Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ζῆλον [60]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ζῆλον


000-00-00 Serial Number=0555526733
Commentaria in Isaiam Ante [Go Back]  
 [00473]  Ἐμπυρισμὸν δὲ καλεῖ τὸν οὐ κατ' ἐπίγνωσιν ζῆλον.
 [00474]  «Μαρ τυρῶ γὰρ αὐτοῖς» φησιν ὁ θεῖος ἀπόστολος «ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ' οὐ κατ' ἐπίγνωσιν.».
 [02848]  Τοὺς Ἰουδαίους αἰνίττεται διὰ ζῆλον δῆθεν τῷ σταυρῷ τὸν κύριον προσηλώσαντας.
 [02850]  «Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ' οὐ κατ' ἐπίγνωσιν.».
 [04250]  ∆εξάμενος δὲ ὅμως τοῦ θανάτου τὴν ἀγγελίαν ἀναστῆναι μὲν ὑπὸ τῆς νόσου διεκωλύετο, πρὸς δὲ τὸν τοῖχον στραφεὶς ἱκετείαν προσήνεγκε τῷ θεῷ, ὃν ἔσχε κατὰ τῆς τῶν εἰδώλων π λάνης ζῆλον διεξιὼν καὶ μετὰ δακρύων τὸν θεὸν ἱλεούμε νος.
 [04802]  [13Κύριος] ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται συντρῖ ψαι πόλεμον, ἐπεγερεῖ ζῆλον, σημανεῖ καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.
 [06715]  Ἐπειδὴ γὰρ ὡς ἀντίθεον δῆθεν τὸν δεσπότην τῷ ξύλῳ προσήλωσαν ζῆλον ὡς ἐνόμιζον ὑπὲρ τοῦ τεθεικότος τὸν νόμον ὑποδεικνύ μενοι, εἰς καιρὸν αὐτοὺς τῆς δεισιδαιμονίας ἀνέμνησεν·
000-00-00 Serial Number=0706936061
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01367]  Τῆς δὲ ὑμετέρας μεγαλοφυΐας διαφερόντως ἐπὶ τοῦ παρόντος δεόμεθα, ἐπειδὴ τῶν ὅλων ὁ Κύριος καὶ πίστιν ὑμῖν εἰλικρινῆ δέδωκε, καὶ ζῆλον ὑπὲρ ταύτης θερμόν, καὶ φρένας συνέσει κεκοσμημένας, καὶ πρὸς τούτοις δύναμιν τοῖς ἀγαθοῖς ὑμῶν ὑπουργοῦσαν βουλεύμασιν.
 [01417]  ηὔξησε δέ μου τὴν θυμηδίαν καὶ ὁ θεοφιλέστατος πρεσ βύτερος καὶ μονάζων Ἰάμβλιχος, τὸν θερμὸν ὑμῶν διηγησά μενος ζῆλον, καὶ τὴν περὶ τὰ θεῖα σπουδήν, καὶ τὴν περὶ ἡμᾶς γνησίαν διάθεσιν.
 [01610]  τόν τε ζῆλον καὶ τὴν μεγαλοψυχίαν καὶ τὴν φιλοπτωχείαν καὶ τὰς ἄλλας αὐτῷ συνειδὼς ἀρετάς, καὶ πρὸς τούτοις, τὴν τῶν δογ μάτων ὀρθότητα.
 [01688]  καὶ τῶν εὐλαβεστάτων κληρικῶν τοὺς τὸν ὑπὲρ τῆς εὐσεβείας ἔχοντας ζῆλον, ἵνα μὴ καὶ παρὰ τῶν οἰκείων προδοθέντες, ἢ ἀναγκα σθῶμέν τι πρᾶξαι τῶν ἀπαρεσκόντων τῷ τῶν ὅλων Θεῷ, ἢ μονωθέντες εὐεπιχείρητοι τοῖς πολεμοῦσι γενώμεθα.
 [01767]  Ἔγνωμεν τὸν θερμὸν καὶ δίκαιον τῆς σῆς ὁσιότητος ζῆλον, καὶ τὴν δικαιοτάτην καὶ ἔννομον παρρησίαν, ᾗ χρησάμενος, δέσποτα, τὰ ἐν Ἐφέσῳ τολμηθέντα ἤλεγξας.
 [01768]  Οὐχ ἡμεῖς δὲ μόνοι μεμαθήκαμεν ταῦτα, ἀλλ' εἰς πᾶσαν τὴν γῆν τῆς σῆς ὀρθότητος ἐξῆλθεν ὁ φθόγγος, καὶ πάντες ᾄδουσι τὴν δικαιο σύνην, τὸν ζῆλον, τὴν παρρησίαν, τὰς κατὰ τῆς παρανομίας παρ' ὑμῶν γεγενημένας ἀπειλάς.
 [01803]  Καταξίωσον τοίνυν, θεοφιλέστατε, πυρ σεῦσαι τὸν ζῆλον τοῦ πάντα ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχι επισκόπου, ὥστε καὶ τὰς τῆς Ἀνατολῆς Ἐκκλησίας τῆς ὑμετέρας ἀπολαῦσαι κηδεμονίας·
 [01805]  Πρέπει γάρ σου τῇ ὁσιότητι τοῖς ἄλλοις αὐτῆς κατορθώμασι καὶ τοῦτον προσθεῖναι τὸν ζῆλον.
 [01883]  Τοῦ γὰρ νοῦ τῶν γραμμάτων ἡ ἄγνοια τὸν τῆς ἀδελφικῆς φιλοστοργίας ἀπεκάλυψε θησαυρόν, καὶ τὸ τῆς πίστεως ἐδήλωσεν ἀκραι φνές, καὶ τὸν περὶ τὴν εὐσέβειαν ἐγνώρισε ζῆλον.
 [01990]  Ἐπιστεῖλαί με δὲ προὔτρεψεν ὁ πάντα εὐλαβέστατος καὶ θεο φιλέστατος πρεσβύτερος καὶ ἀρχιμανδρίτης Μεκίμας, διὰ μὲν τὸν τῆς ἀγάπης νόμον ὁδὸν τοσαύτην ἐξανύσας, διδάξας δὲ ἡμᾶς τὸν τῆς ὑμετέρας θαυμασιότητος ζῆλον, καὶ αἰτήσας πυρσεῦσαι τοῦτον τοῖς γράμμασιν.
 [02038]  Τῆς δὲ σῆς θεοσεβείας καὶ τὸν ὑπὲρ τῆς πίστεως ζῆλον καὶ τὴν περὶ ἡμᾶς εὔνοιαν οὗτος ὁ κλύ δων ἐπέδειξεν.
 [02102]  Καὶ τὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον καὶ τὴν περὶ τὸν πέλας ἀγάπην ἔδειξεν ὑμῶν ἡ θεοσέβεια.
 [02254]  Ἐπὶ τούτοις κἀγὼ σεμνυνόμενος ὁ χαμαιπετής, καὶ σμικρός, καὶ μηδεμίαν ἔχων ἄλλην καυχήματος ἀφορμήν, τὴν ὑμετέραν μεγαλοφυΐαν παρακαλῶ, τὰς εὐχαριστηρίους φωνὰς ὑπὲρ τῆς ἐμῆς εὐτελείας τῷ φιλοχρίστῳ προσενεγκεῖν βασιλεῖ, καὶ τῇ εὐσεβεστάτῃ καὶ θεοφιλεστάτῃ Αὐγούστῃ, τῇ τῶν καλῶν διδασ κάλῳ, ὅτι τοιούτοις δώροις τὸν μεγαλόδωρον ∆εσπότην ἠμεί ψαντο, καὶ τῆς βασιλείας ὑποβάθραν καὶ κρηπῖδα τὸν ὑπὲρ τῆς εὐσεβείας ἐποιήσαντο ζῆλον.
 [02260]  Πρέπει δὲ ὑμῖν εὐσεβείᾳ συντε θραμμένοις, καὶ τῆς ἀρετῆς κεκτημένοις τὸν πλοῦτον, τόνδε τὸν ζῆλον ἀναλαβεῖν, καὶ προθυμίαν ἔχοντας, καὶ τὸν εὐσε βέστατον βασιλέα, καὶ τὴν φιλόχριστον Αὐγούσταν, ταῖς παρακλήσεσι προθυμοτέρους ἐργάσασθαι, ἵνα τῷ ἀξιεπαίνῳ ζήλῳ τὴν πανεύφημον αὐτῶν βασιλείαν κρατύνωσιν.
000-00-00 Serial Number=0701133370
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [02685]  Κτῆσαι καὶ ζῆλον·
000-00-00 Serial Number=0560765564
Graecarum affectionum curatio Ante [Go Back]  
 [03074]  Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται συντρίψαι πόλεμον καὶ ἐπεγεῖραι ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετ' ἰσχύος.
000-00-00 Serial Number=0892696619
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00746]  διὰ δὲ γραμ μάτων ἐκείνῳ παρῄνεσε τὰ προσήκοντα, καὶ τοὺς συνεληλυθότας ἐπισκόπους εἰς τὸν ὑπὲρ τῆς εὐσε βείας παρέθηξε ζῆλον.
 [01033]  Τότε τινὲς, ζήλῳ πυρπολούμενοι θείῳ, κρύπτουσι μὲν τὸν ζῆλον, τὸ δὲ τῆς αἱρέσεως ὑποδύονται πρόσωπον, καὶ τὸ τοῦ Εὐνομίου κατειλη φότες δωμάτιον, ἠντιβόλουν σαφῶς διδάξαι τοῦ δό γματος τὴν ἀλήθειαν.
000-00-00 Serial Number=0851920545
Historia ecclesiastica Ante [Go Back]  
 [00112]  Φιλογόνιος δὲ μετὰ τοῦτον τὴν προεδρίαν λαβὼν τά τε λειπόμενα τῇ οἰκοδομίᾳ προστέθεικε καὶ τὸν ὑπὲρ τῆς εὐσεβείας ἐν τοῖς Λικιννίου καιροῖς ἐπεδείξατο ζῆλον.
 [01037]  τοιαῦτα ποτνιώμενος εἰς τὸν πατρῷον ζῆλον τὸν βασιλέα διήγειρεν.
 [01322]  ἀνάγραπτοι γὰρ παρὰ τῶν τηνικαῦτα φιλοθέων γεγένηνται, ὡς ἱκανοὶ παραθῆξαι καὶ διε γεῖραι πρὸς ζῆλον τῶν θείων τοὺς ἐραστάς.
 [01554]  Ἡ δὲ ἀξιάγαστος ξυνωρὶς Φλαβιανὸς καὶ ∆ιόδωρος, ἱερατικῆς μὲν λειτουργίας οὐδέπω τετυχηκότες, τῷ δὲ λαῷ συντεταγμένοι, νύκτωρ καὶ μεθ' ἡμέραν εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον διήγειρον ἅπαντας.
 [02043]  οἱ δὲ παρρησίας ἀφορμὴν ὑπειλη φότες τὴν τοῦ βασιλέως ἐρώτησιν, τὸν ἀξιέπαινον παραθήξαντες ζῆλον, εἶπον τοιάδε·
 [02055]  καὶ γὰρ Βαλεντινιανὸς ἐκεῖνος ὁ μικρὸν ὕστερον βασιλεύσας (χιλίαρχος δὲ ἦν τηνικαῦτα τῶν περὶ τὰ βασίλεια τεταγμένων λογχοφόρων ἡγούμενος) ὃν εἶχεν ὑπὲρ τῆς εὐσεβείας οὐκ ἀπέκρυψε ζῆλον.
 [02699]  Ἀναλογίσασθαι τοίνυν ἐκ τούτου τὸν ὑμέτερον ζῆλον προσήκει, ὃν διεγερθῆναι πρὸς ἐκδικίαν τῶν γενομένων παρακαλῶ, οἷα καὶ ἡλίκα τὰ πλημμεληθέντα κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας, τοιούτου τυράννου τοῦ προειρημένου καθ' ἡμῶν ἐπαναστάντος.
 [02739]  πολλοὶ γὰρ τῶν κλαι όντων ἁρπαζόμενοι καὶ φυλακιζόμενοι πρότερον, εἶτ' αἰκιζόμενοι, ξεόμενοι, βασανιζόμενοι, τοῖς Φεννησίοις καὶ Προκονησίοις παρεδί δοντο μετάλλοις, ἄνθρωποι τῆς ἐκκλησίας δι' ἔνθεον ζῆλον ὑπέρμα χοι.
 [03172]  δι' ὧν καὶ τὴν ἡμετέραν προαίρεσιν εἰρηνικὴν οὖσαν καὶ σκοπὸν ἑνώσεως ἔχουσαν ἐπιδείκνυμεν, καὶ τὸν ζῆλον ἡμῶν τὸν ὑπὲρ τῆς ὑγιοῦς πί στεως φανερὸν ποιοῦμεν.
000-00-00 Serial Number=0046697497
Historia religiosa Ante [Go Back]  
 [00545]  [3.17] Οὕτω δὲ θερμὸν εἶχε τὸν ὑπὲρ τῶν ἐκκλησιαστικῶν δογμάτων ζῆλον ὡς καὶ πρὸς ἄνδρα θαυμάσιόν τε καὶ θεῖον δικαίαν ἀνεδέξατο μάχην.
 [00835]  Παρ' ἀλλήλους γάρ, ὥς φασι, φοιτῶντες τῆς παρ' ἀλλήλων ὠφελείας ἀπήλαυον, παραθήγοντες ἀλλήλους καὶ εἰς ζῆλον τὸν θεῖον ἐγείροντες.
 [02257]  [26.27] Ἀλλ' ἐν τούτοις ὢν καὶ ταῦτα ἅπαντα δρῶν οὐδὲ τῆς τῶν ἁγίων ἐκκλησιῶν ἀμελεῖ προμηθείας, νῦν μὲν ἑλληνικῇ δυσσεβείᾳ μαχόμενος, νῦν δὲ τὴν Ἰουδαίων κατα λύων θρασύτητα, ἄλλοτε δὲ τὰς τῶν αἱρετικῶν συμμορίας σκεδαννύς, καί ποτε μὲν βασιλεῖ περὶ τούτων ἐπιστέλλων, ποτὲ δὲ τοὺς ἄρχοντας εἰς τὸν θεῖον ζῆλον ἐγείρων, ἄλλοτε δὲ καὶ αὐτοῖς τῶν ἐκκλησιῶν τοῖς ποιμέσι πλείονα ποιεῖσθαι τῶν ποιμνίων παρεγγυῶν τὴν ἐπιμέλειαν.
000-00-00 Serial Number=0432520449
Interpretatio in Danielem Ante [Go Back]  
 [02752]  Εἰ γὰρ ἀπὸ τῆς ἐπιφανείας τῆς παρὰ τὸν Ἰορδάνην γεγενημένης, ὁπηνίκα τοῦ κηρύττειν τε καὶ διδάσκειν καὶ θαυματουργεῖν ὁ Σω τὴρ καὶ Κύριος ἡμῶν ἤρξατο, ἀρξάμενοι τοῦ ἀρι θμεῖν ἐπὶ τὰ ἄνω χωρήσαιμεν, οὐ μόνον οὐ μέχρι Κύρου, ἀλλ' οὐδὲ ἕως ∆αρείου τοῦτον εὑρήσομεν φθά νοντα τὸν ἀριθμὸν, ἀλλὰ τῷ εἰκοστῷ ἔτει τῆς Ἀρ ταξέρξου τοῦ Ξέρξου βασιλείας συμπληρούμενον, καθ' ὃν καιρὸν ὁ Νεεμίας, οἰνοχόος ὢν τοῦδε τοῦ βα σιλέως, ζῆλον λαβὼν, καὶ τὸν Θεὸν ἀντιβολήσας, καὶ τῆς ἄνωθεν ἀπολαύσας ῥοπῆς, ἱκετεύει μὲν τὸν βασιλέα ἐπιτρέψαι αὐτῷ τὴν τῶν περιβόλων τῆς Ἱερουσαλὴμ οἰκοδομίαν, τυχὼν δὲ εὐμενοῦς τοῦ βα σιλέως, καταλαμβάνει μὲν τὴν πατρίδα, σὺν πάσῃ δὲ προθυμίᾳ καὶ τὰ λείποντα τῷ θείῳ προστίθησι νεῷ·
000-00-00 Serial Number=0802090168
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01031]  ζῆλον [81.884] δὲ αὐτὸ καλεῖ, ἐκ μεταφορᾶς τῶν μοιχευομένων γυναικῶν, καὶ εἰς ζηλοτυπίαν τοὺς ἄνδρας ἀγου σῶν.
 [05732]  Τὸν δὲ θυμὸν, καὶ τὴν ὀργὴν, καὶ τὸν ζῆλον, καὶ τὸ πῦρ τῆς ὀργῆς, θεοπρεπῶς νοήσομεν.
 [06318]  Κατὰ ζῆλον γὰρ, φησὶ, διώκων τὴν Ἐκ κλησίαν.
000-00-00 Serial Number=0799765289
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01835]  Τὸν θεῖον παραβαίνειν καταναγκαζόμενοι νόμον, καὶ θύειν μὲν εἰδώλοις, ὑείων δὲ μεταλαμβάνειν κρεῶν, τὸν οἰκεῖον εἰς εὐσέβειαν διεγείρουσι λο γισμὸν, καὶ πρὸς τὸν ὑπὲρ τῆς εὐσεβείας παρα θήγουσι ζῆλον.
 [03706]  ἀνέλαβε γὰρ τὸ προοίμιον, Ὅτι ἐζή λωσα ἐπὶ τοῖς ἀνόμοις, καὶ ὅπερ ἐκεῖ ζῆλον ἐκά λεσε, τοῦτο ἐνταῦθα καρδίας ἔκκαυσιν.
 [04619]  Μὴ ἐπιπλεῖστον ∆έ σποτα, φησὶν, ὀργισθῇς, μηδὲ πυρὸς δίκην διὰ τὰς ἡμετέρας πλημμελείας τὸν καθ' ἡμῶν ζῆλον ἐξάψῃς.
 [04632]  Εὐσε βεῖς ἦσαν οἱ ταύτην προσφέροντες τὴν εὐχὴν, καὶ πολὺν ὑπὲρ εὐσεβείας ἀναδεξάμενοι ζῆλον.
000-00-00 Serial Number=0425087094
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01933]  Οὕτω τῷ Ἰηοῦ μέχρι τετάρτης γενεᾶς τὴν βασιλείαν τετήρηκε, καί τοι μηδὲ τε λείαν εὐσέβειαν κτησαμένῳ, ἀλλ' ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ τὸν ζῆλον.
 [02247]  Ἱκανὴ γὰρ καὶ τούτων κἀκείνων ἡ μνήμη, τοὺς τοσούτων εὐερ γεσιῶν ἀπολαύσαντας εἰς ζῆλον τῆς τῶν προγόνων ἀρετῆς ἐρεθίσαι καὶ παραθῆξαι.
 [05611]  Οὐ γὰρ ἑαυτοὺς σεμνύνοντες τὴν οἰκείαν διεξίασιν ἀρετὴν, ἀλλὰ τοὺς ἄλλους εἰς τὸν ἴσον δι εγείραντες ζῆλον.
000-00-00 Serial Number=0881580174
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00562]  Ἐκείνων ὄντες ἀπόγονοι, τῶν ἐκείνων, φησὶν, οὐκ ἐσχήκατε ζῆλον.
 [00842]  Εἶτα τῆς τῶν πατέρων ἀρετῆς ἀναμιμνήσκει, εἰς ζῆλον αὐτοὺς διεγείρων.
 [04853]  Ἐζήλωσα τὴν Σιὼν καὶ τὴν Ἱερουσαλὴμ ζῆλον μέγαν.
 [05274]  Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν.
000-00-00 Serial Number=0952225447
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00220]  Εἰ πάντων βασιλέων Ἰούδα θερμότερον ζῆλον ὁ Ἰωσίας ἐπεδείξατο, τὰς στήλας συντρίψας καὶ τοὺς ναοὺς καὶ βωμοὺς καταστρέψας, ξίφει ἐτελεύτα καὶ υἱοὶ αὐτοῦ ᾐχμαλωτεύθησαν.
 [01376]  Εἰ πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδατὸν περὶ τὴν εὐσέβειαν ζῆλον ὁ Ἰωσίας θερμότερον ἐπεδείξατο, τὰς στήλας τῶν εἰδώλων συντρίψας καὶ τοὺς ναοὺς αὐτῶν καὶ βω [85] μοὺς καταστρέψας καὶ σὺν τοῖς εἰδωλικοῖς θυσιαστηρίοις τῶν Ἑλλήνων τὰ ὀστέα τεφρώσας καὶ τὰ ἄλση τῆς πλάνης ἄρδην ἐκκόψας καὶ τοὺς ἐν τοῖς ὑψηλοῖς θυμιῶντας τοῦ ταῦτα ἐκτελεῖν ἀποστήσας καὶ τὴν θείαν ἀνυψώσας λατρείαν καὶ λαμπρῶς τὰς τοῦ νόμου ἑορτάς, ὡς μαρτυρεῖ ἡ γραφή, τὸν λαὸν ἐπιτελέσαι ποιήσας, καὶ ξίφει μὲν ἑλληνικῷ τὴν ζωὴν ἐκεῖνος ἀπέθετο βιαίως, οἱ δὲ τούτου παῖδες αἰχμάλωτοι εἰς Βαβυλῶνα ἀνηνέχθησαν καὶ πρὸς δουλείαν ἐξεδόθησαν πολυχρόνιον Ἕλλησιν, πῶς ἐπὶ τούτοις οὐκ ἂν εἴποιεν ἀληθεύοντες Ἕλληνες, ὅτι, ἀνθ' ὧν εἰς τὰ σεβά σματα αὐτῶν ἐπλημμέλησεν, ἡ οὕτως αὐτῷ πικρὰ συνήντησεν ἔκβασις;
 [01710]  περὶ δὲ τῶν νῦν μαρτυρῶ φησίν αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν.
 [01723]  καὶ τὸ εἰρημένον τῷ Παύλῳ, τὸ μαρτυρῶ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν, πεφεισμένως εἴρηται τῇ τοῦ [113] λόγου συγκαταβάσει, ἀσθενὴς τοῖς ἀσθενοῦσι γινόμενος, ἵνα κατὰ τὸ εἰρημένον σώσῃ τοὺς ἀσθενεῖς.
000-00-00 Serial Number=0107416093
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02207]  ἀπωσάμενος δέ σε καὶ τὸν ζῆλον ἔσβεσα.
000-00-00 Serial Number=0477964759
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02623]  Ἔδειξε μέντοι καὶ τὸν ὑπὲρ τοῦ Θεοῦ ζῆλον, καὶ τὴν μητέρα τῆς ἐξουσίας γυ μνώσας, διὰ τὴν σύνοδον καὶ τὴν ἑορτὴν, ἣν ἐπετέ λεσεν ἐν τῷ ἄλσει, καὶ αὐτὸ ἐκκόψας, καὶ πάντας τοὺς εἰδωλικοὺς αὐτῆς καταλύσας τόπους, καὶ πυρὶ παραδούς.
 [04350]  Ὁ γὰρ τὰς Παραλειπομέ νας συγγεγραφὼς βίβλους, ἐδίδαξεν, ὡς ὑπὸ θαυ μαστοῦ ἀρχιερέως εἰς ζῆλον ὁ λαὸς πυρσευθεὶς κατέσπασε τοῦ Βάαλ τὴν στήλην, καὶ συνέτριψε, καὶ ἐκ βάθρων ἀνέσπασε τὰ θυσιαστήρια, καὶ τὰς τῶν δαιμόνων εἰκόνας ἐλέπτυνε.
000-00-00 Serial Number=0045456946
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00103]  Εὐστάθιος ὁ μέγας, ὁ τῆς συναθροισθείσης συνόδου πρωτεύσας καὶ διὰ τὸν θερμὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον τὴν ὑπερ ορίαν οἰκήσας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»