Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum στολὴν [88]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum στολὴν


000-00-00 Serial Number=0580343783
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00161]  ἐπειδὴ δὲ μετενόησεν καὶ οὐκ ἀπέγνω, μετὰ τὴν τοσαύτην διαφθορὰν ἐπὶ τῆς προτέρας λαμπρότητος ἐπανέρχεται πάλιν καὶ τὴν καλλίστην περιβάλλεται στολὴν καὶ μειζόνων ἀπολαύει τοῦ μὴ καταπεσόντος ἀδελφοῦ·
000-00-00 Serial Number=0417213917
Ad populum Antiochenum Ante [Go Back]  
 [00978]  Ἐπειδὴ γὰρ ὁ τῶν Περσῶν βασιλεὺς πάντας ἄρδην ἀναιρεῖσθαι τοὺς Ἰουδαίους ἐκέλευσε, καὶ οὐδεὶς ἦν ὁ πρὸς τὴν ὀργὴν ἐκείνην στῆναι δυνάμενος, ἀποδυσαμένη τὴν φαιδροτέραν στολὴν ἡ γυνὴ, καὶ σάκκον περιβαλλομένη, καὶ σποδὸν ὑποστρωσαμένη, παρεκάλει τὸν φιλάνθρωπον Θεὸν συνεισελθεῖν αὐτῇ πρὸς τὸν βασιλέα, καὶ τοιαῦτα προσευχομένη πρὸς αὐτὸν ῥήματα ἔλεγε·
000-00-00 Serial Number=0778612792
Ad viduam juniorem Ante [Go Back]  
 [00133]  Ἐπειδὴ δὲ ἐμνήσθην τοῦ πολέμου τούτου, ἑσμός μοι πολὺς χηρῶν ἐπέδραμεν, αἳ πολλαὶ μὲν σφόδρα ἔλαμπον ἀπὸ τῆς τῶν ἀνδρῶν τιμῆς, νῦν δὲ ἀθρόως ἅπασαι πενθήρη καὶ μέλαιναν περιθέμεναι στολὴν θρηνοῦσι τὸν ἅπαντα χρόνον.
000-00-00 Serial Number=0015888333
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00181]  Ὅταν γὰρ ἴδῃ ὁ πένης τὸν εὔπορον καὶ πολυτελεστέραν περιβεβλημένον στολὴν, πλήττε [50.438] ται, καὶ ταλανίζει παρὰ πάντας ἑαυτόν.
000-00-00 Serial Number=0527145207
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00518]  καὶ διὰ ταῦτα κἂν εἴποι τις θαυμάζων τὸν βασιλέα, ὅτι στολὴν περιβέβληται χρυσῆν, οὐ μόνον οὐ θαυμάζομεν, ἀλλὰ καὶ γελῶμεν τὸ λεχθὲν, ὡς οὐδὲν ἔχον παράδοξον·
 [00732]  Ἀκούεις δὲ καὶ Ἠλύσιον πεδίον, καὶ μακάρων νήσους, καὶ λειμῶνας, καὶ μυρσίνας, καὶ λεπτὴν αὔραν, καὶ εὐωδίαν πολλὴν, καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλημένους στολὴν, χορεύοντάς τε καὶ ᾄδοντας ὕμνους τινὰς, καὶ ὅλως καὶ πονηροῖς καὶ ἀγαθοῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν.
 [01337]  οὔτε γὰρ ἦθος εἶχεν ἠγριωμένον καὶ κατεσκληκὸς, οὔτε ἐξηλλαγμένην στολὴν, ἀλλ' ἦν κοινὸς καὶ τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῇ φωνῇ καὶ τοῖς ἄλλοις ἅπασιν.
000-00-00 Serial Number=0761624098
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00136]  διὰ τοῦτο νηστεῖαι, καὶ ἐγκράτειαι, καὶ ἀσκήσεις, καὶ ὠχρὸν καὶ στυγνὸν τὸ εἶδος, καὶ τὴν στολὴν εὐτελεστέραν ὀφείλει ἔχειν ἡ παρθένος διὰ τὸ τῆς φύσεως εὐόλισθον·
 [00143]  Οὐκ ἐνδύσεται ἀνὴρ στολὴν γυναικείαν.
000-00-00 Serial Number=0440938890
Catecheses ad illuminandos Ante [Go Back]  
 [00357]  ∆ιὸ καὶ πάντας ὑμᾶς παρακαλῶ φιλοτιμίαν τινὰ περὶ ἐμὲ ἐπιδείξασθαι καὶ ἐπειδὰν μέλλητε συντυγχάνειν τῷ βασιλεῖ, δέξεται γὰρ ὑμᾶς μετὰ πολλῆς σφοδρότητος καὶ ἐνδύσει τὴν βασιλικὴν ἐκείνην στολὴν καὶ παρέξει δωρεὰς
 [00628]  «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά», μονονουχὶ δεικνὺς ὅτι καθάπερ ἱμάτιον παλαιὸν ἀποδυσάμενοι τῶν ἁμαρτημάτων τὸ φορτίον διὰ τῆς εἰς τὸν Χριστὸν πίστεως, τὸ καινὸν τοῦτο καὶ φαιδρὸν ἱμάτιον καὶ τὴν στολὴν τὴν βασιλικὴν περιέθεντο οἱ τῆς πλάνης ἐλευθερωθέντες καὶ τῷ φωτὶ τῆς δικαιοσύνης καταυγασθέντες·
 [00843]  Καὶ μάλιστα ὑμεῖς οἱ πρόσφατον τῆς θείας καταξιωθέντες μυσταγωγίας καὶ τὰ τῶν ἁμαρτημάτων ἀποθέμενοι φορτία καὶ λαμπρὰν τὴν στολὴν περιβαλόμενοι·
 [01002]  [6.24] ∆ιὰ τοῦτο δεδοικὼς κἀγὼ τοῦ ἐχθροῦ τὰς μηχανὰς συνεχῆ ποιοῦμαι τὴν παραίνεσιν ἵνα τὴν νυμφικὴν στολὴν ἀκραιφνῆ διατηρήσητε καὶ μετὰ ταύτης ἀεὶ εἰς τὸν γάμον εἰσίητε τοῦτον τὸν πνευματικόν.
000-00-00 Serial Number=0192240119
Commentarius in Job Ante [Go Back]  
 [01165]  [2,12a] ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν, [12b] καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ἔκαστος [12c] ῥήξαντες τὴν ἑαυτοῦ στολὴν [12d] καὶ καταπασάμενοι γῆν ἐπὶ τῆς κεφαλῆς αὐτῶν.
000-00-00 Serial Number=0758099616
De Anna i Ante [Go Back]  
 [01050]  Καὶ γὰρ τοῦ τὴν οὐσίαν κατεδηδοκότος υἱοῦ, καὶ πρὸς τὴν πατρικὴν οἰκίαν ἐπανελθόντος ἀνεμνήσαμεν, καὶ τὴν ταλαιπωρίαν ἅπασαν, καὶ τὸν λιμὸν, καὶ τὴν αἰσχύνην, καὶ τὰ ὀνείδη καὶ τὰ ἄλλα, ὅσα ἐπὶ τῆς ἀλλοτρίας ὑπέμεινε, προσεθήκαμεν, τῷ παραδείγματι τούτῳ σωφρονεστέρους ποιῆσαι βουλόμενοι καὶ οὐδὲ ἐνταῦθα τὸν λόγον ἐστήσαμεν, ἀλλὰ καὶ τὴν τοῦ πατρὸς φιλοστοργίαν περὶ αὐτοὺς ἐπεδειξάμεθα, οὐκ ἀπαιτήσαντες αὐτοὺς τῆς ῥᾳθυμίας εὐθύνας, ἀλλ' ὑπτίαις τούτους δεξάμενοι ταῖς χερσὶ, καὶ συγγνώμην δόντες ὑπὲρ τῶν πεπλημμελημένων, καὶ τὴν οἰκίαν ἀνοίξαντες, καὶ τὴν τράπεζαν παραθέντες, καὶ στολὴν αὐτοὺς περιβαλόντες τὴν ἀπὸ τῆς διδασκαλίας, καὶ τὴν ἄλλην ἅπασαν παρασχόντες αὐτοῖς θεραπείαν.
 [01226]  Ὅταν γὰρ πολλὴν ἐπιστιβάσῃς τῷ πλουσίῳ στολὴν καὶ πολυτελῆ καὶ διάχρυσον, οὐδὲν ἕτερον ἢ πλέον αὐτῷ προξενεῖς τὸ μῖσος, καὶ μείζονα τὴν κατηγορίαν, καὶ τὰ πάντων ἀνοίγεις στόματα κατὰ τοῦ τετελευτηκότος, καὶ ἀρὰς μυρίας ἐπισπᾶσαι κατ' αὐτοῦ, καὶ σφοδροτέραν τῆς πλεονεξίας ἀνάπτεις τὴν διαβολὴν, ἑκάστου διαῤῥηγνυμένου, καὶ ἀποπνιγομένου, καὶ καταρωμένου τὸν τελευτήσαντα, ὅτι μηδὲ ἀποθανὼν τὴν περὶ τὰ χρήματα μανίαν κατέλυσε.
000-00-00 Serial Number=0038731575
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00148]  [33] Καὶ μηδὲ μέχρι τούτου στήσῃς τὴν εἰκόνα, ἀλλ' ἔκτεινον αὐτὴν καὶ ἐπὶ τὸν τοῦ Θεοῦ δοῦλον τὸν μακάριον Βαβύλαν καὶ τὸ σχῆμα τὸ ταπεινὸν καὶ ἐπὶ τὴν στολὴν τὴν ἰδιωτικὴν καὶ τὴν συντετριμμένην ψυχὴν καὶ τὸ θράσους ἀπηλλαγμένον φρόνημα καὶ οὕτως ἀμφοτέρους διαγράψας καὶ ἀντιθεὶς τότε γνώσῃ τὸ θαῦμα καλῶς μᾶλλον δὲ οὐδὲ οὕτως ἐπιλήψῃ τῆς ἀκριβείας αὐτῆς.
000-00-00 Serial Number=0949704349
De Lazaro Ante [Go Back]  
 [00667]  ἀλλ' εἰδὼς, ὅτι τῶν ἀγοραίων τίς ἐστι, σχοινοστρόφος τυχὸν, ἢ χαλκοτύπος, ἢ ἕτερόν τι τοιοῦτον, οὐ μακαρίζεις διὰ τὸ προσωπεῖον καὶ τὴν στολὴν, οὐδ' ἀπὸ τούτων αὐτοῦ κρίνεις τὴν πολιτείαν, ἀλλὰ καταπτύεις αὐτοῦ διὰ τὴν ἄλλην εὐτέλειαν·
000-00-00 Serial Number=0895680070
De baptismo Christi Ante [Go Back]  
 [00215]  Οὐχ ὁρᾶτε ἐπὶ τῶν Ὀλυμπίων ἀγώνων, ὅταν ἀγωνοθέτης διὰ τῆς ἀγορᾶς βαδίζῃ, στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχων, στολὴν ἀναβεβλημένος, ῥάβδον ἐν τῇ χειρὶ κατέχων, ὅση ἡ εὐταξία, τοῦ κήρυκος βοῶντος ἡσυχίαν εἶναι μετ' εὐκοσμίας;
000-00-00 Serial Number=0208570778
De continentia Ante [Go Back]  
 [00009]  Εἰ γάρ τις βασιλεὺς ἁλουργίδα περιθέμενος, στεφάνῳ τὴν κεφαλὴν κοσμηθείς, εἶτα ἐξενεχθεὶς ὑπὸ τῶν τῆς φύσεως παθημάτων ἀνάξιόν τι τῆς βασιλείας ποιῆσαι, ἅμα τε ἀπέβλεψεν εἰς τὴν τοῦ πράγματος στολὴν καὶ κρείττων ἐγένετο τῶν αἰσχρῶν·
 [00010]  σὺ δὲ ὁ τὸν Χριστὸν ἐνδεδυμένος, ὅταν ἴδῃς αἰσχρὰν ἐπιθυμίαν τῇ ψυχῇ διενοχλοῦσαν, ἀπόβλεψον εὐθέως εἰς τὴν θείαν στολὴν καὶ ταχέως κρείττων γενήσῃ τῆς τοῦ πονηροῦ μηχανῆς.
000-00-00 Serial Number=0254945040
De diabolo tentatore Ante [Go Back]  
 [00068]  Καθάπερ γὰρ ἄνθρωπός τις φιλότιμος καὶ μεγαλόδωρος ἰδών τινα ἐκ ναυαγίου διαφυγόντα, καὶ τὸ σῶμα γυμνὸν ἀπὸ τῶν κυμάτων διασῶσαι δυνηθέντα μόνον, δεξάμενος ὑπτίαις ταῖς χερσὶ, λαμπρὰν περιβάλοι στολὴν, καὶ πρὸς τιμὴν ἀγάγοι τὴν ἀνωτάτω·
000-00-00 Serial Number=0848183095
De eleemosyna [1] Ante [Go Back]  
 [00053]  ἀλλὰ στολὴν φωτὸς περιβεβλημένη διὰ τῆς ἐλεημοσύνης μετὰ πάσης δόξης φαίνεται τῷ Θεῷ.
000-00-00 Serial Number=0808886409
De eleemosyna [3] Ante [Go Back]  
 [00052]  ἀλλὰ στολὴν φωτὸς περιβεβλημένη διὰ τῆς ἐλεημοσύνης μετὰ πάσης δόξης φαίνεται τῷ Θεῷ.
000-00-00 Serial Number=0893024027
De incomprehensibili dei natura Ante [Go Back]  
 [00722]  «Ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος βαδδίν, τουτέστι στολὴν ἱεράν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφὰζ καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσεῖς, τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου.
000-00-00 Serial Number=0179368496
De mutatione nominum Ante [Go Back]  
 [00609]  Νυνὶ δὲ ἂν μὲν ἴδωμεν ἄνθρωπον τὸν χιτωνίσκον ἔχοντα παραλελυμένον ἐκ πλαγίων, ἢ τὴν ἄλλην στολὴν κακῶς περικειμένην, διορθοῦμεν καὶ ὑπομιμνήσκομεν·
000-00-00 Serial Number=0391563118
De paenitentia [3] Ante [Go Back]  
 [00082]  σάκκῳ τὴν ἐξαστράπτουσαν στολὴν Χριστοῦ μνηστευομένη·
000-00-00 Serial Number=0478795171
De paenitentia sermo 1 Ante [Go Back]  
 [00617]  Μὴ ἐπιλάθεσθε δὲ καὶ τοῦ μολύναντος ἐν πορνείᾳ τὴν νυμφικὴν στολὴν καὶ μετ' αἰσχύνης τοῦ βασιλικοῦ γάμου ἐκβληθέντος, καὶ Μετανοεῖτε·
000-00-00 Serial Number=0233151257
De perfecta caritate Ante [Go Back]  
 [00311]  καὶ πάλιν Ἠλύσιον πεδίον, καὶ μακάρων νήσους, καὶ λειμῶνας εὐανθεῖς, καὶ εὐωδίαν πολλὴν, καὶ αὔραν λεπτὴν, καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλημένους στολὴν, καὶ ᾄδοντας ὕμνους τινὰς, καὶ ὅλως καὶ ἀγαθοῖς καὶ πονηροῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἔξοδον.
000-00-00 Serial Number=0359426260
De remissione peccatorum Ante [Go Back]  
 [00055]  Ἔδησε καὶ ὁ διάβολος τὸν Κύριον, ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀνακομίσας, ἀλλ' ἐνέῤῥηξεν αὐτοῦ Χριστὸς τὴν ἀχόρταστον κοιλίαν, συνέλυσεν αὐτοῦ τοὺς σαρκοφάγους ὀδόντας, τῇ στερεμνίῳ αὐτοῦ πέτρᾳ συγκλάσας, παρέλυσεν αὐτοῦ τὰ νεῦρα, συνέτριψεν αὐτοῦ τὴν στολὴν, κατέστειλεν αὐτοῦ τὴν κόμην, θρῆνον καὶ πένθος σκοτεινὸν ἐπέῤῥιψεν αὐτῷ αἰώνιον, ἀνθ' ὧν τὸν ἐν χαρᾷ ἑστῶτα ἄνθρωπον εἰς πένθος ἁμαρτημάτων κατήγαγεν.
000-00-00 Serial Number=0500071466
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00090]  Τοιαύτην τινὰ καὶ ἡμεῖς σπουδάζωμεν, καὶ ζῶντες, καὶ τελευτήσαντες περιβάλλεσθαι στολὴν, εἰδότες, ὅτι χρυσοῖς μὲν ἱματίοις τὸ σῶμά τις καλλωπίσας, οὐδὲν ὤνησεν, ἀλλὰ καὶ πολλοὺς ἐπεσπάσατο κατηγόρους, ὡς οὐδὲ ἐν τελευτῇ κενοδοξίας ἀφιστάμενος·
000-00-00 Serial Number=0457225204
De sancta pentecoste Ante [Go Back]  
 [00007]  Πάντας αὐτοὺς περιθήσεις ὡς κόσμον νυμφίου, καὶ ὡς στολὴν νύμφης.
000-00-00 Serial Number=0635995924
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00085]  ὃς καὶ ἐπὶ τὸν θρόνον ἀναβὰς, εὐθέως τὴν πενθήρη στολὴν ἡμᾶς ἀπέδυσε, καὶ τὴν ὀδύνην ἔσβεσε, τὴν δὲ τοῦ μακαρίου μνήμην ἀνενέωσε μᾶλλον.
000-00-00 Serial Number=0386487961
De virginitate Ante [Go Back]  
 [00110]  Ἀλλὰ πρόσωπόν μοι δείκνυσιν ὠχρὸν καὶ κατισχνωμένα μέλη καὶ στολὴν εὐτελῆ καὶ βλέμμα ἥμερον.
 [00318]  Ἐπειδὴ δὲ αἰχμάλωτοι γενόμενοι τὴν βασιλικὴν ταύτην ἀπεδύσαντο στολὴν καὶ τὸν οὐράνιον ἀπέθεντο κόσμον, ἐδέξαντο δὲ τὴν ἀπὸ τοῦ θανάτου φθορὰν καὶ τὴν ἀρὰν καὶ τὴν ὀδύνην καὶ τὸν ἐπίπονον βίον, τότε καὶ ὁ γάμος ἐπεισέρχεται μετὰ τούτων τὸ θνητὸν τοῦτο καὶ δουλικὸν ἱμάτιον.
 [00810]  Τί γὰρ ἀτερπέστερον, εἰπέ μοι, ἢ ὅταν μετὰ τὸν πολὺν κωκυτὸν καὶ τὰς οἰμωγὰς καὶ τὰ δάκρυα καὶ τὴν αὐχμηρὰν κόμην καὶ τὴν μέλαιναν στολὴν ἐξαίφνης κρότοι καὶ παστάδες γαμήλιοι καὶ θόρυβος ἀπ' ἐναντίας τῷ προτέρῳ, ὥσπερ ὑποκριτῶν ἐν σκηνῇ παιζόντων καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο γινομένων;
000-00-00 Serial Number=0962099254
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [05859]  καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλημένους στολὴν, καὶ ᾄδοντας ὕμνους τινάς·
000-00-00 Serial Number=0691503167
Expositiones in Psalmos Ante [Go Back]  
 [00061]  Ἀλλ' ἀνθρώποις μὲν μέλλοντες διαλέγεσθαί τισι τῶν ὑπὲρ ἡμᾶς, καὶ σχῆμα, καὶ βάδισμα, καὶ στολὴν, καὶ πάντα ῥυθμίσαντες εἰς τὸ δέον, οὕτω διαλεγόμεθα·
 [02048]  Τί γὰρ, εἰ λαμπρὰν στολὴν ἔξωθεν περιβέβληται;
000-00-00 Serial Number=0322078049
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00085]  Τί ἄν τις αὐτῆς ἀγάσαιτο πρότερον, τὸν ζῆλον τὸν πυρὸς θερμότερον, τὴν πίστιν τὴν ἀδάμαντος στεῤῥοτέραν, τὴν συντριβὴν τῆς διανοίας καὶ τὴν ταπεινοφροσύνην, δι' ἧς πάντας ἀπέκρυψε, βασιλείαν μὲν καὶ διαδήματα καὶ τὸν ἐντεῦθεν ἅπαντα τῦφον μετὰ πολλῆς ῥίψασα τῆς περιουσίας, ἐνδυσαμένη δὲ τὴν τῆς ταπεινοφροσύνης στολὴν ἀντὶ τῆς πορφυρίδος, καὶ διὰ ταύτης λάμψασα μειζόνως;
000-00-00 Serial Number=0411493540
In Acta apostolorum Ante [Go Back]  
 [02403]  μέλανα, γυμνούμενον ἰδὼν, πολὺν καὶ ἀπὸ τῆς ἄμμου καὶ τοῦ ἡλίου πηλὸν ἔχοντα, καὶ ἀνακεχρωσμένον τῷ ἐλαίῳ, καὶ τῷ ἱδρῶτι, καὶ τῷ πηλῷ, αὐτὸς μύρων ὄζων, σηρικὰ λαβὼν ἱμάτια καὶ χρυσᾶ ὑποδήματα, καὶ στολὴν μέχρι σφυρῶν καθιεμένην, καὶ χρυσία περὶ τὴν κεφαλὴν, συμπλέκοιτο εἰσιών.
 [08179]  Ἐκεῖνος ἐνεδύσατο τὴν στολὴν καὶ οὐκ ἀφέθη ἐμπομπεῦσαι ἐν αὐτῇ·
 [09999]  Καθάπερ οἱ Πέρσαι τὴν τιάραν περιελόντες καὶ τὰς ἀναξυρίδας καὶ τὰ ὑποδήματα τὰ βαρβαρικὰ, τὴν ἄλλην στολὴν τὴν ἡμῖν ἐπιχώριον ὑπελθόντες, καὶ κειράμενοι ἐν χρῷ, καὶ τῇ συνήθει γλώττῃ διαλεγόμενοι, κρύπτουσι τῷ σχήματι τὸν πόλεμον·
000-00-00 Serial Number=0887326658
In Genesim sermo 3 Ante [Go Back]  
 [00272]  ὅτε γὰρ θεοκόσμητον στολὴν τῆς ἀθανασίας ἦσαν περιβεβλημένοι, τὴν ἑαυτῶν γύμνωσιν οὐχ ἑώρων·
 [00382]  τί με τὴν στολὴν ἐξέδυσας, ἣν οὐκ ἐξύφανας;
 [00443]  Πολλὰς γὰρ αὐτῶν ἀκήκοα διὰ τρυμαλιᾶς σανίδος περιβλεπούσας, καὶ θεωρούσας τοὺς ἐπὶ τὰς πλατείας περιπατοῦντας, μικρούς τε καὶ μεγάλους, καὶ τοῦ μὲν τὴν ὁδὸν καταγελασάσας, τοῦ δὲ τὴν ἡλικίαν σμικρυνούσας, τοῦ δὲ τὰς τρίχας καὶ τὴν στολὴν ἐμπαιζούσας, καὶ μίμους καθεστώσας κακοήθων ἄλλων γυναικῶν·
000-00-00 Serial Number=0165088534
In Joannem Ante [Go Back]  
 [00018]  ἀλλ' εἰσέρχεται στολὴν ἔχων ἀμήχανον ἔχουσαν κάλλος.
 [01776]  ∆έος γὰρ οὐ μικρὸν, μήποτε τὴν καλὴν ταύτην μολύναντες στολὴν, τῇ μετὰ ταῦτα ῥᾳθυμίᾳ καὶ τοῖς πλημμελήμασιν ἐκβληθῶμεν τῆς παστάδος καὶ τοῦ νυμφῶνος, κατὰ τὰς πέντε παρθένους ἐκείνας τὰς μωρὰς, ἢ κατὰ τὸν οὐκ ἔχοντα ἔνδυμα γάμου.
000-00-00 Serial Number=0403519213
In Kalendas Ante [Go Back]  
 [00125]  ἐπειδὴ θαυμαστὸν ἵππον ἔχει καὶ χρυσοχάλινον, καὶ οἰκέτας πολλοὺς κέκτηται, καὶ φαιδρὰν περιβέβληται στολὴν, καὶ μέθῃ καὶ τρυφῇ διαῤῥήγνυται καθ' ἑκάστην ἡμέραν;
000-00-00 Serial Number=0910578251
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00280]  ὅπου οὐ βλέπεις μόνον, ἀλλὰ καὶ ἀκούεις ῥημάτων αἰσχρῶν, καὶ βλέπεις στολὴν πορνικὴν καὶ ᾄσματα διαβολικά·
 [00365]  Ὢ τῆς ἀσελγείας! εἰς ὅσην ὠμό τητα τὸν πραότατον ἐκεῖνον ἡ ἁμαρτία προήγαγε! Τὴν μάχαιραν καθ' ἑαυτοῦ ἐβάσταζεν ὁ ἠδικημένος, καὶ ἐπι στολὴν ἔφερεν αἵματος γέμουσαν, καὶ ἀπῄει.
000-00-00 Serial Number=0409847915
In Psalmum 092 Ante [Go Back]  
 [00135]  τί μου τὴν βασιλικὴν στολὴν ἔσχισας;
000-00-00 Serial Number=0788198590
In adorationem venerandae crucis Ante [Go Back]  
 [00228]  περιέσχισεν αὐτοῦ τὴν στολὴν, καὶ κατέτιλεν αὐτοῦ τὴν κόμην, θρῆνον καὶ πένθος σκοτεινὸν καὶ [62.754] ἀτελεύτητον ἀπέῤῥιψεν αὐτῷ·
000-00-00 Serial Number=0212167561
In diem natalem Ante [Go Back]  
 [00165]  καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ τὴν ἁγίαν, καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὸ θυσιαστήριον ἐξιλάσεται, καὶ ἐξιλάσεται περὶ τῶν ἁμαρτιῶν τῶν ἱερέων, καὶ περὶ πάσης τῆς συναγωγῆς ἐξιλάσεται.
000-00-00 Serial Number=0700697660
In drachmam et in illud Homo quidam habebat duos filios Ante [Go Back]  
 [00084]  Σὲ παρώξυνα, τὸ Πνεῦμά σου τὸ ἅγιον παρεπίκρανα, τὴν ἐξαστράπτουσαν στολὴν τῆς πίστεως τῇ ἁμαρτίᾳ ἐσπίλωσα·
 [00108]  οὐ γὰρ παντελῶς με Ἐχθρὸς ἐκνευρίσας, τὴν στολὴν τῆς πίστεως ἀπέδυσεν.
 [00120]  Οὐκ εἶπε, Φέρετε μίαν στολὴν, ἀλλὰ, Φέρετε τὴν πρώτην στολὴν, ἵνα δείξῃ τὴν πρώτην τοῦ βαπτίσματος ἀξίαν [61.784] σοι διδομένην.
 [00121]  Φέρετε αὐτῷ τὴν πρώτην στολὴν, καὶ ἐνδύσατε αὐτόν·
000-00-00 Serial Number=0641296327
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01011]  Ἀλλὰ καὶ οὗτος βελτίω περίκειται καὶ ἀμείνω στολὴν, ἣν οὔτε σὴς ἐσθίει, οὔτε χρόνος δαπανᾷ·
 [05586]  Ὁ γὰρ ἐλεήμων οὐ ποδήρη ἐνδέδυται, οὐδὲ κώδωνας περιφέρει, οὐδὲ στέφανον ἀναδεῖται, ἀλλὰ ἀναβέβληται μὲν τῆς φιλανθρωπίας στολὴν, τῆς ἱερᾶς ἐσθῆτος ἁγιωτέραν οὖσαν, κέχρισται δὲ ἐλαίῳ, οὐκ ἐξ ὕλης αἰσθητῆς συγκειμένῳ, ἀλλ' ὑπὸ Πνεύματος γεωργουμένῳ, ἔχει δὲ στέφανον ἀπὸ τῶν οἰκτιρμῶν·
 [06865]  ἐν γυμνότητι, ἵνα ἀσχημονοῦντας ἐνδύσῃ τὴν στολὴν τοῦ Χριστοῦ·
000-00-00 Serial Number=0538433433
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08073]  Οὐκ ἔσται γὰρ, φησὶ, σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ, οὐδὲ ἐνδύσεται ἀνὴρ στολὴν γυναικείαν·
000-00-00 Serial Number=0877722800
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05386]  πολλῷ μᾶλλον ἡμᾶς παρισταμένους τῇ τραπέζῃ τῇ βασιλικῇ, καλοὺς τῷ εἴδει εἶναι δεῖ τῷ τῆς ψυχῆς, τὸν κόσμον ἔχοντας χρυσοῦν, τὴν στολὴν καθαρὰν, τὰ ὑποδήματα βασιλικὰ, τὸ πρόσωπον τῆς ψυχῆς εὔμορφον, τὸν κόσμον αὐτῇ περικεῖσθαι τὸν χρυσοῦν, τὴν ζώνην τῆς ἀληθείας.
000-00-00 Serial Number=0205252647
In epistulam ad Romanos Ante [Go Back]  
 [02410]  οὐ γὰρ τραφῆναι βούλεται, ἀλλὰ θρέψαι, οὐκ ἐνδυθῆναι, ἀλλ' ἐνδῦσαι καὶ τὸ ἱμάτιον ἐκεῖνό σοι κατασκευάσαι τὸ χρυσοῦν, τὴν στολὴν τὴν βασιλικήν.
 [03476]  καὶ ὁ ὀφείλων ὑπὲρ τῆς ἀκαίρου δαπάνης καὶ τῆς οὕτω μακρᾶς φυγῆς τὸν παῖδα ἀπαιτῆσαι δίκην, οὐδὲν τούτων ἐποίησεν, ἀλλ' ὡς εὐδοκιμηκότα εἶδε, καὶ οὐδὲ μέχρι ῥημάτων ὀνειδίσαι τῷ παιδὶ, μᾶλλον δὲ οὐδὲ ἁπλῶς αὐτὸν ἀναμνῆσαι τῶν προτέρων ἠνέσχετο, ἀλλὰ καὶ περιεχύθη, καὶ κατεφίλησε, καὶ μόσχον ἔθυσε, καὶ στολὴν ἐνέδυσε, καὶ ἐν πολλῷ τῷ κόσμῳ κατέστησε.
 [05325]  Οὕτω καὶ οἱ ἄνθρωποι, τοῦ υἱοῦ μέλλοντος ἐπ' ἀξιώματος φαίνεσθαι, καὶ τοὺς δούλους λαμπροτέραν ἐνδύουσι στολὴν εἰς τὴν τοῦ παιδὸς δόξαν·
000-00-00 Serial Number=0873969257
In filium viduae Ante [Go Back]  
 [00041]  Μόνον γὰρ τέθνηκεν ὁ μονογενὴς υἱὸς τῆς μνημονευθείσης χήρας, τὴν στολὴν τοῦ πένθους ἠμφιεσμένη, ἤρξατο προπετῆ φθέγγεσθαι ῥήματα, καὶ ὡς ἀκρίτῳ τῷ ὄντι ἐδικάζετο, βλασφήμους λόγους προσάγουσα·
 [00071]  Χήραν ἄτεκνον, ἄνανδρον γηραλέαν, κυρτίζουσαν, γοερὰν, κόμην ἑλκύσασαν, κόνει τὴν κεφαλὴν καταπάσσουσαν, τοὺς βαρυωπεῖς ὀφθαλμοὺς ἐκτυφλώττουσαν, ἀπρεπῆ στολὴν διαῤῥήξασαν, τὸ πολυστένακτον στῆθος τύπτουσαν, καὶ βοᾷν μηκέτι ἰσχύουσαν, φρενήρη λοιπὸν γενομένην.
000-00-00 Serial Number=0851400971
In illud Collegerunt Judaei Ante [Go Back]  
 [00097]  Σὺ καὶ τὸν Κάϊν τῆς φιλαδελφίας τὴν λευχείμονα στολὴν ἀπέδυσας, καὶ τῆς δολοφονίας τὴν μάχαιραν ὥπλισας, καὶ τοῦτον φονεύειν ἐδίδαξας, καὶ εὐθὺς τὸν ἄθλιον τρέμειν ἐδίδαξας.
000-00-00 Serial Number=0155861199
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00096]  Οὐ γὰρ αἱ ἐπὶ τῶν ἀποστόλων γυναῖκες ταῦτα ἐμερίμνων, ἅπερ αἱ νῦν, ὅπως λαμπρὰ ἱμάτια περιβάλοιντο, καὶ ἐπιτρίμμασι καὶ ὑπογραφαῖς τὴν ὄψιν τὴν ἑαυτῶν καλλωπίσαιεν, καὶ τοὺς ἄνδρας τοὺς ἑαυτῶν ἐνάγχουσαι, τῆς γείτονος καὶ τῆς ὁμοτίμου πολυτελεστέραν ἀναγκάζουσαι πρίασθαι στολὴν, καὶ λευκοὺς ἡμιόνους, καὶ χρυσοπάστους χαλινοὺς, καὶ θεραπείαν εὐνούχων, καὶ πολὺν θεραπαινίδων ἐσμὸν, καὶ τὴν ἄλλην ἅπασαν τὴν καταγέλαστον φαντασίαν·
000-00-00 Serial Number=0969714403
In illud Vidi dominum Ante [Go Back]  
 [00183]  ὡς ἐπὶ Ἄχαρ τοῦ τὴν ποικίλην στολὴν ἀφελομένου τοῦ ἀναθήματος καὶ κατὰ τοῦ λαοῦ τὴν τοῦ Θεοῦ ἐκκαύσαντος ὀργήν.
 [00226]  Εἶδον ἐν τῇ προνομῇ στολὴν ποικίλην, λίαν καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων, καὶ ἐνθυμηθεὶς ἔλαβον καὶ ἰδοὺ ταῦτα ἐγκέκρυπται ἐν τῇ γῇ ἐν τῇ σκηνῇ μου.
000-00-00 Serial Number=0033953130
In natale domini et in sanctam Mariam genitricem Ante [Go Back]  
 [00053]  ἐν γὰρ [20τῷ] ἀναλαμβάνειν σε στολὴν δόξης,20 υἱὸν Θεοῦ τέτοκας πρὸς ὃν κράζει ὁ Πατήρ·
000-00-00 Serial Number=0261341929
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00264]  Οὐ γὰρ κατὰ τὸ γεννηθῆναι ὁ Ἰωάννης τὴν χάριν ἐδέξατο, ἀλλ' ἐξ αὐτῆς τῆς μητρικῆς νηδύος τὴν στολὴν τοῦ ἁγιασμοῦ δεξάμενος, στρατηγὸς παράδοξος γέγονε, καθὼς ἔφη ὁ ἄγγελος·
000-00-00 Serial Number=0506360590
In parabolam Samaritani Ante [Go Back]  
 [00023]  Τὴν στολὴν τῆς ὑπακοῆς, τὴν μετ' ἀγγέλων φιλίαν, τὴν ἀκήρατον δόξαν, τὴν μετὰ Χριστοῦ διατριβὴν, τὴν ἐν παραδείσῳ τρυφὴν, τὴν ἐπουράνιον ζωήν.
000-00-00 Serial Number=0427249432
In parabolam de ficu Ante [Go Back]  
 [00083]  ἦρέ σου τὰ τῆς αἰσχύνης καλύμματα, καὶ δέδωκέ σοι χιονοφεγγῆ στολὴν, ἐξ ὕδατος καὶ Πνεύματος ὑφανθεῖσαν·
000-00-00 Serial Number=0384248435
In parabolam de filio prodigo Ante [Go Back]  
 [00156]  Ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην, καὶ ἐνδύσατε αὐτόν·
 [00157]  ἐξενέγκατε τὴν στολὴν τὴν ἄνωθεν ὑφαντὴν, τὴν ἐκ τοῦ πνευματικοῦ πυρὸς καταρτιζομένην·
 [00158]  ἐξενέγκατε τὴν στολὴν τὴν ἐν τοῖς ὕδασι τῆς κολυμβήθρας ὑφαινομένην.
 [00159]  Ἐξενέγκατε τὴν στολὴν τὴν ἐκ τοῦ πνευματικοῦ πυρὸς κατασκευαζομένην, καὶ ἐνδύσατε αὐτόν.
000-00-00 Serial Number=0291754842
In pharisaeum et meretricem Ante [Go Back]  
 [00232]  Βλέπεις ταύτην τὴν γυναῖκα, τὴν ἀκάματον, τὴν ἐργάτιν τῶν ἀγαθῶν, τὴν διὰ τῶν πλοκάμων αὐτῆς καὶ τῶν δακρύων ὑφαίνουσαν ἑαυτῇ τὴν τῆς ἀθανασίας στολὴν, τὴν πρεσβεύουσαν διὰ πάντων αὐτῆς τῶν μελῶν περὶ ἑαυτῆς, τὴν ἄπληστον ἐν οἷς οὐκ ἐχρῆν ἰδεῖν, ἀπληστοτέραν ἐν οἷς τὸ ἄμετρον μακαρίζεται;
000-00-00 Serial Number=0421225369
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00030]  Ἤγγισε γὰρ, φησὶν, ὁ λόγος πρὸς τὸν βασιλέα, καὶ ἐξανέστη τοῦ θρόνου αὑτοῦ, καὶ ἐξεδύσατο τὴν στολὴν αὑτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ.
000-00-00 Serial Number=0914344549
In sanctum pascha [1] Ante [Go Back]  
 [00133]  Ὅταν οὖν ἴδῃ τὸν πλούσιον ὁ πένης πολυτελεστέραν περιβεβλημένον στολὴν, ἐπλήγη τῇ ὀδύνῃ, ἐταλάνισεν ἑαυτὸν, μυρία ἐπηράσατο.
 [00222]  Καὶ τὸν ἄτακτον δὲ γέλωτα πάντη ἐκκλίνειν δεῖ, καὶ τὸ βάδισμα ἤρεμον ἔχειν καὶ ἡσύχιον, καὶ τὴν στολὴν κατεσταλμένην, καὶ διὰ πάντων ἁπαξαπλῶς ῥυθμίζεσθαι προσήκει τὸν ἀπογραψάμενον εἰς τὸ τῆς ἀρετῆς στάδιον·
000-00-00 Serial Number=0477894723
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00326]  [62.3] Ὦ πάσχα θεῖον, Θεὸν ἐξ οὐρανῶν οὐ στεναγωγῆσαν καὶ νῦν πνευματικῶς συνάψαν, δι' ὃν μέγας νυμφὼν τῶν ἐπληρώθη, καὶ πάντες φέρουσι τὰς στολὰς τὰς νυμφικάς, ἐκβάλλεται δὲ οὐδεὶς ὡς οὐκ ἔχων τὴν στολὴν τὴν γαμικήν.
000-00-00 Serial Number=0596021056
Oratio de hypapante Ante [Go Back]  
 [00147]  ∆ιὸ παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μὴ ῥυπῶσαι τὴν στολὴν τὴν νυμφικήν, ἀλλὰ πολλῷ μᾶλλον διὰ τῆς μετανοίας λαμπρῦναι αὐτήν.
000-00-00 Serial Number=0002811491
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01750]  Καὶ παρεγένοντο πρὸς αὐτὸν ἕκαστος ἐκ τῆς ἰδίας χώρας, τοῦ ἐπισκέψασθαι αὐτὸν, καὶ ἐπιγνόντες αὐτὸν, διέῤῥηξεν ἕκαστος τὴν στολὴν αὐτοῦ ἐπὶ τῷ πάθει.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»