Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μορίῳ [12]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μορίῳ


000-00-00 Serial Number=0521973848
Commentaria in Isaiam Ante [Go Back]  
 [00800]  οὐκ ἄλλῳ γάρ τινι μορίῳ τοῦ σώματος ἀλλὰ τῷ στόματι τὸν ἄνθρακα τὸ σεραφὶμ προσ ενήνοχεν.
000-00-00 Serial Number=0484596670
De providentia orationes decem Ante [Go Back]  
 [00212]  Ἐναργῶς γὰρ καὶ οὗτοι, καὶ λίαν προφανῶς, τὸν ἁπάντων ∆εσπότην ὁρῶντες ἣν ἐποίη σεν ἰθύνοντα κτίσιν, καὶ πάντα ἐν ῥυθμῷ καὶ τάξει ἄγοντά τε καὶ φέροντα, καὶ τὴν ἁρμονίαν ἑκά στῳ τῶν γινομένων ἐμπρέπουσαν, κάλλος ὁμοῦ καὶ χρείαν ἐν ἁπάσῃ θεωροῦντες τῇ κτίσει, καὶ ἐν ἑκά στῳ δὲ μορίῳ ταύτης ἄμφω ταῦτα διαλάμποντα, ἑκόντες τυφλώττουσι, μᾶλλον δὲ ὁρῶντες ἀναισχυν τοῦσι, καὶ τὰ δῶρα τῆς Προνοίας λαμβάνοντες, οἷς λαμβάνουσι λοιδοροῦνται, καὶ δι' ὧν ἀπολαύουσι, τῷ Κηδεμόνι πολεμοῦσιν.
 [00503]  Ἐπειδὴ γὰρ τοὺς κάτωθεν ἅπαντας ἀναπεμπομένους ἀτμοὺς ὡς ὑπερκειμένη [83.605] τοῦ σώματος ὑποδέχεται, ἡ δὲ τούτων πλημμύρα πολλὴν ἂν εἰργάσατο τῷ κυριωτάτῳ μορίῳ, φημὶ δὴ τῷ ἐγκεφάλῳ, τὴν λώβην, οὐδὲ τούτου κατημέλησεν ὁ τῶν ὅλων Ποιητὴς, ἀλλὰ πόρους τινὰς ἐν αὐτοῖς ἐργασάμενος, καὶ σπογγοειδεῖς καὶ σηραγγοειδεῖς πεποιηκὼς, τὰ ὑγρὰ καὶ τὰ παχέα τῶν περιττωμάτων ἐπὶ τὴν ὑπερῷαν καὶ τοὺς μυκτῆρας ὡδήγησε, καὶ δύο τούτοις ἐκκρίσεων ἀπένειμε μόρια, ἵνα συντό μως τὸ βλαβερὸν ἐκφορῆται·
 [00546]  ἐθεασάμεθα γὰρ καὶ ἐν τῷ βραχυτάτῳ μορίῳ τοῦ σώματος τὴν τοῦ Θεοῦ διαλάμπουσαν προμήθειαν.
 [00680]  Ἐπειδὴ δέ τινες πολλὴν ἀναλγη σίαν νοσοῦντες, τῶν θείων οὐκ ἐπαισθάνονται δω ρεῶν, ἀλλὰ τοῖς θεοσδότοις ἀγαθοῖς ἐντρυφῶντες, ἀχαρίστους κατὰ τοῦ πεποιηκότος φωνὰς ἐρυγγά νουσιν, ἀναγκαίως ὁ λόγος, καὶ τὴν κτίσιν σὺν τά χει πολλῷ περινοστήσας, καὶ τὴν φύσιν τὴν ἀνθρω πείαν εἰς μέσον παραγαγὼν, ὑπέδειξεν ἐν ἑκάστῳ μορίῳ, καὶ τῆς κτίσεως, καὶ τῆς ἡμετέρας φύσεως, τοῦ Θεοῦ τὴν πρόνοιαν ἐναργῶς μάλα προφαινομένην.
 [00943]  Ὃν ἡδέως ἂν ἐροίμην, τί δήποτε τοῖς τοῦ σώματος μέλεσιν, οὐ τὴν αὐτὴν ἅπασι δέδωκεν ὁ ∆ημιουργήσας ἐνέργειαν, ἀλλ' ὀφθαλμοῖς μὲν χρωμάτων καὶ σχημάτων διάκρισιν ἐνεχείρισεν, ἀκοαῖς δὲ φωνῶν καὶ ψόφων εἰδέναι δια φορὰν, τὰς δὲ ῥῖνας ἀτμῶν ἀντιλαμβάνεσθαι, καὶ τοῦ ἡδέος τὸ δυσῶδες διακρίνειν, τὴν δὲ γλῶτταν ταῖς τῶν γεύσεων ποιότησι δικάζειν, καὶ γλυκέος καὶ ὀξέος, δριμέος τε καὶ πικροῦ, καὶ πιμελώδους τὸ διάφορον εἰδέναι, καὶ τοῖς μὲν ποσὶ τὴν βαδιστικὴν δέδωκε δύναμιν, ταῖς δὲ χερσὶ τὴν παντοδαπὴν ἀπ ένειμεν ἐργασίαν, καὶ γαστέρα μὲν τροφῆς δοχεῖον, [83.653] ἧπαρ δὲ τροφῆς καθαρτήριον, ἐγκέφαλον δὲ μυελῶν θησαυρὸν, πηγὴν δὲ θερμότητος τὴν καρδίαν, καὶ ταῖς μὲν ἀρτηρίαις ἐναπέκλεισε τὸ πνεῦμα, τὰς δὲ φλέβας ἀγωγοὺς ἀπέφηνεν αἵματος, καὶ ἄλλῳ ἄλλην ἐνέργειαν ἐνέφυσε μορίῳ;
000-00-00 Serial Number=0587145686
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01088]  Ἐν βραχεῖ μὲν ἡμέρας μορίῳ τῆς ὑμετέρας μεγαλοφυΐας ἀπέλαυσα, βιαίας ἀνάγκης με στερησάσης τοῦ ποθουμένου.
000-00-00 Serial Number=0495746195
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01623]  Ἐν μὲν οὖν τῷ τέλει τοῦ πρὸ τούτου συγγράμματος ἠκούσαμεν τοῦ νυμφίου τῆς νύμφης τὸ κάλλος θαυμάζοντος, καὶ ἑκάστῳ μορίῳ εὐφημίαν προσάγοντος, καὶ μετὰ ταῦτα ὅλην αὐτὴν, ὡς ἄμωμον ἐγκωμιάζοντος·
000-00-00 Serial Number=0558701992
Historia ecclesiastica Ante [Go Back]  
 [03750]  ἐπειδὴ δὲ ἑώρα παίγνιον τὴν τιμωρίαν ὑπολαμβάνοντα, ἕτερον αὖ πάλιν κάλαμον ὀξύνας ἐνέβαλε τῷ παιδογόνῳ μορίῳ καὶ τοῦτον συνεχῶς ἐξαίρων τε καὶ ἐνείρων ἀρρήτους τινὰς ἀλγηδόνας εἰργάζετο.
000-00-00 Serial Number=0691062629
Interpretatio in Jeremiam Ante [Go Back]  
 [05238]  Εἶχον γὰρ ἐνέχυρα μεγάλα τοῦ πιστεῦσαι, τὰ κατὰ τὸν Σεναχηρεὶμ, οὗ τὴν στρατιὰν ἐν βραχεῖ μορίῳ νυκτὸς κατηνάλωσε.
000-00-00 Serial Number=0267796636
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00547]  σοὶ δὲ τῷ ἀϊδίῳ, καὶ αἰωνίῳ, καὶ ὁ τῶν χιλίων ἐτῶν ἀριθμὸς μιᾷ ἡμέρᾳ παρεί κασται, μᾶλλον δὲ σμικρῷ μορίῳ νυκτός.
000-00-00 Serial Number=0803646863
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01632]  εἰς τί δὲ χρή σιμον οὐκ ἐν ἑτέρῳ μέρει, ἀλλ' ἐν τῷ παιδοποιῷ μορίῳ τὴν πε ριτομὴν οἱ πρὸ τῆς τοῦ δεσπότου Χριστοῦ παρουσίας εἰλήφασι;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»