464] λαοῦ πλημμελημάτων αἰτοῦμεν γενέσθαι συγχώρησιν, οὕτω καὶ ὑπὲρ τῶν ἡμετέρων αὐτῶν παρακαλοῦμεν καὶ δεόμεθα καὶ ἱκετεύομεν καὶ ὑπὲρ ἁπάντων τὴν θυσίαν ἀναφέρομεν .....
|
000-00-00 Serial Number=0622550428
[00230]
|
Ὁ γὰρ μυρίων λαβὼν ταλάντων τὴν ἄφεσιν καὶ ἀπὸ ψιλῆς παρακλήσεως τοσαύτης ἀπολαύσας δωρεᾶς, ἐπειδὴ ἑκατὸν δηναρίων ἀπαίτησιν ἐποιεῖτο παρὰ τοῦ συνδούλου, τοῦτ' ἔστιν, ἐπειδὴ τῶν εἰς αὐτὸν πλημμελημάτων ἀπῄτει δίκας, ἐν τῇ περὶ τὸν ὁμόδουλον σφοδρότητι, καθ' ἑαυτοῦ τὴν καταδίκην ἐξήνεγκε.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»