Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μέγιστον [69]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μέγιστον


000-00-00 Serial Number=0849076033
Commentaria in Isaiam Ante [Go Back]  
 [00966]  Σημεῖον γὰρ καὶ σημεῖον μέγιστον οὗτος ὁ τόκος καλεῖται·
 [03473]  Ἐπειδὴ μέγιστον ἦν θαῦμα τὸ δίχα χειρῶν ἀνθρω πίνων τοσαύτας μυριάδας |138 b| πεσεῖν, ταὐτὸ δὲ τοῦτο πεπόνθασι καὶ Αἰγύπτιοι ὑποβρύχιοι πάντες ἐν τῇ θαλάττῃ
 [04090]  Εἶτα τούτους κατα λιπὼν καὶ βοῇ μεγίστῃ χρησάμενος ἐξαπατᾶν πειρᾶται τὸ πλῆθος τὸν μέγιστον βασι λέα λέγων δεδηλωκέναι·
000-00-00 Serial Number=0791864336
De providentia orationes decem Ante [Go Back]  
 [00807]  Ἤδη γάρ σοι καὶ ἐλέφας, τῶν χερσαίων ζώων τὸ μέγιστον, ὑπακούειν ἐθέλει, ὁ καὶ τὰ μέγιστα τῶν δένδρων ἀνασπᾶσαι πρόῤῥιζα τῇ προνομαίᾳ δυνάμενος, καὶ οὐ λογίζεται τὴν ἰσχὺν, οὐκ ἐνθυμεῖται τὴν ῥώμην, οὐχ ὁρᾷ τὸν ὄγκον τοῦ σώματος, ὃς γηλόφους τινὰς τῷ μεγέθει μιμεῖται·
 [00887]  Ὕλη γὰρ ἡ εὐπορία γίνεται τῇ τῆς πλεον εξίας φλογὶ, καὶ συνεργὸν τὸν πλοῦτον ἡ πονηρία λαμ βάνουσα, μέγιστον ἀνάπτει πυρσὸν, καὶ ἣ δύναμις τῇ βουλήσει προσγινομένη, ἀφόρητον ποιεῖ τὸ κακόν·
 [01662]  καὶ μήτε θεατὰς ἔχειν, μήτε ἀγωνοθέτην, μήτε γέρας, μήτε βραβεῖον, μήτε στέφανον, τὸν μέγιστον τοῦτον ἀγῶνα;
 [01912]  Ἐπειδὴ δὲ εἰς τούτους ἐξέβημεν τοὺς λόγους, φέρε καὶ περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως μικρὰ διεξέλθωμεν, ὃ κεφάλαιόν ἐστι μέγιστον τῆς τοῦ Θεοῦ περὶ τοὺς ἀνθρώπους κηδεμονίας.
 [01914]  Καὶ ὁ μακά ριος δὲ Παῦλος τοῦτο τεκμήριον οἶδε μέγιστον τῆς τοῦ Θεοῦ περὶ τοὺς ἀνθρώπους ἀγάπης, καὶ βοᾷ λέ γων·
000-00-00 Serial Number=0299620032
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00023]  Ἐμοὶ δὲ μέγιστον ἀγαθὸν τὸ τῆς θείας ἐπὶ τοῖς ἐπταισμένοις φιλανθρωπίας τυχεῖν·
000-00-00 Serial Number=0955491126
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00132]  Τὸν μέγιστον ἐκεῖνον καὶ ἀδαμάντινον πύργον, τὸν Ἰώβ φημι, τὸν γενναῖον τῆς ἀρετῆς ἀθλητήν, οὐδὲ ἡ τῶν συχνῶν καὶ παντοδαπῶν λυπηρῶν κατέσεισε προσβολή, ἀλλὰ μᾶλλον ἀκίνητόν τε καὶ ἄμαχον ἔδειξεν.
 [00404]  Τί δὲ οὕτω ταύτην μεγάλην ποιεῖ, ὡς τῶν καθ' ἡμᾶς μεγάλων <τὸ μέγιστον> ἡ τοῦ φρονή ματος μετριότης;
 [01844]  μᾶλλον δὲ οὐ σπινθῆρα, ἀλλὰ πυρσὸν μέγιστον, ἱκανὸν ἐξάψαι καὶ φωτίσαι τὴν οἰκουμένην.
 [02252]  χάρισμα γάρ ἐστι μέγιστον, τὰ ὑπὲρ τοῦ ∆εσπότου παθήματα.
000-00-00 Serial Number=0887963295
Graecarum affectionum curatio Ante [Go Back]  
 [00341]  ἀνθ' ὅτου δὲ τούτων υἱὸς ὀνομάζεται, καὶ σμικρῷ γε ὄντι ἐντίθεται μόριον ἐντεταμένον καὶ μέγιστον, ὁ τῶν μυσαρῶν μυστηρίων ἱεροφάντης ἐπίσταται, καὶ εἴ τις ἕτερος τοῖς [1.112] ἐναγέσι βιβλίοις ἐκείνοις ἐνέτυχεν.
 [00616]  Καὶ ἡνίκα δὲ κατὰ ταὐτὸν ξυλλεγέντες οἱ κατὰ τοῦ πεποιηκότος λυττή σαντες, τὸν πύργον ἐκεῖνον ᾠκοδόμουν τὸν μέγιστον, τῆς τῶν γλωττῶν ξυγχύσεως τὸν ἐπώνυμον, φάναι τὸν Θεὸν εἴρηκεν ὁ νομοθέτης·
 [00866]  Πρῶτον μέν, ἦν δ' ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐκ ἀληθῶς ἐψεύσατο, ὅτι Οὐρανός τε εἰργάσατο, ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν.
 [00943]  Ζητητέον μέντοι, τίνα προεστάναι τῶν πονηρῶν δαιμόνων δύναμιν ὁ Πορφύριος λέγει, ἣν ψευδομένην μέγιστον θεὸν ἑαυτὴν ἔφησεν ὀνομάζειν.
 [00952]  καὶ τὸν Πλούτωνα καὶ τὴν Ἑκάτην ἄρχοντας τῶν πονηρῶν δαιμόνων ὠνόμασε καὶ [3.65] ψευδόμενον ἔφησε μέγιστον ἑαυτὸν ὀνομάσαι θεόν.
 [01205]  κινδυνεῦσαι δ' ἂν καὶ παραφρονῆσαι τὸν ταῦτα μεριμνῶντα, οὐδὲν ἧττον ἢ Ἀναξαγόρας παρεφρόνησεν, ὁ μέγιστον φρονήσας ἐπὶ τῷ τὰς τῶν θεῶν μηχανὰς ἐξηγεῖσθαι.
 [01891]  καὶ δὴ καὶ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν καὶ τὸ αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον μὲν κα κὸν τὸν ξύμπαντα χρόνον ἀθάνατον ὄντα, κεκτημένον πάντα τὰ λεγόμενα ἀγαθὰ πλὴν δικαιοσύνης τε καὶ ἀρετῆς ἁπάσης, ἔλαττον [6.36] δέ, ὡς ἂν ὀλίγιστον ὁ τοιοῦτος χρόνον ἐπιζῴη.
 [02372]  Καὶ ὁ Θουκυδίδης τῶν ἐν τῷ Πελοπον νησιακῷ πολέμῳ τετελευτηκότων διηγεῖται τὸ γέρας, καὶ ὅπως μὲν τὰ εὑρεθέντα σώματα τῶν προσηκόντων ἕκαστος ἠξίου ταφῆς, ἡλίκην δὲ τοῖς ἥκιστα εὑρεθεῖσιν ἐμηχανῶντο τιμήν, κυπαρισσίνας μὲν κατασκευάζοντες λάρνακας, κοινῇ δὲ πάντες, οἱ μὲν ἡγού μενοι τούτων, οἱ δὲ ἑπόμενοι καὶ παρεπόμενοι, καὶ τάφον κατασ κευάζοντες μέγιστον τοῖς ὑπὸ οἰωνῶν ἢ κυνῶν ἢ θώων δαπανη θεῖσιν.
 [03515]  Εἶτα μετὰ πλεῖστα καὶ τὸ μέγιστον ἐπιδείκνυσι τῶν δωρεῶν·
000-00-00 Serial Number=0077790439
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01137]  Αὐτοῦ γάρ ἐστιν εὕρεμα, τὸ, Μέγα, μεῖζον, μέγιστον·
 [01222]  Ὡς γὰρ τὸν μέγιστον ἐκεῖνον κατ έλαβε θρόνον, καθάπερ τινὰ τυραννίδα τῆς ἀρχιερω σύνης τὴν προστασίαν ἁρπάσας, οὐκέτι κατέχειν ἐν ἑαυτῷ τὴν ὠδῖνα τῆς ἀσεβείας οἷός τε ἦν·
 [02639]  Ὁ δὲ παμπόνηρος δαίμων, θεὸν μέγιστον ἑαυτὸν ὀνομάσει.
000-00-00 Serial Number=0484078050
Historia ecclesiastica Ante [Go Back]  
 [00365]  Συνεληλυθότων δὲ πάντων, οἶκον μέγιστον ἐν τοῖς βασιλείοις ηὐτρέπισεν βασιλεύς, βάθρα καὶ θρόνους ὅτι μάλιστα πλείστους ἐν τούτῳ τεθῆναι κελεύσας τῷ τῶν ἀρχιερέων ἀποχρώντως συλλόγῳ.
 [00611]  Κατὰ τὴν ἐπώνυμον ἡμῖν πόλιν, τῆς τοῦ σωτῆρος θεοῦ συν αιρομένης προνοίας, μέγιστον πλῆθος ἀνθρώπων τῇ ἁγιωτάτῃ ἐκ κλησίᾳ ἀνατέθεικεν ἑαυτό, ὡς πάντων ἐκεῖσε πολλὴν λαβόντων αὔξησιν σφόδρα ἄξιον καταφαίνεσθαι καὶ ἐκκλησίας ἐν αὐτῇ κατα σκευασθῆναι πλείους.
 [00822]  ἀλλὰ καὶ ἄλλον πύργον μέγιστον τῆς εὐσεβείας ὑπορύττειν ἐπεχείρουν καὶ τὰς παντοδαπὰς προσέφερον μηχανάς.
 [01085]  καὶ τὸ μέγιστον, ἐπίσκοποι παρῆσαν, ὧν ὁ μὲν τὰ σίδηρα καὶ τὰς κατήνας [105] προέφερεν ἃ δι' αὐτοὺς ἐφόρεσεν, οἱ δὲ τὸν ἐκ τῆς διαβολῆς αὐτῶν θάνατον ἐμαρτύραντο.
 [02286]  σῶμά τε γὰρ μέγιστον εἶχε καὶ ψυχὴν μεγαλόφρονα, καὶ ἀριστεύειν ἐν τοῖς πολέμοις εἰώθει καὶ ἐν τοῖς ἀγῶσι τοῖς μείζοσι.
 [03248]  [304] ἐπειδὴ δὲ τὸν μέγιστον ἐκεῖνον ἀριστέα οὐδὲν ἐδεδίξατο τῶν ὑπ' αὐτοῦ γενομένων (μορμολύκεια γὰρ ὑπέλαβε ταῦτα, μειρακυλλίοις ὑπό τινων προσφερόμενα), τότε δὴ χαλεπήνας προφανῶς αὐτὸν ἐκέλευσε τῶν ἱερῶν ἔξω βῆναι προθύρων.
000-00-00 Serial Number=0525408089
Historia religiosa Ante [Go Back]  
 [00269]  Εἶδον, ἔφη, κατὰ τὴν ὁδὸν δράκοντα μέγιστον ἐρριμμένον, καὶ τὸ μὲν πρῶτον ἐδεδίειν, ζῆν τοῦτον ὑπολαμβάνων·
 [00345]  Ἔδραμεν ὁ θεῖος Ἀκάκιος, καὶ τὸν μέγαν Ἀστέριον ὡς προσετάχθη λαβὼν ἀφίκετο πρὸς τὸν μέγιστον τῆς ἐκκλησίας φωστῆρα, καὶ ἀσπασάμενος·
 [00426]  Ταῦτα νομοθετῶν διετέλει ὁ θεῖος ἐκεῖνος ἀνὴρ καὶ σῶμα μέγιστον ἔχων καὶ τῶν ἐπ' αὐτοῦ πάντων ἀνθρώ πων μέγιστός τε ὢν καὶ κάλλιστος μικρῷ τοῦτο σιτίῳ διέτρεφεν.
 [01485]  Κώμη δέ τις τῶν ὁμόρων πολυάνθρωπος πανδημεὶ παραγενομένη τοὺς μὲν ἄλλους ἐσκέδασε, τὸν δὲ τριπό θητον ἐκεῖνον ἥρπασε θησαυρὸν καὶ σηκὸν οἰκοδομησάμενοι μέγιστον τὴν ἐκεῖθεν μέχρι καὶ τήμερον ὠφέλειαν καρποῦνται δημοτελεῖ πανηγύρει τὸν νικηφόρον ἐκεῖνον γεραίροντες.
 [01574]  Καὶ τὴν πρὸς τοὺς ὀλίγους συντυχίαν φυγεῖν ἄμεινον ἡγησάμενος ἀπετείχισε τὴν εἴσοδον παντελῶς, τῇ θύρᾳ ἐκείνῃ λίθον μέγιστον προσαρμόσας.
 [01875]  [21.30] Τούτῳ τοίνυν ᾠκοδόμησαν μὲν καὶ ἄλλοι σηκὸν μέγιστον ἐν τῇ πελαζούσῃ κώμῃ οὐ πολλοὺς ἀφεστῶτα σταδίους·
 [01980]  καὶ σηκὸν δὲ τῇ θήκῃ μέγιστον ᾠκοδόμησαν.
 [02165]  Καὶ κίνδυνον δὲ ἅπαξ ὑπέμεινα μέγιστον·
 [02166]  αὐτὸς μὲν γὰρ αὐτοῖς προσελθεῖν ἐκέλευσε καὶ παρ' ἐμοῦ τὴν ἱερατικὴν εὐλογίαν λαβεῖν, μέγιστον φήσας αὐτοὺς ἐντεῦθεν καρπώσασθαι κέρδος.
 [02182]  Ἔλεγε δὲ τοῦτο κατὰ τὴν Καλλίνικον φρούριον δὲ αὕτη μέγιστον ὑπομεμενηκέναι τὸ πάθος.
 [02187]  Ὡς δὲ ἀνέστη, προσέταξεν ἐπ' ὤμων φέρειν τὸν φύλαρχον μέχρις αὐτῆς τῆς σκηνῆς μέγιστον δὲ εἶχε τὸ σῶμα καὶ ὁ μὲν λαβὼν παραυτίκα ᾤχετο, οἱ δὲ παρόντες εἰς ὑμνῳδίαν τοῦ θεοῦ τὰς γλώττας ἐκίνησαν.
 [02217]  Τὴν δὲ ὁμόζυγα τὴν τούτου φασὶ καὶ ἔλαιον αἰτῆσαι τῆς τούτου εὐλογίας ἠξιωμένον καὶ ὡς μέγιστον δῶρον κομίσασθαι.
 [02315]  Σῶμα δὲ μέγιστον ἔχων, οὐδὲ καθήμενος ἀνορθοῦν δύναται τὸν αὐχένα, ἀλλὰ συγκεκυφὼς ἀεὶ κάθηται, τοῖς γόνασι προσηλωμένον τὸ πρόσωπον ἔχων.
 [02329]  Τούτοις χρώμενος ὑπουργοῖς καὶ τὸ τῶν δαιμόνων κατέλυσε τέμενος καὶ σηκὸν μέγιστον τοῖς καλλινίκοις ἀνήγειρε μάρτυσι, τοῖς ψευδωνύμοις θεοῖς τοὺς θείους ἀντιτάξας νεκρούς.
000-00-00 Serial Number=0058339357
Interpretatio in Danielem Ante [Go Back]  
 [00516]  οὗτος δὲ πάλαι σμικρὸς φαινό μενος, δι' ἣν περιέκειτο φύσιν, ἀθρόον ἐδείχθη ὄρος μέγιστον, πᾶσαν πληρώσας τὴν οἰκουμένην.
 [01482]  Ἐπειδὴ τοίνυν καὶ ἐπὶ τοῦ Βαλτάσαρ μέγιστον ἔδειξεν ὁ Θεὸς θαῦμα, καὶ ἱκανὸν, οὐ μόνον τοῖς τηνικάδε ἀνθρώ ποις, ἀλλὰ καὶ τοῖς ὕστερον ποτὲ γενομένοις, εὐλά βειαν ἐνθεῖναι καὶ δέος, καὶ πρὸς εὐσέβειαν ποδ ηγῆσαι, οὐκ ᾠήθη δίκαιον τοσαύτην εὐεργεσίαν κατα κρύψαι σιγῇ, ὅσιον δὲ ποιεῖν νενόμικεν ἀνάγραφον αὐτὸ, καὶ πᾶσιν ὑπόμνημα διδασκαλίας καταλιπεῖν.
 [02914]  Τοῦτο τοίνυν τῷ μακαρίῳ ∆ανιὴλ μέγιστον εἰργάσατο πένθος·
 [03004]  τεκμήριον δὲ τούτου μέγιστον ἔχεις τὴν ἐμὴν παρουσίαν.
 [03692]  Ὅτι δὲ οἱ πάλαι Ἰουδαῖοι τὸν μακάριον ∆ανιὴλ μέγιστον ἀπεκάλουν προφήτην, μάρτυς ἀξιόχρεως Ἰώσηππος ὁ Ἑβραῖος, τὸ μὲν Χριστιανικὸν οὐ δεξάμενος κήρυγμα, τὴν δὲ ἀλήθειαν κρύπτειν οὐκ ἀνεχόμενος.
000-00-00 Serial Number=0176281393
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00575]  σὺ δὲ τῶν εὐθυνῶν ἀπαλλαγήσῃ, καὶ τὸν μέγιστον δια φεύξῃ κίνδυνον, τῆς τοῦ πέλας ἐπιμελούμενος σωτη ρίας.
 [05015]  ὄρη δὲ Ἰσραὴλ τὰς προφητικὰς βίβλους, ἐφ' ὧν πάλιν νεμόμεθα, ἐπί βασίν τινα δι' ἐκείνων εἰς τὸ μέγιστον ἔχοντες ὄρος·
 [06066]  τὸ δὲ μέγιστον τῶν ἐγκλημάτων, ὅτι οὐ μόνον τὴν σάρκα ἀπερίτμητον εἶχον, ἀλλὰ καὶ πρὸ τῆς σαρκὸς τὴν διάνοιαν·
 [06170]  ἐπειδὴ δὲ ἀπιστήσαντες δοῦναι τῆς πίστεως τοὺς καρποὺς οὐκ ἠθέλησαν, ἐχώρησεν εἰς τὰ ἔθνη, καὶ τὸν μέγιστον καὶ κάλλιστον τῶν Ἐκκλησιῶν ἀρδεύει παράδεισον.
000-00-00 Serial Number=0609747767
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01022]  Καὶ δεικνὺς, ὡς δίκαιος ὁ θυμὸς, τὸ μέγιστον ὄνομα τῆς ἀσεβείας παραγυμνοῖ.
 [04408]  Πρὸς γὰρ τοῖς στρατ ηγοῖς, καὶ τοῖς ἀριστεῦσι, Καὶ τὸ μέγιστον τεῖχος αὐτῆς κατασκαφήσεται, καὶ αἱ ὑψηλαὶ πύλαι πυρὸς γενήσονται παρανάλωμα.
000-00-00 Serial Number=0134971201
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01184]  Τῶν γὰρ ἀσεβείᾳ καὶ παρανομίᾳ χρωμένων κολαζομένων, ὄφελος ἔσται μέγιστον τῶν ἄλλων ἀνθρώπων εἰς τούτους ἀφορώντων, καὶ δρᾷν τὰ ὅμοια μὴ τολμώντων.
000-00-00 Serial Number=0519933224
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01257]  ὄνειδος δὲ τοῦτο μέγιστον ἦν τῷ σεσωσμένῳ καταπολεμοῦντι τὸν σεσωκότα.
 [03591]  Τῶν ὑγιαινόντων, φησὶ, καὶ ὑπερειδόντων ἐκπεσεῖν ἐκινδύνευσα λογισμῶν, καὶ ὄλισθον ὑπέμεινα ἂν μέγιστον.
 [04292]  Συντόμως ποιεῖ ται τὴν τῶν θαυμάτων διήγησιν, καὶ τὸ μέγιστον τῶν ἄλλων προέταξεν.
000-00-00 Serial Number=0170650184
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02059]  Καὶ τοῦτο τῆς θείας Προνοίας τεκμήριον μέγιστον, τὸ μὴ μόνον τῶν ἀν θρώπων, ἀλλὰ καὶ τῶν ἀλόγων τὴν χρείαν πλη [80.1700] ροῦν.
000-00-00 Serial Number=0739190221
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02661]  Τὸν δὲ Ἰωνᾶν θείῳ νεύματι (τοῦτο γὰρ εἶπε, Προσέταξεν ὁ Θεὸς) κῆτος ὑπεδέξατο μέγιστον, οὐδεμίαν αὐτῷ λώβην διὰ τῶν ὀδόντων προσενεγ κών;
 [05109]  καὶ δείκνυσι τῷ προφήτῃ δρέπανον μέγιστον αἰωρού μενον, καὶ διὰ τοῦ ἀέρος φερόμενον, δέκα μὲν τὸ εὖρος πήχεων, εἴκοσι δὲ τὸ μῆκος.
000-00-00 Serial Number=0658997357
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00016]  Ὡς γὰρ τὸν μέγιστον ἐκεῖνον κατέλαβε θρόνον, καθά περ τινὰ τυραννίδα τῆς ἀρχιερωσύνης τὴν προστα σίαν ἁρπάσας, οὐκέτι κατέχειν ἐν ἑαυτῷ τὴν ὠδῖνα τῆς ἀσεβείας οἷός τε ἦν, ἀλλ' ἀπὸ τῆς ἐξουσίας προσ λαβὼν ἀμαθῆ παῤῥησίαν, εἰς μέσον ἄγει καὶ προτί θησιν ἅπασιν, ἣν πάλαι συνέλαβε κατὰ τοῦ Μονογενοῦς βλασφημίαν·
000-00-00 Serial Number=0460794210
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00222]  ἔξωθεν δὲ πάλιν ἐπίκειται τὸ μέγιστον πέλαγος, ὅ τινες μὲν Ἀτλαντικόν, τινὲς δὲ Ὠκεανὸν ὀνομάζουσι.
 [01269]  οὐκ ἂν δὲ αὐτῷ ταύτην ἔδωκε τὴν ὑπόσχεσιν, εἰ μὴ τὴν πολυγονίαν μέγιστον ἐνόμιζεν ἀγαθόν.
 [04912]  παυσαμένου μέντοι τοῦ πολέμου καὶ τῆς διαιρέσεως γενομέ νης, ἀπελύθησαν μὲν οἱ πέραν τοῦ ποταμοῦ τοὺς κλήρους εἰληφότες, πρὶν δέ γε διαβῆναι τὸν ποταμόν, βωμὸν ᾠκοδόμησαν μέγιστον.
000-00-00 Serial Number=0059248865
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00341]  τὸν πάντων μέγιστον ἐξελέξατο, ἐπειδήπερ οὐ ψυχῆς ἀρετὴν, ἀλλὰ σώματος ἐθαύμαζον μέγεθος.
 [00442]  Οὐ τοίνυν σμικρὸν, ἀλλὰ μέγιστον τὸ ἁμάρτημα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»